Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Βουλῆς δὲ ὑπὲρ τοῦ τίνα δέοι προστῆναι τοῦ πολιτεύματος προτεθείσης, πολλοὶ μὲν καὶ περὶ πολλῶν ἐγίνοντο λόγοι τῷ στρατοπέδῳ καὶ τοῖς τὰς ἡγεμονίας ἔχουσι, πάντων δὲ ἡ ψῆφος εἰς ἕνα συνῄει Σαλούστιον τῆς αὐλῆς ὕπαρχον. τοῦ δὲ τὸ γῆρας προϊσχομένου καὶ διὰ τοῦτο φήσαντος οὐχ οἷός τε ἔσεσθαι πεπονηκόσιν ἀρκέσειν τοῖς πράγμασι, τὸν παῖδα γοῦν ᾔτησαν εἰς τὴν τῶν ὅλων ἀρχὴν ἐλθεῖν.

τοῦ δὲ

158
καὶ νέον εἶναι καὶ οὐδὲ ἄλλως ἐπιτήδειον πρὸς τοσαύτης ἀρχῆς ὄγκον εἰπόντος, τῆς τοῦ πάντων ἀμείνονος τῶν καθ̓ ἑαυτὸν ἀνδρὸς αἱρέσεως τότε διήμαρτον, ἤνεγκαν δὲ τὴν ψῆφον ἐπὶ Βαλεντινιανόν, ὃς ἐκ μὲν Κιβάλεως ὥρμητο ʽπόλις δὲ αὕτη Παιονικἤ, πολέμων δὲ μετασχὼν οὐκ ὀλίγων παιδεύσεως οὐδεμιᾶς μετεσχήκει.

μετεπέμποντο δὲ αὐτὸν ὅμως οὐ παρόντα, καὶ ἡμερῶν οὐ πολλῶν ἐτρίβετο χρόνος ἐν ἀναρχίᾳ τοῦ πολιτεύματος ὄντος. ἐπεὶ δὲ κατέλαβε τὸ στρατόπεδον ἐν Νικαίᾳ πόλει τῆς Βιθυνίας, ἐκεῖσε παραλαβὼν τὴν βασιλείαν εἴχετο τῆς ἐπὶ τὸ πρόσω πορείας.