Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τούτοις ἅπασι τοῖς τρόποις ὁ Κωσταντῖνος τῷ πολιτεύματι λυμηνάμενος ἐτελεύτησε νόσῳ. διαδεξαμένων δὲ τὴν βασιλείαν τῶν αὐτοῦ παίδων ὄντων τριῶν ʽἐτέχθησαν δὲ οὗτοι οὐκ ἀπὸ Φαύστης τῆς τοῦ Ἑρκουλίου Μαξιμιανοῦ θυγατρός, ἀλλ̓ ἐξ ἄλλης, ᾗ μοιχείας ἐπαγαγὼν μέμψιν ἀπέκτεινεν̓, εἴχοντο τῶν πραγμάτων, τῇ τῆς νεότητος ἐνδιδόντες ῥοπῇ μᾶλλον ἢ τῷ τῶν κοινῶν ὠφελίμῳ.

πρῶτον γὰρ ἐνείμαντο τὰ ἔθνη, καὶ Κωνσταντῖνος μὲν ὁ πρεσβύτερος ἅμα τῷ νεωτάτῳ Κώνσταντι τὰ ὑπὲρ τὰς Ἄλπεις ἅπαντα καὶ τὴν Ἰταλίαν καὶ Ἰλλυρίδα πρὸς τούτοις ἔλαχεν ἔχειν, ἔτι δὲ τὰ περὶ τὸν Εὔξεινον Πόντον καὶ τὴν ὑπὸ Καρχηδόνα Λιβύην, Κωνσταντίῳ δὲ τὰ περὶ τὴν Ἀσίαν καὶ τὴν ἑῴαν καὶ Αἴγυπτον ἐπετέτραπτο. συνῆρχον δὲ αὐτοῖς τρόπον τινὰ Δαλμάτιος, Καῖσαρ ὑπὸ Κωνσταντίνου κατασταθείς, ἔτι δὲ Κωνστάντιος, ἀδελφὸς ὢν αὐτοῦ, καὶ Ἀννιβαλλιανός, ἐσθῆτι χρώμενοι κοκκοβαφεῖ καὶ περιχρύσῳ, τῆς τοῦ λεγομένου νωβελισσίμου παῤ αὐτοῦ Κωνσταντίνου τυχόντες ἀξίας αἰδοῖ τῆς συγγενείας.

98