Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ταῦτα μαθὼν Μαξιμιανὸς ὁ Γαλέριος ἐκπέμπει τὸν Καίσαρα Σεβῆρον πολεμήσοντα Μαξεντίῳ. ἐξορμήσαντα δὲ αὐτὸν τοῦ Μεδιολάνου καὶ διὰ τῶν Μαυρουσίων ἐλθόντα ταγμάτων, χρήμασι τὸ πολὺ μέρος τῶν σὺν αὐτῷ στρατιωτῶν διαφθείρας Μαξέντιος, ἤδη δὲ καὶ τὸν τῆς αὐλῆς ὕπαρχον προσποιησάμενος Ἀνουλλῖνον, ἐκράτησεν ῥᾷστα Σεβήρου συμφυγόντος εἰς τὴν Ῥάουενναν, πόλιν ὀχυρωτάτην τε καὶ πολυάνθρωπον καὶ τροφῶν ἔχουσαν πλῆθος αὐτῷ τε καὶ τοῖς δὺν αὐτῷ στρατιώταις ἀρκοῦν.

ταῦτα γνοὺς Μαξιμιανὸς ὁ Ἑρκούλιος, καὶ ὑπὲρ τοῦ παιδὸς εἰκότως ἀγωνιῶν Μαξεντίου, τῆς Λουκανίας, ἐν ᾗ τότε ἦν, ἐξορμήσας ἐπὶ τὴν Ῥάουενναν ᾔει. συνιδὼν δὲ ὡς οὐκ ἂν ἄκων ταύτης ἐκβληθείη Σεβῆρος ἀσφαλοῦς τε οὔσης καὶ τροφὰς ἐχούσης ἀρκούσας, ὅρκοις ἀπατήσας ἐπὶ τὴν Ῥώμην ἐλθεῖν ἔπεισεν. διιόντα τοίνυν αὐτὸν καὶ εἴς τι χωρίον ἐλθόντα ᾧ Τρία καπηλεῖα προσηγορία, λόχος ἐγκαταστὰς αὐτόθι παρὰ Μαξεντίου, συλλαβὼν καὶ βρόχῳ τὸν τράχηλον ἀρτήσας ἀνεῖλεν.

οὐκ ἐνεγκὼν δὲ μετρίως τὰ ἐπὶ τῷ Καίσαρι Σεβήρῳ γενόμενα Μαξιμιανὸς ὁ Γαλέριος ἐκ τῆς ἑῴας ἐπὶ τὴν Ῥώμην ἔγνω παραγενέσθαι δίκην τε Μαξεντίῳ τῶν ἡμαρτημένων πρέπουσαν ἐπιθεῖναι:

68
γενόμενος δὲ κατὰ τὴν Ἰταλίαν καὶ τοὺς στρατιώτας οὐ πιστῶς περὶ αὑτὸν ἔχειν αἰσθόμενος ἐπὶ τὴν ἑῴαν ἀνέζευξεν, μάχης οὐδεμιᾶς γενομένης.