Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ταῦτα διαθεὶς τὸν εἰρημένον μοι τρόπον καὶ κατὰ βαρβάρων μεγίστας ἀνεδήσατο νίκας, δύο πολέμους ἀγωνισάμενος καὶ τῷ μὲν αὐτὸς παραγεγονώς, τῷ δὲ ἑτέρῳ στρατηγὸν προστησάμενος. ἐπεὶ δὲ ταῖς ἐν Γερμανίᾳ πόλεσιν ἐνοχλουμέναις ἐκ τῶν περὶ τὸν Ῥῆνον βαρβάρων ἠναγκάζετο βοηθεῖν, αὐτὸς μὲν ὡς ἐπὶ τὸν Ῥῆνον ἤλαυνεν, ἐνισταμένου δὲ τοῦ πολέμου καὶ λιμοῦ πᾶσι τοῖς αὐτόθι τόποις ἐνσκήψαντος ἄπλετος ὄμβρος καταρραγεὶς συγκατήγαγε ταῖς ψακάσι καὶ σῖτον, ὥστε καὶ σωροὺς αὐτομάτως ἐν τόποις τισὶ συντεθῆναι.

πάντων δὲ τῷ παραδόξῳ καταπλαγέντων, τὴν μὲν ἀρχὴν ἅψασθαι καὶ τούτῳ θεραπεῦσαι τὸν λιμὸν οὐκ ἐθάρρουν, ἐπεὶ δὲ παντὸς δέους ἡ ἀνάγκη καρτερωτέρα, πέψαντες ἄρτους καὶ μεταλαβόντες ἅμα καὶ τὸν λιμὸν ἀπεσείσαντο καὶ τοῦ πολέμου ῥᾷστα τῇ τοῦ βασιλέως περιγεγόνασι τύχῃ.

Κατώρθωσεν δὲ καὶ ἄλλους πολέμους οὐ σὺν πόνῳ πολλῷ, μάχας δὲ καρτερὰς ἠγωνίσατο πρότερον μὲν πρὸς Λογγίωνας, ἔθνος Γερμανικόν, οὓς καταγωνισάμενος καὶ Σέμνωνα ζωγρήσας ἅμα τῷ παιδί, τὸν τούτων ἡγούμενον, ἱκέτας ἐδέξατο,

49
καὶ τοὺς αἰχμαλώτους καὶ τὴν λείαν πᾶσαν, ἣν εἶχον, ἀναλαβὼν ἐπὶ ῥηταῖς ὁμολογίαις ἠφίει, καὶ αὐτὸν Σέμνωνα μετὰ τοῦ παιδὸς ἀπέδωκε.