Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἐπὶ δὲ τὴν Νικομήδειαν ἐχώρουν, μεγίστην οὖσαν καὶ εὐδαίμονα, διά τε πλοῦτον καὶ τὴν εἰς ἅπαντα εὐπορίαν ὀνομαστοτάτην. ἐπεὶ δὲ τῆς φήμης προκαταλαβούσης ἔφθασαν οἱ ταύτης οἰκήτορες ἀποδρᾶναι, τῶν χρημάτων, ὅσα περ οἷοί τε γεγόνασιν, ἐπικομισάμενοι, τῶν μὲν εὑρεθέντων οἱ βάρβαροι τὸ πλῆθος ἐθαύμασαν, διὰ δὲ τιμῆς πάσης καὶ θεραπείας Χρυσόγονον ἦγον τὸν ἐπὶ τὴν Νικομήδειαν αὐτοὺς ἐλθεῖν ἐκ πολλοῦ παρορμήσαντα.

ἐπιδραμόντες δὲ Νικαίᾳ καὶ Κίῳ καὶ Ἀπαμείᾳ καὶ Προύσῃ, τὰ παραπλήσιά τε καὶ ἐν ταύταις πεποιηκότες, ἐπὶ τὴν Κύζικον ὥρμησαν. τοῦ Ῥυνδάκου δὲ ποταμοῦ πολλοῦ ῥεύσαντος ἐκ τῶν γενομένων ὄμβρων, περαιωθῆναι τοῦτον ἀδυνατήσαντες ἀνεχώρησαν ὀπίσω, καὶ τὴν μὲν Νικομήδειαν ἐνέπρησαν καὶ τὴν Νίκαιαν, ἁμάξαις δὲ καὶ πλοίοις ἐμβαλόντες τὰ λάφυρα περὶ τῆς οἴκαδε ἐπανόδου διενοοῦντο, τοῦτο τῆς δευτέρας ἐφόδου ποιησάμενοι τέλος.