Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῶν δὲ κατὰ τὴν ἑσπέραν ἐν τούτοις ὄντων, Οὐάλης

169
ὁ βασιλεύς, ἐφ̓ ὅπερ ἐξ ἀρχῆς ὥρμητο, κατὰ Περσῶν ἐπὶ τὴν ἑῴαν ἐστέλλετο, προϊών τε σχολαίως ἐβοήθει τὰ δέοντα πρεσβευομέναις ταῖς πόλεσι, καὶ ἄλλα πολλὰ κατὰ τὸ προσῆκον ᾠκονόμει, τοῖς δίκαια αἰτοῦσι ῥᾳδίως φιλοτιμούμενος τὰ αἰτούμενα.

παρελθὼν δὲ εἰς τὴν Ἀντιόχειαν μετὰ πάσης ἀσφαλείας τὰ τοῦ πολέμου διῴκει, τὸν μὲν χειμῶνα διατρίβων ἐν τοῖς αὐτόθι βασιλείοις, ἦρος δὲ ἐπὶ τὴν Ἱερὰν πόλιν ἀπιὼν κἀκεῖθεν τὰ στρατόπεδα τοῖς Πέρσαις ἐπάγων, καὶ αὖθις ἐνισταμένου τοῦ χειμῶνος ἐπανιὼν εἰς τὴν Ἀντιόχειαν. ἡ μὲν οὖν πρὸς Πέρσας οὕτως ἐτρίβετο μάχη, τοῦ δὲ βασιλέως κατὰ τὴν Ἀντιόχειαν ὄντος παραδόξων ἐξανίστατο πραγμάτων ὑπόθεσις ἐξ αἰτίας τοιᾶσδε.