Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

πολλῶν δὲ πεσόντων Μαγνέντιος μὲν ἐπὶ τοσούτῳ πλεονεκτήματι μεγαλαυχούμενος, ἀναλαβὼν τὴν δύναμιν, οὐκ ἠνείχετο τῆς ἐπὶ πλέον τοῦ πολέμου τριβῆς, ἀλλὰ ἐπὶ Παιονίαν ἐχώρει, καὶ παραγενόμενος ἐν τοῖς πρὸ τοῦ Ποτοβίου πεδίοις, ἅτινα μέσα τέμνων Δρᾶος ὁ ποταμός, Νωρικοὺς καὶ Παίονας παραμείψας, ἐπὶ τὸν Ἴστρον ἐκδίδωσιν, ἐπὶ Παίονας ἤλαυνε, Σιρμίου πλησίον συνάψαι τὴν μάχην διανοούμενος. φασὶ δὲ ὡς τῆς μητρὸς αὐτῷ ταύτην ἀπαγορευούσης τὴν ὁδὸν καὶ κελευούσης ἐπὶ Ἰλλυριοὺς διαβαίνειν ἠπείθησε, καὶ ταῦτα μάντιν ἀληθῆ ταύτην εἶναι πολλαῖς προλαβούσαις προρρήσεσι πεπεισμένος.

ἀλλὰ Μαγνεντίου διανοουμένου πότερον χρὴ γεφύρᾳ περαιωθῆναι τὸν Σάον ποταμὸν ἢ ζεῦξαι πλοῖα καὶ ταύτῃ διαβιβάσαι τὸ στράτευμα, Κωνστάντιος ἐκπέμπει Φίλιππον, τῶν ἐν μεγίστοις ἀξιώμασιν ἄνδρα καὶ φρονήσει προέχοντα, τῷ μὲν προφανεῖ περὶ σπονδῶν καὶ εἰρήνης διαλεξόμενον, τοῖς δὲ ἀληθέσι τὴν Μαγνεντίου πολυπραγμονήσοντα δύναμιν, καὶ ἣν ἔχει περὶ τὸν πόλεμον ἔννοιαν, καὶ ʽ??ʼοίαις ὁδοῖς χρῆσθαι διανοεῖται.

ὃ δὲ ἐπειδὴ πλησίον ἦν, συνήντησε Μαρκελλίνῳ μεγίστην παρὰ Μαγνεντίῳ δύναμιν ἔχοντι, καὶ σὺν αὐτῷ πρὸς Μαγνέντιον ᾔει. συναγαγὼν τοίνυν εἰς ἐκκλησίαν τὸ στράτευμα, λέγειν ἐκέλευε Φιλίππῳ τὴν αἰτίαν δἰ ἣν παραγέγονεν. ὃ δὲ πρὸς μὲν τὸ στρατόπεδον ἔλεγεν ὡς οὐ προσήκει Ῥωμαίοις ὄντας ὑπηκόους κατὰ Ῥωμαίων πόλεμον ἄρασθαι, καὶ μάλιστα Κωνσταντίνου παιδὸς βασιλεύοντος, μεθ̓ οὗ πολλὰ κατὰ βαρβάρων ἔστησαν τρόπαια, πρὸς δὲ Μαγνέντιον ὡς δέοι μνήμην ἔχειν αὐτὸν τῶν Κωνσταντίνου καὶ περὶ αὐτόν τε καὶ τοὺς αὐτοῦ γονέας εὐεργεσιῶν: δεδέχθαι γὰρ ὑπ̓ ἐκείνου καὶ μεγίστων ἠξιῶσθαι τιμῶν. καὶ ταῦτα διεξελθὼν παραχωρῆσαι μὲν ᾔτει Μαγνέντιον

104
Ἰταλίας, ἔχειν δὲ τὰ ὑπὲρ τὰς Ἄλπεις ἔθνη καὶ τούτων ἄρχειν ἁπάντων.