Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Καὶ ἕτερον δὲ Παλμυρηνοῖς συνηνέχθη τοιοῦτον. Ἄφακα χωρίον ἐστὶν μέσον Ἡλιουπόλεώς τε καὶ Βίβλου, καθ̓ ὅ ναὸς Ἀφροδίτης Ἀφακίτιδος ἵδρυται. τούτου πλησίον λίμνη τις ἔστιν ἐοικυῖα χειροποιήτῳ δεξαμενῇ. κατὰ μὲν οὖν τὸ ἱερὸν καὶ τοὺς πλησιάζοντας τόπους πῦρ ἐπὶ τοῦ ἀέρος λαμπάδος ἢ σφαίρας φαίνεται δίκην, συνόδων ἐν τῷ τόπῳ χρόνοις τακτοῖς γινομένων, ὅπερ καὶ μέχρι τῶν καθ̓ ἡμᾶς ἐφαίνετο χρόνων.

ἐν δὲ τῇ λίμνῃ εἰς τιμὴν τῆς θεοῦ δῶρα προσέφερον οἱ συνιόντες ἔκ τε χρυσοῦ καὶ ἀργύρου πεποιημένα, καὶ ὑφάσματα μέντοι λίνου τε καὶ βύσσου καὶ ἄλλης ὕλης τιμιωτέρας: καὶ εἰ μὲν δεκτὰ ἐφάνη, παραπλησίως τοῖς βάρεσι καὶ τὰ ὑφάσματα κατεδύετο, εἰ δὲ ἄδεκτα καὶ ἀπόβλητα, αὐτά τε ἦν ἰδεῖν ἐπιπλέοντα τῷ ὕδατι τὰ ὑφάσματα καὶ εἴ τί περ ἦν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ ἄλλαις ὕλαις, αἷς φύσις οὐκ αἰωρεῖσθαι ἐπὶ τοῦ ὕδατος ἀλλὰ καταδύεσθαι.

τῶν Παλμυρηνῶν τοίνυν ἐν τῷ πρὸ τῆς καθαιρέσεως ἔτει συνελθόντων ἐν τῷ τῆς ἑορτῆς καιρῷ καὶ εἰς τιμὴν τῆς θεοῦ δῶρα χρυσοῦ καὶ ἀργύρου καὶ ὑφασμάτων κατὰ τῆς λίμνης ἀφέντων, πάντων τε τοῦ βάθους καταδύντων, κατὰ τὸ ἐχόμενον ἔτος ἐν τῷ καιρῷ τῆς ἑορτῆς ὤφθησαν αἰωρούμενα πάντα, τῆς θεοῦ διὰ τούτου τὰ ἐσόμενα δηλωσάσης.

Ἡ μὲν οὖν εἰς Ῥωμαίους εὐμένεια τοῦ θείου τῆς ἱερᾶς ἁγιστείας φυλαττομένης τοιαύτη: ἐπειδὰν δὲ εἰς ἐκείνους ἀφίκωμαι τοὺς χρόνους ἐν οἷς ἡ Ῥωμαίων ἀρχὴ κατὰ βραχὺ βαρβαρωθεῖσα εἰς ὀλίγον τι, καὶ αὐτὸ διαφθαρέν, περιέστη, τηνικαῦτα καὶ τὰς αἰτίας παραστήσω τοῦ δυστυχήματος, καὶ

43
τοὺς χρησμοὺς ὡς ἂν οἷός τε ὦ παραθήσομαι τοὺς τὰ συνενεχθέντα μηνύσαντας.