Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Διανείμας δὲ τούτους ταῖς πόλεσιν ἐπὶ τὴν Θεσσαλονίκην ἐχώρει, καὶ τὸν ἐν ταύτῃ λιμένα πρότερον οὐκ ὄντα κατασκευάσας ἐπὶ τὸν πρὸς Λικίννιον αὖθις παρεσκευάζετο πόλεμον. καὶ τριακόντοροι μὲν εἰς διακοσίας κατεσκευάσθησαν, ναῦς δὲ φορτίδες συνήχθησαν πλέον ἢ δισχίλιαι, πεζὸς δὲ στρατὸς ἐς δώδεκα μυριάδας, ἡ ναῦς καὶ ἵππος μυρία. Λικίννιος δὲ Κωνσταντῖνον ἀκούσας ἐν παρασκευαῖς εἶναι, διέπεμπεν ἀγγέλους κατὰ τὰ ἔθνη πλοῖα πολεμικὰ καὶ δυνάμεις πεζάς τε καὶ ἱππικὰς εὐτρεπεῖς ποιῆσαι κελεύων.

καὶ σὺν παντὶ τάχει τριήρεις ἐξέπεμπόν οἱ Αἰγύπτιοι μὲν ὀγδοήκοντα,

79
Φοίνικες δὲ τὰς ἴσας, Ἴωνες δὲ καὶ Δωριεῖς οἱ ἐν τῇ Ἀσίᾳ ἑξήκοντα, Κύπριοι δὲ τριάκοντα καὶ Κᾶρες εἴκοσι, Βιθυνοὶ δὲ τριάκοντα, καὶ πεντήκοντα Λίβυες. ὁ δὲ πεζὸς στρατὸς ἦν πεντεκαίδεκά που μυριάδων, ἱππεῖς δὲ πεντακισχίλιοί τε καὶ μύριοι: τούτους δὲ Φρυγία καὶ Καππαδοκία παρεῖχεν. ὡρμίσθησαν δὲ αἱ νῆες ἐν τῷ Πειραιεῖ μὲν αἱ Κωσταντίνου,

κατὰ δὲ τὸν Ἑλλήσποντον ἃς Λικίννιος εἶχεν. οὕτω τῶν ναυτικῶν τε καὶ πεζῶν ἑκατέρῳ ταχθέντων, ὁ μὲν Λικίννιος ἐν Ἀδριανοπόλει τῆς Θρᾴκης τὸ στρατόπεδον εἶχεν, Κωσταντῖνος δ̓ ἐκ τοῦ Πειραιῶς τὰς ναῦς μετεπέμπετο, κατὰ τὸ πλέον ἐκ τῆς Ἑλλάδος οὔσας, ἐκ δὲ τῆς Θεσσαλονίκης ἅμα τῷ πεζῷ προελθὼν παρὰ τὴν ᾐόνα τοῦ Ἕβρου ποταμοῦ, τῆς Ἀδριανουπόλεως ἐν ἀριστερᾷ ἰόντος, ἐστρατοπέδευεν.

ἐκτάξαντος δὲ καὶ τοῦ Λικιννίου τὴν δύναμιν ἀπὸ τοῦ ὑπερκειμένου τῆς πόλεως ὄρους ἄχρι σταδίων διακοσίων, καθ̓ ὃ Τῶνοσεειος ποταμὸς τῷ Ἕβρῳ συμβάλλει, συχνὰς μὲν ἡμέρας ἀλλήλοις ἀντεκαθέζετο τὰ στρατόπεδα, κατανοήσας δὲ ὁ Κωσταντῖνος ὅπῃ μάλιστα στενότατός ἐστιν ὁ ποταμὸς ἑαυτοῦ,

τοιόνδε τι μηχανᾶται. ξύλα κατάγειν ἐκ τοῦ ὄρους ἐπέταττεν τῷ στρατοπέδῳ καὶ σχοίνους πλέκειν ὡς δὴ μέλλων ζευγνύναι τὸν ποταμὸν καὶ ταύτῃ διαβιβάζειν τὸ στράτευμα. τούτῳ δὲ βουκολήσας τοὺς ἐναντίους, ἀνελθὼν ἐπί τινα λόφον ὕλας συνεχεῖς ἔχοντα, καλύπτειν τοὺς ἐντὸς ὄντας αὐτῶν δυναμένας, ἐγκατέστησεν αὐτόθι πεζοὺς μὲν τοξότας πεντακισχιλίους,

ἱππέας δὲ ὀγδοήκοντα. δώδεκα δὲ παραλαβὼν ἱππέας,

80
ἅμα τούτοις διὰ τοῦ στενοῦ, καθ̓ ὃ μάλιστα διαβατὸς ὁ ποταμὸς ἦν, ὑπερβὰς τὸν Ἕβρον ἀδόκητος ἐμπίπτει τοῖς πολεμίοις, ὥστε πεσεῖν μέν τινας, πολλοὺς δὲ φυγεῖν προτροπάδην, τοὺς δ̓ ἄλλους πρὸς τὸ αἰφνίδιον καταπεπληγμένους ἑστάναι κεχηνότας ἐπὶ τῷ τῆς διαβάσεως ἀδοκήτῳ.

ἐπ̓ ἀδείας δὲ καὶ τῶν ἄλλων ἱππέων περαιωθέντων καὶ ἑξῆς παντὸς τοῦ στρατεύματος, πολὺς μὲν ἐγένετο φόνος ʽἔπεσον γὰρ μυριάδες που τρεῖς καὶ τετρακισχίλιοἰ, τοῦ ἡλίου δὲ πρὸς δύσιν ὄντος ὁ μὲν Κωσταντῖνος ἀνελάμβανε τὰ στρατόπεδα, Λικίννιος δέ, ὅσους οἷός τε γέγονεν τῶν οἰκείων ἀναλαβών, ἤλαυνεν διὰ τῆς Θρᾴκης, ὡς ἂν τὸ ναυτικὸν καταλάβοι.