Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ταύτην δὲ διαφυγὼν ὁ Μαξέντιος τὴν ἐπιβουλήν, ἔχειν τε ἤδη βεβαίως οἰόμενος τὴν ἀρχήν, ἐν Λιβύῃ καὶ Καρχηδόνι τοὺς τὴν εἰκόνα τὴν αὐτοῦ περιοίσοντας ἔπεμπεν. ὅπερ γενέσθαι κωλύσαντες οἱ αὐτόθι στρατιῶται τῇ περὶ Γαλέριον Μαξιμιανὸν εὐνοίᾳ καὶ μνήμῃ, ἐπειδὴ Μαξέντιον ἐπιστρατεύσειν αὑτοῖς ἔγνωσαν ταύτης ἕνεκα τῆς ἀντιστάσεως, εἰς τὴν Ἀλεξάνδρειαν ἀνεχώρησαν. ἱκαναῖς δὲ δυνάμεσι περιπεσόντες, αἷς ἀντίσχειν οὐχ οἷοί τε ἦσαν, ἐπὶ τὴν Καρχηδόνα πάλιν ἀπέπλευσαν.

ἐφ̓ οἷς κινηθεὶς ὁ Μαξέντιος ὥρμησεν ἐπὶ τὴν Λιβύην ἐκπλεῦσαι καὶ τῶν ταῦτα τολμησάντων

70
ἁμαρτήματα μετελθεῖν. τῶν δὲ μάντεων ἐκθυσαμένων αἴσιά τε οὐκ εἶναι τὰ ἱερεῖα λεγόντων, ὀκνήσας τὸν ἔκπλουν διά τε τὸ μὴ καλὰ φανῆναι τὰ ἱερὰ καὶ διὰ τὸ δεδιέναι μή ποτε Ἀλέξανδρος ἀντισταίη, τόπον ἐπέχειν τοῖς ὑπάρχοις τῆς αὐλῆς ἐν Λιβύῃ καθεσταμένος, καταπραττόμενος ἑαυτῷ τῆς αὐτῶν ὑπονοίας ἀπηλλαγμένην τὴν ἐπὶ Λιβύην ἐκ τῆς Ἰταλίας διάβασιν, ἐκπέμπει πρὸς Ἀλέξανδρον, ὅμηρον αἰτῶν αὑτῷ τὸν ἐκείνου παῖδα δοθῆναι: ἦν γὰρ παῖς τῷ Ἀλεξάνδρῳ τήν τε ἡλικίαν ἀκμάζων καὶ τὴν ὄψιν ὡραῖος.

ὃ δὲ ὑποπτεύσας ὡς οὐχ ὁμηρείας ἕνεκεν αἰτοίη τὸν παῖδα δοθῆναι Μαξέντιος ἀλλ̓ ἐπὶ πράξεσιν ἀπίστοις, ἀπωθεῖται τὴν ἐπὶ τούτῳ πρεσβείαν. ἐπεὶ δὲ καὶ τοὺς δόλῳ διαχρησομένους αὐτὸν ὁ Μαξέντιος ἐξαπέστειλεν καὶ προδοσίᾳ τὸ σκευωρηθὲν ἐφωράθη, τότε δὴ καιρὸν εὑρόντες οἱ στρατιῶται πρὸς ἀπόστασιν ἐπιτήδειον τὴν ἁλουργίδα περιέθεσαν Ἀλεξάνδρῳ, Φρυγί τε ὄντι τὸ γένος καὶ δειλῷ καὶ ἀτόλμῳ καὶ πρὸς πάντα πόνον ὀκνοῦντι καὶ προσέτι γεγηρακότι.