Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

καὶ δευτέρα γέγονεν αὐτῷ μάχη πρὸς Φράγκους, οὓς διὰ τῶν στρατηγῶν κατὰ κράτος νενικηκὼς αὐτὸς Βουργούνδοις καὶ Βανδίλοις ἐμάχετο. πλήθεσι δὲ τὴν οἰκείαν δύναμιν ἐλαττουμένην ὁρῶν, μερίδα τινὰ παρασπάσασθαι τῶν πολεμίων διενοεῖτο καὶ ταύτῃ διαμάχεσθαι.

καί πως συνέδραμεν τῇ γνώμῃ τοῦ βασιλέως ἡ τύχη. τῶν γὰρ στρατοπέδων ὄντων παῤ ἑκάτερα ποταμοῦ αιγυος, εἰς μάχην τοὺς πέραν βαρβάρους οἱ Ῥωμαῖοι προεκαλοῦντο: οἳ δὲ ἐπὶ τούτῳ παροξυνθέντες, ὅσοι περ οἷοί τε ἦσαν, ἐπεραιοῦντο. καὶ συμπεσόντων σφίσι τῶν στρατοπέδων οἳ μὲν ἀπεσφάττοντο τῶν βαρβάρων, οἳ δὲ καὶ ζῶντες ὑπὸ τοὺς Ῥωμαίους γεγόνασιν.

τῶν δὲ λειπομένων σπονδὰς αἰτησάντων ἐφ̓ ᾧτε καὶ τὴν λείαν καὶ τοὺς αἰχμαλώτους, οὓς ἔτυχον ἔχοντες, ἀποδοῦναι, τυχόντες τῆς αἰτήσεως οὐ πάντα ἀπέδοσαν. πρὸς ὃ βασιλεὺς ἀγανακτήσας ἀναχωροῦσιν αὐτοῖς ἐπιθέμενος ἀξίαν ἐπέθηκεν δίκην, αὐτούς τε ἀποσφάξας καὶ τὸν ἡγούμενον Ἰγίλλον ζωγρίαν ἑλών. ὅσους δὲ ζῶντας οἷός τε γέγονεν ἑλεῖν, εἰς Βρεττανίαν παρέπεμψεν. οἳ τὴν νῆσον οἰκήσαντες ἐπαναστάντος μετὰ ταῦτά τινος γεγόνασι βασιλεῖ χρήσιμοι.