Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὐαλεντινιανὸς δὲ δόξας πως τὸν πρὸς τοὺς Γερμανοὺς πόλεμον διατιθέναι μετρίως, βαρύτατος ἦν ταῖς ἀπαιτήσεσι τῶν εἰσφορῶν σφοδρότερον ἐπικείμενος καὶ ὑπὲρ τὸ σύνηθες ταύτας εἰσπράττων. ἐποιεῖτο δὲ τούτου πρόφασιν τῆς στρατιωτικῆς δαπάνης τὸ πλῆθος, ὅπερ ἠνάγκασεν αὐτὸν ἐκδαπανῆσαι τὰ τῷ δημοσίῳ φυλαττόμενα χρήματα.

εἰς μῖσος τοίνυν ἅπαντας ἐπὶ τούτῳ κινήσας ἔτι μεῖζον ἢ πρότερον ἐπικραίνετο, καὶ οὔτε τοὺς ἄρχοντας ἤθελεν ἐξετάζειν εἰ κέρδους ἀπέχονται, τοῖς τε ἐκ τοῦ ζῆν ἀμέμπτως ἔχουσι δόξαν ἐφθόνει, καὶ ἁπλῶς εἰπεῖν ἕτερός τις ἦν παρὰ τὸν ἐξ ἀρχῆς ἐπιτηδευθέντα τρόπον αὐτῷ τῆς βασιλείας.

διὰ ταῦτα καὶ Λίβυες, οὐκ ἐνεγκόντες τὴν Ῥωμανοῦ πλεονεξίαν τοῦ τὴν στρατιωτικὴν ἔχοντος ἐν Μαυρουσίοις ἀρχήν, Φίρμῳ τὴν ἁλουργίδα δόντες ἀνέδειξαν βασιλέα. ὅπερ ἀπαγγελθὲν εἰκότως Βαλεντινιανὸν συνετάραξεν: καὶ παραχρῆμα τάγματά τινα στρατιωτικὰ τὴν ἐν Παιονίᾳ καὶ Μυσίᾳ τῇ ἄνω καταλιπόντα φυλακὴν ἐπὶ Λιβύην ἐκπλεῦσαι προσέταξε.