Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ταῦτα ἐν Κάρραις διαθεὶς ʽἡ δὲ πόλις διορίζει Ῥωμαίους καὶ Ἀσσυρίουσ̓ ἠβουλήθη τὸ στρατόπεδον ἐξ ἀπόπτου τινὸς θεωρῆσαι χωρίου, ἄγασθαι δὲ τὰ πεζικὰ τάγματα καὶ τὰς τῶν ἱππέων ἴλας: ἦσαν δὲ ἅπαντες ἄνδρες πεντακισχίλιοι καὶ ἑξακισμύριοι. ἐξορμήσας δ̓ ἐκ Καρρῶν καὶ τὰ ἐν μέσῳ διαδραμὼν φρούρια μέχρι Καλλινίκου, κἀκεῖθεν ἐλθὼν ἐπὶ τὸ Κιρκήσιον περὶ οὗ πρότερον εἴρηται, διαβὰς τὸν Ἀβώραν ποταμὸν ἔπλει διὰ τοῦ Εὐφράτου, νεὼς ἐπιβάς.

ἠκολούθουν δὲ καὶ οἱ στρατιῶται, τὰς σιτήσεις δὴ κεκομισμένοι, καὶ ἀνέβαινον εἰς τὰ πλοῖα, ὅσοις ἐπετέτακτο τοῦτο: ἤδη γὰρ ὁ στόλος ἀπαντήσας ἐτετυχήκει, φέρων ἀριθμὸν πλοίων ἐκ μὲν ξύλων πεποιημένων ἑξακοσίων, ἀπὸ δερμάτων δὲ πεντακοσίων. ἦσαν δὲ πρὸς τούτοις καὶ στρατιωτικαὶ νῆες πεντήκοντα, καὶ ἕτεραι πλατεῖαι συνηκολούθουν, δἰ ὧν, εἴ που δεήσειεν, ἔδει γίνεσθαι ζεύγματα πεζῇ διδόντα τῷ στρατοπέδῳ τοὺς ποταμοὺς διαβαίνειν.

ἠκολούθει δὲ καὶ ἄλλα πάμπολλα πλοῖα, τὰ μὲν τροφὰς φέροντα τῷ στρατῷ, τὰ δὲ ξύλα πρὸς μηχανὰς ἐπιτήδεια, τὰ δὲ καὶ τὰ ἤδη κατεσκευασμένα πολιορκητικὰ μηχανήματα. κατέστησαν δὲ ναύαρχοι Λουκιανὸς καὶ Κωνστάντιος. οὔσης δὲ τοιαύτης τῆς τοῦ στρατοῦ τάξεως,

131
ἀπό τινος βήματος ὁ βασιλεὺς πᾶσιν ὁμοῦ τὰ καθήκοντα προσφωνήσας, ἀργυρῶν τε νομισμάτων τριάκοντα καὶ ἑκατὸν τῶν στρατιωτῶν ἕκαστον δόσει τιμήσας, τὴν ἐπὶ Πέρσας εἰσβολὴν ἐποιήσατο, τοῦ μὲν πεζοῦ Βίκτορα στρατηγὸν καταστησάμενος, Ὁρμίσδην δὲ τῆς ἵππου, καὶ Ἀρινθαῖον σὺν τούτῳ.

περὶ δὲ Ὁρμίσδου καὶ πρότερον εἴρηται, ὅτι Πέρσης τε ἦν καὶ βασιλέως υἱός, ὑπὸ δὲ ἀδελφοῦ ἀδικηθεὶς καὶ φυγὼν πρὸς Κωνσταντῖνόν τε ἦλθε τὸν βασιλέα καὶ εὐνοίας δοκίμια παρασχόμενος τιμῶν καὶ ἀρχῶν ἠξιώθη μεγίστων.