Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

--- ἐκ τοῦ τὸν μακρότατον ἀνθρώπου βίον τὸ μέσον διάστημα περιλαμβάνειν ταύτης τῆς ἑορτῆς: σέκουλα γὰρ τὸν αἰῶνα

55
Ῥωμαῖοι καλοῦσιν. συντελεῖ δὲ πρὸς λοιμῶν καὶ φθορῶν καὶ νόσων ἀκέσεις. ἔσχεν δὲ τὴν ἀρχὴν ἐξ αἰτίας τοιᾶσδε. Οὐαλέσιος, ἀφ̓ οὗ τὸ Οὐαλεριανῶν κατάγεται γένος, ἦν ἐν τῷ Σαβίνων ἔθνει περιφανής. τούτῳ πρὸ τῆς οἰκίας ἄλσος ἦν ἐκ δένδρων μεγίστων. τούτων πεσόντος κεραυνοῦ καταφλεχθέντων ἠπόρει πρὸς τὸ ἐκ τοῦ κεραυνοῦ σημαινόμενον, νόσου δὲ τοῖς αὐτοῦ παισὶν ἐνσκηψάσης ὑπὲρ τὴν τῶν ἰατρῶν τέχνην διὰ τῶν μάντεων ᾔει.

τῶν δὲ διὰ τοῦ τρόπου τῆς τοῦ πυρὸς πτώσεως ὅτι θεῶν ἐστὶ μῆνις τεκμηραμένων, εἰκότως δἰ ἐκθυσιῶν ὁ Οὐαλέσιος τὸ θεῖον ἐξιλεοῦτο: ὤν τε μετὰ τῆς γυναικὸς ἐν φόβῳ, καὶ τὸν τῶν παίδων θάνατον ἐλπίζων ὅσον οὐδέπω συμβήσεσθαι, προσπεσὼν τῇ Ἑστίᾳ δύο τελείας ἀντὶ τῶν παίδων αὐτῇ δώσειν ὑπισχνεῖτο ψυχάς, ἑαυτοῦ τε καὶ τῆς τῶν παίδων μητρός.

ἀποβλέπων δὲ εἰς τὸ κεραυνόβλητον ἄλσος ἀκούειν φωνῆς ἔδοξεν, ἀπάγειν εἰς Τάραντα ἐγκελευομένης τὰ τέκνα, κἀκεῖσε θερμήναντα τοῦ

56
Τιβέρεως ὕδωρ ἐπὶ τῆς Ἅιδου καὶ Περσεφόνης ἐσχάρας τοῖς παισὶν δοῦναι πιεῖν. ταῦτα ἀκούσας, τότε δὴ πλέον τὴν τῶν παίδων σωτηρίαν ἀπήλπισεν: Τάραντά τε γὰρ πόρρω που τῆς Ἰταλίας εἶναι, καὶ οὐκ ἂν ἐν ταύτῃ τοῦ Τιβέρεως ὕδωρ φανήσεσθαι. διδόναι δὲ αὐτῷ πονηρὰν ἐλπίδα καὶ τὸ θερμῆναι τὸ ὕδωρ ἐπὶ βωμοῦ χθονίων δαιμόνων ἀκοῦσαι.