Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐπεὶ δὲ πρὸς πάντα κίνδυνον ἐγνώκει διαπαλαῖσαι, συμβαίνει τι μετὰ πάντα ταῦτα τοιοῦτον. συνῆν τις ἀνὴρ αὐτῷ μηχανάς τε κατασκευάζειν εἰδὼς καὶ ἐκ μηχανῶν εὐστόχως ἀφιέναι βέλη δυνάμενος, ὥστε ὁσάκις ἐνεκελεύσατο ὁ Λύδιος αὐτῷ κατά τινος τῶν πολεμίων ἀφιέναι βέλος, μὴ διαμαρτεῖν τοῦ σκοποῦ.

τούτῳ τοίνυν ἐπιτάξας τρῶσαί τινα τῶν ἐναντίων, ἐπειδὴ διήμαρτε βέλος ἐκπέμψας ἢ ἐκ τύχης ἢ ἐκ προνοίας, γυμνώσας τῆς ἐσθῆτος ἐσχάτως ἐμαστίγωσεν, προσαπειλήσας καὶ θάνατον. ὃ δὲ καὶ ἐπὶ ταῖς βασάνοις ἀγανακτῶν καὶ ἐπὶ ταῖς ἀπειλαῖς δεδιὼς καιροῦ δοθέντος ὑπεξάγει τῆς πόλεως ἑαυτόν:

ἐντυχὼν δὲ τοῖς ἀπὸ τοῦ στρατοπέδου, καὶ ὅσα πέπραχέν τε καὶ ἔπαθεν πρὸς τούτους ἐκφήνας, ἐπέδειξεν οὖσαν ἐν τῷ τείχει θυρίδα δἰ ἧς εἰώθει Λύδιος κατασκοπεῖν τὰ ἐν τῷ στρατοπέδῳ γινόμενα, ταύτης τε προκύπτοντα κατὰ τὸ σύνηθες ὑπισχνεῖτο τοξεύειν.

ἀποδεξαμένου δὲ αὐτὸν ἐπὶ τούτῳ τοῦ τῆς στρατείας ἡγουμένου, στήσας μηχανήν, προστησάμενός τε τοὺς αὐτὸν ἀποκρύπτοντας ὡς ἂν μὴ παρὰ τῶν ἐναντίων ὁρῷτο, προκύπτοντα τῆς ὀπῆς τὸν Λύδιον θεασάμενος καὶ τὸ βέλος ἀφεὶς πλήττει καιρίαν.

ὃ δὲ πράξας καὶ μετὰ τὴν πληγὴν εἴς τινας τῶν συνόντων αὐτῷ τὰ ἀνήκεστα, καὶ τοῖς λελειμμένοις ὅρκους ἐπαγαγὼν περὶ τοῦ μὴ ἐνδοῦναι τῇ πολιορκίᾳ καθάπαξ, μόλις ἐξέλιπεν. οἱ δὲ κατὰ τὴν πόλιν οὐκ ἐνεγκόντες ἔτι τὴν πολιορκίαν ἐξέδοσαν ἑαυτοὺς τῷ στρατοπέδῳ, καὶ τούτῳ τῷ τρόπῳ τὸ λῃστικὸν τέλος ἐδέξατο.