Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Κατὰ δὲ τὴν Ρώμην ἐμπεσόντος πυρὸς εἴτε ἐξ ἀέρος εἴτε ἐκ γῆς ʽτοῦτο γὰρ ἄδηλον̓ ὁ τῆς Τύχης ἐφλέχθη ναός. πάντων δὲ σβέσαι τὴν πυρὰν συνδραμόντων, βλάσφημα

71
ῥήματα κατὰ τοῦ θείου τῶν στρατιωτῶν τις ἀφείς, καὶ τοῦ πλήθους διὰ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν ἐπελθόντος ἀναιρεθείς, ἐκίνησε τοὺς στρατιώτας εἰς στάσιν: καὶ μικροῦ δεῖν εἰς τὴν κατὰ τῆς πόλεως ἀπώλειαν ἦλθον, εἰ μὴ ταχέως τὴν τούτων ὁ Μαξέντιος μανίαν ἐπράϋνεν.

Ἐντεῦθεν προφάσεις ἀναζητεῖ τοῦ πρὸς Κωνσταντῖνον πολέμου, καὶ ποιησάμενος ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς ὀδυνᾶσθαι, Κωνσταντίνου δεδωκότος αἰτίαν αὐτῷ τῆς τελευτῆς, ἐπὶ Ῥαιτίαν ἐλαύνειν διενοεῖτο ὡς τοῦ ἔθνους τούτου καὶ Γαλλίᾳ καὶ τοῖς Ἰλλυριῶν κλίμασι πλησιάζοντος. ὠνειροπόλει γὰρ καὶ Δαλματίας καὶ Ἰλλυριῶν περιέσεσθαι διὰ τῶν ἐκεῖσε στρατιωτικῶν ἡγεμόνων καὶ τῶν Λικιννίου δυνάμεων.

ταῦτα κατὰ νοῦν ἔχων Μαξέντιος ᾠήθη δεῖν τὰ ἐν Λιβύῃ πρότερον διαθεῖναι, καὶ συναγαγὼν δυνάμεις ἀνδρῶν, ἡγεμόνα τε ταύταις ἐπιστήσας Ῥούφιον Βουλουσιανὸν τὸν τῆς αὐλῆς ὕπαρχον, εἰς τὴν Λιβύην διαβιβάζει, συνεκπέμψας αὐτῷ Ζηνᾶν, ἄνδρα καὶ ἐπὶ πολεμικῇ πείρᾳ καὶ πραότητι διαβόητον.