De Incredibilibus (excerpta Vaticana)

Anonymi Paradoxographi

Anonymi Paradoxographi. Mythographi Graeci. Vol. 3, fasc. 2.Festa, Nicola, editor. Leipzig: Teubner, 1902.

Ὅτι φασὶ τὸν Ἡρακλῆ μονομαχῆσαι τῷ Ἀχελῴῳ. ἔχει δὲ οὕτω. ῥέων ὁ Ἀχελῷος μεταξὺ Αἰτωλῶν καὶ Κουρήτων πολλὰ τῆς χώρης ἀπετέμνετο ποτὲ μὲν τούτοις, ποτὲ δ᾿ ἐκείνοις προστιθείς · ἐφ᾿ ᾧ καὶ νεῖκος ἦν ἑκατέροις κρατερόν. Ἡρακλῆς οὖν ἐλθὼν ἐπίκουρος Αἰτωλοῖς ὑπέρτερος τῶν Κουρήτων ἐγένετο καὶ τὸν ποταμὸν κατακλείσας εἰς ἓν ῥεῖθρον καὶ μίαν ἐκβολὴν ἐκρατύνατο τοῖς Αἰτωλοῖς τὴν γῆν, καὶ τὴν Οἰνέως Δηιάνειραν ἔλαβεν.

Πασιφάη ἐρῶσα νεανίσκου ἐπιχωρίου ξυλλήπτορα ποιεῖται τὸν Δαίδαλον καὶ ὑπουργὸν [ποιεῖται] τῷ ἔρωτι, καὶ εἰωθυῖα καὶ πρὶν ὅτε τι ἐργάζοιτο ἐπισκοπεῖν, εἴδωλον βοὸς τεκταίνοντος περικαλλὲς καὶ εἰς τὰ μάλιστα ζώσῃ ἐοικός, συνεχῶς εἰς τὸν Δαιδάλου οἶκον ἰοῦσα καὶ τότε διὰ θέαν τῆς βοός, ξυνῆν τῷ ἐρωμένῳ, ἔστε ἐπάιστος ἐγένετο. τὰ δὲ ἱστορούμενα μυθικά.

Περὶ τῆς Χιμαίρας οὕτω φησὶ Πλούταρχος ἐν τῷ μονοβιβλίῳ τῷ Περὶ ἀρετῆς γυναικῶν. τὴν Χίμαιραν ὄρος ἀντήλιον γεγονέναι φησί, καὶ ποιεῖν ἀνακλάσεις καὶ ἀνακαύσεις ἐν τῷ θέρει χαλεπὰς καὶ πυρώδεις, ὑφ᾿ ὧν ἀνὰ τὸ πεδίον σκεδαννυμένων μαραίνεσθαι τοὺς καρπούς, τὸν δὲ Βελλεροφόντην συμφρονήσαντα διακόψαι τοῦ κρημνοῦ τὸ λειότατον καὶ μάλιστα τὸ τὰς ἀνακλάσεις ἀποστέλλειν.