Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
40. (VII, 205.)
Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις.
οὐ σὲ, πέρδιξ, πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω, ἀλλ’ ἔπι σοι κτενέω τὴν σέθεν ἀντιβίην.
ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω ὅσσ’ ἐπ’ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ.
41. (VII, 220.)
Ἕρπων εἰς Ἐφύρην, τάφον ἔδρακον ἀμφὶ κέλευθον Λαίδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει.
δάκρυ δ’ ἐπισπείσας, „χαίροις γύναι· ἐκ γὰρ ἀκουῆς οἰκτείρω οἰκτείρω ἔφην „ἡν πάρος οὐκ ἰδόμην.
ἆ πόσον ἠϊθέων νόον ἤκαχες· ἀλλ’ ἔδε Λήθην ναίεις, ἀγλαίην έν χθονὶ κατθεμένη.”
42. (VII, 551.)
Λητόϊος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην,
ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα, καὶ παρὰ θῖνα βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.
οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην, ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην.
χαίρετον, ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δ’ ὑμέων ὤφελεν ἱδρύσθαι βωμὸς Ὁμοφροσύνης.
43. (VII, 552.)
“Ὦ ξένε, τι κλαίεις; β διὰ σὸν μόρον. ἁ οἶσθα τις εἰμι; β οὐ μὰ τόν· ἀλλ’ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος.
ἐσσι δέ τίς; α Περίκλεια· β γυνὴ τίνος; α ἀνδρὸς ἀρίστου, ῥήτορος ἐξ Ἀσίης, οὔνομα Μεμνονίου.
β πῶς δέ σε βοσπορίη κατέχει κόνις; ἁ εἴρεο Μοῖραν, ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον.
β Παῖδα λίπες; α τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα.
β αἴθε καλῶς ζώοι. ἁ ναὶ ναὶ, φίλος, εὔχεο κείνῳ, ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.
44. (VII, 567.)
Κανδαύλου τόδε σῆμα· Δίχη δ’ ἐμὸν οἶτον ἰδοῦσα οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη.
ἤθελε γὰρ δισσοῖσιν ὑπ’ ἀνδράσι μηδὲ φανῆναι, ἀλλ’ ἢ τὸν πρὶν ἔχειν, ἢ τὸν ἐπιστάμενον.
ἦν ἄρα Κανδαύλην παθέειν κακόν· οὐ γὰρ ἂν ἔτλη δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.
45.* (VII, 568.)
In Anth. Planudea P. 262. HSt. ἄδηλον.
Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν.
ἆ Μοῖραι, τι τοσοῦτον ἀπηνέες, οὐδ’ ἐπὶ παστοὺς ἠγάγετ’, οὐδ’ ἐρατῆς ἔργα τεκνοσπορίης;
οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ἱμέναιον μέλλον ἄγειν· στυγεροῦ δ’ εἰς Ἀχέροντος ἔβην.
ἀλλὰ θεοὶ λίτομαι, μητρός γε γόους πατέρος παύσατε, τηκομένων εἵνεκ’ ἐμεῦ φθιμένης.
46. (VII, 569.)
Ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ, εὖτ’ ἂν ἐμὴν ἐμὴν λεύσῃς πατρίδα Θεσσαλίην·
κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος, αἲ αἰ, βοσπορίης ἐγγύθεν ἠιόνος·
ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο, ὄφρ’ ἀναμιμνήσκῃ τῆς ποτε κουριδίης.
47. (VII, 572.)
Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνὴρ, λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου·
ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους ἔσκεπεν, ἀλλήλοις εἰσέτι μισγομένους.
ξυνὴ δ’ ἀμφοτέρους κατέχει παγίς· εἰν ἑνὶ δ’ ἄμφω κεῖνται, συζυγίης οὐκέτι παυόμενοι.
48. (VII, 574.)
Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ· Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους·
ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων, οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης.
οἰκτρὰ δ’ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι κείμενον, οὖ θιάσου κόσμον ὀδυρόμενοι.
ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ, αἲ αἲ, τῶν λαγόνων μόχθον ἐπισταμένη.
ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.
49.* (VII, 578.)
Τὸν κρατερὸν Πανοπῆα, τὸν ἀγρευτῆρα λεόντων, τὸν λασιοστέρνων κέντορα παρδαλίων,
τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε σκορπίος, οὐτήσας ταρσὸν ὀρεσσιβάτην.
αἰγανέη δὲ τάλαινα, σίγυνά τε πὰρ χθονὶ κεῖται, αἲ αἰ, θαρσαλέων παιγνία δορκαλίδων.
50. (VII, 583.)
Ἄβαλε μηδ’ ἐγένοντο γάμοι, μὴ νυμφία λέκτρα, οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις.
νῦν δ’ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται, γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος·
τρισσὴ δ’ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον.
κούφη σοὶ τελέθει γαστὴρ, τέκος, ἀντὶ κονίης· αὑτὴ γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις.
51. (VII, 589.)
Μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα, μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης.
οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν, θεσμῶν τ’ Αὐσονίων ἐλπίδα μαψιδίην,
ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίην ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη.
χαἰ τὸν μὲν κατέχει χθόνιος τάφος, ἀντὶ δ’ ἐκείνου οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα.
52.* (VII, 592.)
Α Brunckio inter luliani epigrammata editum.
Αὐτὸς ἄναξ νεμέσησε πολυφλοίσβοισι θαλάσσης κύμασιν, ῾Υπατίου σῶμα καλυψαμένοις·
ἤθελε γάρ μιν ἔχειν γέρας ὕστατον, οἷα θανόντα, καὶ μεγαλοφροσύνης κρύψε θάλασσα χάριν.
ἔνθεν, πρηϋνόου κραδίης μέγα δεῖγμα, φαεινὸν τίμησεν κενεῷ σήματι τῷδε νέκυν.
53. (VII, 593.)
Τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαίᾳ καὶ ἀοιδᾷ, τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας,
Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δ’ ἐπὶ κείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη.
54. (VII, 596.)
Ἐπὶ Θεοδότῳ τῷ γαμβρῷ, ἐπ᾿ ἐχθρὰ τῆς ἰδίας γαμέτης.
Ναὶ μὰ τὸν ἐν γαίη πύματον δρόμον, οὕτ᾿ ἔμ’ ἔστυγεν, οὔτ’ αὐτὸς Θεόδοτος Εὐγενίης
ἐχθρὸς ἑκὼν γενόμην. ἀλλὰ φθόνος ἠέ τις ἄτη ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην.
νῦν δ’ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες, ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα.
55. (VII, 602.)
Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον· ἀλλά σε κηρὸν δέρκομαι, οὐδ’ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος
ἔζεται ἐν στομάτεσσι· τεὴ δ’ εὐάνθεμος ἥβη αἲ αἰ, μαψιδίη νῦν χθονός ἐστι κόνις.
πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ, τετράκις ἓξ μούνους ἔδρακες ἠελίους
οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος ὄλβος· πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος
τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην, ἆμέγα νηλειὴς, ἔσβεσεν ἀγλαΐην.
56. (VII, 612.)
Φεῦ, φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις.
ὤλετο φορμίχχων τερετίσματα, λῆξαν ἀοιδᾶι; ὥσπερ Ἰωάννη πάντα συνολλύμενα.
καὶ τάχα θωμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι, τύμβον Ἰωάννης ἀνθ᾿ Ἑλικῶνος ἔχειν.
57.* (VII, 614.)
Ἑλλανὶς τριμάκαιρα, καἰ ἁ χαρίεσσα Λάμαξις ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος.
ὅκκα δ’ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε τὰν Μιτυληναίαν γᾶν ἀλάπαξε Πάχης,
τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως ἔκτανεν, ὡς τήνας τῇδε βιησόμενος.
τὼ δὲ κατ’ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην, καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην·
δάμῳ δ’ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος, μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.
τοῖα μὲν, ὠ κούρα, πεπονήκατον· ἂψ δ’ ἐπὶ πάτραν ἤκετον, ἐν δ’ αὐτᾷ κεῖσθον ἀποφθιμένα·
εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων εὕδετον, ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας·
ὑμνεῦσιν δ’ εντι πάντες ὁμόφρονας ἡρωίνας, πάτρας καὶ ποσίων πήματα τισαμένας.
ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΠΙΔΕΙΚΤΙΚΑ.
58. (IX, 152.)
Ἅδε ποθ’ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης
ἀμφαδὸν, ἀλλ’ ἵπποιο κακὸν ξύλον. αἴθε δ’ Ἐπειὸς κάτθανε, πρὶν τεῦξαι δουρατέαν παγίδα.
οὐ γὰρ ἂν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ, οὕτω ἐφ’ ἁμετέροις λάεσιν ἠριπόμαν.
59. (IX, 153.)
Ὡ πόλι, πῆ σέο κεῖνα τὰ τείχεα; πῆ νηοί; πῆ δὲ βοῶν κράατα τεμνομένων;
πῆ Παφίης ἀλάβαστρα, καὶ ἡ πάγχρυσος ἐφεστρίς; πῆ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης;
πάντα μόθος, χρονίη τε χύσις, καὶ Μοῖρα κραταιὴ ἥρπασεν, ἀλλοίην ἀμφιβαλοῦσα τύχην·
καί σε τόσον νίκησε βαρὺς φθόνος. ἀλλ’ ἄρα μοῦνον οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.