The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
  2. ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;
  3. ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
  4. ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,
  5. ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·
  6. νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
  7. οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
  8. ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
  9. φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
  10. χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν
  11. Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
  12. εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
  13. ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
  14. φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν
  15. ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι
  16. σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
  17. οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·
  18. οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,
  19. οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
  20. οἶα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,