Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ὄντος δὲ ἐν παρασκευαῖς αὐτοῦ, Οὐαλεντινιανὸς ὁ βασιλεὺς τὰ περὶ τοὺς Γερμανοὺς εὖ διαθέμενος ᾠήθη δεῖν καὶ τῆς εἰς τὸ μέλλον ἀσφαλείας τῶν Κελτικῶν ἐθνῶν ποιήσασθαι πρόνοιαν. νεολαίαν οὖν ὅτι πλείστην ἀθροίσας ἔκ τε τῶν προσοικούντων τῷ Ῥήνῳ βαρβάρων καὶ ἐκ τῶν ἐν τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσι γεωργῶν, τοῖς στρατιωτικοῖς ἐγκαταλέξας τάγμασιν οὕτως αὐτοὺς ἐξήσκησε τὰ πολέμια, ὥστε φόβῳ τῆς περὶ τὰ τοιαῦτα τῶν στρατιωτῶν μελέτης καὶ πείρας ἐννέα τοὺς πάντας ἐνιαυτοὺς μηδένα τῶν ὑπὲρ τὸν Ῥῆνον ταῖς ὑπὸ Ῥωμαίους πόλεσιν ἐνοχλῆσαι.

κατὰ τόνδε τὸν χρόνον Οὐαλεντινιανός, διά τινα πλημμελήματα τὴν Βρεττανικὴν νῆσον οἰκεῖν κελευσθείς, ἐπιθέμενος τυραννίδι συναπέθετο ταύτῃ τὸν βίον. Βαλεντινιανῷ δὲ τῷ βασιλεῖ νόσος ἐνέσκηψεν, ἥτις αὐτὸν παρὰ βραχὺ τοῦ βίου μετέστησεν. ἐπεὶ δὲ ταύτην διέφυγε, συνελθόντες οἱ περὶ τὰ βασίλεια λόγον αὐτὸν ποιήσασθαι παρεκάλουν τοῦ διαδεξομένου τὴν βασιλείαν, ὡς ἂν μή τινος αὐτῷ συμβαίνοντος σφαλείη τὰ τῆς πολιτείας. πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς τοῖς λόγοις ἀνεῖπε τὸν παῖδα Γρατιανὸν βασιλέα καὶ κοινωνὸν τῆς ἀρχῆς, ὄντα νέον ἔτι καὶ οὔπω πρὸς ἥβην ἐλθόντα τελείαν.