Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

νόσῳ δεινῇ περιπίπτουσιν. ὅπερ μαθὼν ὁ Πρόβος εἰς καιρὸν ἐπιθέσθαι διέγνω. τῶν δὲ Φλωριανοῦ στρατιωτῶν καὶ παρὰ δύναμιν ἐπεξελθόντων ἐγένοντο μὲν ἀκροβολισμοὶ πρὸ τῆς πόλεως, ἔργου δὲ οὐδενὸς ἀφηγήσεως ἀξίου πραχθέντος ἀλλ̓ ἀποστάντων ἀλλήλων τῶν στρατοπέδων ἐλθόντες μετὰ ταῦτά τινες τῶν ἅμα Πρόβῳ στρατευομένων παραλύουσι Φλωριανὸν τῆς ἀρχῆς.

οὗ γενομένου χρόνον μὲν ἐφυλάχθη τινά, τῶν δὲ περὶ αὐτὸν οὐ κατὰ τὴν Πρόβου προαίρεσιν τοῦτο γεγενῆσθαι λεγόντων, ἀναλαβεῖν τὴν ἁλουργίδα Φλωριανὸς αὖθις ἠνέσχετο, μέχρις ἐπανελθόντες οἱ τὰ Πρόβῳ σὺν ἀληθείᾳ περὶ τούτου δοκοῦντα μηνύοντες ἀναιρεθῆναι παρὰ τῶν οἰκείων Φλωριανὸν πεποιήκασιν.