Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐν δὲ τῇ νυκτὶ καθ̓ ἣν ἐπέστη, τάξας τὴν ἑαυτοῦ δύναμιν, ἐπέταττε τοῖς στρατιώταις ἅμα ἠοῖ πρὸς μάχην παρασκευάζεσθαι. γενομένης δὲ ἡμέρας θεασάμενος ὁ Λικίννιος τὸν Κωσταντῖνον σὺν τῷ στρατεύματι καὶ αὐτὸς ἀντετάττετο, κοινωνὸν ἔχων τοῦ πολέμου Οὐάλεντα Καίσαρα παῤ αὐτοῦ μετὰ τὴν ἀπὸ Κιβάλεως φυγὴν καταστάντα. συμπεσόντων δὲ τῶν στρατοπέδων ἀλλήλοις, τὰ μὲν πρῶτα διαστάντες τόξοις ἐχρῶντο, τῶν δὲ βελῶν δαπανηθέντων δόρασι καὶ ἐγχειριδίοις ἐνέπιπτον.

ἔτι δὲ τῶν στρατοπέδων καρτερῶς ἐγκειμένων, οἱ παρὰ Κωσταντίνου διῶξαι Λικίννιον προσταχθέντες ἐφίστανται τοῖς στρατεύμασι μαχομένοις ἔκ τινος ἀπόπτου χωρίου, κάμψαντες δὲ διά τινος λόφου δεῖν ἐνόμισαν ἐξ ὑπερδεξίου τόπου τοῖς οἰκείοις συμμῖξαι καὶ τοὺς ἐναντίους ἐς κύκλωσιν καταστῆσαι. φυλαξαμένων δὲ τῶν σὺν Λικιννίῳ καὶ γενναίως πρὸς ἅπαντας ἀγωνισαμένων, πολλῶν δὲ καὶ ἀναριθμήτων ἐξ ἑκατέρου πεσόντων τῆς τε

77
μάχης ἰσοπαλοῦς γενομένης, ἐκ συνθήματος ἀλλήλων ἐχωρίσθη τὰ στρατεύματα.

Τῇ δὲ ὑστεραίᾳ γενομένης ἀνακωχῆς, ἀμφοτέρους ἐδόκει κοινωνίαν ἔχειν καὶ ὁμαιχμίαν ἐφ̓ ᾧ τὸν μὲν Κωνσταντῖνον ἄρχειν Ἰλλυριῶν καὶ τῶν ἐπέκεινα πάντων ἐθνῶν, Λικίννιον δὲ Θρᾴκην ἔχειν καὶ τὴν ἑῴαν καὶ τὰ ταύτης ἐπέκεινα, Οὐάλεντα δὲ τὸν ὑπὸ Λικιννίου Καίσαρα καθεσταμένον ἀναιρεθῆναι, τῶν συμβεβηκότων κακῶν αἴτιον εἶναι λεγόμενον.

οὗ δὴ γενομένου, καὶ δοθέντων ὅρκων ἦ μὴν βέβαια ταῦτα παῤ ἑκατέρου φυλάττεσθαι, πρὸς πίστιν βεβαιοτέραν τοῦ ταῖς συνθήκαις ἐμμεῖναι Κωσταντῖνος μὲν καθίστησι Καίσαρα Κρίσπον, ἐκ παλλακῆς αὐτῷ γεγονότα Μινερβίνης ὄνομα, ἤδη νεανίαν ὄντα, καὶ Κωσταντῖνον οὐ πρὸ πολλῶν ἡμερῶν ἐν Ἀρελάτῳ τῇ πόλει τεχθέντα, ἀναδείκνυται δὲ σὺν αὐτοῖς Καῖσαρ καὶ ὁ Λικιννίου παῖς Λικιννιανός, εἰς εἰκοστὸν προελθὼν μῆνα τῆς ἡλικίας. τοῦτο μὲν οὖν τέλος ἐγένετο τοῦ δευτέρου πολέμου.

Κωσταντῖνος δὲ πυθόμενος Σαυρομάτας τῇ Μαιὥ??ʼιδι προσοικοῦντας λίμνῃ, ναυσὶ διαβάντας τὸν Ἴστρον, τὴν οὖσαν ὑπ̓ αὐτῷ λῄζεσθαι χώραν, ἦγεν ἐπ̓ αὐτοὺς τὰ στρατόπεδα. συναντησάντων δὲ καὶ τῶν βαρβάρων αὐτῷ μετὰ Ῥαυσιμόδου τοῦ σφῶν βασιλεύοντος, τὴν ἀρχὴν οἱ Σαυρομάται προσέβαλλον πόλει φρουρὰν ἀρκοῦσαν ἐχούσῃ, ἧς τὸ μὲν ἀπὸ γῆς ἀνατρέχον ἐς ὕψος τοῦ τείχους ἐκ λίθων ᾠκοδόμητο,

78

τὸ δὲ ἀνωτέρω ξύλινον ἦν. οἰηθέντες τοίνυν οἱ Σαυρομάται ῥᾷστα τὴν πόλιν αἱρήσειν, εἰ τοῦ τείχους ὅσον ξύλινον ἦν καταφλέξαιεν, πῦρ τε προσῆγον καὶ τοὺς ἐπὶ τοῦ τείχους ἐτόξευον. ἐπεὶ δὲ οἱ ἐφεστῶτες τοῖς τείχεσι βέλεσί τε καὶ λίθοις τοὺς βαρβάρους ἐξ ὑπερδεξίων βάλλοντες ἔκτεινον, ἀπαντήσας Κωσταντῖνος καὶ κατὰ νώτου τοῖς βαρβάροις ἐπιπεσὼν πολλοὺς μὲν ἀπέκτεινεν τοὺς δὲ πλείους ἐζώγρησεν,

ὥστε τοὺς λειπομένους φυγεῖν. Ῥαυσίμοδος δὴ τὸ πολὺ μέρος ἀποβαλὼν τῆς δυνάμεως, ἐς τὰς ναῦς ἐμβὰς ἐπεραιοῦτο τὸν Ἴστρον, διανοούμενος καὶ αὖθις τὴν Ῥωμαίων λῄζεσθαι χώραν. ὅπερ ἀκούσας ὁ Κωνσταντῖνος ἐπηκολούθει, τὸν Ἴστρον καὶ αὐτὸς διαβάς, καὶ συμφυγοῦσι πρός τινα λόφον ὕλας ἔχοντα πυκνὰς ἐπιτίθεται, καὶ πολλοὺς μὲν ἀνεῖλεν, ἐν οἷς καὶ Ῥαυσίμοδον αὐτόν, πολλοὺς δὲ ζωγρίας ἑλὼν τὸ περιλειφθὲν πλῆθος χεῖρας ἀνατεῖναν ἐδέξατο, καὶ μετὰ πλήθους αἰχμαλώτων ἐπανῄει πρὸς τὰ βασίλεια.