Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Εἰσβαλόντι τοίνυν εἰς τὰ Περσῶν ὅρια τῷ βασιλεῖ τὸ μὲν εὐώνυμον εἶχεν ἡ ἵππος, τῶν δὲ πεζῶν μοῖρα τὸ δεξιόν, συμπαραθέουσα τῇ ᾐόνι τοῦ ποταμοῦ, ἠκολούθει τὸ δὲ λοιπὸν ἡ στρατιά, σταδίοις διεστῶσα ἑβδομήκοντα. τοῦτο δὲ τὸ μέσον εἶχε τά τε νωτοφόρα ζῷα, τὰ βαρέα τῶν ὅπλων καὶ τὴν ἄλλην παρασκευὴν φέροντα, καὶ ὅσον ἦν ὑπηρετικόν, ὡς ἂν ἐπ̓ ἀσφαλοῦς εἶεν καὶ οὗτοι, τοῦ στρατοῦ πανταχόθεν αὐτοὺς περιέχοντος. οὕτω διαθεὶς τὴν ἐπὶ τὸ πρόσω πορείαν χιλίους ἔγνω καὶ πεντακοσίους προπέμψαι, κατασκεψομένους ʽ??ʼί τι πολέμιον ἢ προφανῶς ἢ δἰ ἐνέδρας ἐπίοι, Λουκιλλιανὸν αὐτοῖς ἐπιστήσας.

ἑξήκοντα δὲ προελθὼν σταδίους εἴς

132
τι χωρίον Ζαυθὰ προσαγορευόμενον ἦλθε, καὶ ἐντεῦθεν εἰς Δοῦρα, ἴχνος μὲν ὡς ἄρα ποτὲ πόλις ἦν φέρουσαν, τότε δὲ ἔρημον: οὗ Γορδιανοῦ τοῦ βασιλέως ἐδείκνυτο τάφος. ἔνθα καὶ πλῆθος ἐλάφων φανὲν οἱ στρατιῶται κατατοξεύσαντες ἅλις ἐχρήσαντο τῇ ἐκ τούτων τροφῇ. σταθμοὺς δ̓ ἐντεῦθεν διελθὼν τέσσαρας εἴς τι χωρίον ἀφίκετο: Φαθούσας ὄνομα τούτῳ. ἦν δὲ ἀντικρὺ ἐν τῷ ποταμῷ νῆσος, ἔχουσα φρούριον ὑπὸ πλείστων οἰκούμενον.

τούτῳ Λουκιλλιανὸν ἐπιπέμψας ἅμα τοῖς ὑπ̓ αὐτὸν κατασκόποις χιλίοις ἐπολιόρκει τὸ φρούριον. καὶ ἕως μὲν ἦν νύξ, ἐλάνθανον οἱ πολιορκοῦντες, ἡμέρας δὲ γενομένης ὑπὸ τῶν ἐν τῷ φρουρίῳ τινὸς ὑδρείας ἕνεκα προελθόντος ὀφθέντες εἰς θόρυβον τοὺς ἔνδον κατέστησαν. πάντων τε εἰς τὸ τεῖχος ἀναβάντων, ὁ βασιλεὺς ἐπὶ τὴν νῆσον μηχαναῖς ἅμα καὶ ἑτέραις δυνάμεσι περαιωθεὶς παρενεγύησε τοῖς ἔνδον ἑαυτούς τε καὶ τὸ φρούριον παραδοῦσι πρόδηλον ἐκφυγεῖν ὄλεθρον.

ἐπεὶ δὲ τοῦτο πεποιήκασιν, ἄνδρας μὲν σὺν παισὶ καὶ γυναιξὶν εἰς τὴν ὑπὸ Ῥωμαίων ἐχομένην γῆν ἅμα φυλακῇ στρατιωτῶν παρέπεμψε, Πουσαίῳ δὲ τῷ τούτων ἡγουμένῳ δοὺς ταξιάρχου φροντίδα τὸ λοιπὸν ἐν τοῖς ἐπιτηδείοις εἶχε, πιστοῦ πειραθείς.