Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

συμβὰν δὲ τὸν αὐτοκράτορα Κωνστάντιον ἐν αὐτῷ τελευτῆσαι τῷ χρόνῳ, τῶν μὲν ὄντων αὐτῷ γνησίων παίδων οὐδένα πρὸς βασιλείαν ἔκριναν ἀξιόχρεων, ὁρῶντες δὲ Κωνσταντῖνον εὖ ἔχοντα σώματος οἱ περὶ τὴν αὐλὴν στρατιῶται, καὶ ἅμα δωρεῶν μεγαλοπρεπῶν ἐπαρθέντες ἐλπίσιν, τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ περιέθεσαν.

ἐν δὲ τῇ Ῥώμῃ τῆς εἰκόνος αὐτοῦ δειχθείσης κατὰ τὸ σύνηθες, οὐκ ἀνασχετὸν εἶναι νομίσας Μαξέντιος ὁ Μαξιμιανοῦ τοῦ Ἑρκουλίου παῖς, εἰ Κωνσταντίνῳ μὲν ἐκβαίη τὸ σπουδασθὲν ἐξ ἀσέμνου μητρὸς γεγονότι, βασιλέως δὲ τοιούτου παῖς αὐτὸς γεγονὼς εἰκῇ κείμενος μείνοι τὴν πατρῴαν ἀρχὴν ἑτέρων ἐχόντων,

προσλαβὼν ὑπηρέτας τῆς ἐγχειρήσεως Μαρκελλιανὸν καὶ Μάρκελλον ταξιάρχους καὶ Λουκιανόν, ὅς τοῦ χοιρείου κρέως ἦν χορηγὸς ὃ τὸ δημόσιον ἐπεδίδου τῷ Ῥωμαίων δήμῳ, καὶ προσέτι γε τοὺς περὶ τὴν αὐλὴν στρατιώτας, οὕς πραιτωριανοὺς καλοῦσιν, εἰς τὸν

67
βασίλειον θρόνον παρὰ τούτων ἀνεβιβάσθη, μεγάλαις ἀμείβεσθαι δωρεαῖς τοὺς τοῦτο δόντας αὐτῷ κατεπαγγειλάμενος. ὥρμησαν δὲ ἐπὶ τὴν πρᾶξιν Ἀβελλίου πρότερον ἀναιρεθέντος, ἐπειδὴ τοῦ τῆς πόλεως ὑπάρχου τόπον ἐπέχων ἔδοξεν τοῖς ἐγχειρουμένοις ἐναντιοῦσθαι.