The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
  2. φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·
  3. δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
  4. μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.
  5. πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.
  6. ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.
  7. τοῖα δʼ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·
  8. εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,
  9. πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.
  10. ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;
  11. κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
  12. οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·
  13. ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
  14. τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.
  15. ἡ δʼ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα
  16. κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.
  17. χειρὶ δʼ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
  18. στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
  19. τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·
  20. δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν