Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῆς δὲ κατὰ Θηβαΐδα Πτολεμαΐδος ἀποστάσης βασιλέως,

52
πόλεμον δὲ πρὸς Κοπτίτας ἐπὶ χρόνον βραχὺν ἀραμένης, αὐτήν τε καὶ τοὺς συμμαχήσαντας αὐτῇ Βλέμμυας παρεστήσατο Πρόβος διὰ τῶν τότε στρατηγησάντων. Βαστέρνας δέ, Σκυθικὸν ἔθνος, ὑποπεσόντας αὐτῷ προσέμενος κατῴκισε Θρᾳκίοις χωρίοις: καὶ διετέλεσαν τοῖς Ῥωμαίων βιοτεύοντες νόμοις.

καὶ Φράγκων τῷ βασιλεῖ προσελθόντων καὶ τυχόντων οἰκήσεως μοῖρά τις ἀποστᾶσα, πλοίων εὐπορήσασα, τὴν Ἑλλάδα συνετάραξεν ἅπασαν, καὶ Σικελίᾳ προσσχοῦσα καὶ τῇ Συρακοσίων προσμίξασα πολὺν κατὰ ταύτην εἰργάσατο φόνον. ἤδη δὲ καὶ Λιβύῃ προσορμισθεῖσα, καὶ ἀποκρουσθεῖσα δυνάμεως ἐκ Καρχηδόνος ἐπενεχθείσης, οἵα τε γέγονεν ἀπαθὴς ἐπανελθεῖν οἴκαδε.

Πρόβου δὲ βασιλεύοντος καὶ τόδε συνέβη. τῶν μονομάχων ἐς ὀγδοήκοντα συστάντες, διαχρησάμενοι τοὺς φυλάττοντας, εἶτα τῆς πόλεως ἐξελάσαντες τὰ ἐν ποσὶν ἐλῄζοντο, πολλῶν, οἷα συμβαίνειν φιλεῖ, συναναμιχθέντων αὐτοῖς. ἀλλὰ καὶ τούτους βασιλεὺς δύναμιν ἐκπέμψας ἐξέτριψεν.

Ταῦτα διαπραξαμένῳ τῷ Πρόβῳ, καλῶς τε καὶ δικαίως οἰκονομήσαντι τὴν ἀρχήν, ἐπανάστασις ἐκ τῆς ἑσπέρας ἀγγέλλεται, τῶν ἐν Ῥαιτίᾳ καὶ Νωρικῷ δυνάμεων Κάρῳ περιθέντων τὴν ἁλουργίδα.

τοῦ δὲ δύναμιν ἐναντιωσομένην αὐτῷ στείλαντος, οἱ μὲν πεμφθέντες πρὸς Κάρον μετέστησαν, αὐτῷ

53
δ̓ ἐπιστάντες ἐρήμῳ βοηθείας τῷ Πρόβῳ κωλύοντος οὐδενὸς διεχρήσαντο, βασιλεύσαντα ἐνιαυτοὺς ἓξ μῆνας δ.