Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
60. (IX, 155.)
Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς· οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε τύχη.
εἰ δέ τις ἐξ Ασίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις.
εἰ δὲ θεῶν τεμένη, καὶ τείχεα, καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν ἄρης,
εἰμὶ πάλιν βασίλεια· σὺ δ’, ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε γᾶν Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.
61. (IX, 154.)
Ἱλήκοις, πολιοῦχε, σὲ μὶν χρυσαυγέι· νηῷ, ὡς θέμις, ἡ τλήμων Ἴλιος ἠγασάμην.
ἀλλὰ σύ με προλέλοιπας ἑλώριον· ἀντὶ δὲ μήλου πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαίην.
ἄρκιον ἦν θνήσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμος ἔπλετο, τῆς πάτρης οὐκ ἀλίτημα τόδε.
62. ΙΧ, 204.)
Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα, πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου.
εἰμὶ μέλας τρηχύς τε· σὺ δ’ εἴρεο θεῖον Ὅμηρον, πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ,
νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης·
ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ παίγνιον οὐτιδανοῖς ἀνδράσι γιγνόμενος.
63. (IX, 442.)
Γριπεύς τις μογέεσκεν ἐπ’ ἰχθύσι· τὸν δ’ ἐσιδοῦσα εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ,
καί μιν θῆγε σύνευνον. ὁ δ’ ἐκ βιότοιο πενιχροῦ δέξατο παντοίης ὄγκον ἀγηνορίης.
ἡ δὲ Τύχη γελόωσα παρίστατο, καὶ ποτὶ Κύπριν, „οὐ τεὸς οὗτος ἀγὼν, ἀλλ’ ἐμός ἐστιν” ἔφη.
64. (IX, 432.)
Εἰς τὰ λυτὰ Ζήνωνος τοῦ βασιλέως.
Οὐτιδανοὶ μερόπων, εἰ καὶ μέγα ῥέξαμεν ἔργον, οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα·
οἱ δ’ ἀγαθοὶ, κἠν μηδὲν, ἀναπνεύσωσι δὲ μοῦνον, ὡς Λίβυς εἶπεν ἀνὴρ, τοῦτ’ ἀδάμαντι
δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα παίγνιον ἀφράστων ἐκτελέοντα κύβων,
τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ’ ἀπὸ λευκοῦ, τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου.
ἑπτὰ μὲν ἕντος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σουμμος δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ·
ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο, μουνάδα δ’ ἄλλην ψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος·
ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ, καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην.
ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι, καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία·
δίζυγες Ἀντίγονον διεκόσμεον· ἀλλὰ καὶ αὐτῶ ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ,
ὀκτωκαιδεκάτω πανομοίιος· εἰσέτι δ’ ἄλλας εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου.
αὐτὰρ ἄναξ λευκοῖο λαχὼν σημήϊα πεσσοῦ, καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα,
τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ’ ἠθμοῦ πύργου δουρατέου κλίμακι κευθομένῃ,
δοιὰ καὶ ἲξ καὶ πέντε κατήγαγεν· αὐτίκα δ’ ὀκτὼ ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας.
τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.
65. (IX, 619)
Εἰς λουτρὸν έν Βυζαντίῳ ἔχον Ἀφροδίτην λουομένην.
Νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα, τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη.
ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαι Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην.
νίκησεν τὸ λοετρόν· ἔοικε δὲ τοῦτο Παλλάς· ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.”
66. (IX, 63 1.)
Εἰς τὰ θερμὰ τὰ Ἀγαμεμνόνια έν Σμύρνη.
Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης.
ἔλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις, βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι.
ἔνθεν ἀε·ξήθην ὀροφηφόρος· ἀντὶ δὲ τίμης τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.
67. (IX, 641.)
Εἰς γέφυραν τοῦ Σαγγαρίου.
Καἰ σὺ μεθ᾿ Ἑσπερίην ὑψαύχενα, καὶ ἔθνεα, καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,
Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθεὶς, αὐτὸς ἐδουλώθης κοιρανικῇ παλάμῃ.
ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς, κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ.
68. (IX, 642.)
Εἰς σωτήρια έν Μυρίνῃ ἐκ προαστείῳ.
Πᾶν τὸ βροτῶν σπατάλημα καὶ ἡ πολύολβος ἐδωδὴ ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν.
οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες, αἵ τ’ ὑπὲρ ἴγδιν τρίψιες, ἥ τε τόση βρωματομιξαπάτη,
γίγνεται ἐνθάδε κόπρος· ἀποσσεύει δ’ ἄρα γαστὴρ ὁππόσα πειναλέη δέξατο λαυκανίη.
ὀψὲ δὲ γιγνώσκει τις, ὅτ’ ἄφρονα μῆτιν ἀείρων χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο.
69. (IX, 643.)
Εἰς τὸ αὐτό.
Τι στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τι δὲ παρὰ οἰμώζεις, μελέων πάγχυ βαρυνομένων;
ἐς τι δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις, ἐκθλίψαι δοκέων μάστακος ἐργασίην;
μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης,
ἀλλ’ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα, καὶ στόμα τέρπεις βρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος·
ἐνθάδε δ’ ἀσχάλλεις· μούνη δ’ ἀλιτήματα λαιμοῦ ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.
70. (IX, 644.)
Εἰς τὸ αὐτο.
Εὖγε μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενιης·
λιτὰ δέ σοι κὼ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις, ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην.
ἔμπης ἀρτίπος ἐσσι, κω ἐνθάδε βαιὰ καθεσθεὶς αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην.
οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺς τύπτεις, αὐτομάτως φόρτον ἀπωσάμενος.
τλήμονες οἱ πλουτοῦντες, ἰδ’ οἱ κείνοισι συνόντες, οἶς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.
71. (IX, 653.)
Εἰς οἶκον κείμενον ἐν ὕψει έν Βυζαντίῳ.
„Τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν” ἔννεπεν Ἀσκραῖος, δῶμα τόδε προλέγων,
κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ, ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην·
ὑψόθι δ᾿ εἰσενόησα θαλασσαίην περιωπήν. ναὶ τάχα τῆς Ἀρετῆς πιστότατος θάλαμος.
72. (IX, 662.)
Χῶρος ἐγὼ τοπρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι, πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος·
ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων νηδὺς ἐπεγδούπει λύματα χευομένη.
ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας, θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.
73. (IX, 665.)
Εἶξον ἐμοὶ Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου κείμενον, ἀγραύλου κάλλος ἐρημοσύνης.
ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες, αἵ τ’ ἐνὶ πόντῳ Νηρείδες ξυνὴν θέντο συνηλυσίην.
ἀμφ’ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης, καί με παρ’ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.
74.* ΙΧ, 677.)
Τεῦξε με πολλὰ καμὼν Μουσώνιος, οἶκον ἀγητὸν τηλίκον, ἀρκτῴοις ἄσθμασι βαλλόμενον.
ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης, ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει.
καὶ ῥ’ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν· ἡ δὲ περισσὴ τέρψις ἔπι ξείνοις ἀνδράσιν ἐκκέχυμαι.
75.* (IX, 766.)
Anth. Plan. p. 377. HSt. ἄδηλον
Εἰς κωνωπεῶνα.
πλέγμασι μὶν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα, καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους·
αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω ἔνδοθεν, ἀλλ’ εἴργω μᾶλλον ἐπειγομένους.
οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ ἡμετέρης διαδὺς πλέγμα λινοστασίης.
Ὀρνεαὶ που σώζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω. ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;
76.* (IX, 767.)
Anth. Plan. p. 377. HSt. ἄδηλον; a Brunckio Paulo Silentiario tributum.
Εἰς τάβλαν.
Ἑξόμενος μὲν τῇδε παρ’ εὐλάϊγγι τραπέζῃ παιγνία κινήσεις τερπνὰ βολοκτυπίης.
μήτε δὲ νικήσας μεγαλίζεο, μήτ’ ἀπολειφθεὶς ἄχνυσο, τὴν ὀλίγην μεμφόμενος βολίδα.
καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός· καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης.
77.* (IX, 768.)
Pauli Silentiarii apud Brunckium.
Εἰς τὸ αὐτό.
Παιγνία μὲν τάδε πάντα· Τύχης δ’ ἐτερότροπος ὁρμὴ ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν.
καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις, νῦν μὲν ὑπερβάλλων, νῦν δ’ ἀπολειπόμενος.
αἰνέομεν δὴ κεῖνον, ὃς ἐν χύβῳ τε κύβῳ τε χάρματι καὶ λύπη μέτρον ἐφηρμόσατο.
78.* (IX, 769.)
Pauli Silentiarii apud Brunckium.
Εἰς τὸ αὐτό.
Τοῖς μὲν πρηυνόοις τάδε παίγνια· τοῖς δ’ ἀκολάστοις λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος.
ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων, μηδ’ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ.
δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι, μήτε τι παίζειν ἐν σπουδῇ. καιρῷ δ’ ἴσθι νέμειν τὸ πρέπον,
ΕΠΙΓΡΑΜΜΑΤΑ ΠΡΟΤΡΕΠΤΙΚΑ.
79. (X, ,4.)
Εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτης κύματα λευκαίνει φρικὶ χαρασσόμενα.
οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται.
οἱ ζέφυροι πνείουσιν· ἐπιτρύζει δὲ χελιδὼν κάρφεσι κολλητὸν πη·ξαμένη θάλαμον.
θάρσει ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν, κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάλην.
μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου ἢ σκάρον, ἢ βῶκας φλέξον ἐρευθομένους.