Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐχόμενος δὲ τῆς τῶν ὅλων ἀρχῆς Ἰοβιανὸς ἄλλα τε διετίθει, καὶ τοῖς ἐν Παιονίᾳ στρατοπέδοις Λουκιλλιανόν, ὄντα κηδεστὴν αὐτῷ, καὶ Προκόπιον καὶ Οὐαλεντινιανόν, ὃς μετὰ ταῦτα γέγονε βασιλεύς, ἐξαπέστειλε, τήν τε Ἰουλιανοῦ τελευτὴν ἀπαγγελοῦντας, καὶ ὅτι περ εἴη μετ̓ αὐτὸν αὐτοκράτωρ προβεβλημένος.

ἀλλ̓ οἱ ἐν τῷ Σιρμίῳ Βατάβοι, πρὸς φυλακὴν ἀπολελειμμένοι τῆς πόλεως, ἅμα τῇ ἀκοῇ τὸν μὲν Λουκιλλιανὸν ὡς τηλικούτων κακῶν ἄγγελον διεχρήσαντο, ἐν οὐδενὶ τὸ πρὸς τὸν βασιλέα θέμενοι κῆδος, Προκόπιον δὲ τῆς πρὸς Ἰουλιανὸν συγγενείας αἰδοῖ διαφῆκαν ἀθῷον: Οὐαλεντινιανὸς δὲ διαδρὰς τὸν ἐξ ἐκείνων διέφυγε θάνατον.

ἐξορμήσαντι δὲ τῆς Ἀντιοχείας Ἰοβιανῷ καὶ ἐχομένῳ τῆς ἐπὶ Κωνσταντινούπολιν ὁδοῦ νόσος αἰφνιδίως ἐνσκήψασα τῆς Βιθυνίας ἐν Δαδαστάνοις ἐπήγειρε τοῦ βίου τὸ τέλος αὐτῷ, μῆνας μὲν ὀκτὼ βασιλεύσαντι, διαθεῖναι δέ τι τῶν κοινῶν πραγμάτων ἐς δέον οὐ δυνηθέντι.