Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ταῦτα ῥηθέντα παρὰ Φιλίππου μικροῦ δεῖν ἅπαν τὸ στράτευμα συνετάραξεν. ἐφ̓ οἷς ὀρρωδήσας ὁ Μαγνέντιος, καὶ σὺν πολλῷ πόνῳ καταστήσας τοὺς στρατιώτας εἰς τὸ λέγειν τι βουλόμενον αὐτὸν ὑπομεῖναι, τὴν μὲν εἰρήνην ἀσμενίζειν καὶ αὐτὸς ἔλεγε, λύειν δὲ τέως τὴν ἐκκλησίαν ἐκέλευσεν, ἄχρις ὅτε τὸ πρακτέον. σκοπήσας, ἣν ἔχει περὶ τούτου γνώμην τῇ ὑστεραίᾳ μηνύσειεν.

ἐπὶ τούτῳ τῆς συνόδου λυθείσης Μαρκελλῖνος μὲν ἐδέχετο Φίλιππον ὡς ἐπιξενωθησόμενον αὑτῷ, Μαγνέντιος δὲ καθ̓ ἑαυτὸν ἔστρεφε γνώμην, πότερον χρὴ Φίλιππον ἄπρακτον ἀποπέμπειν ἢ κατέχειν παῤ ἑαυτῷ, τὸν ἐπὶ τοῖς πρέσβεσι πατοῦντι θεσμόν. τέως δὲ τοὺς λοχαγοὺς καὶ δεκαδάρχας, καὶ ὅσοι ταῖς τάξεσι τῶν στρατιωτῶν ἐφεστᾶσιν, ἐδόκει δειπνίζειν αὐτῷ,

καὶ παρὰ τὸ δεῖπνον ἣν εἶχε γνώμην ἐκφῆναι. πράξας δὲ τοῦτο, γενομένης ἡμέρας αὖθις τὸ στράτευμα συναγείρας, ὅσα Κώνστας εἰς αὐτοὺς ἐπαρῴνησε διεξῄει, καὶ ὅπως οὐκ ἐνεγκόντες τὸ μέγεθος ὧν εἰς τὸ πολίτευμα παρηνόμει πάντες ἐπὶ τὸ κοινῇ λυσιτελοῦν ὥρμησαν, ἐλευθερώσαντες δὲ πονηροῦ θηρίου τὰς πόλεις αὐτῷ τὴν βασιλείαν ἐπέθηκαν ἄκοντι.