Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

πρῶτος μὲν οὖν τῶν ἐπὶ φιλοσοφίᾳ γνωρίμων ἀνῄρητο Μάξιμος, καὶ μετὰ τοῦτον ὁ ἐκ Φρυγίας Ἱλάριος ὡς δὴ χρησμόν τινα λοξὸν εἰς τὸ σαφέστερον ἑρμηνεύσας, καὶ Σιμωνίδης ἐπὶ τούτῳ καὶ Πατρίκιος ὁ Λυδὸς καὶ ὁ ἐκ Καρίας Ἀνδρόνικος. ἦσαν δὲ οὗτοι πάντες εἰς ἄκρον παιδείας ἐληλυθότες καὶ φθόνῳ μᾶλλον ἢ ψήφῳ δικαίᾳ κατακριθέντες.

οὕτω δὲ ὁμοῦ πάντα συνεταράττετο ὥστε καὶ τῶν προστυχόντων τὰς οἰκίας

171
ἐπεισιέναι μετὰ πλήθους ἀνέδην τοὺς συκοφάντας, καὶ τοὺς ἀπαντῶντας ἁρπάζειν, ἐκδιδόναι δὲ τοῖς φονεύειν ἅπαντας καὶ δίχα κρίσεως τεταγμένοις. τῶν δὲ ἀτοπημάτων ἦν κολοφὼν Φῆστος, ὃν εἰς πᾶν εἶδος ὠμότητος πρόχειρον ὄντα τῆς Ἀσίας ἀνθύπατον ὁ βασιλεὺς ἔστειλεν, ὡς ἂν μηδεὶς τῶν περὶ λόγους ἐσπουδακότων ἀπολειφθείη. καὶ εἰς ἔργον ᾔει τὸ βούλευμα:

πάντας γὰρ ὁ Φῆστος ἀναζητήσας, οὓς μὲν εὗρεν ἀκρίτως ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ὑπερόριον ἑαυτοῖς φυγὴν ἠνάγκασεν ἐπιθεῖναι. καὶ ἡ μὲν ἐκ τῆς κατὰ Θεόδωρον αἰτίας συμβᾶσα ταῖς πόλεσι συμφορὰ ταύτην ἔσχε τὴν τελευτήν.