Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἀναμείναντες δὲ τὸν χειμῶνα, τὸν Εὔξεινον πόντον ἐν ἀριστερᾷ καταλιπόντες, τῆς πεζῆς δυνάμεως αὐτοῖς διὰ τῶν ᾐόνων κατὰ τὸ παρεῖκον συμπαραθεούσης, Ἴστρον καὶ Τομέα καὶ Ἀγχίαλον κατὰ τὸ δεξιὸν παραμείψαντες μέρος ἐπὶ τὴν

25
Φιλεατίναν ἔβησαν λίμνην, ἣ κατὰ δυτικὰς τροπὰς Βυζαντίου πρὸς τῷ Πόντῳ διάκειται. γνόντες δὲ τοὺς ταύτῃ ἁλιέας ἐν τοῖς ἕλεσιν τοῖς ἐπικειμένοις τῇ λίμνῃ μετὰ τῶν ὄντων αὐτοῖς πλοίων ἀποκρυβέντας, ὁμολογίᾳ παραστησάμενοι καὶ τὴν πεζὴν δύναμιν ἐμβιβάσαντες ἐπὶ τὴν διὰ τοῦ πορθμοῦ τοῦ μεταξὺ Βυζαντίου καὶ Χαλκηδόνος ἐχώρουν διάβασιν.

οὔσης δὲ φυλακῆς ἔν τε αὐτῇ Χαλκηδόνι καὶ μέχρι τοῦ ἱεροῦ τοῦ πρὸς τῷ στόματι τοῦ Πόντου πολλῷ τοὺς ἐπιόντας ὑπεραιρούσης, οἳ μὲν τῶν στρατιωτῶν ἀνεχώρησαν ὑπαντῆσαι δῆθεν τῷ πεμφθέντι παρὰ βασιλέως ἡγεμόνι βουλόμενοι, οἳ δὲ εἰς τοσοῦτον κατέστησαν δέος ὥστε ἅμα τῇ ἀκοῇ προτροπάδην φυγεῖν. οὗ δὴ γενομένου, ἅμα τε ἐπεραιώθησαν οἱ βάρβαροι καὶ Χαλκηδόνα μηδενὸς ἀντιστάντος ἑλόντες χρημάτων καὶ ὅπλων καὶ ἄλλης ὅτι πλείστης ἀποσκευῆς γεγόνασιν ἐγκρατεῖς.