Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλὰ τῆς ἀρχῆς οὕτως ἑκάστῳ νεμηθείσης, Κωνστάντιος ὥσπερ ἐξεπίτηδες μὴ κατόπιν γενέσθαι τῆς τοῦ πατρὸς ἀσεβείας ἐσπουδακώς, ἀφ̓ ἑστίας ἀρξάμενος αἷμα συγγενὲς ἀνδρείου τρόπου δεῖγμα παρασχεῖν ἅπασιν ἠβουλήθη.

καὶ πρῶτον μὲν Κωνσταντίῳ πατρὸς ἀδελφῷ διὰ τῶν στρατιωτῶν καταπράττεται θάνατον, ἔπειτα καὶ Δαλματίῳ τῷ Καίσαρι ῥάπτει τὴν ὁμοίαν ἐπιβουλήν, συναναιρεθῆναι τούτῳ καὶ Ὀπτᾶτον παρασκευάσας, ὃς παρὰ Κωνσταντίνου τῆς ἀξίας τετυχήκει τοῦ πατρικίου, πρώτου ταύτην ἐπινοήσαντος τὴν τιμήν, καὶ προκαθῆσθαι τοὺς ταύτης ἠξιωμένους τῶν τῆς αὐλῆς ὑπάρχων νομοθετήσαντος.