Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἄξιον δὲ τὰ συνενεχθέντα πρὸ τῆς Παλμυρηνῶν

41
καθαιρέσεως ἀφηγήσασθαι, εἰ καὶ τὴν ἱστορίαν ἐν ἐπιδρομῇ φαίνομαι ποιησάμενος διὰ τὴν εἰρημένην ἐν προοιμίῳ μοι πρόθεσιν: Πολυβίου γὰρ ὅπως ἐκτήσαντο Ῥωμαῖοι τὴν ἀρχὴν ἐν ὀλίγῳ χρόνῳ διεξελθόντος, ὅπως ἐν οὐ πολλῷ χρόνῳ σφῇσιν ἀτασθαλίῃσιν αὐτὴν διέφθειραν ἔρχομαι λέξων.

ἀλλὰ ταῦτα μέν, ἐπειδὰν ἐν ἐκείνῳ γένωμαι τῆς ἱστορίας τῷ μέρει: Παλμυρηνοῖς δὲ μέρους οὐκ ὀλίγου τῆς Ῥωμαίων ἐπικρατείας ἤδη κεκρατηκόσιν, ὡς διεξῆλθον, ἐκ τοῦ θείου πολλὰ προεμηνύθη τὴν συμβᾶσαν αὐτοῖς δηλοῦντα καθαίρεσιν. τίνα δὲ ταῦτα, ἐρῶ. ἐν Σελευκείᾳ τῇ κατὰ Κιλικίαν Ἀπόλλωνος ἱερὸν ἵδρυτο καλουμένου Σ̔??ʼρπηδονἴου, καὶ ἐν τούτῳ χρηστήριον.

τὰ μὲν οὖν περὶ τοῦ θεοῦ τούτου λεγόμενα, καὶ ὡς ἅπασι τοῖς ὑπὸ λύμης ἀκρίδων ἐνοχλουμένοις Σελευκιάδας παραδιδοὺς ʽὄρνεα δὲ ταῦτα ἐνδιαιτώμενα τοῖς περὶ τὸ ἱερὸν τόποισ̓ συνεξέπεμπεν τοῖς αἰτοῦσιν, αἳ δὲ ταῖς ἀκρίσιν συμπεριιπτάμεναι καὶ τοῖς στόμασιν ταύτας δεχόμεναι καὶ παραχρῆμα διαφοροῦσαι πλῆθός τε ἄπειρον ἐν ἀκαριαίῳ διέφθειρον καὶ τῆς ἐκ τούτων βλάβης τοὺς ἀνθρώπους ἀπήλλαττον, ταῦτα μὲν τῇ τηνικαῦτα τῶν ἀνθρώπων εὐδαιμονίᾳ παρίημι, τοῦ καθ̓ ἡμᾶς γένους πᾶσαν ἀποσεισαμένου θείαν εὐεργεσίαν.

τοῖς Παλμυρηνοῖς δὲ χρωμένοις εἰ καθέξουσιν τὴν τῆς ἑῴας ἡγεμονίαν, ἔχρησεν ὁ θεὸς οὕτως

ἔξιτέ μοι μεγάρων, ἀπατήμονες οὔλιοι ἄνδρες, φύτλης ἀθανάτων ἐρικυδέος ἀλγυντῆρες.
πυνθανομένοις δέ τισιν περὶ τῆς Αὐρηλιανοῦ κατὰ Παλμυρηνῶν στρατείας ὁ θεὸς ἀνεῖλε
42
κίρκος τρήρωσιν κρυερὸν γόον ἡγηλάζων, οἶος πολλῇσιν: ταὶ δὲ φρίσσουσι φονῆα.