Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

α'. Oὕτω μὲν οὖν τὰ μιγάλα καὶ ἀμφήριστα γένη κατὰ τὸ ξuγκείμενον τὰ ὅπλα ἔθεντο, καὶ ἠρεμοῦντα ἐπὶ μακρότατον διετέλουν, ὡς μηδὲν ὁτιοῦν τόγε ἐπ᾿ ἐκείνοις ὁπότερον γοῦν αὐτῶν διαπονεῖσθαι. ἐν τούτῳ δὲ οἱ Τζάννοι τὸ ἔθνος· οἰκοῦσι δὲ τὰ πόλιν· νότον ἄνεμον τοῦ Εὐξείνου πόντου, ὑπὸ Τραπεζοῦντα τὴν πόλιν· οὗτοι δὴ oὖνοἱ Τζάννοι, καίτοι ἐκ παλαιοῦ ὑπόσπονδοί τε καὶ κατήκοοι τῶν ῾Ρωμαίων γεγενημένοι, ἀλλὰ τότε τὸ μέν τι αὐτῶν εἴχετο τῶν προτέρων, καὶ ἀκολασταίνειν οὐ λίαν ἐγνώκει, οἱ δέ γε πολλοὶ παρέντες τὰ καθεστῶτα, λῃστρικώτερον ἐβιότευον, καὶ καταθέοντες τὰ ἀμφὶ τὸν Πόντον χωρία, τούς τε ἀγροὺς ἐλεηλάτουν καὶ τοὺς ὁδοιπόρους ἐσίνοντο· ἐπέβαινον δὲ καὶ Ἀρμενίας, ὅποι παρείκοι, καὶ ἁρπαγὰς ἐποιοῦντο, καὶ οὐδὲν ὁτιοῦν ἐφρόνουν ἀλλοτριώτερον τῶν διαφανῶν πολεμίων. τοιγάρτοι στέλλεται ἐπ᾿ αὐτοὺς Θεόδωρος, ὁ σφῶν μὲν ὁμόφυλος, τὰ δὲ πρωτεῖα φερόμενος ἐν τοῖς ῾Ρωμαϊκοῖς [*](P. 144) ταξιάρχοις· πολλάκις δὲ, οἶμαι, τούτου καὶ πρότερον ἐπεμνήσθην. ἅτε γὰρ τῆς οἰκείας χώρας δαημονέστατος, καὶ ὅθεν ἐμβάλλειν ἄριστα ἤμελλε, καὶ ὅποι ἐναυλίσασθαι, καὶ ὅπως τοὺς δυσμενεῖς ἀνιχνεῦσαι ἐς τὸ ἀκριβὲς ἐπιστάμενος, εἰκότως ἄρα ἐκεῖνος, ἐκ βασιλέως αὐτῷ προστεταγμένον, ἐπι τήνδε τὴν πρᾶξιν ἐχώρει. ἄρας δὴ οὖν ἐκ τῆς Κολχίδος γῆς

[*](7. τότε τὸ μὶν. (Cl.), τότε μὶν vulg. 12. Ἀρμενίαν R. 14. τοιγὰρ στέλλ. R. 18. ἤμελλε R., ἤμελλον vulg.)
279

ξὺν ἀποχρώσῃ στρατιᾷ, καὶ τὰ ἐκτὸς Φάσιδος ποταμοῦ πστσμειψάμενος [*](A. C. 557 I. I. 31) ὅρια ἐπὶ δυόμενον ἢλιον, αὐτίκα ἐς τὰ ἐνδότατα τῆς τότε πολεμίας ἐφοίτα. στρατοπεδευσάμενος δὲ ἀμφὶ Θεοδωριάδα τὴν πόλιν καὶ τὸ Ῥίζαιον καλούμενον, αὐτοῦ χαράκωμα τῷ στρατῷ περιβαλόμενος, τὸ μὲν ἠρεμοῦν εντι καὶ φίλον καὶ οὔπω παρατετραμμένον μετακαλούμενος, δώροις τε [*](Β) ἐφιλοφρονεῖτο καὶ ὑπεραγάμενος ἦν τῆς εὐβουλίας τοὺς δὲ ἀποστάντας ἀνέδην καὶ παρασπονδήσαντας τίσασθαι ὡς τάχιστα τῷ πολέμῳ παρεσκευάζετο. ἀλλ’ ἐκεῖνοι οὐδέν τι μελλήσανοτες, προεπῄεσαν τῷ ἐρύματι, καὶ δὴ ἐπὶ λόφῳ τινι ἀγχοῦ που ὐπερανέχοντι ἐς πλῆθος ξυναγερθέντες, κατηκόντιζον τῶν Ρωμαίων ἐξ ὐπερδεξίων καὶ κατετόξευον, ὡς ἅπαν τὸ στράτευμα διαταραχθῆναι τῷ ἀδοκήτῳ τῆς τόλμης. πολλοὶ δὲ ὅμως ὑπεκβάντες, ἀντεπεφέροντο μὲν προθυμότατα τοῖς ἐναντίοις, οὐ μὴν ἐν τάξει ἐχώρουν, οὐδὲ ἀνέμενον, ὅπως αὐτοὺς ἐς τὸ χθαμαλὸν τοῦ πεδίου ἐκκαλέσοιντο· ἀλλ’ ὀργῇ ἐχόμενοι καὶ ἀκοσμίᾳ, [*](V. 101) σμίᾳ, ἐγκαρσίους πως τίς ἀσπίδας ὑπὲρ τὰς κεφαλὰς προεβέβληντο, [*](C) ἠρέμα ὑποκεκυφότες, ναὶ πρὸς τὸ ἂναντες ἐπειρῶντο ἀναρριχᾶσθαι οἱ δὲ Τξάννοι θαμὰ βάλλοντες ἐκ τοῦ μετεώρου δόρασί τε καὶ πέτραις κυλινδουμέναις, ῥᾳδίως αὐτοὺς ἀπεκρούσαντο, καὶ ἐπεκδραμόντες μέχρι μὲν τεσσαράκοντα

[*](1. Ρro ἀποχρώσῃ στρατιᾷ R. ἀπεστρατιᾶς (sic), Intpr. cum universis copiis. 5. περιβαλλόμενος R. ὐπεραγόμενος R. 8. Pro ἀνέδην Intpr. impudentius ἀναίδην). 17. ἐγκαρσίᾳ R. 21. ἐπεκδραμόντες. Sic correxi. ἀπεκδρ. vulg. et R.)
280
[*](A. C. 557 I. I. 31)

ἀνδρῶν ἒκτειναν τοὺς δὲ ἄλλους ἐς φυγὴν ἔτρεψαν ἀκλεεστάτην. ἀρθέντες δὲ οἱ βαὸβαροι τῷ παραλόγῳ τοῦ προτερήματος, έν χρῷ τῷ στρατοπέδῳ ἐπέλαζον· ἐνταῦθά τε μάχη ξυνέστη καρτερὰ, τῶν μὲν εἴσω παρελθεῖν ἱεμένων καὶ ἅπαντας ἀναρπάσασθαι, τῶν δὲ Ρωμαίων αἰσχρὸν εἶναι ἡγουμένων, οὐ μόνον εἰ μὴ θᾶττον ἀπελάσαιεν τοὺς πολεμίους, ἀλλ’ εἰ καὶ μὴ ἄρδην αὐτοὺς διαφθείρωσιν. ὠθούμενοί τε ἑκάτεροι [*](D) ἀλλήλους καὶ ἀντερείδοντες, καὶ ταῖς χερσὶ συμπλεκόμενοι, οὐδενότι ἀνίεσαν εὐψυχίας· ἀλλ’ ἦν οὕτως ἐπιπλεῖστον τὰ τοῦ ἀγῶνος ἀγχώμαλα, πατάγου τε πολλοῦ καἰ βοῆς συμμίκτου ἀνάπλεα καὶ οὔπω διακεκριμένα.

β'. Θεόδωρος δὲ ὁ τῶν Ρωμαίων ταξίαρχος ὁρῶν τοὺς δυσμενεῖς ἀστρατηγήτους τε ὄντας καὶ οὐ μάλα ἐν τῷ ἀσγαλεῖ παραταττομένους, οὐδὲ πολλαχοῦ τοῦ περιφράγματος ἐγεστηκότας καὶ ἐγκειμένους, ἀλλὰ πάντας ἅμα ἐς ἕν τι μέρος ξυννενευκότας, ἐνίους μὲν τῶν ἀμφ’ αὐτὸν οὕτω κατὰ χώραν ἑστάναι, καὶ ἀντιπροσώπους διαμάχεσθαι παρακελεύεται· [*](Ρ. 145) ἀπόμοιραν δὲ ὡς πλείστην ἐκ τοῦ ἀφανοῦς ἔστειλεν ὄπισθεν τοῖς βαρβάροις ἐπιπεσουμένους. οἱ δὴ λαθραιότατα πορθυόμενοι, καὶ κατὰ νώτου ἐπιφανέντες, ἠλάλαξαν ἀθρόον τορόν τι λίαν καἰ ἐνυάλιον, ὢστε ἀμέλει τοὺς Πάννους διακυκηθέντασ μηδέν τι ἕτερον ἐν βουλῆ θέσθαι ἢ τὸ ἀγεννῶς δραπετεύειν. οὕτω δὲ φεύγοντας αὐτοὺς οἱ Ρωμαῖοι, καὶ ὥπερ

[*](9. οὕτω R. 10 πολλοῦ add. ex R. et Intpr. strepituque multo. 16. ξυννενευκότας reseripsit Cl., ducibus R. ξυνενευκότως et Intpr. unum in omnes omnes declinassentj συνεστηκότας vulg. 23. Pro οὕτω δὲ fort. scrib. οὕτω τε.)
281

παράφρονας ὑπὸ τοῦ δέους γεγενημένους, ῥᾷστα διεχειριζοντο, [*](A. c. 557 I. I. 31) καὶ δισχιλίους μὲν αὐτῶν ἀπεκτόνασι, τὸ δὲ λειπόμενον ἄλλος λος ἄλλοθι ἐσκεδάννυντο. οὕτω δὲ ἀνὰ κράτος ἅπαν τὸ γένος ᾑρηκὼς ὁ Θεόδωρος, ὁ δὲ βασιλεῖ διήγγειλε τὰ ξυνενεχθέντα, καὶ ἀνεπυνθάνετο, ὁ τι καὶ βούλοιτο ἐπὶ τούτοις. ὁ δὲ δασμοφορίαν αὐτοῖς ἐπιθεῖναι τακτὴν διακελεύεται ἀν᾿ ἕκαστον ἔτος ἐς τὸν ἔπειτα χρόνον τελεσθησομένην, ὡς ἐν ταύτῃ γοῦν διαγνοῖεν [*](B) κατηκόους σφᾶς εἶναι καὶ ὑποτελεῖς καὶ παντάπασι δεδουλωμένους. καὶ τοίνυν ἀνάγραπτοι γε αὐτίκα ἐγιγνοντο ἅπαντες, καὶ φόρου ἀπαγωγῇ ἐπιέζοντο· ἐξ ἐκείνου τε μέχρι καὶ νῦν οὕτω τὰς εἰσφορὰς ἄγοντες διατελοῦσι. βασιλέα δὲ Ἰουστινιανὸν ὥσπερ τι, οἶμαι, τῶν μεγίστων ἔργων μάλα ἤρεσε τὸ γεγενημένον. τοιγάρτοι ἔν τινι τῶν οἰκείων νόμων, οὓς δὴ νεαροὺς ἐπονομάζομεν, τὰς ἄλλας ἀπαριθμούμενος νίκας καὶ τοῦδε τοῦ ἔθνους ἐν τοῖς μάλιστα ἐπεμνήσθη. τὸ μὲν οὖν τῆς Τζαννικῆς ἀλαζονείας ὧδέ πως ἐτελεύτα, καὶ αὖθις ὁ Θεόδωρος ἀνὰ τὴν τῶν Λαζῶν χώραν πὰρ τοὺς στρατηγοὺς ἐπανῆκε.

γ΄. Τούτων δὲ οὐ πολλῷ ἔμπροσθεν πάλιν ἐν Βυζαντίῳ [*](C) ἐξαισιόν τι σεισμοῦ χρῆμα ἐνέσκηψεν, ὡς μικροῦ ἅπασαν ἀνατετράφθαι καὶ διαῤῥυῆναι τὴν πόλιν. γέγονε μὲν γὰρ καὶ καθ᾿ αὑτὸν μέγιστος ἡλικος, καὶ ὁποῖος, οἶμαι, οὐπώποτε πρότερον, τῇ τε τραχύτητι τοῦ βρασμοῦ καὶ τῷ μονίμῳ τοῦ σάλου. ἔτι

[*](7. ἂν ταύτιη et 10. ἀπαγωγῆς sph. Par. 12. ἤρεσκεν R. 14. Pr. Nov. 1. et 38. 17. τῶν add. ex R.)
282
[*](A C. 557 I. I. 31)

δὲ αὐτὸν φρικωδέστερον ὁ καιρὸς ἀπέδειξε καὶ ἡ τῶν ἐπισνμβάντων ἀνάγκη. ἡνίκα γὰρ ἐκείνου τοῦ ἔτους ἡ τοῦ φθινοπώρου ἔληγεν ὥρα, ἔτι τε τὰ ὑπὲρ τῶν ὀνομάτων συμπόσια ἐτελεῖτο, ᾗπερ τοῖς ῾Ρωμαίοις νενόμισται, κρύος μὲν ἤδη ὑπῆρχεν, ὁποῖον εἶναι εἰκὸς τοῦ ἡλίου ἐπὶ τὰς τροπὰς ἐλαύνοντος τὰς χειμερίους, καὶ πρὸς τὸν αἰγσκέρωτα φερομένου· καὶ μάλιστα [*](D) ἐν τῷ κλίματι δήπου τῷ ὀγδόῳ καλῶς εἶχεν, ὅπερ, οἶμαιι ἐκ τοῦ Εὐξείνου πόντου παρὰ τοῖς ταῦτα σοφοῖς ἐπικέκληται. τότε δὲ ἀμφὶ μέσην τῆς νυκτὸς φυλακὴν ὕπνῳ μὲν οἱ ἀστοὶ εἰχοντο καὶ ἠρεμίᾳ, ἐνέπεσε δὲ ἐξαπίνης τὸ δεινὸν, καὶ ἅιπαπαω εὐθὺς ἐκ βάθρων αὐτῶν ἐδονεῖτο· ἥ τε κίνησις βιαιότατα κατ᾿ ἀρχὰς εἰσβαλοῦσα, ἐπὶ μεῖζον ἔτι ηὐξάνετο καὶ ἐπηυξάνετο, ὡσπερ ἐς ἐπίδοσίν τινα καὶ ὑπερβολὴν τοῦ πάθους χωροῦντος [*](V. 102) οὕτω δὴ οὖν ἁπάντων ἀφυπνισθέντων, κωκυτὸς ἠκούετο πάντοθεν καὶ ὀλολυγὴ, καὶ ἡ πρὸς τὸ θεῖον ἀναβοᾶσθαι αὐτομάτως τὼς ἐν τούτοις εἰωθυῖα φωνή· ἐπεὶ καὶ ἦχός τις βαρὺς καὶ ἄγριος, ὥσπερ χθονία βροντὴ, ἐκ τῆς γῆς ἀναπεμπομένη, ἐπηκολούθει τῷ κλόνῳ, καὶ ἐδιπλασίαζε τὰς ἐκπλήξεις. ὅ τε περιγειος [*](P. 146) ἀὴρ ὁμιχλῃ καπνώδει οὐκ οἶδα ὅθεν ἀναχθεισηῃ, κατεμελαίνετο· καὶ ἦν ἅπας ζοφερὸς καὶ οἷον γεγανωμένος. τοιγήτοι ἀλόγῳ τινὶ τὸ ἀνθρώπειον καὶ ἀνέξπὰστῳ ὑπὸ τοῦ δείματος ἐχόμενοι γνώμῃ, ὑπεξῄεσαν τῶν οἰκημάτων. καὶ αὐτίκα αἵ τε

[*](8. διὰ τοῠ Εύξ. π. coni. B. Vulc. male. 15. ἀναβ. αὐτ. ἐν τούτ. R., αύτ. ἐν τ ἀν vulg. 20. γεγανωμένος uterque cod. et edd., Intpr. sοnorus.)
283

ἀγυιαὶ καἰ οἱ στενωποὶ ἐνεπίμπλαντο τοῦ ὁμίλου, ὥσπερ οὔχι [*](A. C. 557 I. I. 31) καὶ ἐνταῦθα ἐνὸν, εἰ οὕτω τύχοι, διαφθαρῆναι. ξυνεχεῖς γὰρ ἁπανταχοῦ αἱ οἰκοδομίαι τῆς πόλεως καὶ ξυνημμέναι ἀλλὴλαις· καἰ σπανιαίτατα ἴδοι τις ἂν χωρίον ὕπαιθρον καὶ ἀναπεπταμένον καὶ παντάπασιν ἐλεύθερον τοῦ ἐπιπροσθοῦντος. ὅμως τῷ ἄνω τὰς ὄψεις ἰθύνειν καὶ τὸν οὐρανὸν ἁμωσγέπως ἐπιθεᾶσθαι, οὕτω τε τὸ θεῖον ἱλάσκεσθαι, ταύτῃ γοῦν αὐτοῖς ἡρέμα ὐποχαλᾷν ἐδόκει τὸ δεδιὸς τῆς ψυχῆς καὶ ταραττόμενον. [*](Β) καίτοι νιφετῷ ὀλίγῳ ὐπεῤῤα΄νοντο, καί ὑπὸ τοῦ κρύους ἐπιέζοντο· ἀλλ' οὐδ’ ὑπωρόφιοι ἐγίγνοντο, πλὴν εἰ μὴ ὁπόσοι ἐν ἱεροῖς ἕρκεσι καταφεύγοντες ἐκαλινδοῦντο. γύναια δὲ πολλὰ, μὴ ὅτι τῶν ἠμελημένων, ἀλλ’ ἢδη που καὶ τῶν ἐντιμοτάτων, ξυνηλᾶτο τοῖς ἀνδράσι καὶ ἀνεμίγνυτο· τάξις τε ἅπασα καὶ αἰδὼς καὶ ἡ τῶν γερῶν μεγαλαυχία, καὶ ὁ, τι ἐνθένδε ὑπερανέχον καὶ ἀποκεκριμένον, ἀνετετάρακτο ἐν τῷ τότε καὶ ἐπεπάτητο. οἵ τε γὰρ δοῦλοι τοὺς κεκτημένους περιεγρόνουν, καὶ τῶν ἐπιταγμάτων ἀνηκουστοῦντες ἐς τὰ ἱερὰ ξεμᾐεσαν, ὑπὸ τοῦ μείξονος νικώμενοι δέους· οἵ τε ἐλάττονες πρὸς τοὺς ἐν τέλει ἐς ἰσοτιμίαν καθίσταντο, ὡς δὴ κοινοῦ ἐπιπεσόντος κινδύνου, καὶ [*](C) ἁπάντων οἰομένων οὐκ ἐς μακρὰν ἀπολεῖσθαι. συχναὶ μὲν οὖν ἐκείης τῆς νυκτὸς οἰκίαι καταβέβληνται, καὶ μάλιστα ἐν τῷ Ρηγίῳ, ἐπίνειον δὲ τοῦτο τῆς πόλεως· πολλά τε καὶ ἂτιστα θαύματ·α ξυνηνέχθη. πὴ μὲν γὰρ αἱ ὀροφαὶ, εἴτε λίθοις

[*](16. οἳ γε R. pro οἳ τε. 23. θαύματα om. R. et Intpr.)
284
[*](A. C. 557 I. I. 31)

εἴτε ξύλοις ἐτύγχανον ἐσκευασμέναι, διέστησαν ἀπ’ ἀλλήλων, ἀρνησάμεναι τὴν ξυνέχειαν καὶ διαχανοῦσαι, ὡς τόν τε ἀέρα καὶ τοὺς ἀστέρας καθάπερ ἐν ὑπαίθρῳ χωρίῳ διορᾶσθαι, καὶ αὖθις ἀθρόον ἐς τὴν προτέραν ξυνᾐεσαν ἁρμονίαν· πὴ δὲ κίονες ἐν ὐπερᾠῳ τινὶ δωματίῳ ἱδρυμένοι, ἀνηκοντίξοντο, [*](D) βίᾳ τοῦ βρασμοῦ, καὶ τοὺς ἐχομένους οἲκους ὑπεραλάμενοι ἐπὶ τοὺς πορρωτέρω, καθάπερ διασφενδονηθέντες, ἐκ τοῦ μετεώρου κατεφέροντο, καὶ ἅπαντα διερρήγνυον πη δὲ ἄλλα ἄττα φρικωδέστερα ξυνέβαινε, γενόμενα μὲν πολλάκις πρότερον, καὶ ἀεὶ ἐσόμενα ἔστ’ ἂν γῆ τε ᾐ καὶ φύσεως ἁμαρτήματα, τότε δὲ κατὰ τὸ μᾶλλον ἅπαντα ἅμα συνενηνεγμένα. συχνοὶ δὲ ἄνθρωποι τεθνήκασι τῶν πολλῶν τε καὶ ἠγνοημένων· τῶν γε μὴν δυνατῶν καὶ ἐν τῇ συγκλήτῳ βουλῇ ἀναγεγραμμένων Ἀνατόλιον μόνον διαφθαρῆναι ξυνέβη, ἂνδρα τῇ τε τῶν ὑπάτων ἀξίᾳ τετιμημένον, καὶ πρός γε τὸ φροντίδα τἰθεσθαι καὶ ἐπιμέλειαν τῶν βασιλέως οἲκων τε καί πημάτων ἀρχὴν εἰληχότα κουράτωρας δὲ τούτους καλοῦσι Ρωμαῖοι. ἐκεῖνος δὴ οὖν ὁ Ἀνατόλιος ἐτύγχανε μὲν καθεύδων [*](P. 147) ἐν τῷ εἰθισμένῳ θαλάμῳ, μάρμαρον δέ τι τῶν πλησιαίτατα τῆς κλίνης προσπεπηγότων τῇ οἱκοδομίαμ, καὶ εύπρεπῶς παρατεταμένων, ὁποῖα πολλὰ ἐς κόσμου καὶ πολυτελείας ἐπίδείξιν κατακολλῶσι τοῖς τοίχοις οἱ πρὸς ταῦτα δὴ τὰ περιττὰ καὶ οὐκ ἀναγκαῖα ποικίλματα πέρα τοῦ μετρίου διακεχηνότες·

[*](2. τόντεἀέρα R., τὸν τότε ἀ. vulg. 11. ἃμα om. R. συνηνεγμένα edd. 14. διαφθαρῆναι R., φθαρῆναι vulg. 16. βασιλέων R. 21. παρατεταμένον R.)
285

ἐκεῖνο δὴ οὖν τὸ ἄχθος ἀποῤῥαγὲν ὑπὸ τοῦ σάλου καὶ ἀφει- [*](A. C. 557 I. I. 31) μένον, ἐμπίπτει γε αὐτῷ ἀμφὶ τῇ κεφαλῇ καὶ κατέαξεν ἅπασαν. καὶ ὁ μὲν εἰς τοσοῦτον μόνον ἀρκέσας ἐπὶ τῇ πληγῇ εἰς ὅσον ἀνοιμῶξαι βαρύ τι καὶ ὑποκάρδιον, πάλιν ἐπ᾿ αὐτῆς ἔκειτο τῆς εὐνῆς, τῷ θανάτῳ πεπιλημένος.

δ΄. Ἤδη δὲ ἡμέρας ἐπιφανείσης, ἀσμενέστατα ἐθεῶντο ἀλλήλους ὑπαντιάζοντες οἱ φίλτατοι καὶ ξυνήθεις, καὶ σὺν [*](B) ὀλοφυρμῷ ἐμπλεκόμενοι ἠσπάζοντο σφᾶς ὡς ἕκαστοι, ἡδόμενοί τε ἅμα καὶ ἀπιστοῦντες. ἐπὶ δὲ Ἀνατόλιος νεκρὸς ἐφέρετο, [*](V. 103) καὶ ἐπὶ τὴν ταφὴν ἀπεχώρει, τότε δὴ ἔνιοι τοῦ ὁμίλου διεθρύλλουν, ὡς ἄρα ἐνδικώτατα εἴη ἀνῃρημένος, ἄδικός τε ἐς τὰ μάλιστα γεγονὼς καὶ πολλοὺς πολλὰ ὅσα τῶν οἰκείων ἀφῃρημένος, ὅτι τε αἱ γραπταί σανίδες ἐκεῖναι καὶ τὰ ῥάκη τὰ ὑποπόρφυρα ἐκ τόδε αὐτῷ ἀπετελεύτησαν, ἅ δὴ πολλὰ τοῖς τῶν εὐδαιμόνων οἴκοις θαμὰ ἐπάβαλλε, τὴν εἰς βασιλέα εὔνοιαν προϊσχόμενος, καὶ ταύτῃ ἅπαντα ἐσφετερίζετο, βιαζόμενος μὲν ἀναίδην καὶ ἀναῤῥηγνὺς τὰ βουλεύματα τῶν [*](C) ἀποιχομένων, χαίρειν δὲ πολλὰ λέγων τοῖς νόμοις, οἵ δὴ τοὺς παῖθας κληρονμεῖν ἐθέλουσι τῆς τῶν φυσάντων περιυσίας. τοιαῦτα μὲν οὖν ἐν τοῖς πλήθεσιν ἐψιθυρίζετο, καὶ ἐδόκει διαφανῶς ἡ αἰτία τοῦ ξυνενεχθέντος εὑρῆσθαι. ἐγὼ δὲ ἀμφὶ ταῦτα λίαν διαπορῶ, καὶ οὐκ ἔχω ἀπισχυρίσαθαι,

[*](2.ἀμφὶ τῇ κεφ. R., ἐπὶ τῇ κ. vulg. 9. ἅμα om. R. 12 πολλοὺς πολλοὺς ὅσους vulg. 14 εἶς pro ἐς Par. ἀπετελεύτησεν R. 17 impudentius Intpr., ἀνέδην R. et vulg. 21 τοῦ ξυν.εὑρ. R., εὑρ. τοῦ ξυν. vulg.)
286
[*](A. C. 557 I. I. 31)

ὅτῳ δὴ τρéπῳ συμβαίνει. 77 γὰρ ἂν εὐκτόν τι χρῆμα ἦν ὁ σεισμὸς καὶ πολλοῦ ανξιος ἐπαίνου , εἴγε διακρίνειν ἠπίστατο τοὺς μοχθηροὺς ἀπὸ τῶν ἀγαθῶν, καὶ τοὺς μὲν ἀνῄρει κακῶς, τοῖς δὲ ἐσπένδετο καὶ ’S,vv£ytoQ£t. καίτοι εἰ καὶ ἄδικον ὡς ἀληθῶς δοίημεν ἐκεῖνον γεγονέναι, ἀλλ’ ἦσαν καὶ ἄλλοι [*](D) πλεἴοτοι ἀνὰ τὴν πόλιν παραπλήσιοι, μᾶλλον μὲν οὖν καὶ ἀδικώτεροι· πλὴν ἀλλ’ ’6 μὲν ἀνήρπαστο ἐξαπίνης, οἱ δὲ ἀπαθεῖς μεμενήκασιν. ουνκουν, οἶμαι, δῆλον οὐδὲ ῥᾴδιον διαγνωσθἴναι, ἀνθ’ ὅτου μόνος ἔξ ἁπάντων Ἀνατόλιος ἀπεβίω· ἔπει καὶ ὁ Πλάτωνος λόγος ἀθλίους κατὰ τὸ μᾶλλον ἄναί φησι καί κακοδαιμ́ονας τοὺς, ὅσοι κάκιστα βιοῦντες μὴ ἐνταῦθα δίκας ἀποτίσαιεν τῶν ἡμαρτημένων, ἢ ὀλέθρῳ βιαίῳ ἄh λῶς πως τετιμωρημένοι, ἀλλ’ οὕτως ἀπέλθοιεν καθάπερ οἱ στιγματίαι τῶν οἰκετῶν τοῖς ἀδικήμασι πεπελιδνωμένοι, καὶ τὸ μὴ ἐκ· κεκαθάρθαι ἀπον̣εὸδάναντες· ὥστε εἰ τοῦτο θπέον, εὐτυχέστερος ἄρα ἦν ἐν αὐτοῖς ὁ πεπονθὼς τοῦ σεσωσμένου. ἀλλ’ ἐκείνην μὲν προσεῖναι τὴν δόξαν ταῖς τῶν ἀνθρώπων [*](P. 148) ψυχαῖς καὶ ἐμπεπηγέναι ὡς μάλιστα ἐατέον. ἴσως γὰρ ἂν ἔνιοι τῶν πονηρῶν, δέει γοῦν τοῦ κακῶς ἀπολεῖσθαι, μπαβάλλοιντο ἐπὶ τὰ μέτρια. εὔδηλον δὲ, ὡς οὔτε εἰ περιῇ τις

[*](5. δοθημεν R. 8. οὐκοῦν R 13. οὕτως R. , οὕτω vulg. i5. ἐκ̣ν̣εκαθάρθαι. Siccorrexi, lntpr. repurgarentur, ἐκκεκάρθαι R. et vulg. 16. σεσωσμένου R. ct Intpr. quam qui sαΙυυε c. vaserit, έσομίιου vulg. 17. ίκ· είνην R. ct Lugd. mg.., ίκεῖνος Lugcl. 1. m., ἐκείνω Α m. , ἐκείνου ctlil. προσ. τὴν δóξ. Tx.,ti)v δóξ. πρ. vulg. 18. εὐκτέον Par. 19. μεταβάλλοιντο Lugd. etcd. pr ,μεταβάλειντο R., μετεβάλλοντο Par. 20. ἄδηλον R.)
287

ἐπιπολὺ Ναὶ ἀδεῶς εύημεροίη, ἀπόχρη τοῦτο εἰς ἀπόδειξιν [*](A. C. 557 I. I. 31) δικαιοσύνης, οὔτε πάντως τὸ τεθνάναι, εἰ καὶ ὠμότατα, ἒλεγχος ἂν ὄη τοῦ πλέον ἀδίκου· ἀλλὰ τὴν ἀληθεστάτην βάσανόν τε καὶ ἀντίδοσιν τῶν ἐνταῦθα βεβιωμένων, ἥτις ποτέ ἐστιν, ἐκεῖσε ἐλθόντες εἰσόμεθα. λεγόντων μὶν οὖν περὶ τούτων ἂλλοι, τυχὸν μὲν ταῦτα τυχὸν δὲ ἕτερα, ὢσπη ἐκάστῳ ᾖ βουλομένῳ· ἐμοὶ δὲ τοῦ προτέρου λόγου μεταληπτέον.

ε'. Τότε γὰρ καὶ ἐφεξῆς ἐπὶ πλείστας ἡμέρας κίνησις τῆς γῆς ἐγίνετο, βραχεῖα μὲν καὶ οὐχ οἵα τὴν ἀρχὴν ἐπῆλθε, [*](Β) ἱκανὴ δὲ ὅμως τὰ λειπόμενα διακυκῆσαι· τερατεῖαί τε εὐθὺς καὶ προαγορεύσεις παράλογοι, ὡς αὐτίκα μάλα καὶ τοῦ παντὸς κόσμου ἀπολουμένου· ἀπατεῶνες γάρ τινες καὶ οἶον θεοπρόποι αὐτόματοι περιφοιτῶντες, ὅπα ἂν ἐδόκει αὐτοῖς, ἐχρησμῴδουν, καὶ μᾶλλον ἔτι τοὺς πολλοὺς ἐξεδειμάτουν, τουν, τῷ ἤδη κατεπτηχέναι ῥᾳδίως ἀναπειθομένους· οὗτοι οἱ μαίνεσθαι εἰκῆ καὶ δαιμονᾷν ὐποκρινόμενοι, δεινότερα ἐπεφήμιξον, ὡς δὴ ὑπὸ τῶν προσπεφυκότων αὐτοῖς φασμάτων τὰ ἐσόμενα δεδιδαγμένοι, καὶ μάλα ἐπὶ τῇ κακοδαιμονίᾳ μεγαλαυ χοῦντες. ἄλλοι δὲ ἀστέρων φορὰς καὶ σχήματα ἐκλογι- [*](C) ξόμενοι, μείζονας συμφορὰς καὶ κοινὴν μονονουχὶ ἀνατροπὴν τῶν πραγμάτων ἐδήλουν καὶ ὐπῃνίττοντο. εἴωθε γὰρ ἐν τοῖς

[*](10. κυνῆσαι R. 17. προσπγυκότων R. et Intpr. adnata sibi, προπεφ. vulg. 21. ὑπῃνίττοντο R., ύπαινίττοντο vulg.)
288
[*](A. C. 557)

δεινοῖς ἀεί ὁ τῶν τοιούτων ἀνθρώπων ἐσμὸς ἀναφύεσθαι. ἐψευσατο δὲ ὅμως εὖ ποιοῦσα ἐκατέρα μαντεία. ἐχρῆν γὰρ, οἶμαι, καὶ ἀσεβείας φεύγειν γραφὴν τοὺς τὰ τοιάδε ὁνειροπολοῦντας, καὶ μηδὲν ὁτιοῦν πλέον γνώσεως πέρι τῷ κρείττονι καταλιμπάνοντας. ἀλλὰ γὰρ οὐδεὶς. ὅστις ἦν ἐν τῷ τότε ὃ μὴ λίαν δεδιὼς καὶ ἐκπεπληγμένος. λιταὶ τοιγαροῦν ἐκασταχοῦ καὶ ᾠδαὶ ἱκετἠριοι ἠκούοντο, ἁπάντων εἰς τοῦτο ἀγειρομένων· [*](D) νων· τά τε λόγῳ μὲν ἀεὶ ἐπαινούμενα, ἔργῳ δὲ σπανιώτερον [*](V. 104) βεβαιοὐμενα, τότε δὴ προθυμότατα ἐπράττετο· δίκαιοί τε γὰρ ἀθρόον ἀπεδείκνυντο ἂπαντες ἐς τὰ συμβόλαια τὰ πρὸς ἀλλήλους, ὡς καὶ τοὺς ἄρχοντας τὸ κερδαλέον ἀποβεβληκότας μετὰ τῶν νόμων τὰς δίκας ποιεῖσθαι· τούς τε ἄλλως δυνατοὺς ἐφ’ ἑαυτῶν ἠρεμοῦντας, ὠιά τε δρᾷν καὶ ἀπέχεσθαι τῶν αἰσχίστων. ἔνιοι δὲ καὶ παντάπασι τὴν δίαιταν ἒξαλλάξαντες, μονήρη τινὰ καὶ ὄρειον ἠσπάσαντο βίον, καὶ τιμὰς καὶ χρἠματα καὶ ὁπόσα ἥδιστα παρ’ ἀνθρώποις μεθέντες καὶ ἀνηνάμενοι. πολλὰ δὲ καὶ τοῖς ἱεροῖς προσήγετο δῶρα, καὶ νύκτωρ [*](Ρ. 149) οἱ κράτιστοι τῶν ἀστῶν, περινοστοῦντες τὰς λεωγύρους, ἐδωδῇ τε ἀφθόνῳ καὶ περιβολαίοις ἐφιλοφρονοῦντο τούτους δὴ τοὺς ἀχρείους καὶ οἰκτροτάτους, ὁποῖοι πολλοὶ τὰ πεπηρωμένοι ἐπὶ τοῦ ἐδάφους ἐρρίφαται, τὰ ἀναγκαῖα ἐρανιὅμως

[*](2. add. ex R. 3. τὰ add. ex R. 9. ἐπράσσετο R. 10. εἰς Par. pro ἐς. 11. Pro μετὰ Par. κατὰ. 14. ἐξαλλάξαντες R., έναλλ. vulg. 15. καὶ τιμ. καὶ χρ. R. et Intpr., χρἠμ. καὶ τιμ. vulg. 16. μεθελτόντεσ R. 21. ἐῤῤίφανται R.)
289

ξόμενοι. ταῦτα δὲ ἅπαντα ῥητῷ τινι χρόνῳ ἀνεμετρεῖτο, ἕως [*](Α. C. 557 I. I. 31) ἔναυλον εντι τὸ δέος ὑπῆρχεν ἐπεὶ δὲ λώφησις τις καὶ ἀναχωχἠ τοῦ κινδύνου ὐπεγαίνετο, αὐτίκα οἱ πλεῖστοι ἐπανῄεσαν εἰς τὰ εἰθισμένα. καλοῖτο δὲ ἂν ἡ τοιαύτη ὁρμὴ οὐ δικαιοσύνη ὡς ἀληθῶς, οὐδὲ εὐσέβεια στερρά τε καὶ ἐνεργὸς, ὁποῖά ὑπὸ δόξης ὀρθῆς καὶ προθυμίας ἐμβριθεστάτης τῷ λογισμῷ πέγυκεν ἐντυποῦσθαι, ἀλλὰ μηχανή τις ἂτακτος καὶ οἶον ἐμπορία [*](Β) σφαλερωτάτη, ἐφ’ ᾧ τὸ παρὸν δῆθεν ἐκφυγεῖν καὶ παρακρούσασθαι. τῶν μὲν οὖν ἀγαθῶν ἔργων οὕτω δή τι πρὸς ἀνάγκης ἀπογευόμεθα ἔστ’ ἂν τὸ δεδιέναι παρῆ.

ς΄. πάλιν δὲ ἐν τῷ τότε οἱ περὶ τῶν ἀναθυμιάσεων λόγοι ἐλέγοντό τε καὶ ἀντελέγοντο· καὶ ἦν πολὺς ἀνὰ τοὺς ξυλλόγους ὁ Σταγειρίτης ὀνομαζόμενος, νῦν μὲν ὡς ὁρθότατα εἲη περὶ τούτων φυσιολογήσας καὶ διαγνοὺς τὰς αἰτίας, νῦν δὲ ὡς ἥκιστα τοῦ ἀληθοῦς ἐστοχασμένος. ἔνιοι δὲ τὴν ἐκείνου βεβαιοῦν οἰόμενοι δόξαν, ὅτι δὴ πνεῦμα παχὺ καὶ καπνῶδες ὐτὸ τοὺς σήραγγας τῆς γῆς περιειργόμενον τὰς τοιάσδε ποιεῖται κινήσεις, προὐτίθεσαν ἐν τῷ λόγῳ τοῦτο δὴ τὸ ὑπὸ Ἀνθείου πρότερον μεμηχανημένον. οὗτος γὰρ δὴ ὁ Ἀνθέμιος, [*](C) πατρίς μὲν αὐτῷ ὑπῆρχεν αἱ Τράλλεις ἡ πόλις, τέχνη δὲ τὰ τῶν μηχανοποιῶν εὑρήματα, οἱ δὴ τὴν γραμμικὴν θεωρίαν ἐπὶ τὴν ὕλην κατάγοντες, μιμήματά τινα καὶ οἷον εἴδωλα τῶν ὂντων δημιουργοῦσι. γέγονε δὲ ἄριστος ἐν αὐτοῖς εἰς τὰ μά-

[*](13. ὁ Παγειφίους R. pro ὁ Σταυ. ὀρθώτατον R. 15. δὲ R., δὴ vulg. 19. Arthmesius Intpr. 20. αὐτῷ add. ex R.)
290
[*](A. C. 557 Ι. Ι. 31)

λιστα καὶ εἰς ἂκρον ἥκων τῆς μαθηματικῆς ἐπιστήμης, λαιάπου καὶ ἐν τοῖς καλουμένοις γραμματικοῖς ὁ ἀδελφὸς τούτου Μητρόδωρος καὶ μακαρίσαιμι ἂν ἔγωγε αὐτῶν τὴν μητέρα, οὕτω ποικίλης παιδείας ἀνάπλεων γονὴν ἀποκυήσασαν. τούτω τε γὰρ τὼ ἄνδρε τέτοκε, καὶ Ὀλύμπιον, νόμων τε ἀσκήσει χαἰ ἀγώνων δικαστικῶν ἐμπειρίᾳ προσεσχηκότα· καὶ πρός γε [*](D) Διόσκορον καὶ Ἀλέξανδρον, ἄμφω ἰατρικῆς δαημονεστάτω. τούτων δὲ Διόσκορος μὲν ἐν τῇ πατρίδι κατεβίω, τὰ ἐκ τῆς τέχνης μάλα εὐστόχως ἐπιδεικνύμενος ἒργα· ἂτερος δὲ ἐν τῇ πρεσβύτιδι Ῥώμῃ κατᾠκησεν ἐντιμότατα μετακεκλημένος. Ἀνθεμίου δὲ κὼ Μητροδώρου τὸ κλέος ἁπανταχοῦ περιαγόμενον, καὶ εἰς αὐτὸν ἀγῖκται τὸν βασιλέα. τοιγάρτοι μετάπεμπτοι ἐν Βυζαντίῳ παραγενόμενοι, καὶ αὐτοῦ τὸν λειπόμενον διανύσαντες βιόν, μέγιστα ἑκάτερος τῆς ἰδίας ἀρετῆς γνωρίσματα Παρεστήσατο· ὁ μὲν νέους πολλοὺς τῶν εὐπατριδῶν [*](P. 150) ἐκπαιδεύσας, καὶ τῆς παγκάλης ἐκείνης μεταδοὺς δοδασκαλίς, ὡς καὶ πόθον ἅπασι τὸ μέρος ἐμβαλεῖν τῆς ἀμφὶ τοὺς λόγους ἐπιμελείας· ὁ δὲ θαυμάσια ἥλικα δημιουργήματα κατὰ τε τὴν πόλιν καὶ ἄλλοθι πολλαχοῦ τεκτηνάμενος, ἅπερ οἶμαι, εἰ κὼ μηδὲν ὁτιοῦν πέρι αὐτῶν λέγοιτο, πλὴν ἀποχρήσει οἱ ἐς ἀείμνηστον δὀξαν ἔστ’ ὃν ἑστήκοι καὶ σώζοιτο. ἀλλὰ γὰρ ὅτου ἕνεκα τοῦδε τοῦ ἀνδρὸς ἐπεμνήσθην, ἐκεῖνό μοι καὶ

[*](2. ἀδελφ. τούτ. R., ἀδελφ. ὁ τούτ. vulg. 3. et 11. Μετρόδ. edd. 4. τοὐτω γὰρ R. 6. προεσχ. coni. 10 έντιμώτατα R. 17. αὐτοῦ add. vulg. ante μέρος. 19. κατὰ om. R. in ord. et τε in mg.)
291

δὴ αὐτίκα λελέξεται. ἀνήρ τις ἐν Βυζαντίῳ Ζήνων ὂνομα, [*](A.C. 557 I. I. 34) τῷ μὲν τῶν ῥητόρων καταλόγῳ ἀναγεγραμμένος, ἄλλως δὲ διαφανὴς κω βασιλεῖ γνωριμώτατος, κατῴκει ἀγχοῦ που τοῦ Ἀνδεμίου, ὡς δοκεῖν ἑκατέρῳ ἡνῶσθαι τὼ οἴκω, καὶ ὑφ’ ἐνἰ τέματι διαμετρεῖσθαι. προελθόντος δὲ χρόνου, ἔρις αὐτοῖς [*](B) ἐνέπεσε καὶ δυσκολία ἢ τοῦ διοπτεύεσθαι χάριν, τυχὸν οὐ πρότερον εἰθισμένον, ἢ νεωτέρας οἰκοδομίας πέρα τοῦ μετρίου [*](V. 105) ἐς ὕψος ἀρθείσης καὶ τῷ φωτὶ λυμαινομένης, ἢ ἄλλου του πέρι, ὁποῖα πολλὰ τοῖς πλησιαίτατα προσοικοῦσι διαφιλονεικεῖσθαι ἀνάγκη.

ζ΄. Τότε δὴ οὖν ὁ Ἀνθέμιος ὑπὸ τοῦ ἐναντίου ἅτε δικηγόρου καταρητορευόμενος, κὼ οὐχ οἶός τε ὢν τῇ δεινότητι τῶν ῥημάτων ἐκ τῶν ὁμοίων ἀντιφέρεσθαι, ὁ δὲ ἐκ τῆς οἰκείας αὐτὸν ἀντελύπησε τέχνης τρόπῳ τοιῷδε. δόμον τινὰ ὐπερῷον ὁ Ζήνων ἐκέκτητο, εὐρύν τε λίαν καὶ διαπρεπῆ καὶ περιεργότατα πεποικιλμένον, ἐν ᾦ δὴ τὰ πολλὰ ἐμφιλοχωρεῖν εἰώθει [*](C) καὶ ἐστιᾷν ἑστιᾷν τοὺς φιλτάτους. τούτου δὲ τὰ πρὸς τῷ ἐνδιαιτήματα τῆς Ἀνθεμίου ὄντα ἐτύγχανε μοίρας, ὡς τὸ μεταξὺ τέγος τῷ μὲν ἐς ὀροφὴν, τῷ δὲ ἐς βάσιν παρατετάλελέξεται

[*](1. R., λέξεται vulg. 4. τὼ ofxw Lugd. 1. m. (Cl.) et Intpr. utrisque iuneta esse domicilia, R. Lugd. corr. et edd. τῷ οἴκῳ. 8. ἄλλου του R., ἂλλου τού τινος vulg. 11. ἄτε δικηγόρου R. et Intpr. ut causas procurante, ἂτε δὴ κατηγόρου vulg. 12. καταῤῤητορ. vulg. 13. ὁ δὲ ἑκ R., ὁ δ’ ἐκ vulg. vulg. 14. αὐτὸν om. R 15. ἐνέκτητο R. διαπρεπὲς R. 19. τῷ — τῷ correxi, τὸ — τὸ R. et vulg.)
292
[*](A. C. 557 I. I. 31)

σθαι. ἐνταῦθα δὴ οὖν λέβητας μεγάλους ὓδατος ἐμπλήσας. διακριδὸν ἔστησε πολλαχοῦ τοῦ δωματίου, αὐλοὺς δὲ αὐτοῖς ἔξωθεν σκυτίνους περιβαλὼν, κάτω μὲν εὐρυνομένους ὡς ἂπασαν τὴν στεφάνην περιβεβύσθαι· ἒξῆς δὲ καθόπερ σάλπιγγα ὑποστελλομένους, καὶ ἐς τὸ ἀναλογοῦν τελευτῶντας, ταῖς δοκοῖς καὶ ταῖς σανίσι τὰ ἀπολήγοτα, καὶ ἐς τὸ ἀκριβὲς [*](D) ἐνεπερόνησεν, ὡς καὶ τὸν ἐν αὐτοῖς ἀπειλημμένον ἀέρα ἀφετὸν μὲν ἔχειν τὴν ἄνω φορὰν, διὰ τῆς κενότητος ἀνιόντα καὶ γυμνῇ προσψαύειν τῇ ὀροφῇ κατὰ τὸ παρεῖκον καὶ τῇ βύρσῃ περιεχόμενον, ἣκιστα δὲ ἐς τὰ ἐκτὸς διαῤῤεῖν ὑπεκφέρεσθαι. ταῦτα δὴ οὖν ἐκ τοῦ ἀφανοῦς καταστησάμενος, πῦρ ἐνῆκε σφοδρὸν ὑπὸ τοὺς τῶν λεβήτων πυθμένας, καὶ φλόγα ἒξῆψε μεγάλην· αὐτίκα δὲ τοῦ ὕδατος διαθερομένου καὶ ἀνακαχλάξοντος, ἀτμὸς ἐπῆρτο πολὺς καὶ ἀμεῤῤιπίξετο παχύς τε καὶ πεπυκνωμένος· οὐκ ἔχων δὲ ὅπη διαχυθείη, ἐπὶ τοὺς αὐλοὺς ἀνεῖρπε, καὶ τῇ στενότητι πιεζόμενος, βιαιότερον ἀνεπέμπετο, [*](Ρ. 151) ἕως τῇ στέγῃ προσπταίων ἐνδελεχέστατα, ἐδόνησεν ἃπασαν καὶ διέσεισεν, ὅσον ὑποτρέμειν ἠρέμα καὶ διατετριγέναι τὰ ξύλα. οἱ δὲ ἀμφὶ τὸν Ζήνωνα ἐταράττοντο καὶ ἐδείμαινον, καὶ ἀμφὶ τὴν λεωφόρον ἐξέπιπτον ποτνιώμενοι καὶ βοῶντες, καὶ τῷ δεινῷ καταπεπληγμένοι· φοιτῶν τε ἐκεῖνος

[*](1. δὲ οὗν R. 6. τοῖς δόκοις R. 7. ἐνπερόνησεν R. 9. γυμ. . . . R. 13 διαθερομένου R Lugd. et ed.pr., διαθερμαινομένου Par., subsiliente Intpr. Is, puto, vertere sibi videbatur διαθορουμένου, quod quidem nibili est. 14. παχὺς R. Lugd. in ord. et ed. pr., ταχὺς ex Lugd. mg. Par., citus Intpr. 21. τε R., δὲ vulg.)
293

έν τοῖς βασιλείοις, ἀνεπυνθάνετο τῶν γνωρίμων, ὅπως αὐτοῖς τὰ [*](A. C. 557 I. I. 31) τοῦ σεισμοῦ κατεφάνη, κω μή τι σφᾶς ὁτῳδηοῦν τρόπῳ διεδηλήατο. τῶν δὲ „ εὐφήμει” λεγόντων, „ὦ' τᾶν” καὶ „ἂπαγε”, κω μήποτε γένοιτο”, καὶ πρός γε νεμεσώντων αὐτῷ ὡς δὴ τοιαῦτα φευκτὰ καὶ ἀπαίσια τερατευομένῳ, οὐκ εἶχεν ὅ, τι καἰ διανοηδείη. οὔτε γὰρ ἀπιστεῖν ἐαυτῷ οἷός τε ἦν ἐφ’ οἶς ἠπίστατο ἀρτίως γεγενημένοις, καὶ διαμάχεσθαι κατῃδεῖτο ἐτιπολύ τοσούτοις ἀνδράσι καὶ οὕτω καταμεμφομένοις.

η'. Τούτῳ δὴ οὖν πολλῷ τῷ λόγῳ ἐχρῶντο οἱ τὰς ἀναοθυμιάσεις καὶ τὰ λιγνυώδη πνεύματα γένεσιν τῶν σεισμῶν ἀποκαλοῦντες. καὶ γὰρ ὁ μηχανοποιὸς” ἔφασαν τὴν αἰτίαν διαγνοὺς ὅθεν τὴν γῆν κινεῖσθαι συμβαίνει, παραπλήσια ἒδρασε, καὶ τῇ τέχνη τὴν φύσιν ἀπεμιμήσατο.” καὶ ἔλεγον μέν τι, οὐ μέντοι γε ὅσον ᾢοντο. ἐμοὶ γὰρ τὰ τοιαῦτα πιθανὰ μἐν εἶναι δοκεῖ κομψότερόν πως ἐξευρημένα, οὒπω δὲ ἐν- αργῆ γνωρίσματα τῶν ὡς ἀληθῶς γιγνομένων. οὐ γὰρ ὅτι τὰ κυνίδια ταῦτα δήπου τὰ Μελιταῖα ἐπὶ ταῖς στέγαις διέρποντα, [*](C) σείουσί τε αὐτὰς καὶ ἀνακινοῦσι, καὶ ταῦτα ἔπι βαδίσματι κουφοτάτῳ, ἢδη που ὅμοιον φήσειεν ἄν τις εἶναι τὸ χρῆμα, καὶ τούτῳ καθάπερ ἱκανῷ παραδείγματι χρέοιτο. ἀλλ’ ἐκεῖνα μὲν παιγνία τῆς μηχανοποιΐας, οὐ φαῦλα μέντοι οὐδὲ ἀτερπῆ νομιστέον, τῶν δὲ τῆς ὕλης ἁμαρτημάτων ἄλλα ἂττα, (εἴπερ ἄρα καὶ δεῖ,) ζητητέον τὰ αἴτια. ἐπεὶ οὐδὲ τοῦτο

[*](2. διεδηλήσαντο R. 3. ὦ τὰν R. 6. ἐφοίκη R. pro ἐφ’ οἶς. ἐπίστατο edd. 7. ἀρτίως καἰ γεγ. R. 16. ὡς ins. ex R. 20. χρέοιτο R. 23. δεῖ καὶ R.)
294
[*](A. C. 557 I. I. 31)

μόνον Ἀνθέμιος ἐπὶ Ζήνωνι ἐμηχανήσατο, ἀλλ’ ἀλλ' ὅγε κα- τήστραψέν γε αὐτοῦ καὶ κατεβρόντησε τὸ δωμάτιον. δίσκον [*](D) μὲν γάρ τινα ἐσόπτρου δίκην ἐσκευασμένον, καί ἠρέμα ὐποκοιλαινόμενον ταῖς τοῦ ἡλίου ἀντερείδων ἀκτῖσιν ἐνεπίμπλα τῆς αἴγλης· καὶ εἶτα μετάγων ἐφ’ ἒτερα, πολλὴν ἀθρόον αὐτῷ κατηκόντιζε λαμπηδόνα, ὡς ἁπάντων ἐφ’ οὑς ἂν φέροιτο ἀμβλύνεσθαι τὰς ὃψεις καὶ σκαρδαμύττειν· συντρόψεις δέ [*](V. 106) τινας καὶ ἀντιτυπίας σωμάτων ἐπινοῶν βαρυηχοτάτων, κτὐπους ἀπετέλει σφοδροὺς καἰ βροντώδεις, καὶ οἵους ἐκπλῆξαι τὴν αἲσθησιν, ὡς ἐκεῖνον μόλις γοῦν διαγνόντα ὃδεν γίγνεται, προκαλινδεῖσθαι ἀναφανδὸν ἀμφὶ τὼ πόδε τοῦ βασιλέως, καὶ κατηγορεῖν τοῦ γείτονος, ὡς κακοῦ καὶ ἀδικωτάτου· ὥστε ἀμέλει καὶ χάριέν τι ὑπ’ ὀργῆς ἐπεφθέγγετο. ποιητικὰ γὰρ παρῴδει ῥημάτια καὶ ἀνεβόα ἐπὶ τῆς συγκλήτου βουλῆς ὡσπερ εἰρωνευόμενος, ὡς οὐχ οἷόν τε αὐτῷ γε ὂντι ἀνθρώπῳ κατὰ ταὐτὸν ἅμα πρός τε Δία τὸν ἀστερο- [*](Ρ. 152) πητὴν καἰ ἐρίγδουπον, καὶ πρός γε Ποσειδῶνα τὸν ἐννοσίγαιον διαμάχεσθαι. καλὰ μὲν οὖν τῆσδε τῆς τέχνης καὶ αὐτὰ δήπου τὰ ἀθύρματα· οὐ μὴν ἀνάγκη τὴν φύσιν ἕπεσθαι τοὐτοις καὶ ἒξισοῦθαι. πλὴν ἀλλ’ ἕκαστος μὲν ἐχέσθω καὶ τῶνδε πέρι ὁποίας ἂν καὶ βούλοιτο γνώμης· ἐμοὶ δὲ ἐς τὸν πρότερον λόγον ἐπανιτέα.

[*](4. ἀντερείδων add. ex R. et Intpr. solis oppositum radiis. 11. τὰ πόδε R. 17. Ποσειδῶνα om. R. et Intpr., qui vertit hie- pte: et terram ipsam concutientem. ἐννοσίγαιον R., ἐνοσίγ. vulg. 21. ὁποίαν — γνώμην R.)
295

θ΄. Ἐκείνου μὲν γὰρ τοῦ χειμῶνος ἐν τοῖσδε ἡ πόλις [*](Α. C. 557 I. I. 31) ἐτύγχανεν οὖσα, καὶ ἅπασιν ἐπὶ πλείστας ἡμέρας σείεσθαί πως ἐδόκει τὸ ἔδαφος, καὶ ταῦτα ἀτρεμοῦν ἤδη κὼ πεπαυμένον. ἔναυλον γὰρ ταῖς ψυχαῖς ὑπῆρχε τὸ πάθος, καὶ ὐποψία ἐνέκειτο ὐποθολοῦσα τὸ λογιζόμενον. ὁ δὲ βασιλεὺς πολλὰ τῶν οἰκοδομημάτων τὰ μὲν σαθρὰ καὶ ἀσθενῆ γεγενημένα, ἒνια [*](Β) δὲ ἤδη καὶ καταπεπτωκότα, ἐπανορθοῦν ἐπειρᾶτο. ἐπεγρόντιστο δέ οἱ ἐς τὰ μάλιστα ὁ μέγιστος τοῦ Θεοῦ νεώς· τοῦτον δὲ πρότερον ἐμπρησθέντα ὑπὸ τοῦ δήμου, σφόδρα περιγανῆ καὶ θαυμάσιον ἡλίκον ἐκ βάθρων αὐτῶν καὶ κρηπίδων ἀνεδομήσατο, μεγέθους τε ὐπερβολῇ καὶ σχήματος εὐπρεπείᾳ καὶ ποικιλίᾳ μετάλλων ἐπικοσμήσας· ἤρεψε δὲ αὐτὸν ἐκ πλίνθου ὀπτῆς καὶ τιτάνου, πολλαχοῦ καὶ σιδήρῳ συνδήσας, ξύλοις τε ἥκιστα χρησάμενος, ὡς ἂν μηκέτι εὐκολώτατα πυρπολοῦην, Ἀνθέμιος δὲ ἠν οὗτος ἐκεῖνος, οὗ δὴ ἀρτίως ἐπεμνήσθην, ὁ ἕκαστα μηχανησάμενος καὶ δημιουργήσας. τότε δὲ αὐτὸν ὑπὸ τοῦ κλόνου τὸ μεσαίτατον μέρος τῆς ὀροφῆς καὶ ὐπερβάλλον ὑπερβάλλον ἀποβεβληκότα, ἐπεσκεύασέ τε αὐδις [*](C) ὁ βασιλεὺς βεβαιότερον, καὶ ἐπὶ μεῖζον ὕψος ἐξῆρε· καίτοι 20Ἀνθέμιος μὲν εκπλείστου ετεθνήκειι, Ισίδωρος δὲ ὁ νέος οἱ ἄλλοι μηχανοποιοὶ τὸ πρότερον ἐν ἑαυτοῖς ἀμαιεωρήσαντες σχῆμα, καὶ τῷ σωζομένῳ τὸ πεπονθὸς ὁποῖόν τε ἦν καὶ

[*](7. ἤδη καὶ R., καὶ ἥδῃ vulg. ἐπέων φρόντιστο R. pro ἐπεγρ. 14. μηκέτι R. et Intpr. ne de cetero etc., μὴ vulg.)
296
[*](A. C. 557 I. I. 31)

ἐς ὅ, τι δήπου ἡμάρτητο ἐπιφρασάμενοι, τὴν μὶν ἐᾠαν τε καὶ ἐσπερίαν ἁψῖδα οὕτω μένειν κατὰ χώραν ἐφῆκαν. τῆς δὲ ἀρκτῴας τε καὶ νοτίας τὴν ἐπὶ τοῦ κυρτώματος οἰκοδομίαν πρὸς τὰ ἔνδον παρατείναντες, καὶ εὐρυτέραν ἠρέμα ποιησάμενοι ὡς μᾶλλον ἁρμοδιώτατα ταῖς ἄλλαις συννενευκέναι, καὶ [*](D) ὁμολογεῖν τὴν ἰσόπλευρον ἁρμονίαν, περιστεῖλαι ταύτῃ δεδύνηνται τὴν τοῦ κενώματος ἀμετρίαν, καὶ ὑποκλέψαι βραχύ τι τῆς ἐκτάσεως μέρος, ὁπόσον ἐτερὀμηκες ἀπετελεῖτο σχῆμα, οὕτω τε ἐπ’ αὐτῶν ἥδρασαν πάλιν τὸν ἐν μέσῳ ὑπερανέχοντα, εἴτε κύκλον, εἲτε ἡμισφαίριον, εἲτε ὁτῳδηοῦν ὀνόματι παρ' αὐτοῖς ἐπικεκλημένον. καὶ γέγονεν ἐντεῦθεν εἰκότως ἰθύτερος μὲν καὶ εὐεπίστροφος, καὶ πανταχόδεν τῇ γραμμῇ ἐξισάζων, στενώτερος δὲ καὶ ὀξυτενὴς, καὶ οἶος οὐχ οὓτω λίαν ἐκπλήττειν τοὺς θεωμένους ὡς πάλαι, πολλῷ δὲ ὅμως πλέον ἐν τῷ ἀσφαλεῖ βεβηκέναι. ὧν μὲν οὖν ἔδει ἐν ξυγγραφῇ τοῦ νεὼ [*](P. 153) πέρι ἐπιμνησθῆναι, καὶ ἐφ’ ἃ ἡ τοῦ λόγου φορὰ ἵκετο ἀκολούθως περιαγομένη, ταῦτα ἔμοιγε ἀποχρώντως ἐλδεδιήγηται. ἐγκωμιάζειν γὰρ ἕκαστα τῶν τοῦδε θαυμάτων καὶ ἐπιδεικνύειν λόγῳ, περιττὸν ἂν εἴη καὶ οὐ τοῦ παρόντος ἴδιον ἒργου. εἰ δέ τις ἐθέλοι πόρρω που τυχὸν τῆς πόλεως ἀπῳκισμένος ἔπειτα γιγνώσκειν σαφῶς ἅπαντα, καθάπερ παρὼν καὶ θεώμενος, ἀναλεγέσθω τὰ Παύλῳ τοῦ Κύρου τοῦ Φλώρου

[*](9. αὐτῶν R. et Intpr. his— aedificatis desuper, αὐτῷ vulg. ἢδρασαν emend. Cl., ἥδρασαν R. et vulg. 10. ὁτῳδηοῦν τῷ R. 13. στενότερος R. et vulg. δὲ om. R. 19. περισσομένη R. 22, τοῦ ante Κύρου add. ex R, Φλόρου R., Φόρου Lugd. et ed. pr.)
297

ἐν ἑξαμέτροις πεπονημένα, ὃς δὴ ταπρῶτα τελῶν ἐν τοἴς [*](Α. C. 557 I. I. 31) ἀμφὶ τὸν βασιλέα σιγῆς ἐπιστάταις, γένους τε κοσμούμενος δόξη καὶ πλοῦτον ανφθονον ἐκ προγόνων διαδεξάμενος, παιδεία γε αὐτῷ καὶ λόγων ανσκησις διεσπούδαστο· καὶ ἐπὶ τοῶδε μᾶλλον ηὔχει καὶ ἐσεμνύνετο. καὶ τοίνυν πεποίηται οἱ καὶ ἄλλα ὡς πλεῖστα ποιήματα μνήμης τε ἄξια καὶ ἐπαίνου, [*](B) δοκεῖ δέ μοι τὰ ἐπὶ τῷ νεῷ εἰρημένα μείζονός τε πόνου κω ἐπωτήμης ἀνάπλεα καθεστάναι, ὅσῳ καὶ ἡ ὑπόθεσις θαυ- μασιωτέρα. εὑρήσεις γὰρ ἂν ἐν αὐτοῖς τὴν ὅλην τῆς θέσεως εὐκοσμιαν, καὶ τὰς τῶν μπαλλων φύσεις λεπτότατα κατεξη- τασμένας, τῶν τε προτεμενισμάτων τὸ εὐπρεπὲς ἅμα καὶ ἀναγ- καῖον , μεγέθη τε καὶ ὑψώματα , καἰ ὅσα ἰθύγραμμα σχή- σχήματα καὶ ὅσα κυκλικὰ , καὶ ὅσα ἐκκρεμῆ καὶ προτεταμένα. γνοίης δὲ ἂν ἐκ τῶν ἐπῶν καὶ ὅπως ἀργύρῳ τε καὶ χρυσῷ τὸ ἱερώτερον χωρίον καὶ τοῖς ἀπορρήτοις ἀποκεκριμένον, no~ λυτελέστατα καταπεποίκιλται, καὶ εἰ τι ἄλλο πρόσεστι μέγα ἢ ἐλάχιστον πώρωμα, οὐ μεῖον ἢ οἱ θαμὰ ἐν αὐτῷ περιπατονςC ποιούμενοι καὶ ἅπαντα διασκοποῦντες. ἀλλὰ γὰρ ἥδε μὲν ἡ δευτέρα τοῦ νεὼ ἐπισκευὴ καὶ ἀνόρθωσις ολιγ́ῳ υσστερον χρόνῳ ἀπείργασται καὶ ξυνετελέσθη.

ι'. Ἐκεγνου δὲ τοῦ ἔτους ἅμα ἦρι ἀρχομένῳ ἡ λοιμώδης [*](Α. C. 558 I. I. 32) νόσος αὖθις xfj πόλει ἐνέπεσε, καὶ μύρια διέφθειρε πλή-Ι·Ι· ’’

[*](1. τοῖς ἀμφὶ R. , τοῖς τῆς ἀμφὶ vulg. 4- παιδίᾳ R. 7. δέ μοι R,, μοι δὲ yulg.)
298
[*](A. C. 558)

θη, λήξασα μὲν ἐς τὸ παντελὲς οὐδ’ ὁπωστιοῦν, ἐξ ὥ δή [*](I. I. 32) τἠν ἀργὴν, φημὶ θὴ κατὰ τὸ πέμπτον ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας, ἐν τῇ καθ’ ἡμᾶς εἰσήῤῤησεν οἰκουμένη. μεταβᾶσα δὲ πολλάκις μεταξὺ ἄλλοτε ἄλλοθι, καὶ τόπον ἐκ τόπου λυ- [*](D) μηναμένη, καὶ ταύτῃ τοῖς λειπομένοις ἀνακωχῆς τινος μεταδοῦσα, τότε δὴ οὖν πάλιν ἐς τὸ Βυζάντιον ἐπανῆκεν, ὥσπερ, οἶμαι, τὸ πρότερον ἒξηπατημένη, καὶ θᾶττον δήπου τοῦ δέοντος ἐνθένδε ἀπαλλαγεῖσα. ἔθνησκον τοιγαροῦν πολλοὶ ἒξαπιναίως καθάπερ ἀποπληξίᾳ ἰσχυρᾷ κάτοχοι γεγενημένοι· οἱ δέ γε πλεῖστον διαρκοῦντες μόλις πεμπταῖοι ἀπώλλυντο. ἡ δὲ τῆς νόσου ἰδέα ΠαραΠλησία τῇ πρεσβυτέρᾳ ἐτύγχανεν οὖσα. πυρετοὶ γὰρ ἐπὶ βουβῶσιν ἀνήπτοντο συνεχεῖς καὶ οὐκ ἐφήμεροι, οὐδὲ μετρίως γοῦν ὑποχαλῶντες, μόνῃ δὲ τῇ τελευτῇ τοῦ ἁλόντος ἀποπαυόμενοι. ἔνιοι δὲ μήτε θέρμης ἡγησαμένης, μήτε ἄλλου ἀλγήματος, ἀλλὰ δρῶντες ἔτι τὰ εἰθισμένα, οἴκοι [*](P. 154) κοὶ τε καὶ ἀνὰ τὰς λεωφόρους οὕτω παρασχὸν κατέπιπτον, καἰ ἀθρόον ἄπνοι ἐγίγνοντο, ὥσπερ τὸν θάνατον σχεδιάσαντες· καὶ ἅπασα μὶν ἡλικία χύδην ἐφθείρετο, μάλιοτα δὲ τὸ ἀκμάζον τε καὶ ἡβάσκον, καὶ ἐν τούτῳ πλέον οἱ ἂῤῤενες· τὸ γὰρ δὴ θῆλυ οὐ μάλα ὅμοια ἔπασχε. τὰ μὲν οὖν παλαίτατα τῶν Αἰγυπτίων λόγια, καὶ οἱ παρὰ πέρσαις ἔτι τῆς τῶν μετεώρων κινήσεως δαημονέστατοι, χρόνων τινῶν περιόδους ἐν

[*](1. δὴ om. R. πάλιν ἐς τ. Β. R., ἐς τ. Β. πάλ. vulg. 8. πολλοὶ add. ex R. et. Intpr. quam multi., 9. ἰσχυρᾷ — παραπλησία om. R. 13. τελευτῇ excidit iu Par.)
299

τῷ ἀπείρῳ αἰῶνι συμφέρεσθαι λέγουσι· νῦν μὲν ἀγαθὰς καί [*](A. C. 558) εὐδαίμονας, νῦν δὲ μοχθηρὰς καὶ ἀποφράδας, εἶναί τε τὴν [*](I. I. 32) παροῦσαν περιφορὰν ἐκ τῶν κακίστων ἐκείνων καὶ ἀπαισίων· ἐντεῦθεν τοιγαροῦν πολέμους τε ἁπανταχοῦ ξυνίστασθαι καὶ [*](Β) στάσεις ταῖς πόλεσι, καὶ τὰ λοιμώδη πάθη μόνιμά τε εἷναι καὶ συνημμένα. ἕτεροι δὲ ὀργὴν τοῦ κρείττονος αἰτίαν εἶναί φασι τῆς φθορᾶς, μετιοῦσαν ἂξίως τὰ τοῦ ἀνθρωπείου γένους άδικήματα, καὶ τὸ πλῆθος ὑποτεμνομένην. ἐμοὶ δὲ διαιτᾷν ἑκατέρᾳ δόξῃ καὶ ἀποφαίνεσθαι τὴν ἀληθεστάτην οὐκ ἐγχειρητέα, τυχὸν μὲν οὐδὲ ἐπισταμένῳ, τυχὸν δὲ, εἰ καὶ εἰδείην, ἀλλ’ οὐκ ἀναγκαῖον τοῦτό γε εἶναι δοκοῦν, οὐδὲ τῷ παρόντι λόγῳ προσῆκον· μόνου γάρ μοι τοῦ συμβεβηκότος εἰ καὶ διὰ βραχέων ἐπιμνησθέντι, ὁ τῆς ἰστορίας ἐκτεθεράπευται νομος.

ια'. Τούτων δὲ οὕτω ξυνενεχθέντων, ἐπεγένετο καὶ ἂλλα ἂττα τῇ πόλει κατ’ ἐκεῖνο τοῦ καιροῦ, ταραχῆς τε καὶ θορὐβου [*](C) ἀνάμεστα, καὶ οὐχ ἧσσον τῶν εἰρημένων ἀνιαρότατα. ὁποῖα δὲ ταῦτά ἐστιν, αὐτίκα ἐρῶ, βραχύ τι πρότερον διεξελθὼν τῶν ἀρχαιοτέρων. οἱ Οὐννοι τὸ γένος, τὸ μὶν παλαιὸν κατᾠκουν τῆς Μαιώτιδος λίμνης τὰ πρὸς ἀπηλιώτην ὂνεμον, καὶ ἦσαν τοῦ τανάϊδος ποταμοῦ ἀρκτικώτεροι, καθάπερ καὶ [*](V. 108) τὰ ἄλλα βάρβαρα ἔθνη, ὁπόσα ἐντὸς Ἰμαίου ὄρους ἀνὰ τὴν

[*](1. ἀγαθὰς R., ἀγαθοὺς vulg. 2. μοχθηρὰς R., μοχθηροὺς vulg. 10. εἰ om. R. 11. οὐκ superscriptum in R. a rec. m. 17. ἀνιαρώτα R. 22. Ἰμαίου R.)
300
[*](A. C. 558)

Ἀσίαν ἐτύγχανον ἱδρυμένα. οὗτοι δὲ ἅπαντες κοινῇ μὲν -νκν́-1 [*](I. I. 32) θαι xui Ovvvot ἐπωνομάζοντο· ἴδιᾳ δὲ κατὰ γένη, τὸ μέν τι αὐτῶν Κοτριγ́ουροι, τὸ δὲ Οὐτίγουροι , ἄλλοι δὲ Οὐλτιζοι·ροι, [*](D) καὶ ἄλλοι Βουρούγουνδοι· καὶ ἄλλοι ὡς ἂν αὐτοῖς πάτριόν τε ἦν καὶ εἰθισμένον. γενεαῖς δὲ πολλαῖς ὕστερον διέβησαν ἐς τῆν Εὐρώπην, εγτε ὡς ἀληθῶς ἐλάφου τινὸς κατὰ τοῦτο δὴ τὸ θρυλλούμενον ταπρῶτα ἡγησαμένης , εἰτ́ε καὶ ἀλλοῖά χρησά- χρησάμενοι τύχη , καὶ τὴν ἐκροὴν τῆς λιμ́wς τὴν ἐς τὸν Εὔξεινον πόντον φερομένην, ἄπορον τέως ὸοκοῦσαν, τότε δὴ ὁτῳοῦν τρόπῳ διαπεραιωθέντες, ἀλώμενοι δὲ ὅμως ἀνὰ τὴν ὀδνειαν, πλεῖστα ὅσα τὸ ἰθαγενὲς ἐλυμήναντο , ἀπροσδόκητα προσπε- σόντες, ὡς και,̀ τοὺς προτέρους οἰκήτορας ἀπελάσαντες, αὐτοὶ τὴν ἐκειινων κατέχειν. ηνμελλον δὲ ἄρα οὐκ ἐπὶ μακρότατον διαμένειν, ἀλλὰ πρόρριζοι τὸ λεγόμενον .ἀπολεῖσθαι. αὐτίκα [*](P. 155) γοῦν Οὐλτιζουροί τε καὶ Βουρούγουνὸοι μέχρι μὲν Λέοντοςἄ τοῦ αὐτοκράτορος καὶ τῶν ἐν τῷ τότε Ῥωμαιων γνώριμοι τε ὑπῆρχον καὶ ἄλκιμοι εἶναι ἐδόκ· οὑν· ἡμεῖς δὲ οἱ νῦν οὔτε ἴσμεν αὐτοὺς, οὔτε, οἶμαι, εἰσόμεθα, τυχὸν μὲν διαφθαρέντας, τυχὸν δὲ ὡς ποῤῥοπάτω μεταναστάντας. ἐκείνου γε μὴν τοῦ ἔτους, ἐν ᾦ δὴ ἔφην τὴν λοιμώδη νόσον τῇ πόλει ἐνσκῆψαι, τὰ λοιπὰ τῶν οὕννων γένη ἐσώζετο , καὶ ἦσαν ἔτι ὀνομαστότατα. xa-

[*](3. Κοτρίγουροι et Οδτίγουροι R. , Κοτρίγοροι et Οβτίγοροι vulg. 8. τῆς om. R. 9.οἶν ins. R. post δὴ, fort. οὖν ὁτῳδὴ. i5. Οὐλτίνζουροι R. et vulg. , υἰιι·zυrι· Iutpr. 18. οἐμαι add. ex R. διαφθαρέντες et μεταναστάντες R. 21. έσμ“- τὸ R. , ἐσώζοντο vulg.)
301

τιόντες δὲ ὅμως Οὗννοι ἐς τὰ πρὸς νότον ἄνεμον, οὐ πόῤ- [*](A. C. 558 Ι. Ι. 32) ῥω τῆς ὄχθης τοῦ Ἴστρου ποταμοῦ ηὐλίζοντο, ἡνίκα ἦν αὖτοῖς βουλομένοις. τότε δὴ οὖν τοῦ χειμῶνος ἐπιλαβομένου , τὰ μὶν ῥεῖθρα τοῦδε τοῦ ποταμοῦ κατὰ τὸ εἰωθὸς ὑπὸ τοῦ κρύους ἐπήγνυτο ἐς βάθος , καὶ ἦσαν ἤδη σκληρὰ καἰ βάσιμα καὶ ἱππήλατα. Ζαβεργὰν δὲ ὁ τῶν Κοτριγούρων Οὕννων ἡγεμὼν [*](Β) σὺν πλείστοις ὅσοις ἱππóταις ἐπιδραμὼν καθάπερ χέρσον τὰς δίνας, ἐς τὴν ῾Ρωμαίων ἐπικράτειαν εὐκολώτατα διαβαίνει· ἔρημά τε εὑρὼν τὰ ἐκείνῃ χωρία, καὶ μηδενὸς αὐτῷ κωλύματος γιγνομένου ἀνὰ τὰ πρόσω πορευομένῳ, αὐτίκα ὅγε Mυσίαν τε καὶ Σκυθίαν παραμειψάμενος , τῇ Θρᾴκῃ προσέβαλεν. ἐνταῦθα δὲ διελὼν τὸν οἰκεῖον στρατὸν, ἀπόμοιραν μέν τινα ἔστειλεν ἀνὰ τὴν Ἑλλάδα, καταδραμουμένους τὰ ἀφύλακτα τῶν τῇδε χωρίων καἰ λεηλατήσοντας· ἑτέρους δὲ ἐς τὴν Χεῤῥόνησον τὴν Θρᾳκίαν.

ιβ΄. Τῆσδε δὲ τῆς Χεῤῥονήσου τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον νενευκότα καὶ εὐρόνοτον ἄνεμον , καὶ μέχρι τοῦ μεσημβρινοῦ [*](C) κέντρου τῷ Ἑλλησπόντῳ παρατείνται. περιῤῥεῖ γὰρ σχεδόν τι ἅπασαν , καὶ ταῖς καμπαῖς τῶν ἠϊόνων συμπεριάγεται βραχεῖ τινι μέρει τῆς ἠπείρου , καὶ μόνοις τεσσαράκοντά που σταδίοις εἰργόμενος τοῦ νῆσον αὐτὴν ἀπεργάσασθαι. ἐν τούτῳ δὲ τῷ ἰσθμῷ τεῖχος ἐκταδὸν ἵδρυται

[*](4. τοῦδε add. ex R. et Intpr. huius fluminis. 6 Ζαβεργὰν R. in mg. et Intpr. , Ζαβερνὰν R. in ord., Ζαμεργὰν vulg. 11 προσέβαλλεν R. 14. Pro χωρίων R. in mg. πεδίων. 15. Τρακίαν sph. Par. 16. τῆς del. R. 2. m.)
302
[*](A. C. 558)

ξυνεχὲς ἐγ᾿ ἑκατέρᾳ θαλάττῃ προβεβλημένον· πόλεις τε ἒν- [*](Ι. Ι. 32) δοθὲν αὐτῷ προσπεπηγυῖαι τυγχάνουσιν, Ἀφροδισιάς τε καὶ Θῆσκος καὶ Κίβηρις. τούτων δὲ ὡς ἀπωτάτω ἀμφ’ αὐτὸν δήπου τὸν πορθμὸν καὶ τοὺς παρακτίους ἀγκῶνας Σηστός γέ ἐστι πόλις ἡ περιλάλητος τῇ ποιήσει καὶ ὀνομαστοτάτη, [*](D) οὐκ ἄλλου του ἕνεκα, οἶμαι, ἢ μόλον ἐπὶ τῷ λύχνῳ τῆς Ἠροῦς ἐκείνης τῆς Σηστίδος, καὶ τῷ Αεάνδρου ἔρωτι καὶ θανάτῳ. οὐ πόρρω δὲ αὐτῆς καὶ ἕτερόν τι κεῖται πολίχνιον, ἐλάχιστον μὲν καἰ ἀκαλλὲς, καὶ οὐδὲω ὁτιοῦν ἐπέραστον ἔχον, Καλλίπολις δὲ ὅμως ἐπονομαζόμενον· τὰς γε μὴν περιοικίδας κοσμοῦσιν ἀγροί τε καὶ ἐπίνεια καὶ δένδρων ποικίλων ἐσμὸς καὶ ῥείθρων ποτίμων, γῆ τε ἐυαρδὴς ἄγαν καὶ κάρπιμος, κἀν τοῖς ἀναγκαίοις διαρκεστάτη. τοσαῦτα ἄρα πολίσματα καὶ χώραν ὡς πλείστην ἔνδον ἐναπολαμβάνει τὸ ἔρυμα, ὡς μὴ πολεμίοις εὐέφοδα εἶναι. τότε δὴ οὖν ὁ Ζαβεργὰν εὐωχούμενος τῶν ἐλπίδων, διενοεῖτο καθ’ αὑτὸν, ὡς [*](P. 156) εἲγε τὸ τεῖχος καθέλοι, καὶ τοῖς ἔνδον ὁμιλήσει χωρίοις, δυνήσεται θᾶττον καὶ τῆς θαλάττης κρατῆσαι· ἐντεῦθέν τε ὡνειροπόλει νηῶν αὐτῷ παρέσεσθαι πλῆθος, καὶ ὅτι διαβήσεται κατὰ τὴν Ἀσίαν, τὸν μεταξὺ πόρον στενώτατον ὄντα καὶ

[*](2. προσππηγεῖται. R. Ἀφροδισιάς R. et Intpr. (cf. Procop. de aedif.) Ἀφροδισία vulg. 6. ἒνεκα, οἶμ. R., οἷμ. ἲν. vulg. 7. Ἠροῦς R., ἤρους vulg. (Intpr. nisi ex illo heroum coetu). Σηστίδος R. Σηστιάδος vulg. 8. αὐτῆς R., ταύτης vulg. 10. ἐπονομαζόμενον R., ὀνομαξ. vulg. 12. ποταμίων R. 15. ὁ om. R. 16. εὐωχούμενος corr. Cl., Intpr. spe bona depastus., εὐεχούμενος. R., ἐποχούμενος vulg. 17. ὁμιλήσειε Par. 20. στεωότ. R. et vulg.)
303

οὐ μάλα τραχεῖ κύματι χαρασσόμενον εὐκολώτατα διαπλεύ- [*](A. C. 558 I. I. 32) σὰς, καὶ ὡς εὐθὺς τὴν Ἄβυδον λυμανεῖται, καὶ τὸ ἐν αὐτῇ πορθήσει δεκατευτήριον. τούτοις δὴ οὖν μάτην τοῖς βουλεύμασιν [*](V. 109) ἐξηρεθισμέριον, ἔστειλε δύναμιν ἀνὰ τὴν Χεῤῥόνησον, ὁπόσην ἀποχρήσειν ἐς τόδε τὸ ἔργον ἡγεῖτο αὐτὸς δὲ σὺν ἑπτακισχιλίοις ἱππόταις ἰθὺ τῆς Κωνσταντινουπόλεως πορευόμενος, τούς τε ἀγροὺς ἐδᾔου, καὶ τῶν πολισμάτων ἐπειρᾶτο καὶ ἅπαντα ἐκίνει χύδην καὶ ξυνετάραττεν. αἰτία [*](B) δὲ ἦν τῆς ἐφόδου τῷ μὲν ἀληθεστάτῳ λόγῳ ἀδίκία βαρβαρικὴ καὶ πλεονεξίας ἐπιθυμιά σκῆψιν δὲ ὅμως τινὰ καὶ προκάλυμμα ἐποιεῖτο τὴν πρὸς τοὺς Οὐτιγουιρους δυσμενειαν· Σάνδιχλος γάρ τις ὄνομα Οὖννος ἀνὴρ ἡγεῖτο μὲν ἐκείνου τοῦ γένους, εὔνους δὲ ἐς τὰ μάλιστα καὶ ἔνσπονδος ὑπῆρχεν ῾Ρωμαίοις. τοιγάρτοι βασιλεὺς ἔστεργέ τε αὐτὸν καὶ ἐγέραιρε, καὶ δώροις θαμὰ ἐφιλοφρονεῖτο. οἱ δὲ Κοτρίγουροι ἅτε δὴ οὐ τῶν ὁμοίων μετέχνοτες, ἀλλὰ παντάπασι περιπεφρονημένοι καὶ περιφανῶς προπηλακιζόμενοι, τήνδε ποιεῖσθαι τὴν ἐκστρασίαν ᾠήθησαν χρῆναι, ὡς ἂν καὶ αὐτοὶ δῆθεν φοβεροί τε καὶ λόγου ἄξιοι ἀποδειχθεῖεν, καὶ οἷοι μὴ ἐφιέναι τῷ ἀτιμάζοντι.

ιγ΄. Καὶ τοίνυν, οὐδὲν γὰρ ὁτιοῦν αὐτοῖς ἀντίπαλον ἐμποδὼν εἱστήκει οὐδὲ ὑπηντίαζε, κατέτρεχον ἀφειδῶς καὶ ἐλεηλάτουν τὴν χώραν, λείαν τε ἄφθονον περιβαλλόμενοι,

[*](6. Κωνσταντίνου πόλεως R. 11. Σόνδικλος Par.)
304
[*](A. C. 558)

καὶ αἰχμαλώτων ἀθροόξοντες πλήθη· ἐν τοῖς καὶ γύναια πολλὰ [*](I. I. 32) τῶν εὖ γεγονότων καὶ σώφρονα διαιτᾶν ᾑρημένων ὠμότατα ἢγοντο, καὶ συμφορὰν πασῶν μείζονα ἐδυστύχουν, εἰς ἀκολασίας ἀμετρίαν ὑπηρετεῖν ἀναγκαξόμενα· ἔνιαι δὲ καὶ ἀπειρηκυῖαι ἤδη ἐκ παίδων γάμοις τε καὶ φιλοκοσμίᾳ καί ταύτῃ [*](D) δὴ τῇ περὶ τὸν βίον ἀναστροφῇ καὶ ὁμιλίᾳ, ἐν τινὶ καὶ τῇ πρὸς τὸ θεῖον ἰκετείᾳ προσήκοντι ὐπεκρύπτοντο δωματίῳ, τὸ ἀμιγές τε καὶ ἐλεύθερον καὶ παντάπασιν ἀκοινώνητον τῆς μετ’ ἀνδρῶν συνουσίας περὶ πλείστου ποιούμεναι, καὶ μόνῳ τῷ ἠρεμεῖν ἀνειμέναι. οἱ δὲ καἰ ἐς ἐξύβριζον ἀφαιρούμενοι τοῦ ἱεροῦ παρθενῶνος, καὶ ἀπρεπῶς αὐταῖς πρὸς βίαν ξυγκαλίνδούμενοι· ἄλλαι δὲ πολλαὶ τῶν ἂῤῤεσιν ἐς ταὐτὸ ἰέναι οὐκ ἀνηναμένων, κύουσαι ἐν τῷ τότε οὒτω παρασχὸν εἵλκοντο, καὶ εἶτα, ἐπειδὴ παρῆν ἡ τοῦ τόκου ἀνάγκη, οὕτω δή τι ἐν μέσῃ τῇ πορείᾳ ἐμφανέστατα ἒτικτον, οὔτε τὰ αἰσχυντηλὰ τῶν ὠδίνων ἐπικαλύπτειν δυνάμεναι, [*](Ρ. 157) οὒτε περιστῖλαι, ὡς θέμις, καὶ ἀνελέσθαι τὰ βρέγη· ἀλλ᾿ αἱ μὲν καὶ ὡς ἐσύροντο, μηδὲ ἀλγῆσαι αὐταῖς, εἰ οἶόν τε φάναι, ξυγκεχωρημένον, τὰ δὲ δείλαια ἐκεῖνα ἐπ’ ἐρημίας ἐλείπετο κυσί τε καὶ οἰωνοῖς σπαραττόμενα, ὡσπερ τοῦδε ἓνεκα μόνου ἐς φῶς προαχθέντα, καὶ μάτην τοῦ φῦναι ἀπογευσάμενα. ἐς τοῦτο γὰρ τύχης τὰ Ῥωμαίων πράγματα ἠληλάκει,

[*](4. ἀκολασίαν R. 6. ἀποκεκρυμμέωῳ R. altera μ transfixa. 10. καὶ μόνῳ — ἀνειμέναι add. ex R. et Intpr. quietique se solum permitterent. 123. ξυγκυλινδούμενοι edd. 13. έν τῷ τότε οὒτ. πὰρ. R., παρ. έν τ. τ. vulg. 19. ἐρημίαν R.)
305

ὡς ἐν αὐτῇ δήπου τῇ περιοικίδι τῆς βασιλίδος πόλεως τοιαῦ- [*](Α. C. 558 I. I. 32) τα δεινὰ πάσχειν ὑπὸ βαρβάρων σφόδρα ὀλιγων. τοῖς δὲ οὐ μέχρι τούτων ἐτελεύτα τὸ θράσος, ἀλλ᾿ ὁδῷ ἰόντες, εἴσω τῶν μακρῶν ὀνομαζομένων τειχῶν ῥαδίως παρῆλθον, καὶ τοῖς ἔνδον φυυρίοις ἐπέλαζον. πολλαχοῦ γὰρ ὑπὸ χρόνου καὶ ἀτημελείας ἐπεπτώκει καὶ διελέλυτο ἡ τοῦ μεγίστου ἐρύματος οἰ- [*](B) κοδομία· ἔνια δὲ μέρη καὶ αὐτοὶ καταβεβλήκασιν ἀδεῶς οὕτω καὶ ἀταλαιπώρως, ὥσπερ οἰκίας καταστρεφόμενοι. καὶ οὐδὲν ἦν τὸ ἀπεῖργον τῷ μηδὲ φρουρὰν στρατιωτικὴν ἐνθάδε ἱδρύσθαι, μήτε ἀμυντήρια μηχανήματα , καὶ τοὺς ταῦτα κινεῖν ἐπισταμένους, ἀλλὰ μήτε κυνῶν ὑλακὴν ἀκούεσθαι, εἰ μὴ λίαν καταγέλαστον εἰπεῖν, ὡς γοῦν ἐν συφεῶσι καὶ μάνδραις. τὰ γὰρ τῶν ῾Ρωμαίων στρατεύματα, οὐ τοσαῦτα διαμεμενηκότα ὁπόσα τὴν ἀρχὴν ὑπὸ τῶν πάλαι βασιλέων ἐξεύρηται, ἐς ἐλαχίστην δέ τινα μοίραν περιελθόντα , οὐκέτι τῷ μεγέθει τῆς πολιτείας ἐξήρκουν. δέον γὰρ ἐς πέντε καὶ τεσσαρά- [*](C) κοντα καὶ ἑξακοσίας χιλιάδας μαχίμων ἀνδρῶν τὴν ὅλην ἀγεί-

[*](5. ἀτημελίας Suidas s. v. 6. μεγίστου add. ex R. ct Intpr, maioris castelli aedificium. 8. οἰκείᾳ R. (fort. ἐν οἰκείᾳ), Intpr. οἰκεῖα legisse videtur : haud secus ac sua — disturbabant: idque coni. B. Vulc. 11. Post ἀκούεσθαι Intpr. addit : non hominum fremitus. 13. γὰρ om. R. et Suid. s. v. συφεὸς, qui locum sic contraxit: ὥσπερ ἐν συφεῶσι καὶ μάνδραις τὰ τῶν ῾Ρωμαίων μεμενήκει στρατεύματα; inepte. Neque alia vertit Intpr. tanquam porcorum in claustris Romanus exercitus intrclusi manebant, tametsi vel eo numero essent, quo tunc primum et veterum Imperatorum tempore recensebantur, et non in minimam partem redacti etc.)
306
[*](A. C. 558)

ρεσθαι δύναμιν, μόλις ἐν τῷ τότε εἰς πεντήκοντα καἰ ἑκατὸν [*](I. I. 32) περιειστγ́ͅκει. καὶ τούτων αἰ μὲν ἐν Ἰταλίᾳ π̓πάχατο, αἰ δὲ [*](V. 110) κατὰ τὴν Διβύην, π̔́εραι δὲ ἐν Ἱσπανίᾳ , καὶ ἄλλαι περὶ τοὺς Κόλχους, καὶ ἄλλαι κατὰ τὴν Ἀλεξάνδρου καὶ Θήβην τὴν Αι’γυπτιαν. ἐκάθηντο δὲ ὀλίγοι κ· αἰ πρὸς τὰ ἰωὰ τῶν ὅρια· οὐ γὰρ δήπου ἔδει ἐκεῖσε πλειόνων διὰ τὰς σπονὸὰς καὶ τὸ βέβαιον τῆς ἐκεχειρίας. ὧδέ πως ἄρα ἐς βραχύτατον μέρος περιέσταλτο τὰ πλήθη καὶ ὑπετέτμητο τῇ τῶν κρατούν- κρατούντων ὀλιγωριᾴ.

[*](D)

ιδ΄. γὰρ βασιλεὺς ἐπειδὴ πρότερονἸταλιαν ξύμπασαν ἐχειρώσατο καὶ Λιβύην , καὶ τοὺς μεγίστους ἐκείνους πολέμους διήνυσε, καὶ πρῶτος ὡς εἰπεῖν έν τοῖς κατὰ τὸ Βυζὰντιον βεβασιλευκόσι Ῥωμαιων αὐτοκράτωρ ὀνόματι τε καὶ πράγματι ἀπεδέδεικτο· ἐπειδὴ οὖν αὐτῷ ταῦτα τε καὶ ανλλα ὅμοια τούτοις νεάζοντι ἔτι καὶ ἐρρωμένῳ ἐξείργαστο, τότε δὴ ἀμφἰ τὴν ἐσχάτην τοῦ βίου πορείαν, (ἤδη γὰρ κὼ ἐγεγηράκει,) ἀπειρηκέναι τοῖς πόνοις ἐδόκει, καὶ μᾶλλόν τι αὐτὸν ἴρεσκε ξυγκρούειν ἐν σφισι τοὺς πολεμίους, ὸώροιςτε αὐτοὺς, εἴπῃ δεή σοι, καταθωπεύειν, καὶ ταύτῃ ἁμωσγέπως ἀποκρούεσθαι, ἢ ἐφ’ ἑαυτῷ πεποιθέναι καὶ μέχρι παντὸς διακινὸυνεύειν. τοι- [*](P. 158) γάρτοι καὶ περιεώρα τὰς τάξεις διαφθειρομένας, ὡς δὴ τολοιπὸν ἥκιστά γε αὐτῶν προσδεησόμενος. καὶ τοίνυν ταύτης ἐπι-

[*](3. Ἱσπανία R. , Σπανίᾳ vulg. 9. ὀλιγορία Par. 14. dπεδέ- δεικτο R., ἀποδέδ vulg. 15. . . εάζοντι R. 16. καὶ add. ex R. 18. εἴπῃ R., el nov vulg. 2Α γε ins. ex R.)
307

λαβόμενοι τῆς ῥᾳθυμίας οἱ τὴν δευτέραν ἀρχὴν τῶν σκῆπτρων[*](A. C. 558 Ι. Ι. 32) διέποντες, οἷς δὴ φορολογεῖν τὴν ὐπήκοον καὶ εἶτα διανέμειν τοῖς στρατεύμασι τὰ ἐπιτήδεια ἐκπεφρόντισται, οὗτοι δὴ τὰ μὲν περιφανῶς ἀπεστέρουν, τὰ δὲ καὶ πολλῷ ὕστερον ἢ ὁπηνίκα ἐχρῆν ἀπεδίδοσαν· δοθέντος δὲ ὅμως ὀψὲ γοῦν τοῦ ὀφλήμάτος, εὐθὺς οἱ τὴν πανοῦργον ταύτην καὶ δημώδη λογιστικὴν ἠσκημένοι , ἐφίσταντο τοῖς καταλόγοις καὶ ἀνεκαλοῦντο τὰ πεπορισμένα. τοῦτο γὰρ αὐτοῖς γέρας τε ὑπῆρχε καὶ ἀξίω- [*](B) μα, τὸ τοῖς στρατιώταις ἐπικλήματα ἐπάγειν ἄλλοτε ἄλλα, καὶ τῆς ἐδωδῆς αὐτοὺς ἀφαιρεῖσθαι· καὶ καθάπερ ἐν παλιῤῥοίᾳ αὐτὸ δήπου τὸ μέτρον τῆς παρασχεθεισης τοῖς τάγμασι δασμοφορίας, οὐκ οἶδα ὅντινα τρόπον, ἐς τοὔμπαλιν μετωχετεύετο, καὶ ἐπανῄει ὅθεν ἐῤῥύη· καὶ οὕτω μὲν τὸ ὑπερμαχοῦν καὶ παραταττόμενον κατημέλητο, καὶ τροφῆς ἀπορίᾳ πιεζόμενοι κατελίμπανον τοὺς ἀγῶνας, οἶς ἐτύγχανον ἐντεθραμμένοι· καὶ ἄλλοι ἄλλοθι ἀπεχώρουν, ὡς ἕτερόν τινα μετελευσόμενοι βίον· εἰς δὲ γυναῖκας ἀκόσμους ὡς τὰ πολλὰ καὶ ἡνιόχους καὶ ἄνδρας ἀγεννεῖς μὶν ἐν τοῖς ἀναγκαίοις καὶ ἁβροδιαίτόυς [*](C) μόνον δὲ πρὸς τὰς ἐμφύλους ταραχὰς καὶ τὴν περὶ τὰ χρώματα ἔριν ἐμμανεῖς καὶ θαῤῥαλέους, καὶ ἄλλους ἔτι τούτων ἀχρειοτέρους, τὰ στρατιωτικὰ ἐσκεδάννυντο χρήματα .

[*](3.oὗτοι δὲ R. 5. ὅτε γοῦν R., Intpr. utcunque. 8. τούτω R. καὶ pro γὰρ sph. Par. 9. ἐκκλήματα R. 11. Pro τὸ lacuna in R. 17. ὡς τὰ πολλὰ om. R. et Intpr. 20. χρώματα — scil. in ludis Circensibus ; χρήματα Par., Intpr. σώματα legere sibi viclebatur: civiles in seditiones intentos et corporum curam.)
308
[*](A. C. 558)

ταῦτα τοι ἥ τε ἄλλη Θρᾴκη καἰ τὰ πρὸς αὐτῇ Τῇ βασιλίδι πόλει [*](Ι. Ι. 32) χωρία ἔρημά τε ἦν καὶ ἀφύλακτα, ἐς ὅσον καὶ τοῖς βαρβάροις βατὰ εἶναι καὶ εὐεπίδρομα· εἰς τοῦτο γὰρ ἐκεῖνοι ἤρθησαν ἁλαζονείας, ὡς καὶ ἀμφὶ Μελαντιάδα τὴν κώμην οὐ πολλῷ τῆς πόλεως διεστηκυῖαν, ὅτι μὴ τεσσαράκοντα καὶ ἑκατόν που σταδίους. παραρρεῖ δὲ αὐτὴν Ἀθύρας ποταμός, ὃς δὴ ὀλίγον τι προελθὼν καὶ ἐπὶ ἄνεμον καικίαν ἠρέμα ἐκκλίνας, ἐς τὴν Προποντίδα τὸν ῥοῦν ἀπερεύγεται· [*](D) δὴ καὶ τὸ πρὸς τῇ ἀκτῇ καὶ ταῖς ἐκβολαῖς παρατεταμένον ἐπίνειον, τὴν ἐκείνου φέρεται προοηγορίαν. οὕτω δὲ τῶν πολεμίων ὡς ἐγγύτατα αὐλιζομένων, εὐθὺς ἀνὰ τὸ Βυζάντιον τὰ πλήθη τῶν ἀστῶν ἐδεδίει καὶ κατεπέπληκτο, καὶ τὰ δεινὰ οὐ μόνον ὁποῖα παρῆν, ἀλλ’ ἔτι μείζονα διενοοῦντο, πολιορκίας τε ὀνειροπολοῦντες καὶ ἐμπρήσεις καὶ σπάνιν τῶν ἀναγκαίων, καὶ διαρρήξεις τοῦ περιβόλου. τοιγάρτοι πολλάκις κω ἐν ταῖς ἐνδοτέρω λεωφόροις φυγαὶ ἀθρόοι τῶν ἐκ τοῦ ὁμίλου ἐγίγνοντο, καἰ ὠθισμοὶ καὶ πτοῖαι παράλογοι, ὡσπερ ἤδη τῶν βαρβάρων εἰσβεβληκότων. πάταγός τε πολὺς ἤρετο ἐν τοῖς πωλητηρίοις, τῶν θυρῶν βιαιότερον προσαρασσομένων. οὐ [*](Ρ.159) μόνον δὲ τοῖς πολλοῖς καὶ ἠγνοημένοις τὸ ἀνιᾶσθαι προσῆν καὶ δειμαίνειν, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς ἐν τέλει· καὶ βασι-

[*](1. ταῦτά τοι R., ταῦτά τε Lugd., ταῦτα τῇ ed. pr., ταύτῃ vulg. 5. δύο καὶ ἑκατὸν Suid. s. v. Μελαντίας. 6. παρσῤῥεῖ R. et Suid., περιῤῥεῖ vulg. et Intpr. 9. καὶ ante τὸ ins. ex R. τιὴ ἀκτῇ καὶ ταῖς ἐκβολαῖς R., τὴν ἐκβολὴν κ. τὰς ἀκτὰς 17. ὠθιασμοὶ R. 20. καὶ ἠγνοημένοις add. ex R. et Intpr. et obscurae sortis homines.)
309

λευς δὲ, οἶμαι, αὐτός οὐ μάλα τὰ ξυνενεχθέντα περιεφρόνει. [*](A. C. 558) ἀπεκοσμοῦντο τοιγαροῦν, πρὸς αὐτοῦ ἐπιτετραμμένον, τὰ ἱερὰ [*](I. I. 32) ὁπόσα ἐκτὸς τοῦ ἄστεος ἵδρυται κατὰ τὰ Εὐρωπαία μέρη [*](V. 111) καὶ τὸν παράκτιον χῶρον, ὃς δὴ ἄρχεται μὲν ἐκ τῶν καλουμένων Βλαχερνῶν καὶ τοῦ Κέρως, μέχρι δὲ τοῦ Εὐξείνου Πόντου παρατεινόμενος, τῷ Βοσπόρῳ συναπολήγει. τούτων δὴ οὖν ἁπάντων τά τε ἔντιμα τῶν ἀναθημάτων κὼ τὴν ἄλλην ἀφαιρούμενοι κατασκευὴν οἷς ταῦτα ἀνεῖτο, τὰ μὲν ἐφ’ ἄμα ζῶν φέροντες, εἴσω τῆς πόλεως ἀπετίθεντο, τὰ δὲ ἀκάτοις ἐμβάλλοντες καὶ τὸν μεταξὺ πορθμὸν διαπεραιούμενοι, τὴν καταντικρὺ ἤπειρον ἀπεκόμιζον. καὶ ἦν ὲν τῷ τότε θεάσασθαι τοὺς ἐκείνῃ νεὼς γυμνοὺς καὶ ἀπηγλαϊσμένους, [*](B) ὡσπερ οὔπω τῆς ἁγιστείας μετειληχότας, ἀλλ’ ἄρτι καθίστασθαι ἀρχομένους.

ιε'. Οὕτω δὲ φοβεροί τε καὶ μέγιστοι κίνδυνοι ἐπίδοξοι ἦσαν ὡς πάντως ἐσόμενοι, ὥστε ἀμέλει τῷ τε ἐν Συκαῖς τείχει καὶ τῇ χρυσῆ καλουμένῃ πύλῃ λοχαγοί τινες καὶ ταξίαρχοι κὼ ὁπλῖται πολλοὶ ἐφειστήκεισαν, ὡς δὴ προθύμως ἀμυνόμενοι τοὺς δυσμενεῖς, εἴπου ἐπίοιεν. ἦσαν δὲ οὐ μάχιμοι ὡς ἀληθῶς, οὐδὲ μετρίως γοῦν τὰ τοιαῦτα

[*](3. ἥδρυται R. 4. ἄρχεται R. Lugd. 2. m. et Intpr. initium sumunt (Cl.), ἔρχεται vulg. 5. καὶ τοῦ Κέρως om. lntpr. 8. Pro ἀφαιρούμενοι R. φερόμενοι. 9. ἀπετίθεντο R., vulg. 13. ἀγιστείας R. 15. ἐπιδόξοις R. et a 2. m. 17. Chisea porta Intpr. 18. ἀμυνούμενοι coni. Cl. 19. ἦσαν δὲ usque ad φυλάσσειν ἐδόκουν p. 311. ed. Bonn. v. 12. om. Intpr.)
310
[*](A. C. 558 Ι. Ι. 32)

ἀλλ᾿ ἐκ τῶν ταγμάτων ἐκείνων, οἱ ἐς τὸ διημερεύειν τε καὶ διανυκτερεύειν ἐν τῇ αὐλῇ ἀπεκέκριντο , oὓς δὴ σχολαρίονς ἀποκαλοῦσιν. οὗτοι δὲ στρατιῶται μὲν ὀνομάζονται, καὶ ἐγγε- [*](C) γράφαται τοῖς τῶν καταλόγων βιβλίοις· εἰσί δὲ οἱ πολλοὶ ἀστικοί τε καὶ φαιδροείμονες, καὶ μόνον, οἶμαι, ὄνγκου τοῦ βασιλείου ἕνεκα καὶ τῆς ἐν ταῖς προόδοις μεγαλαυχίας ἐξενρημένοι. καὶ τὸ μὲν παλαιὸν οὐκ ἄλλουςτινὰς ἐν τοῖσδε θεμιτὸν ἦν κατατάττεσθαι, ἢ τοὺς αὐτουργεῖν τὰ πολέμια ἠσκημένους. καὶ τοίνυν οὐδὲ χρήματα εἰσῆγον ἐφ᾿ ᾧ ἐνστρατεύσασθαι, ἀλλὰ χαριστηρίαν διαφανῶς καὶ ἀζήμιον ἐδέχοντο τὴν τιμὴν, ἅτε δὴ ἄξιοι ἐκ τῶν προηγωνισμένων ἀναδειχθέντες. Ζήνων δὲ φαίνεται πρῶτος ὁ Ἴσαυρος μετὰ τὴν τῆς βασιλείας ἀνάκτησιν πολλοὺς τῶν ὁμοφύλων τοῖσδε τοῖς τάγμασιν ἐναριθμήσας, ἥκιστα μὲν ἐν συμπλοκαῖς ἀριστεύσαντας ἢ ὅλως ἐμ- [*](D) πείρους γεγενημένους, ἄλλως δέ πως γνωρίμους αὐτῷ καἰ ·ξυνήθεις. εἶτα δοθέντος ἐν τῷ τότε καὶ παρειλημμένου τοῦ ἔξεῖναι οὐ μόνον ἀντὶ μόχθων τε καὶ ἀγώνων καὶ τῆς ἐν μάχαις ἀρετῆς, ὡς ἐν ἀμοιβῆς τρόπῳ καὶ γέρως ἐγκαταλέγεσθαι τοὺς ἀξίους, ἀλλὰ καὶ τοὺς παντάπασιν ἀπολέμους τῶν ὁμοίων μεταλαγχάνειν οὐ πρὸς ἀξίαν, ἀλλὰ πρὸς χάριν· δοθέντος, δὴ οὖν τούτου τὴν ἀρχὴν, παρῆλθεν εἰκότως εἰς μέσον ἐξ ἐκει-

[*](1. Pro οἳ R. τῶν. 2. ἀπεκέκρ R. , ἀποκ. vulg. δὴ R. , δὲ vulg. 4. οἱ om. R. 6. μεγαλαυχίαις R. et Lugtl. l. m. 7. μὲν om. R. 9. χρώματα R. 12. φαίνηται edd. Pro μετὰ Par. κάτα.)
311

νου καὶ ἐκ τῶν λημμάτων ἐπικουρία, ἥ πασῶν, ὡς ἔοικε, τῶν [*](A. C. 558) ἄλλων ἐγκρατεστέρα, καὶ τολοιπὸν ἐς ἐμπορίαν μετέστη τό [*](I. I. 32) χρῆμα, ὡς μηκέτι ἄλλως ἐν τοῖσδε τοῖς στρατεύμασι καταλέγεσθαι [*](P. 160) τοὺς βουλομένους, πρὶν ἂν χρθσίου τι μέτρον καταθεῖναι· τοῦτο δὲ ἀποτίσαντες, εὐθὺς ἐγχαράττονται ἀνεξετάστως, καὶ τῇ ἄλλῃ δυνάμει ἐναριθμοῦνται, εἰ καὶ παντάπασι πολεμικῶν ἔργων ἀνεπιστήμονες τύχοιεν ὄντες. οὕτω τε τῆς κρίσεως ἠμελημένης, εἰκότως ἄρα ἥκιστα διαπονεῖσθαι καταναγκάζονται, ὡς δὴ ὤνιον ἑλόντες τὸ χέρας, καὶ πλείστου ὅσου πριάμενοι τὴν ἀργίαν. τοιοῦτοι δὴ οὖν ἇνδρες ἀπορίᾳ τῶν ἐν πολέμοις ἀνατεθραμμένων τοῖς τείχεσιν ἐφεδρεύοντες, φυλάσσειν ἐδόκουν. ὡς δὲ ἐπιπολὺ ἡ μὲν πόλις ἐν θορύβῳ ὑπῆρχεν, οἱ δὲ βάρβαροι οὐκ ἀνίεσαν τὰ ἐν τότε δὴ Βελισάριος ὁ στρατηγὸς κεκμηκὼς ἤδη ὑπὸ τοῦ γήρως, [*](Β) στέλλεται ὅμως ἐπ’ αὐτοὺς ἐκ βασιλέως. καὶ τοίνυν ὁ πρεσβύτης διὰ μακροῦ αὖθις χρόνου θώρακά τε ἐνδὺς καὶ κράνος ἀναδησάμενος, καὶ ἅπαν τὸ ἐκ παίδων αὐτῷ ξυνειθισμένον περιβαλόμενος σχῆμα, ἀνενεοῦτο τῇ μνήμῃ τὰ φθάσαντα, καὶ ἐνέαζε τῇ προθυμίᾳ. τοῦτον γὰρ τὸν ἀγῶνα ὕστατον ἐν τῷ οἰκείῳ βίῳ ἀπεργασάμενος, οὐχ ἧσσον ἀπηνέγκατο κλέος, ἢ ὁπότε τὰ κατὰ Βανδίλων τε καὶ Γότθων. τροπαία. ἡ γὰρ τῶν προσυμβεβηκότων ἀνάγκη καὶ ἡ περὶ

[*](1. Post καὶ add. Par. ἥ. 2. Pro καἰ τολ. R. οὐ τολ. 4. πρὶν R., πλὴν vulg. καταθεῖναι R., καταθεῖεν vulg. 5. ἀπονίσαντες sph. Par. 13. ἀνίεσαν R., ἀνῄεσαν vulg. 20. ἀπεργασόμενος R.)
312
[*](A. C. 558)

τοῦ μέλλοντος ἀμηχανία τήν τε ἐγχείρησιν μείζονα ἔδειξε [*](I. I. 32) καὶ γαυροτέραν καὶ τὴν νίκη ἀσμενεστάτην. εἰρήσεται δέ [*](C) μοι αὐτίκα ἐς τὸ ἀκριβὲς, ὅπως ἕκαστα διηνύσθη.

[*](V. 112)

ις΄. Ὑπεξελθὼν γὰρ ὁ στρατηγὸς ὀλίγον τοῦ ἄστεος, ἐν Χέττου κώμῃ τῷ χωρίῳ στρατοπεδευσάμενος, ἐμπειρίαν τε ἐς τὰ μάλιστα ἐπεδείκνυτο καὶ τόλμαν πολλῷ κρείττονα τῆς ἡλικίας. γηραιὸς μὲν γὰρ ἦν ἤδη, καὶ ἀσθενεία ὡσπερ εἰκὸς εἴχετο πολλῇ· οὔτε δὲ ἐνδιδοὺς τοῖς πόνοις ἐφαίνετο, οὔτε ἄλλως φιλοψυχήσας. εἵποντο δὲ ὁπλῖται μὲν ἄνδρες ἀγαθοὶ ἐς ἀλκὴν καὶ ξὺν αὐτῷ ἔνια τῶν ἀγώνων πεπονηκότες, ὀπόσα δὴ ἐν Ἑσπέρᾳ ἐτύγχανε διανύσας, οὐ πολλῶ πλείους τριακοσίων· τὸ δὲ λοιπὸν ἅπαν πλῆθος ἄνοπλόν τε ᾦ περιφανῶς [*](D) καὶ ἀπόλεμον, καὶ μόνῳ τῷ ἀπείρως ἔχειν ἡδίστους ἡγούμενοι τοὺς κινδύνους, θέας τε ἕνεκα μᾶλλον ἥ παρατάξεως ἀφιγμένοι. συνέρρει δὲ ἀμφ’ αὐτὸν καὶ ὁ τῶν πλησιοχώρων ἀγροίκων ὅμιλος. πεπορθημένων γὰρ αὐτοῖς ἤδη ἀγρῶν ὑπὸ τῶν βαρβάρων, οὐκ ἔχοντες ὅποι τραπεῖεν, ὡς Βελισάριον αὐτίκα ἠθροίζοντο. ὁ δὲ τῷ πλήθει τῶν ἀγροίκων ἐν δέοντι προσχρησάμενος, τάφρον εὐρεῖαν περιεβάλετο, καὶ κατασκόπους θαμὰ ἔστελλε, τὰς τῶν ἐναντίων δυνάμεις εἰκάσοντας ὡς οἷον τε καὶ ἐξαριθμησομένους, καὶ εἴ τι ἕτερον

[*](5. Χέττου μήκῳ R., Chetumesum Intpr. 7. ἦν add. ex R. 8. δὲ om. R. 11. οὐ in utroque codice a rec. m. superscriptum est. 11. Ἑσπέρᾳ Cl., ὑστέρῳ R. et vulg., Intpr. antea. 14. τε ins. ex R. 15. ὁ ins. ex R.)
313

ἐλεῖν δυνηθεῖεν ἀπαγγελοῦντας. οὕτω τὲ διετέλει ἕκαστα γνωματεύων [*](A. C. 558) καὶ διανοούμενος· νυκτὸς δὲ ἐπιγιγνομένης, φρυκτωρίας [*](I I. 32) ἀνῆπτε πολλὰς ἔπι μέγα τοῦ πεδίου σκεδαννυμένας, ἵνα [*](P.161) δὴ οἱ πολέμιοι ὁρῶντες οἰηθεῖεν μέγιστον εἶναι τὸ στράτευμα, ταῖς πυραῖς ἀναμετροῦντες· καὶ τοίνυν οὕτω δὴ ᾤοντο καὶ δεδιότες ἠρέμουν. ἀτὰρ οὐκ ἐπιπλεῖστον ταῖς ἀπάταις καταστρατηγούμενοι, ἡσυχίαν ἦγον· ἠκηκόεσαν γὰρ ἤδη ὡς ἐλάχιστος εἴη ὁ τῶν Ῥωμαίων στρατὸς, καὶ ἥκιστα αὐτοῖς ἀξιόμαχος· πλὴν ἀλλ’ οἱ στρατιῶται πολλῆς εἴχοντο προθυμίας, περιφρονοῦντες μὲν τοὺς ἀντιπάλους, εἰ καὶ μυρίοι ὅσοι ἐπιφοιτήσαιεν, τῇ σφετέρᾳ δὲ ἅρπῃ μάλιστα πεποιθότες, ἅτε δὴ Ῥωμαῖοί γε ὄντες, καὶ ἐμπειρίᾳ μεγάλων[*](B) ἤδη κινδύνων τὰ πολέμια ἐκμελετήσαντες. συναισθόμενος δὲ ὁ Βελισάριος τῆς τῶν ἀνδρῶν μεγαλοφροσύνης, καὶ ὅτι, ἤπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι πόνοις βρενθυόμενοι, τῶν ἐν ποσὶ κατολιγωροῦσιν, ἐδεδίει μήποτε ἄρα μεγίστην εὐρυχωρίαν ταῖς ἐλπίσι παράσχοιεν, τε αὐτοὺς καὶ ἀπάγειν ὅποι καὶ βούλονται τῷ ῥᾳδίας καὶ προσηνεῖς ὑποφαίνειν τὰς τῶν ἐγχειρημάτων ἐκβάσεις. ὡς οὐν μὴ οὕτω ταῦτα συμβαῖεν, ἤθροισεν ἅπαντας ἐς ταὐτὸ, ὧσπερ ἤδη τοῦ ἀγῶνος ἐφεστηκότος· καὶ φανεὶς ἐς μέσον, ἔλεξε τοιάδε.

[*](C)[*](1. ἀπαγγελλοῦντας R. 12. Pro γε R. τε. 15. πόνοις om. Suid. s.v. βρενθύεσθαι. 17. παρεισδοῦναι R., Παρεισδήναι sph. Par. 20. οὐν om. R. συμβαῖνον R. 21. ἐφεστηκότος R. et Intpr. imminente, καθεστηκότος vulg.)
314
[*](A. C. 558)

ιζ΄. „ Οὐχ ὡς ἐκ δέους ὑμᾶς, ὦ ἄνδρες, πρὸς τὸ θαῤῥεῖν [*](I. I. 32) ἀναστὴσων, τοῦτο δὴ τὸ πρὸ τῶν κινδύνων γιγνόμενον, ἥκω τοῖς εἰωθόσι χρησόμενος λόγοις· ἦ γὰρ ἂν καὶ ἐπιλελῆσθαι τῶν πρότερόν μοι τῇ πείρᾳ γνωσθέντων δόξαιμι ἂν, εἴγε στρατιώταις Ῥωμαίοις, ἐν συμπλοκαῖς ἀεὶ τεθραμμένοις, καὶ πολιτείας ὡς εἰπεῖν μεγίστων ἐθνῶν καθελοῦσιν, εἶτα νῦν παραταττομένοις πρὸς βαρβάρους ἀλήτας, καὶ οὕννους καὶ Κοτριγούρους, παραίνεσιν τινα πρὸς τὸ μὴ [*](D) διέναι προθήσειν. ἀλλ᾿ ὁρῶν ἐν ὑμῖν πολὺ τὸ ὑπερφρονοῦν καὶ θρασυνόμενον, καὶ πέρα τοῦ καθεστῶτος ἠρμένον, οὐκ ἄλογον εἷναι τὸ δεῖν ἀναμνῆσαι τῆς ἀρχαίας ὑμῶν εὐκοσμίας ᾠήθην. τὸ γὰρ ἔκμετρον πανταχοῦ φυλακτέον τοῖς ἔμφροσιν, εἰ καὶ πρός τι τῶν ἐπαινουμένων φερόμενον τύχοι· καὶ τὸ μεγαλαυχεῖν ἐς τοσοῦτον τοῖς προϋπγργμένοις ἐς ὅσον τῶν ὁμοίων διὰ παντὸς τυγχάνειν πεπεῖσθαι, τὴν ἐκ τοῦ λογισμοῦ προμήθειαν ἀποβάλλειν φιλεῖ, καὶ πρὸς ἀλαζονείαν ἐξάγειν. τοῖς δὲ πρὸς τοῦτο παρανοίας ἐληλακόσιν, ὡς μηδὲν ὁτιοῦν ἐν νῷ τίθεσθαι τῶν μετρίων, κἂν αὐτὸ τὸ κρεῖττον ἀντιτάττεσθαι προαχθείη· καίτοι κἀκεῖνο σκοπεῖσθαι χρεὼν, ὠς εἰ καἰ πολλῷ τῆς ὑμετέρας ἀνδρείας ἡττώμενοι τὐχοιεν, ἀλλὰ τῷ πλήθει κρατοῦσι. καὶ εἴπερ τὸ ἑκατέρω-

[*](1. ὠ om. R. 5. εἴτε R. 8. Κοτριγόρους R. et vulg. 9. προσθήσειν R., προθείην coni. CI. 1 11 . ὑμῶν R. et Intpr. veteris vestrae modestiae, ὁμᾶς vulg. 13. τύχη R. 14. προϋπηργαμένοις R., Intpr. legebat προϋπειργασμένοις: rebus egregie gestis. 18. κἄν R., καὶ Lugd. et ed. pr., κατ᾿ Par.)
315

θεν πλεονάζον ἀντεξετάσοιμεν, πρὸς πρὸς χωρήσει τὰ τῆς [*](A. C. 558 I. I. 32) ἀμετρίας. πῶς οὖν οὐκ αἰσχρὸν ἡμᾶς ἐξ ἀγχωμάλου παρασκευῆς ἀγωνιζομένους, οὕτω λίαν ἔχειν τὸ προπετὲς καὶ ἀκάθεκτον, [*](P. 162) ὡς μηδὲ καιρὸν ἢ τάξιν ἢ τὰς ἀτάκτους τῆς τύχης [*](V. 113) ῤοπὰς ἐν λῴω ποιεῖσθαι; δυνάμει γὰρ χειρῶν οὐκ ὄν τις, οἶμαι, περιέσοιτο πολεμίων, ἢν μὴ προσῇ τὸ κρίνον ὀρθῶς καὶ λογιζόμενον. ἐπεὶ πῶς ἂν οἶόν τε ἦν ἔμοιγε ἐς τόδε πολιᾶς ἥκοντι, καὶ οἷον ἐξώρῳ τὰ πολέμια ὁμιλεῖν καὶ κινδύνοις, εἰ μὴ τοῖς τῆς εὐβουλίας ἀγαθοῖς ἐνῆν ἁμωσγέπως πεποιθέναι; εἰ τοίνυν καὶ γήρως ἀσθένειαν γνώμη στερρὰ καὶ τῶν προσηκόντων ἐφιεμένη κρατύνει καὶ διανίστησι πρὸς τὸ συνοῖσον, ἀναπληροῦσα τῇ προμηθεἰᾳ [*](B) τὸ ἐκ τῆς ἡλικίας ἐνδέον, πῶς οὐ μᾶλλον ὑμᾶς ὀνήσει νεότητι συμπαροῦσα καὶ τῇ τοῦ σώματος ῥώμῃ; τὰς γὰρ ἐκ τύχης τινὸς ἥ χειρὸς ἀγεννοῦς ἀποτεύξεις ἴσως ἂν λογισμὸς ἀσφαλὴς, καὶ οἶος τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, μετασκευάσειε πρὸς τὸ συμφέρον, καὶ θεραπεύσειε τὸ ἡμαρτημένον. ἔνθα δὲ γνώμης σφαλείσης, τῷ μὴ τὰ δέοντα διανοηθῆναι, τῶν ἀβουλήτων τι συνενεχθείη, πόθεν ἂν ληπτέον το σῶζον καὶ ἀνακαλούμενον, εἴγε πρῶτον ἐκεῖνο τὸ ταῦτα τίκτειν πεφυκὸς παρατραπείη; καίτοι θαυμάσειεν ἴσως ἄν τις

[*](1. ἀντεξετάξοιμεν R. 3. ἀγωνισομένους Par. 4. τῆς om. R. 7. ἥν om. R. 10. ἰρὴν R. 12. τῇ προμηθείᾳ — συμπαροῦσα om. R. 15. γὰρ om. R.)
316
[*](A. C. 558 I. I. 32)

ἐμοῦ τῆς ἐπὶ τῇ παραινέσει καινοτομίας. δέον γὰρ προσεξαίρειν καὶ διανιστᾷν τὸ πεποιθὸς ἐν ὑμῖν καὶ προθυμούμενον, [*](C) ἀλλ᾿ ἔγωγε κοιλαίνω ταῦτα τοὐναντίον καὶ παραιροῦμαι, καὶ λογισμοὺς ἐμβάλλων καὶ ὄκνους, νοῦς, καὶ ἀμφιβόλους ποιῶν τὰς ἐλπίδας.

ιη'. „Πλὴν ἀλλ᾿ ἔμοιγε μὲν καὶ τοῦτο θυμῆρες εἶναι δοκεῖ, καὶ πρὸς τὸ εὔελπι φέρον, εἴγε τοιούτοις ἀνδράσιν ἥκω συμπολεμήσων, οὓς, εἰ πείσαιμι βραχὺ γοῦν ὑφελεῖν τοῦ δραστηρίου, δεινὸς ἃν ἐν λόγοις, οἶμαι, κριθείην. ἴστῶ δὲ πᾶς τις ὑμῶν, ὡς ἀνδρείας ὁρμαῖς οὐκ ἀναθετέον τὰς ἄνευ φρονήσεως ἐγχειρήσεις , ἀλλὰ θρασύτητι καί προπετείᾳ καὶ παρατροπῇ τοῦ καθήκοντος τρόπου· ὥστε τὸ μὲν πρόθυμον τῆς [*](D) ψυχῆς μενέτω παρ᾿ ὑμῖν, καὶ κατὰ τὸ μᾶλλον ἐνακμαζέτω· λογισμῷ δὲ σώφρονι καὶ τῶν προσηκόντων ἐχομένῳ τὸ ὑπερβάλλον τῆς τόλμης καὶ πρὸς αὐθάδειαν ἀνάγον ὑποτεμνέσθω. οὐ γὰρ ὄκνον ἐντίθησι καὶ δειλίαν τὸ λογίζεσθαι καὶ σκοπεῖν ὅπως τοῖς παροῦσι χρηστέον, ἀλλὰ σεμνότητα καὶ παῤῥησίν. οὕτω γὰρ τῶν ὠφελίμων διαγνωσθέντων , ἕπεται πάντως τὸ δικαίως θαῤῥεῖν, ὡς οὐ πρὸς ἀδήλους τύχας εἰκῆ προηγμένον, ἀλλὰ τῇ κρίσει τὸ βέβαιον ἔχειν καταληφθὲν καὶ πεπιστευμένον. ἀλλ’ ἴσως ἐρεῖ τις ὑμῶν , ὡς οὐχ οἷόν τε φύσιν

[*](6. ἔμοιγε R., ἐμοὶ vulg. 9. Pro R οἶναι R. 10. ἡμῶν. R. 11. ἐγχειρήσεις — πρόθυμον om. R. 15. ἀνάγον R. , ἄγον vulg. 20. ἀλλὰ — πεπιστευμένον om. R. et Intpr. 21. ὧς οὐχ οἷόν τε add. ex. R. et Intpr. haudquaquam posse etc.)
317

γενναίαν εὐλόγως ὁρμῶσαν, κὰτ τοῦ μοχθεῖν διαπαντὸς ἐφιεμἐνην, [*](A C. 558) εἶτα νῦν ἀθρόον ἐπέχειν καὶ βιάζεσθαι τὀ ἠρεμοῦν [*](I. I. 32 P. 163) καὶ ὑφειμένον, καἰ πέρα τῆς ἀνάγκης μέλλον καὶ βουλευόμενον, μάλιστα δυσανασχετοῦσαν ἐφ᾿ οἶς καθ’ ἡμῶν βάρβαροι παροινοῦσι, φέροντες ἀνέδην ἅπαντα, καὶ δήπου τὴν βασιλίδα πόλιν τἀς ἐκδρομὰς ποιεῖσθαι ἔχει μὲν οὖν οὕτω ταῦτα, καὶ βεβαιοῦται τῇ πειρῷ τὸ προσηκόντως ὑμᾶς τοῖς πολεμίοις ὀργίζεσθαι. οἶς γὰρ συνεκεχώρηντο πρότερον, οὐ μετρίως ἐχρήσαντο· πλὴν ἀλλὰ λίαν ἐφικτὸν, οἶμαι, τοῖς ἔμφροσιν, περιελεῖν μὲν τοῦ τὸ μεμηνὸς καὶ ταραχῶδες, καὶ τοῖς προστυχοῦσιν ἐγκειρεῖν ἀνεξετάστως ἱέμενον, κατέχειν δὲ μόνον αὐτοῦ τὸ μεγαλουργόν τε καὶ ἄτρεπτον, καὶ πρὸς τὰς ἐναντιώσεις ἀντέκον. [*](Β) τῶν γὰρ τῆς ψυχῆς κινημάτων τὰ μὲν ὅσα πεφύκασι καθαρὸν ἔχειν καὶ ἀκραιφνὲς τὸ αἱρετὸν καὶ καθῆκον, τούτων ἐντελῶς καὶ δὴ ἀνθεκτέον. οἶς δὲ μέτεστι καὶ τῆς πρὸς τἀναντία τροπῆς καὶ ἐκνεύσεως, τούτοις οὐ διὰ πάντων χρηστέον, ἀλλ’ ἐς ὅσον ἔχουσι τὸ συμφέρον. τὸ μὶν οὖν φρονοῦν ἀμιγὲς ἀγαθὸν καὶ ἀνόθευτον ἅπαντες εἶναι φήσοιτε ἄν. τῆς δὲ ὀργῆς τὸ μὲν δραστήριον εὐκλεὲς, τὸ δὲ θράσος

[*](1. ὀργῶσαν coni. Bon. Vulc. 5. Pro φέροντες R. 7. οῦν add. et R. 8. τοῖς πολεμίοις — εφικτόν οἶμαι om. R. 17. Pro ἐκνεύσεως R. et Intpr., ut videtur, ἐκβάσεως: in contrarium eventum. 20. Pro θράσος θράσος lacuna in Lugd. et ed. pr.)
318
[*](A. C. 558 I. I. 32)

καὶ ἀσύμφορον. οὐκοῦν τὸ μὲν ὅλον* τῆς δὲ τὸ βέλτιστον ἔξ- αιρούμενοι, καὶ φρονήσει τὸ κατορθοῦν ἀναμιγνύντες, ἴωμεν [*](C) οὕτω σὺν παῤῥησιᾳ κατὰ τῶν δυσμενῶν , ὡς οὐδενὸς ἡμῖν τῶν δεόντων περιοφθέντος. γινώσκειν γὰρ μόνον χρεὼν , ὡς [*](V. 114) ἀγωνιστέον πρὸς ἄνδρας βαρβάρους , ἐπιέναι μὲν λῃστρικώτερον εἰθισμένους, καὶ λαθραίας ἐφόδους ποιεῖσθαι, πρὸς δὲ παρατάξεις ἐμφανεῖς οὐ μάλα γεγυμνασμένους , οὐδὲ ταῖς συμπλοκαῖς ἐγκαρτερεῖν παιδευθέντας. ὁρῶντες δὲ νῦν σταδίαν μαχὴν κατ᾿ αὐτῶν παρεσκευασμένην, ἐρυμάτων τε καὶ περβόλων ἐκτὸς τὸ ἀντιστατοῦν καὶ ἀμυνόμενον ἐπὶ στρατοπέδου συντεταγμένον , ἀποβαλοῦσι μὲν κατὰ τὸ εἰκὸς τὰ συνειθι- [*](D) σμένα· περιαχθήσονται δὲ πρὸς τὸ ἐμμίξαι καὶ προσπελάσαι καὶ συστάδην διαγωνίζεσθαι , διδασκούσης αὐτοὺς τῆς ἀνάγκης· πλὴν ἀλλὰ σωφρονούντων ἡμῶν καὶ τῇ πατρίῳ τάξει χρωμένων, καὶ μετ᾿ εὐβουλίας ἐπὶ τὰ πρακτέα χωρούντων, εἴσονται διὰ τῆς πείρας, ὡς τῷ παντὶ κρεῖττον ἀεὶ τὸ προησκημένον καὶ τὸ αὐθαίρετον τοῦ αὐτοσχεδίου καἰ ἠναγκασμ σμένου.”

ιθ΄. Τοσαῦτα μὲν ὁ Βελισάριος εἶπεν. οἱ δὲ στρατιῶται μεταμαθόντες τὸ λῷον, εἴχοντο μὲν καὶ ὣς τῆς ἀνδρίας, πλέον δέ τι ἦν ἐν αὐτοῖς τοῦ γαυρουμένου τὸ εὐλαβούμενον.

[*](1. τὸ μὲν ἃλον τῆς δὲ R. , Intpr. quocirca ex ea ipsa quae potiora suntdeligendo, οὐκοὐν τὸ μὲν (lac.) τὸ βέλ. Lugd. et ed. pr., οὐκοῦν τῆς μὲν ὀργῆς τὸ βέλ. Par. 5. ἀγωνιστέων sph. Par. 16. προσκείμενον R. 17. ἀναίρετον R. 20. ἀνδρείας R.)
319

τοιούτου τε, οἶμαι, φρονήματος μετ’ εὐκοσμίας ἐνεπίμπλαντο, [*](A. C. 558) ὡς ἐλάχιστα μεγάλοις εἰκάσαι, ὁποίῳ δὴ πάλαι φασὶ τοὺς [*](I. I. 32) ἀμφὶ Λεωνίδαν Αακεδαιμονίους ἐν Θερμοπύλαις, προσβάλλοντος [*](P. 164) ἤδη τοῦ Ξέρξου, ἐγκαλλωπίσασθαι. ἀλλ’ ἐκεῖνοι μὲν πανωλεθρίᾳ διεφθάρησαν, μόνῳ τούτῳ εὐδοκιμήσαντες τῷ μὴ ἀγεννῶς ἀπολέσθαι, ἀλλὰ πολλοὺς πρότερον τῶν Περσῶν ἀποκτείναντες· οἱ δὲ ἀμφὶ Βελισάριον Ῥωμαῖοι μὲν ἐχρῶντο Λακωνικῇ· πάντας δὲ τοὺς πολεμίους ἐτρέψαντο ἀνὰ κράτος, καὶ πλείστους ὅσους διεχειρίσαντο, οὐδὲν αὐτοὶ ἄχαρι πρὸς αὐτῶν ὅ, τι καὶ λόγου ἄξιον πεπονθότες. γὰρ ἀθρόον ἐκ τοῦ σφετέρου στρατοπέδου οἱ βάρβαροι ἐς δισχιλίους ἱππότας ἀποκεκριμένοι ἔθεον σὺν βοῇ, ὡς ῥᾷστα τοὺς ἐναντίους ἀναρπασόμενοι, αὐτίκα ὁ Βελισάριος, ὡς κατάσκοποι ἧκον ἐπιδεικνύντες αὐτοὺς μονονουχὶ, καὶ ὅσον οὔπω παρέσεσθαι διεξιόντες, ἀπεξῆγε τοὺς ἀμφ’ αὐτὸν, σοφιζόμενος [*](B) ὡς οἶόν τε τὴν ὀλιγότητα καὶ ἐπικρύπτων. ἀπολεξάμενος γὰρ διακοσίους πελτοφόρους τε καὶ ἀκοντιστὰς, εἰς ἐνέδρας ἐμέριζεν ἑκατέρωθεν ὑπὸ τῇ νάπῃ, ὅθεν τὴν προσβολὴν ἔσεσθαι τῶν Βαρβάρων· προειρημένον, ἐπειδὰν αὐτοῖς ἐγκελεύσηται καὶ σημήνῃ, τοὺς δὲ εὐθὺς ἀκοντίζοντας τὴν φάλαγγα τῶν πολεμίων, ὅπως δὴ ὑποστέλλοιτο, ἄχρηστόν τε αὐτοῖς ἔοι τὸ πλῆθος, πα-

[*](1. τοιούτου δὲ R. 2. ὁποίω R., ὁποῖα vulg. 3. R., προσβαλόντος vulg. 4. Χέρξου et 5. πανωλετρίᾳ sph. Par. 15. διεξιόντος sph. Par. 18. εἰς ἐνέργεια R. ὑπὸ τέ R., ἐπὶ τῇ vulg. 20. αὐτοῖς R., αὐτός vulg.)
320
[*](A. C. 558)

ρατεἰνεσθαι νὴ δυνάμενον, ἀλλ᾿ εἰς ἐαυτὸ περιελιττόμενον. [*](I. I. 32) δὲ ἀγροίκους ἐκέλευε καὶ τῶν ἀστῶν τοὺς [πολλοὺς τοῖς] πολεμίοις ἐπιβοῶντας τορόν τι καὶ ἐπικροτοῦντας, ἕπεσθαι αὐτῷ [*](C) ἔνθα καὶ ἔοι. ἅμα γὰρ τοῖς λοιποῖς ἐς μέσον εἰστήκει, ὡς τὴν ἐσβολὴν ἐκ τοῦ ἐμφανοῦς ἐκδεξόμενος. ὡς δὲ ἧκον ἤδη, καὶ ἐς τὰ πρόσω χωροῦντες εἴσω τῶν λόχων οἱ πλεῖστοι ἐγίγνοντο, αὐτίκα Βελισάριος ὁμὰ τοῖς ἀμφ’ αὐτὸν ὑπαντιάσας συνέῤῥαξέ σφισιν ἐῤῥωμενέστατα· οἵ καὶ τὸ λοιπὸν ἅπαν πλῆθος ἐμβοῶντες, καὶ ἐπικτυποῦντες τοῖς ξύλοις, αἰ δὴ ἐς τοῦτο ἔφερον, παρεθάρσυνον τοὺς μαχομἐνους. δοθέντος δὲ τοῦ συνθήματος, καὶ δὴ οἱ ἄλλοι ἐκ τῶν κρυπτίων ἀναθορόντες, τοὺς καθ’ αὑτοὺς ἐκάτεροι κατὰ τὸ ἐγκάρσιον ἔβαλλον· βοή τε ἐγίγνετο καὶ ταραχὴ μείζων ἢ κατὰ τὸ μέγεθος τοῦ πολέμου. οἱ δὲ βάρβαροι πάντοθεν ἀ- [*](D) κοντιζόμενοι, τοῦτο δὴ ὅπερ Βελισάριος διενοήθη, εἰς ἐαυτοὺς ἀνεχώρουν, καὶ εἰς στενότητα συνεσπειραμένοι, ἀμύνασθαι οὐκ ἠδύναντο· οὔτε γὰρ τοξεύειν αὐτοῖς εὐπετὲς ὑπῆρχε μηδὲ χώραν εἶναι τοῖς βέλεσιν, ἀλλὰ γὰρ οὔτε ἐκδρομὰς Τοῖς ἵπποις καὶ ὑπερκερώσεις ποιεῖσθαι· κύκλῳ τε ἐδόκουν ὡς δὴ μεγίστῳ στρατεύματι ἀπειλημμένοι. οἵ τε γὰρ, ὅπισθεν σὺν ἀλαλαγμῷ ἐπιφερόμενοι καὶ πατάγῳ, ἔκπληξιν παρεῖχον· ὁ τε κονιορτὸς εἰς ὕψος αἰρόμενος οὐ ξυνεχώρει διαγιγνώ-

[*](2. ἀστῶν τοὺς [π. τ.] πολεμίοις. Sic emendavi; ἀστ. τοὺς R. et vulg. 9. ἐπιβοῶντες R. 16. συνεσπειραμένοι R., συνεπειρημένοι Lugd. et ed. pr., συνεπειλημμένοι Par. ἀμύνασθαι R., ἀμύνεσθαι vulg.)
321

σκεσθαι τοὺς συμπλεκομένους, ὁπόσοι ἐτύγχανον ὄντες. πρῶτος [*](A. C. 558) δὲ Βελισάριος πολλοὺς τῶν ἀντιπαραταττομένων διαφθείρας, [*](I. I. 32) καὶ τὸ οἰκεῖον μέρος ἀπωσάμενος, φεύγειν ἠνάγκασεν. ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων ἐγκειμένων, στρέψαντες τὰ νῶτα οἰ βάρβαροι ᾤχοντο ξὺν ἀκοσμίᾳ, σποράδην σκεδαννὐμενοι [*](V. 115) καὶ ἥκιστα ἀλλήλους ὀπισθοφυλακοῦντες, ἀλλ’ ὡς ἂν αὐτῶν ἕκαστος ᾤετο ὠκύτατα ἀποδράσειν. ἐπισπόμενοι δὲ οἱ έν τάξει, τοὺς ἐν χερσὶν εὐκολώτατα διεχρῶντο. φόνος τε ἐγἰγνετο τῶν βαρβάρων πολὺς ἀμεταστρεπτὶ ἀπελαυνόντων· τά τε γὰρ ἡνία τοῖς ἵπποις ἅπαντα μεθίετο· καὶ πρός γε αἱ μάστιγες κατεπείγουσαι προανέστελλον τοῦ τάχους τὸ ἐνδόσιμον· ἐπελελοίπει δὲ αὐτοὺς ὑπὸ τοῦ δέους καὶ αὐτὸ ἐφ’ ὅτῳ μέγα φρονοῦσι τὸ ἐπιτήδευμα· φεύγοντες γὰρ οἵδε οἱ βάρβαροι μᾶλλον ἀμύνονται τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, μεταστροφάδην ἐπιτοξεύοντες. τότε γὰρ καἰ βιαιότερον [*](B) κατὰ σκοποῦ φερόμενα τὰ βέλη ἐμπήγνυται, ἡνίκα τὰ μὶν πολλῇ τῇ ῥύμη φέρεται ἰθὺ τῶν διωκὀντων, οἱ δὲ, ἀντίξοι καταθέοντες, ἀντεμπίπτουσι καὶ ἀντεπιφέρονται, σφοδροτέραν τε τὴν πληγὴν σφίσιν αὐτοῖς ἐκτελοῦσι τῷ ὑπαντιάζειν καὶ ὠς πλησιαίτατα ὑποδέχεσθαι.

κ΄. Ἀλλὰ τότε γε ἅπαντα τοῖς Οὔννοις ἐδόκει, καὶ οὐδὲ ἐς πεῖραν ἐλθεῖν τέχνης τινὸς ἠβούλοντο

[*](4. ἐγχειμ. sph. Par. 6. αὐτῶν ἕκαστος R., ἕκαστ. αὐτ. vulg. 12. καὶ αὐτοὺς R. 13. φεύγοντες δὲ οἱ βάρβ. R. 16. μερομενα om. R. 17. ἐφέρεται R. ἀντίξοοι R.)
322
[*](A. C. 558)

ἀμυντηρἰας. ἐτεθνήκεσαν δὲ αὐτῶν μὲν ἀμφὶ τοὺς [*](I. I. 32) Ῥωμαίων δὲ ὅστις οὐδεὶς· μόνον δὲ τραυματίαι ὀλίγοι ἐγεγένηντο. μόλις δὴ οὖν Ζαβεργάν τε ὁ ἡγεμὼν [*](C) οἱ ἐκφυγόντες ἄσμενοι ἐς τὸ στρατόπεδον ἵκοντο· οἱ γὰρ δὴ τῶν Ῥωμαίων ἵπποι πρὸς τὴν δίωξιν ἀπειρηκότες, αἰτιώτατοι αὐτοῖς τοῦ περιεῖναι γεγένηνται, ἐπεὶ ἂν αὐτοβοεὶ ἅπαντας κατειργάσαντο. νῦν δὲ οἱ μὲν τοῖς χαρακώμασι σὺν πλείστῳ θορύβῳ ἐμβαλόντες, συνεκύκησαν ἅπαν τὸ λοιπὸν στράτευμα, ὑποτοπήσαντας αὐτίκα μάλα διαφθερεῖσθαι. ὁμωγή τε ἠκούετο μακρὰ βαρβαρική· τοῖς γὰρ ξιφιδίοις τὰς παρειὰς καταξαίνοντες, ὠλοφύροντο κατὰ τὸν πάτριον νόμον. Ῥωμαῖοι δὲ σὺν Βελισαρίῳ ἀπεχώρουν ἐς τὰ ὀπίσω, μὲν ἐλπίδος ὡς ἐκ τῶν παρόντων διαπραξάμενοι, [*](D) δὲ ὅμως τῆς τοῦ στρατηγοῦ προμηθείας. τούτου δὲ τοῦ πάθους τοῖς βαρβάροις ξυνενεχθέντος, αὐτίκα οἵγε ἄραντες ἐκ Μελαντιάδος, ᾤχοντο ἐς τὰ ὀπίσω πεφοβημένοι. δὲ καίτοι κατὰ τὸ εἰκὸς οἶός τε ὢν αὐτοὺς πορευομένους μᾶλλόν τι διαχειρίσασθαι καὶ πημῆναι, ἐπισπόμενος ἀνθρώποις ἤδη κατεπτηχόσι, καὶ οἶον φυγὴν τὴν ἀναχώρησιν ὁ δὲ εὐθὺς ὅμως ἀνὰ τὴν πόλιν ἐπανῄει οὐ μάλα ἑκὼν, ἀλλ’ ἐκ βασιλέως αὐτῷ προστεταγμένον. ἐπειδὴ ἅπας ὁ δῆμος, τοῦ ἔργου σφῶιν ἀπηγγελμένου, ᾖδον τε αὐτὸν καἰ ἀνύμνουν κατὰ ξυλλόγους, ὡς ὑπ’ ἐκείνου περιφανέστατα

[*](2. Ῥωμαῖοι R. 4. ἥκοντο R. 6. Pro ἂν R. δὲ. αὐτ. ἅπαντ. R., ἅπαντ. αὐτ. vulg. 7. μὶν έν τοῖς vulg. 9. διαφθαρεῖσθαι R. 11. καταξαίνοντες R., καταξαίνοντες 18. ἐπισπόμενος R. (Cl.), ἐπισπώμενος vulg.)
323

σεσωσμένοι, τοῦτο δὴ ἔδακε πολλοὺς τῶν ἐν τέλει καἰ ἠνίασε [*](A. C. 558) φθόνῳ ληφθέντας καὶ βασκανίᾳ, πάθεσιν οὕτω δεινοῖς καὶ [*](I. I. 32) ἀεὶ τὰ κάλλιστα λυμαινομένοις. τοιγάρτοι διέβαλλον τὸν ἄνσρα [*](P. 166) ὡς μεγαλαυχοῦντα καὶ διαθρυπτόμενον ἐπὶ τῇ τοῦ ὁμίλου εὐνοίᾳ καὶ ἐς ἄλλας ὁρῶντα ἐλπίδας. ὦν δὴ ἕνεκα τάχιστά τε ἀφῖκται, ὡς μὴ τελεώτατον ἄροιτο κλέος. καὶ ἔπι τοῖς ἤδη πεπονημέναις τιμῆς ἀπώνατο τῆς προσηκούσης ἀλλὰ διέρρει αὐτῷ τὰ τῆς νίκης, τόγε ἐπ’ ἐκείνοις, καὶ ἄμισθα καὶ παντάπασι σεσιγημένα. ὡς μὲν οὖν τῶν ἀρίστων ψυχῶν ἀμβλύνεται τὸ δραστήριον, ἡνίκα μὴ ἐπαινοῖντο, μηδὲ τοῦ πρέποντος ἀπολαύοιεν, καὶ ὅπως ἐνθένδε τὰ κοινὰ καταδεέστερα γίγνεται τῷ μὴ ὀρθῶς ἀσκεῖσθαι τὰ ἀτιμαζόμανα, εἴτε πολέμων εἶεν ἀγῶνες εἴτε λόγων παιδεῖαι εἴτε ἄλλο τι τῶν οὕτω καιριωτάτων, εἴρηται μὲν ἤδη τοῖς πάλαι σοφοῖς καὶ ἀποδέδεικται, ῥᾴδιον δὲ, οἶμαι, καὶ παντὶ τῷ προστυχόντι [*](B) διαγιγνώσκειν ἐκ τῶν ὁσημέραι ξυμφερομένων. οἱ δὲ Οὖννοι τὰ μὲν πρῶτα δίωξίν τινα ὑποτοπήσαντες, καὶ ξὺν θορύβῳ πολλῷ τῶν μακρῶν καλουμένων τειχῶν ὑπεκβάντες, ἐπειδὴ ἔγνωσαν, ὡς Βελισάριος μετάπεμπτος ἐγεγόνει, καὶ ἕτερός τις αὐτοῖς ἐπεφοίτα, πάλιν σχολαίτερον ἐπορεύοντο.

[*](1, δὴ R. 2. m., δὲ vulg. et R. Ι. m. 8. ἐκείνοις R., ἐκείνους vulg. 9. ἄπιστα R. et Intpr. vana omnia reddita.)
324
[*](A. C. 558 I. I. 32 V. 116)