Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὐαλεντινιανὸς δὲ δόξας πως τὸν πρὸς τοὺς Γερμανοὺς πόλεμον διατιθέναι μετρίως, βαρύτατος ἦν ταῖς ἀπαιτήσεσι τῶν εἰσφορῶν σφοδρότερον ἐπικείμενος καὶ ὑπὲρ τὸ σύνηθες ταύτας εἰσπράττων. ἐποιεῖτο δὲ τούτου πρόφασιν τῆς στρατιωτικῆς δαπάνης τὸ πλῆθος, ὅπερ ἠνάγκασεν αὐτὸν ἐκδαπανῆσαι τὰ τῷ δημοσίῳ φυλαττόμενα χρήματα.

εἰς μῖσος τοίνυν ἅπαντας ἐπὶ τούτῳ κινήσας ἔτι μεῖζον ἢ πρότερον ἐπικραίνετο, καὶ οὔτε τοὺς ἄρχοντας ἤθελεν ἐξετάζειν εἰ κέρδους ἀπέχονται, τοῖς τε ἐκ τοῦ ζῆν ἀμέμπτως ἔχουσι δόξαν ἐφθόνει, καὶ ἁπλῶς εἰπεῖν ἕτερός τις ἦν παρὰ τὸν ἐξ ἀρχῆς ἐπιτηδευθέντα τρόπον αὐτῷ τῆς βασιλείας.

διὰ ταῦτα καὶ Λίβυες, οὐκ ἐνεγκόντες τὴν Ῥωμανοῦ πλεονεξίαν τοῦ τὴν στρατιωτικὴν ἔχοντος ἐν Μαυρουσίοις ἀρχήν, Φίρμῳ τὴν ἁλουργίδα δόντες ἀνέδειξαν βασιλέα. ὅπερ ἀπαγγελθὲν εἰκότως Βαλεντινιανὸν συνετάραξεν: καὶ παραχρῆμα τάγματά τινα στρατιωτικὰ τὴν ἐν Παιονίᾳ καὶ Μυσίᾳ τῇ ἄνω καταλιπόντα φυλακὴν ἐπὶ Λιβύην ἐκπλεῦσαι προσέταξε.

τούτου δὴ γενομένου Σαυρομάται καὶ Κουάδοι, καὶ πρότερον ὄντες ἔγκοτοι τῷ τὴν ἐν τούτοις ἐπιτετραμμένῳ τοῖς τόποις φυλακὴν ʽἦν δὲ Κελέστιοσ̓, μετὰ τὴν τῶν στρατιωτῶν εἰς Λιβύην

172
ἀποδημίαν ἐπέθεντο Παίοσί τε καὶ Μυσοῖς: τοῦ γὰρ Κελεστίου τὸν τούτων ἄρχοντα πίστεσιν ἐνόρκοις παραγαγόντος, ἀνελόντος τε δόλῳ τῆς τραπέζης ἔτι προκειμένης, εἰκότως οἱ βάρβαροι τῆς ἐφόδου ταύτην ἔχοντες πρόφασιν τοὺς περὶ τὸν Ἴστρον ἐλῄζοντο, πᾶν, εἴ τι τῶν πόλεων ἦν ἐκτός, διαρπάσοντες.

ἀλλὰ Παίονες μὲν εἰς ἁρπαγὴν τοῖς βαρβάροις προέκειντο, τῶν στρατιωτῶν ἐκμελῶς πρὸς τὸ φυλάττειν τὰς πόλεις ἐχόντων καὶ τοῖς ἐνδοτέρω τοῦ ποταμοῦ τόποις οὐχ ἧττον ἢ οἱ βάρβαροι παρενοχλούντων:

Μυσία δὲ οὐδενὸς ἐπειράθη κακοῦ, Θεοδοσίου τοῦ τὴν στρατιωτικὴν ἀρχὴν ἔχοντος ἀνδρείως στάντος καὶ τοὺς ἐπιόντας ἀποδιώξαντος, ὅθεν ἐκ ταύτης τῆς νίκης δόξαν κτησάμενος ἔτυχε μετὰ ταῦτα τῆς βασιλείας. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις ἀφηγηθήσεται χρόνοις: