De Incredibilibus (excerpta Vaticana)

Anonymi Paradoxographi

Anonymi Paradoxographi. Mythographi Graeci. Vol. 3, fasc. 2.Festa, Nicola, editor. Leipzig: Teubner, 1902.

Λέγεται περὶ αὐτοῦ ὡς ἐν ὕδατι τὴν ἑαυτοῦ σκιὰν ἰδὼν καὶ ἐρασθεὶς ἥλατο εἰς τὸ ὕδωρ ἐφ᾿ ᾧ τὴν [αὐτοῦ] σκιὰν περιπτύξασθαι, καὶ οὕτως ἀπεπνίγη. οὐκ ἀληθὲς δὲ τοῦτο. οὐ γὰρ εἰς ὕδωρ ἀπεπνίγη, ἀλλ᾿ ἐν τῇ ῥευστῇ τοῦ ἐνύλου σώματος φύσει τὴν ἑαυτοῦ θεασάμενος σκιάν, ἤτοι τὴν ἐν τῷ σώματι ζωήν, ἥτις ἐστὶ τὸ ἔσχατον εἴδωλον τῆς ὄντως ψυχῆς, καὶ ταύτην ὡς οἰκείαν περιπτύξασθαι σπουδάσας, τουτέστι τὴν κατ᾿ αὐτὴν ζωὴν ἀγαπήσας, ἀπεπνίγη, γεγονὼς ὑποβρύχιος ὡς φθείρας τὴν ὄντως ψυχήν, ταὐτὸν δὲ εἰπεῖν τὸν ὄντως ἑαυτῷ προσήκοντα βίον. ὅθεν καὶ παροιμία τις φάσκει δεδιὼς τὴν σαυτοῦ σκιάν. διδάσκει δὲ δεδιέναι τὴν περὶ τὰ ἔσχατα ὡς πρῶτα σπουδὴν ὄλεθρον ἡμῖν ἐνάγουσαν τῆς ψυχῆς, ἤτοι ἀφανισμὸν τῆς ἀληθοῦς τῶν πραγμάτων γνώσεως καὶ τῆς προσηκούσης αὐτῇ κατ᾿ οὐσίαν τελειότητος.

Οὕτως ὁ εἰς τὰς παρὰ Πλάτωνι παροιμίας γράψας.

Ἰστέον ὅτι Ἀλέξανδρος ὁ καὶ Πάρις οὐκ ἔκρινε τὰς θεάς, ἀλλὰ σοφὸς γεγονὼς ἐγκώμιον εἰς αὐτὰς ἐποίησεν. ὅθεν ἐδόθη μῦθος κρῖναι αὐτὸν μεταξὺ Παλλάδος καὶ Ἥρας καὶ Ἀφροδίτης.

Φησὶ Πολύαινος ἐν τοῖς Στρατηγικοῖς ὅτι πρῶτος οὗτος τάξιν εὗρεν, φάλαγγα ὠνόμασε, κέρας ἔταξε δεξιὸν καὶ λαιόν (ταύτῃ ἄρα κερασφόρον αὐτὸν πλάττουσι), καὶ πρῶτος πολεμίοις φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. μαθὼν γὰρ ἐκ τῶν σκοπῶν μυρίαν χεῖρα πολεμίων ἐπάγεσθαι τῷ Διονύσῳ, τοῦ Διονύσου δείσαντος, αὐτὸς ὅμως οὐκ ἔδεισεν, ἀλλ᾿ ἐσήμαινε νύκτωρ τῇ διονυσιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. οἱ μὲν οὖν ἐσάλπισαν καὶ ἠλάλαξαν, ἀντήχησαν δὲ αἱ πέτραι καὶ τὸ κοῖλον τῆς νάπης. οἱ μὲν οὖν πολέμιοι φόβῳ πληγέντες ἔφυγον. τοῦ δὲ Πανὸς τὸ στρατήγημα τιμῶντες, τὴν Ἠχὼ τῷ Πανὶ φίλην ᾄδομεν καὶ τοὺς ‹κενοὺς καὶ τοὺσ› νυκτερινοὺς ‹τῶν στρατευμάτων› φόβους πανι‹κὰ› κλῄζομεν.