Epigrammata

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

1.* (Anth. Gr. ex editione Fr. Iacobsii IV, 3.) Αγαθίου Σχολαστικοῦ Ἀσιανοῦ Μυριναίου συλλογὴ γέων ἐπιγραμμάτων ἐκτεθεῖσα έν Κωνσταντίνου πόλει πρὸς Θεόδωρον Δεκουρίωνα τὸν Κοσμᾶ εἴρηται δὲ τὰ προοίμια μετὰ τὰς συνεχεῖς ἀκροάσεις τὰς κατ’ ἐκεῖνο καιροῦ γενομένας.

Οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας, ἔτι που τὰ σιτία προσκορως ἐρυγγάνειν· κὼ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι. λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας, περιφρονεῖν πείθουσι τῶν εἰθισμένων. τί δὲ νῦν ποιήσομεν; τὰ προὐξειργασμένα οὕτως ἐάσω συντετῆχθαι κείμενα ἡ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν; καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται; τίς δ’ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου, εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα; ἀλλ’ ἐστιν ἐλπὶς εὐμενῶς τῶν δρωμένων ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως. ἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃ, τῇ τῶν καλούντων, ἐμμετρεῖν τὰ σιτία· καὶ πρός γε τοῦτο δεῖπνον ἠρανισμένον ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.

360
ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἔξ ἐμοῦ μόνου ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς, πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνον, καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον. καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι ἐξ ὧν τρυφῶσι, καὶ παραλαβὼν γνησίως ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι. τοῦτο δέ τις αὐτῶι προσφόρως, δείκνυς ἐμὲ, ἴσως ἐρεῖ πρὸς ἄλλον, ἀρτίως ἐμοῦ μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν, οὗτος παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην. ταυτὶ μὲν οὖν ἐρεῖ τις, οἴδα, τῶν σοφῶν, τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος εἶναι τοσαύτης πανδαισίας. θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς ξένος τις εἶναι τῶν ὑπ’ ἐμοῦ συνηγμένων. ἀλλ’ ἐξ ἑκάστου σμικρὸν ἐξάγω μέρος, ὅσον ἀπογεῦσαι. τῶν δὲ λοιπῶν εἰ θέλοι τυχεῖν τις ἁπάντων, καὶ μετασχεῖν εἰς κόρον, ἴστω γε ταῦτα κατ’ ἀγορὰν ζητητέα.

Κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασιν, ἐκ τοῦ βασιλέως τοὺς προλόγους ποιήσομαι· ἅπαντα γάρ μοι δεξιῶς προβήσεται. καί μοι μεγίστων πραγμάτων ὑμνουμένων εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.

Μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου βάρβαρος ἐς βασιλῆα βιημάχον ὄμμα τανύσσῃ, μηδ’ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην ὄρθιον ἀθρήσειεν· ἐποκλάζουσα δὲ γαίῃ, καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων, Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις. Ἑσπερίη θεράπαινα, σὺ δ’ ἐς κρηπῖδα Γαδείρων, καὶ παρὰ πορθμὸν Ἴβηρα, καὶ Ὠκεανίτιδα Θούλην, ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων κράατα μετρήσασα τεῇ κρυφθέντα κονίη, θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην. Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ, ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ

361
σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης, σύννομον Ἀδριάδεσσιν ἀναπλέξασα χορείην Φάσιάς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη, καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος, μόχθον ἀποῤῥίψασα γιγαντείου τοκετοῖο. μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἄργος, ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων, εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον βῶλον κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην. ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις. οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ’ ἐνὶ πόντῳ Ὑρκανίου κόλποιο, καὶ ἐς βυθὸν Αἰθιοπῆα Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ. ἀλλ’ ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων, Αὐσόνιε, σκίρτησον, ὁδοίπορε, Μασσαγέτην δὲ ἀμφιθέων ἀγκῶνα, καὶ ἄξενα τέμπεα Σούσων Ἰνδῴης ἐπίβηθι κατοργάδος· ἐν δὲ κελεύθοις εἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὕδασπιν· ναὶ μὴν κὼ κυανωπὸν, ὑπὲρ δύσιν ἄτρομος ἕρπων κύρβιας Ἀλκείδαο μετέρχεο θαρσαλέως δὲ ἴχνιον ἀμπαύσειας ἐπὶ Ψαμάθοισιν Ἰβήρων, ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης, δίζυγος ἠπείροιο συναντήσασα κεραίη ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης. ἐσχατιὴν δὲ Λιβυσσᾶν ἐπιστείβων Νασαμώνων ἔρχεο, καὶ παρὰ Σύρτιν, ὅπη νοτίῃσι θυέλλαις ἐς κλίσιν ἀντίπρῳρον ἀνακλασθεῖσα Βορῆος, καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλῳ ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει. οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης, ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις βασιλῆος, ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον κοιρανίη· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην. τουνεκεν, ὁππότε πάπα φίλης πέπληθε γαλήνης,
362
ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ ἐλπίδες ἐθραύσθησαν ὑφ’ ἡμετέρῳ βασιλῆι, [*](100) δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης. σοι γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον· εἰς σὲ δὲ μύθων ἐργασίην ἤσκησα, μιῇ δ’ ὑπὸ σύζυγι βίβλῳ ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης, [*](105) καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας, στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης, ὡς φηγὸν Κρονίωνι, καὶ ὁλκάδας Ἐννοσιγαίῳ, ὡς Ἄρεϊ ζωστῆρα, καὶ Ἀπόλλωνι φαρέτρην, ὡς χέλυν Ἑρμάωνι, καὶ ἡμερίδας Διονύσῳ. [*](110) οἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μεριμνᾷ εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.

πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων, ὄσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς, ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καί γὰρ ἐῴκει [*](115) γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.

Ἀλλὰ πάλιν μετ᾿ ἐκεῖνα παλαίτερον εὖχος ὅσσαπερ ἥ γραφίδεσσι χαράξαμεν, ἢν τινι χώρῳ, εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.

[*](120)

Καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου ὅσσα θέμις τύμβοισι· τάπερ θεὸς ἐν μὲν ἀοιδῇ ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκοι.

Ὄσσα δὲ καἰ βιότοιο πολυσπερέεσσι κελεύθοις γράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις, [*](125) δέθκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.

Ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου, ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς γράψαμεν· ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρῃ εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην, [*](130) καὶ γλυκεροὺς ἐς ἔρωτας· ἐν ἑβδομάτη δὲ μελίσσῃ, εὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας, καὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις.