Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Περιστάσης δὲ τῆς βασιλείας εἰς Πρόβον, ἐλαύνων ἐπὶ τὰ πρόσω προοίμιον ἐποιήσατο τῶν ὑπὲρ τοῦ κοινοῦ πράξεων ἔργον ἐπαινετόν: παρὰ γὰρ τῶν ἀνελόντων Αὐρηλιανὸν καὶ ἐπιθεμένων Τακίτῳ δίκην ἔγνω λαβεῖν. ἀλλὰ προφανῶς μὲν οὐ πράττει τὸ βουλευθὲν δέει τοῦ μή τινα ταραχὴν ἐκ

47
τούτου συμβῆναι, λόχον δὲ στήσας ἀνδρῶν οἷς τοῦτο τεθαρρηκὼς ἔτυχεν, ἐφ̓ ἑστίασιν τοὺς φονέας ἐκάλει.

τῶν δὲ συνελθόντων ἐλπίδι τοῦ βασιλικῇ κοινωνῆσαι τραπέζῃ, πρός τι τῶν ὑπερῴων ἀναχωρήσας ὁ Πρόβος, ἐξ οὗ τὸ γενησόμενον ἄποπτον ἦν, σύνθημα τοῖς ἐπιτεταγμένοις τὸ δρᾶμα ἐδίδου. τῶν δὲ τοῖς συνεληλυθόσιν ἀφράκτοις οὖσιν ἐπιθεμένων, ἅπαντες πλὴν ἑνὸς κατεσφάττοντο, ὃν μετ̓ οὐ πολὺ συλλαβόντες ὡς αἴτιον σφίσι κινδύνου γεγονότα παραδεδώκασιν ζῶντα πυρί.