Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
2.* (Ibid.)
Tοῦ αὐτοῦ Ἀγαθίου. Στῆλαι καὶ γραφίδες καὶ κύρβιες, εὐφροσύνης μὲν
αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης·
363
ἀλλ᾿ ἐς ὅσον ζώουσι· τὰ γὰρ κενὰ κύδεα φωτῶνψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται· ἡ δ᾿ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει,
κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη. οὕτως οὔτε Πλατῶν βρενθύεται, οὔτ’ ἄρ’ Ὅμηρος,
χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίη. ὄλβιοι ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων,
ἀλλ᾿ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.