Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ὅτι Καρίνου βασιλεύσαντος τοῦ υἱοῦ Κάρου καὶ πάντα ἐκμελῶς καὶ λογισμοῦ δίχα πράττοντος, ἀγγελθείσης τοῖς ἐν Ἰταλίᾳ τῆς Νουμεριανοῦ τελευτῆς, ἐπὶ τῇ Καρίνου περὶ πάντα ἐκμελείᾳ καὶ ὠμότητι δυσχεράναντες οἱ τῶν ἐκεῖσε στρατοπέδων ἡγούμενοι Σαβίνῳ Ἰουλιανῷ τὴν ὕπαρχον ἀρχὴν

54
ἔχοντι βασιλικὴν στολὴν περιθέντες μάχεσθαι σὺν αὐτῷ διενοοῦντο Καρίνῳ.

Καρῖνος δὲ γνοὺς τὴν ἐπανάστασιν ἐπὶ τὴν Ἰταλίαν ἐστέλλετο. τότε δὴ τῶν στρατιωτῶν συμφρονῆσαι σφίσιν τοὺς ἀπὸ Περσῶν ἐπανελθόντας ἀναπεισάντων, Διοκλητιανὸν ἤδη κατὰ τὴν Νικομήδειαν τὴν ἁλουργίδα περιθέμενον ἄγουσι κατὰ τὴν Ἰταλίαν.

ἔτι δὲ ὄντος αὐτοῦ κατὰ τὴν ὁδόν, συμβαλὼν ὁ Καρῖνος τοῖς Σαβίνου Ἰουλιανοῦ στρατιώταις καὶ τρέψας ἐν τῇ μάχῃ τούτους, τῶν σὺν αὐτῷ τινῶν ἐπελθόντων αἰφνίδιον ἀναιρεῖται, τῶν χιλιάρχων ἑνός, οὗ τὴν γυναῖκα διαφθείρας ἔτυχεν, ἀνελόντος αὐτόν.