Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

κα'. Ἐν τούτῳ δὲ ἅτερος τῶν βαρβάρων ἀποδασμὸς , οἳ δὴ ἐτύγχανον ἐφεδρεύοντες τῇ Χεῤῥονήσῳ, πολλάκις μὲν τῷ περιβόλῳ προσέβαλλον, κλίμακάς τε προσάγοντες καὶ τὰς μηχανὰς τὰς ἑλεπόλεις· πολλάκις δὲ ὑπὸ τῶν ἔνδον ὄντων Ῥωμαίων ἀπεκρούοντο σθένει παντὶ ἀμυνομένων ἡγεῖτο δὲ τού- [*](C) των Γερμανὸς ὁ Δωροθέου, νέος μέν γε ὢν κομιδῇ, καὶ πρῶτος ἤδη ὑπηνήτης, φρονήματι δὲ στρατηγικῷ διαπρέπων καὶ πολλῷ πλέον τῆς ἡλικίας τὸ μεγαλουργὸν κεκτημένος. πατρὶς δὲ ἦν αὐτῷ πόλις Ἰλλυρικὴ, Βεδερίανα μὲν ἐκ παλαιοῦ ὀνομαζομένη, ὕστερον δὲ Πρώτη Ἰουστινιανὴ μετακληθεῖσα· Ἰουστινιανὸς γὰρ ὁ βασιλεὺς, ἅτε δὴ κατ᾿ αὐτὴν εἰς φῶς προηγμένος, ἐκόσμησέ τε εἰκότως τὴν πατρίδα ἔργοις ποικίλοις, καὶ ἐξ ἀφανοῦς εὐδαίμονα ἐξειργάσατο, καὶ τῆς οἰκείας αὐτῇ μεταδέδωκεν προσηγορίας. ἐκ τούτου δὲ τὸ γένος ἕλκων ὁ Γερμανὸς, σφόδρα οἱ ἐπεφρόντιστο. τοιγάρτοι ὀκταέτῆ χρόνον ἐκ γενετῆς διανύων, ἤχθη πρὸς αὐτοῦ ἐς πόλιν τὴν βασιλίδα, καὶ τημελείας ἀπώνατο πάσης. τοῖς δὲ γὰρ τῶν γραμματιστῶν [*](D) ὡμίλει διδασκαλείοις, καὶ πρός γε ἀνὰ τὰ φροντιστήρια φοιτῶν, τὴν τῶν Λατίνων μετέσχε παιδείας. ἐπεί δὲ ἐς ἥβης μέτρον ἀφίκετο, ἔστειλέ γε αὐτὸν αὐτίκα ἐν Χεῤῥονήσῳ, ἄρχοντα τοῦ τῇδε στρατοῦ καταστησάμενος , ὡς ἂν αὐτῷ εὐθὺς τὸ τῆς νεότητος ὀξὺ καὶ ταχύῤῥοπον καὶ πρὸς τὰς δόξας ἠρμένον

[*](1. ἀποδασμὸς R. (Cl.), ἀπὀδρασμος vulg. 2. μὲν add. ex R. 6. Δωροθείου R. πρῶτον Par. 9. Βεδερίανα μὲν correxi ex Procopio; Βεδέρινα μὲν R. et Intpr. Βederina, Βεδεριαναμὰ vulg. 14. Pro ἐκ τούτου R. ἐκτός του.)
325

ἐν τοῖς προσήκουσι καὶ ἀναγκαίοις ἀποπιμπλάνοιτο, ἀλλὰ [*](A. C. 558) προθέοι καὶ ἀνασκιρτῴη πρὸς κινήσεις ἀλόγους κὼ δημώδεις [*](I. I. 32) ὁρμὰς, καὶ ἵππων ἀμίλλας τοῖς χρώμασι μεμερισμένας, ἐν οἶς ὡς ταπολλὰ τὸ νέον, εἰ μὴ ἐς ἕτερόν τι τῶν ἐνασχοληθείη, ῥᾳδίως ῥέπει καὶ ἐκταράττεται. τότε δὴ οὗν [*](P. 167) τῶν Οῦννων τῇ Χερρονήσῳ προσκαθημένων καὶ ἐνοχλούντων, οὐκ ἀνίει ὁ νεανίας τάς τε προσβολὰς ἀνακόπτων καὶ πᾶσαν βουλὴν ἀμυντηρίν διανοούμενος. αὐτός τε γὰρ οἴκοθεν τῷ ἐπιβόλῳ τῆς φύσεως εὐστοχώτατα δλεγίγνωακε τὸ καί τοῖς πρεσβυτέροις τῶν ἀμφ’ αὐτὸν καὶ πολλοῖς ἦδη πρότερον πόνοις τοὺς τῶν πολέμων ἀγῶνας ἐκμεμελετηκόσι σὺν εὐκολίᾳ ἐπείθετο τὰ πρακτέα ὑφηγουμένοις. ἔπει δὲ οὐδέν τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι, οὔτε ὡς ἐν πολιορκίᾳ ἐφεδρεύοντες τῷ ἐρύματι, οὔτε πρὸς τειχομαχίαν ἔγνωσαν τρόπου ἑτέρου αὐθάδους τε καὶ γενναίου καὶ πρὸς τὸ φιλοκίνδυνον ἄγοντος ἀποπειραθῆναι, οὕτω τε ἢ [*](Β) θᾶττον ἑλεῖν τὸ χώριον, ἢ μεθεῖναι τολοιπὸν καὶ ἀποπαύσασθαι καὶ ἐς τὰ σφέτερα ἤθη ἀπονοστῆσαι. ναὶ τοίνυν καλάμους ὡς πλείστους ἀθροίσαντες εὐμήκεις τε ἄγαν καὶ ἐς ὅ, τι στεῤῥοὺς καὶ παχίστους, καὶ τούτους ἐπ’ αὐτοῖς καὶ ξυνδήσαντες καλωδίοις τε καὶ τολύπαις, πολλὰς ἀπειργάσαντο. τότε δὲ ξύλα ἰθυτενῆ καθάπου καὶ ἐγκαινίδας ὕπερθεν κατὰ τὸ ἐγκάρσιον ἐνθέντες, οὐ δια-

[*](8. αὐτός γε 9. διαγίγνωσκε sph. Par. 10. Pro τῶν R. τοῖς. 11. πολεμίων R. 21. τε om. R. 22. τότε δὴ R. 23. ἐγκαινίδας R. 2. m. Lugd. 1. m. et suid. s. ν., ἐγεκενίδας R. 1, m. et vulg. ex Lugd. corr. ὕπερθε R.)
326
[*](A. C. 558)

παντὸς, ἀλλὰ μόνον ἀμφὶ τὰ ἄκρα καὶ τὸ μεσαίτατον, καὶ [*](I. I. 32) μείξοσι δεσμοῖς περισφίγξαντες, ξυνῆπτον ἀλλήλαις αὐτὰς ξυνεμίγνυον, λίαν ἐν χρῷ πεπιεσμένας, ὡς τρεῖς τυχὸν ἢ C πλείους ἐς μίαν ἀποτελεῖσθαι σχεδίαν, εὖρος ἔχουσαν ἀρκοῦν πρὸς ἀνδρῶν τεττάρων ὑποδοχὴν καὶ ἑπίβασιν, καὶ τῷ βάθει ἐς τοσοῦτον διικνουμένην, ἐς ὅσον φέρειν βεβαίως τὰ ἄχθη, καὶ τῇ λεπτότητι μὴ καταδύεσθαι. τοιαύτας δὴ οὖν οὐ μεῖον ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτεκτήναντο σχεδίας. ὡς ἂν δὲ αὐτοῖς πλωϊμώτεραι εἷεν, οἱ δὲ τὰ ἐμπρόσθια τούτων τὸ μετέωρον ἐς πρῴρας τύπον περιαγαγόντες καὶ ὑποκάμψαντες καὶ ὡσπερ ἀκροστόλια καὶ προέμβολα ἐκμιμησάμενοι, κωπητῆρας ἐφ’ ἑκατέρᾳ πλευρᾷ καὶ οἷον αὐτομάτους ἐμηχανήσαντο.

[*](D)

κβ'. Καὶ τοίνυν οὕτως ἕκαστα ὡς οἷόν τε ᾦ αὐτοῖς ἐν τῷ ἀσφαλεῖ καταστησάμενοι, ἐνῆκαν ἁπάσας τῇ θαλάττῃ λαθραίως ἀμφὶ τὴν ἑσπερίαν τοῦ κόλπου ἀκτὴν, τοῦ πρὸς τῇ Αἴνῳ τῇ πόλει περιαγνυμένου· ἐμβάντες δὴ οὖν ἐν αὐταῖς ἄνδρες ἐς ἑξακοσίους, καὶ πτύα ὡς πλεῖστα ταῖς ἐπικαλαμίσιν ἐντροπωσάμενοι, καὶ ἀμαθέστερόν πως ταύτῃ ἀνήγοντο ὡς ἀπωτάτω τῆς χέρσου, ἐξωπλισμένοι τε εὖ μάλα καὶ πρὸς τὸ ἐνεργὸν ἑστηκότες. οὕτω γὰρ ᾤοντο

[*](2. αὐτὰς ἀλλήλους (sic) R. 3. συνεμίγνυον vulg. ἐς τοσ. R., ἐς τοσ. τῷ βάθ. vulg. 9. πλωϊμότεραι edd. προεξειρεσίας Suid. s. v. 14. ἐν τὸ sph. Par. 10. τῇ R. 17. περιαγομένου Par. 20. ἀποτάτω R.)
327

ἠρέμα γιγνόμενοι, ῥᾳδίως ὑπερβαλέσθαι καὶ περιπλεῦσαι τὸν [*](A. C. 558 I. I. 31) ἀγκῶνα τοῦ τείχους τὸν μέχρι τοῦ βάθους ἐκτεταμένον, τολοιπὸν ἀδεῶς ἐπιβήσεσθαι τῶν ἐνδοτέρω χωρίων, ὡς δὴ [*](V. 117) οὐδαμῶς ἐρύμασι περιεχομένων ἢ μόνῳ τῷ Ἑλλησπόντῳ ταῦτα δὴ ὁ Γερμανὸς ἐκ τῶν κατασκόπων πυθόμενος, γινώσκων, ὡς οὐκ ἐς μακρὰν ὁ τῶν καλάμων στόλος ἐπιφοιτήσει, [*](P. 168) ἐπεκερτόμησε μὲν τοὺς πολεμίους τῆς ἀβουλίας, μάλα δὲ ἥσθη ἐπ’ αὐτῇ, ὡς δὴ πρὸς αὐτοῦ ἐσομένη. αὐτίκα γὰρ ἐπακτρίδας εἴκοσι πολυήρεις τε καὶ ἀμφιπρύμνους ἀνδρῶν σιδήρῳ τεθωρακισμένων, ἀσπίδας τε φερόντων τόξα καὶ πρός γε δορυδρέπανα, τούς τε ἐρέττοντας ἐμβαλὼν, καὶ τοὺς τοῖς πηδαλίοις ἐφεστηκότας ὑπὸ τὴν ἔνδον τῆς θαλάττης γλωχῖνα καθάπερ εἰς ἐνέδραν καθορμίσας, ἐνέκρυψεν, ὡς ἂν μὴ πόῤῥωθεν προοφθεῖεν, δὲ οἱ βάρβαροι ἤδη ὑπερβάντες τὸ προπετὲς τοῦ καὶ ἀπολῆγον καὶ τοῦ αἰγιαλοῦ προεξέχον, ἐνέκλινον πρὸς τὰ εἴσω, καὶ ἐπεφέροντο φρονήματι σὺν πολλῷ καὶ παῤῥησίᾳ, [*](B) τότε δὴ καὶ τῶν Ῥωμαίων ὁλκάδες ἀντανήγοντο καὶ ἀντεπῄεσαν· καί πως αὐταῖς τοῦ ῥοῦ συλλαμβανομένου ἀντίπρωροι κατιοῦσαι, βιαιότερον προσπίπτουσι ταῖς ἐκ τῶν καλἀμων σχεδίαις καὶ δῆτα αἰ μὲν τῇ προσκρούσει περιετρέποντο ἐς τοὔμπαλιν ὑπὸ τοῦ σάλου, καὶ ἐκαλινδοῦντο ὡς

[*](5. ταῦτα δὲ R. 7. τῆς ἀβουλ. τοὺς πολ. vulg. μάλα R., μάλιστα vulg., Intpr. vel potius (μᾶλλον). 18. αἰ τῶν Cl. 22. ἐλαλινδ. R., ἐκυλινδ. vulg.)
328
[*](A. C. 558)

μηκέτι ἀσφαλῆ τὴν βάσιν παρέχεσθαι τοῖς ἐφεστηκόσιν, [*](I. I. 32) τοὺς μὲν ἐν τοῖς κύμασιν ἀποβληθέντας ἀπόλλυσθαι, τοὺς δὲ συνιζάνειν ἐν αὐταῖς πρὸς ἀνάγκης καὶ διαπορεῖν οὐ, καὶ δράσαιεν. οἵ γε μὴν ἔτι ἑστηκότες διεταράττοντο ὑπὸ τοῦ κλυδωνίου, μετρίου μὲν ἔντος καὶ ἐλαχίστου ὡς ἐς νηῶν κίνησιν καὶ ἀκάτων, τοῖς δὲ καλάμοις διὰ τὴν κουφότητα [*](C) καὶ μάλα χαλεπωτάτου. τοιγάρτοι μετέωροι τε θαμὰ ἐγίνοντο ὑπὸ κυρτῷ αἰρόμενοι τῷ ῥοθίῳ, καὶ συγεκσθείλκοντο αὖθις κοιλαινομένῳ. καί τοίνυν οἱ ἄνδρες διαμάχεσθαι μὲν ἐπειρῶντο, ἦν δὲ αὐτοῖς οὐδέν τι ἕτερον εὐκτόν τε καὶ ἐσπουδασμένον, ἢ ὅπως ἂν ἱστάναι γοῦν μόνον δύναιντο καὶ βεβηκέναι. οὕτω δὲ τῶν βαρβάρων ἐν θορύβῳ τι καὶ ἀφασίᾳ καθεστηκότων, οἱ Ῥωμαῖοι διέκπλους, ὅποι παρείκοι, ποιούμενοι, ὠθισμοῖς τε ἐχρῶντο καθάπερ ἐν πεζομαχίᾳ, καὶ ταύτῃ πολλοὺς τῶν ἐναντίων κατέβαλλον, ἅτε δὴ αὐτοὶ βεβαιότατα ἐν ταῖς ὁλκάσιν ἐρηρεισμένοι· ἐνίους δὲ τοῖς ξίφεσιν ἐκ χειρὸς πλήττοντες ἔκτεινον. ἐπεὶ δέ γε αὐτῶν πολλαχοῦ καὶ [*](D) ἀφειστήκεσαν, καὶ οὔπω ἐπέλαζον, ἐνταῦθα τοῖς δορατίοις ἐφικνούμενοι καὶ τὰς δρεπανώδεις τούτων αἰχμὰς ταῖς μηρίνθοις ἐκείναις, αἷς δὴ οἱ κάλαμοι ἐτύγχανον συμπεπλεγμένοι, ἐμβάλλοντες, ἐξέτεμνον στοιχηδὸν ἁπάσας, καὶ διέλυον τὴν συνέχειαν. τότε δὴ οὖν οἱ μὲν δόνακες ἀποτμηγέντες

[*](5. Pro ὡς ἐς νηῶν R. εὐννῶν. 13. ὅπη R. παρείκοι R. παρήκοι vulg. 14. ὠθιασμοῖς R., ὠθισμῷ Vulg. 18. δ... ἀφικούμενοι R. 20. κάλα.. . ἐτύγχαν.. τοί... δὴ R,)
329

ἀλλήλων, καὶ σποράδην ἐπινηχόμενοι, ἄλλος ἄλλοθι ἀπεπτύετο. [*](A. C. 558) οἱ δὲ Οὖννοι, τῆς βάσεως αὐτοὺς ἐπιλειπούσης, ἀθρόον [*](I. I. 32) κατεδύοντο ἐν τῷ βάθει καὶ ἔθνησκον ἀχρήστου ποτοῦ ἐμπιπλάμενοι. οὕτω τε ἅπαντες διεφθάρησαν, καὶ οὐδεὶς ὅστις αὐτῶν ἀνὰ τὴν ἤπειρον ἐπανῆκεν.

κγ΄. Αὐτίκα δὲ οἱ Ῥωμαῖοι τὰ ὅπλα τῶν δυσμενῶν ἀνελόμενοι, ὁπόσα γε ἄνω ἔτι ἐφέρετο καὶ ἐπέπλει, καὶ ἐς τὰ [*](P. 169) πρότερα χωρία κατάραντες, μεγίστης ἡδονῆς καὶ θυμηδίας ἅπαντα ἔπλησαν τὸν στρατὸν, γεγηθότας ἐπὶ τοῖς ξυνενεχθεῖσι. καὶ οὖν ἀθροισθέντες ἅπαντες ἐς ταὐτὸ, ἀποχρήσασθαι ᾤοντο χρῆναι κἀν τοῖς ἐφεξῆς τῷ καιρῷ καὶ τῇ τάξει τοῦ προτερήματος. τοιγάρτοι ὀλίγαις ὕστερον ἡμέραις εὖ μάλα καθοπλισθέντες, ἐκδρομὴν ἀθρόον ἐκ τοῦ περιβόλου καὶ προσβάλλουσι τῷ λοιπῷ πλήθει τῶν ἐφεδρευόντων βαρβάρων ἀνιωμένων ἔτι ἐπὶ τῇ ξυμφορᾷ καὶ κατεπτηχότων. τότε δὴ οὖν ὁ Γερμανὸς, ἅτε δὴ νεώτατος ὢν καὶ οὔπω ἐντελῶς τὰς τῆς φύσεως ἐπέχειν ὁρμὰς καὶ ἐγκατείργειν δυνάμενος, ἀλλὰ πλέον τοῦ προμηθοῦς καὶ βεβηκότος τῷ φιλοδοξοῦντι τοῦ τρόπου καὶ προθυμουμένῳ πέρα τοῦ [*](Β) μετρίου ἐγκείμενος, ἀφειδῶς ἐπῄει τοῖς πολεμίοις καὶ προὐκινδύνευε, οὐ στρατηγικῶς ἐπείγων καὶ διατάττων, ἀλλὰ στρατιωτικώτερον [*](V. 118) συμπλεκόμενος· τῷ τοι ἄρα καὶ πλήττεται βέ-

[*](1. ἀπεπτύσσετο Par. 2. αὐτοὺς R., αὐτοῖς Vulg. 3. ποτοῦ R. et Intpr. insueta potione, ποταμοῦ vulg. 9. ἅπαντα R. et Intpr. (Cl.), ἄπαντες vulg. 12. εὖ μάλα add. ex R. et Intpr. armis quam optime communiti. 16. νεώτερος Par. 17. ἐγκαθείργειν Suid. s. v. ἀφειδήσας.)
330
[*](A. G. 558)

λει τὸν μηρὸν, ὡς μικροῦ δεῖν μελλῆσαι [*](I. I. 32) πλὴν ἀλλ’ ἡ τῶν ἐφεστηκότων πραγμάτων ἀνάγκη, καὶ τὸ μἐγεθος γεθος τοῦ ἐγχειρήματος ἐγκρατἐστερα τῆς ἀδὐνης γεγένηται· καὶ οὐ πρότερον ἀνῆκεν αὐτός τε μοχθῶν καἰ τοῖς ἄλλοις ἐγκελευόμενος, πρὶν σφόδρα πημῆναι τὸ δυσμενὲς καὶ πολλοὺς ὅσους διαχειρἰσασθαι. τότε μὲν οὖν διελύετο ἥ μάχη· καὶ οἰ Ῥωμαῖοι αὖθις εἴσω τοῦ ἐρύματος ἐπανῆλθον, γινὠσκοντες C [*](C) ὡς οὐκ ἀσφαλὲς αὐτοῖς οὐδὲ εὔβουλον κατὰ πολὺ τῷ πλήθει ἐλαττουμένοις, εἶτα μέχρι παντὸς συστάδην διαγωνἰξεσθαι. εἰς τοῦτο δὲ ὅμως οἱ βάρβαροι ἤλασαν ἀπορίας ἐπί τε τῇ ἐκ τῶν ναυαγίων φορᾶ, καὶ ὅτι ἀθρόον οἱ Ῥωμαῖοι κατ’ αὐτῶν προσβολὴν ἐποιήσαντο, ὡς μεθεῖναι αὐθημερὸν τὰ ἀμφὶ τὴν Χερρόνησον πέδια, καὶ πρὸς τὸν Ζαβεργἀν τε καὶ τὸν ἀμφ’ αὐτὸν ὅμιλον ἀφικέσθαι, ἡττημένοι πρὸς ἡττη- μένους. οἱ δὲ ἀνὰ τὴν Ἑλλἀδα πρότερον ἐσταλμένοι, οὐδέν τι ἀξιαφἠγτον ἔδρασαν, μήτε τῷ Ἰσθμῶ προσβαλόντες, μηδέ γε τὴν ἀρχὴν τὰς Θερμοπύλας παραμειψάμενοι διὰ τὴν φρουρὰν [*](D) τῶν ἰδρὐσθαι τεταγμἐνων Ῥωμαἰων. τοιγἀρτοι ἀποχωρἠσαντες καὶ οἵδε, τῆς ἐπὶ τὴν Θράκην εἴχοντο πορείας, ὡς έν αὐτῇ κατὰ τὸ εἰκὸς τοῖς ὁμοφύλοις προστεθησὀμενοι, καὶ τολοιπὸν ἐς τὰ σφέτερα ἐπανήξοντες. οἱ δὲ ἀμφὶ τὸν Ζαβεργὰν οὐ πρότερον ἀποστήσεσθαι ἔφασαν, πρὶν ἂν χρήματα

[*](6. διαχειρίζεσθαι R. 11. ἀθρόαν vulg. 22. ἔφασαν R., ἔφρασαν vulg. χρήματα πολλὰ R.)
331

ὡς πλεῖστα παρὰ Ῥωμαίων κομίσαιντο, καθάπερ οἱ Οὐτίγου- [*](A. C. 558 I. I. 32) ροι· τούς τε αἰχμαλώτους, εἰ μὴ θᾶττον πρίαιντo οἱ ἐπιτήδειοι, ἀποσφάττειν αὐτίκα ἠπίλουν. ὁ δὲ βασιλεὺς χρυσίον αὐτοῖς ἔστειλεν, ὁπόσον ἀποχρῆν ᾤετο ἔς τε τὰ λύτρα τῶν ξυνειλημμένων, καὶ ὅπως εἰρηναῖοι τολοιπὸν ἀπαλλαγεῖεν τῆς χώρας. καί δὴ ἄλλους τε πολλοὺς ἀπέδοντο, καὶ δὴ Σέργιον τὸν Βάκχου τὸν στρατηγόν· ἑαλώκει γὰρ ὀλίγου ἔμπροσθεν καὶ αὐτὸς ἀπαισίᾳ τινὶ χρησάμενος τύχῃ, καὶ ἐν τοῖς αἰχμαλώτοις ἐτέ- [*](P. 170) λει. οὕτω τε μόλις ἐπαύοντο λεηλατοῦντες, καὶ τῆς οἴκαδε εἴχοντο πορείας, ἀναλαβόντες οὐκ ἐς μακρὰν καὶ τοὺς ἐκ τῆς Ἑλλάδος ἀφικομένους.

κδ΄. Τοῖς μὲν οὖν τῆς πόλεως τῆς βασιλίδος ἀστοῖς αἱ τοιαῦται ξυνθῆκαι ἀγεννεῖς εἶναι ἐδόκουν καὶ αἰσχραὶ καὶ ἀνελεύθεροι· εἴγε ὥσπερ οὐ φορητὸν ὑπάρχον, ὅτι δὴ πλησιαίτατα τῆς πόλεως οἱ πολέμιοι ἀφιγμένοι καὶ ἐγγελάσαντες, οὐκ αὐτοὶ πανωλεθρίᾳ διεφθάρησαν, ἀλλ᾿ ἔτι καὶ χρυσίον ἐκομίσαντο χαριστήριον, ὥσπερ ἡμῶν ἐς αὐτοὺς πεπλημμεληκότων. ἡ δὲ τοῦ βασιλέως γνώμη ἐς ἄλλο τι μεῖζον ἑώρα, [*](B) ὅπερ οὐκ ἐς μακρὰν ἀποβὰν ἔπεισε τοὺς πρότερον νεμεσῶντας ὑπεράγασθαι αὐτὸν ὡς ἄγαν προμηθῆ καὶ ἀγχινούστατον·

[*](1. Οὐτίγουροι correxi ex p. 300. 3, 303. 11. et Menandro historico., Οὐττίγουροι vulg., Οὐτρίγουροι R. 4. τε ins. ex R. 6. δὴ om. R. 8. τινὶ χρησ. R., χρησ. τινι vulg. 13. ἀνε . . . . . R. cum lacuna usque ad οὐκ αὐτοὶ, tum autem pergit: του πανωλ. 14. εἴγε ὥσπερ οὐ φορητὸν ὑπάρχον. Ita haec , quae certe non bene habent, in Par. leguntur : in Lugd. et ed. pr. negatio omittitur. In R. lacunam esse iam dixi. Intpr. nec plane existimabant id quodam pacto ferendum. 16. καὶ om. R. 19. ὅπερ R., ὥσπερ vulg. et Intpr, 20. ὡς R., ἐς vulg.)
332
[*](A. C. 558)

ἔγνω γὰρ χρῆναι μᾶλλον ἁπάσῃ μηχανῇ ξυγκροὐεσθαι τὸ βάρβαρον [*](Ι. Ι. 32) ἐφ᾿ ἐαυτὸ καὶ ἐκπολεμοῦσθαι. ὡς ἂν δὲ τοῦτο συμβοἰη, αὐτίκα, ἕως οἱ ἀμφὶ Ζαβεργὰν μαλθακώτερον ἐπορεύ- οντο, ἔστελλε γράμμα παρὰ Σἀνσιλχον τὸν ἕτερον ἡγεμόνα ἔνσπονδόν τέ οἱ ὄντα καὶ μισθοφόρον. ἐδήλου δὲ ἀττα τὸ γράμμα· „ Εἰ μὲν ἐπιστάμενος τὰ παρὰ τῶν Κοτριγούρων ἐφ’ ἡμᾶς μεμελετημένα εἶτα ἑκὼν ἠρεμεῖς, θαυμἀσαιμι ἂν εἰκότως σοῦ μὲν τῆς ἀπιστίας, ἡμῶν δὲ αὐτῶν τοί [*](C) μὴ τῆς σῆς γνώμης ὀρθότατα ἐστοχάσθαι, ἀλλὰ περὶ τὴν κρίσιν διαμαρτεῖν· εἰ δὲ οὔπω μεμαθηκὼς, συγγνωστέον μἐν, ἐπισεἰξης δὲ ἂν οὐκ ἄλλως τὴν ἐπὶ τοῦ φθάσαντος ἄγνοιαν, ἢ μόνῳ τῷ μὴ μετὰ ταῦτα μελλῆσαι. παραγεγόνασι γὰρ ἐν- θάδε, οὐ τοῦτο μέλον αὐτοῖς καὶ ἐσπουδασμένον, ὅτι μὴ ὡς ὁδοῦ πάρεργον, τὸ δεῖν λυμήνασθαι τὰ ἡμέτερα, ἀλλὰ διὰ τῶν ἔργων δηλώσοντες, ὅτι δὴ τοὺς μείζονάς τε καὶ ἀρἰστους παρέντες ἐξηπατήμεθα, τὸ ἐπὶ σοὶ πεποιθέναι προὔργου ποιούμενοι. οὐδὲ γὰρ ἀνεκτὸν εἶναι ἡγοῦνται, ἤν τις αὐτοὺς ἴσους τε καἰ ἀμφηρἰστους τοῖς Ούτιγὐροις ἀποκαλέσοι, [*](V. 119) οὐδὲ εἰ μετρἰῳ τινὶ ὑπερβάλλειν, μόλις δὲ εἴγε σφόδρα πολλῷ [*](D) καὶ τοίνυν οὐκ ἀνῆκαν ἀνὰ τὴν Θρᾴκην ἀλώμενοι, πρὶν

[*](2. ξαυτὸ R., ἑαυτῷ vulg. 4. Σἀνσιλχον R. vulg. et Menander. Σἀνσιχλον Intpr. h. 1., ut p. 303 v. 11. ed. Bonn. omnes. 6. πρᾶγμα R., sed in mg. γράμμα. κοτριγοὐρων et Intpr., Κουτρ. vulg. 11. ἐπιδείξεις R. 12. Pro μετὰ Par. κάτα. 16. τῷ R. ιν ord., τὸ in mg. 18. Οὐτρλγούροις h. 1. R. et vulg. 19. ὐπερἀλλοιεν Par.)
333

τὸ χρυσίον ἅπαν, ὁπόσον σοι ἀν’ ἔτος ἕκαστον μισθοῦ χάριν [*](A. C. 558 I. I. 32) δωρεῖσθαι εἰώθαμεν, αὐτοὶ ἐκομίσαντο· καίτοι ῥᾴδιον ἦν ἡμῖν, ἢ ἄρδην ἅπαντας ἀποκτεῖναι, ἢ, τὸ γοῦν ἔλαττον, ἀπράκτους σφᾶς ἀποπέμψασθαι. ἐφήκαμεν δὲ ὅμως ἑκάτερα τῆς σῆς πειρώμενοι δόξης. εἰ μὲν γὰρ ὡς ἀληθῶς ἀνδρειότερος εἰ καὶ φρενήρης, καὶ οἶος μὴ ἐπιτρέπειν τοῖς τὰ σὰ σφετεριζομέωις, οὐδὲ νῦν ἔλαττον ἕξεις. πάρεστι γάρ σοι ἐν καιρῷ τὸ δυσμενὲς ἀμύνασθαι, καἰ τῇ μάχῃ κεκρατηκότι τοὺς οἰκείους μισθοὺς ἀπολαβεῖν, όσπερ δι’ αὐτῶν σοι ἀπεσταλμένους. εἰ δὲ καὶ τοιαῦτα πρὸς αὐτῶν ὑβρισμένος ἡσυχίαν ἄγειν ἐθέλεις, δεδιὼς, οἶμαιι καὶ τὴν αἰσχίστην ἑλόμενος ἀπραγμωύνην, [*](P. 171) σὺ μὲν , co γεναῖε, ἀπόμισθος ἔση, ἐκείνοις δὲ σὺ μὲν, ὦ γνναῖε, ἀπόμισθος ἔσῃ, ἐκείνοις δὲ τὰ παρ᾿ ἡμῶν δεδωρήσθω· καὶ τολοιπὸς μέθες, εἰ δοκεῖ, τὸ φροόνημα, καὶ τοῖς κρείττοσν εἴκειν διδάσκου. εὖ γὰρ ἴσθι, ὦ φέριστε, ὡς καὶ τὰς συνθήεας μεταθετέον ἡμίν ἐπ’ αὐτοὺς, ἃς δὴ πρὸς σὲ καὶ τὸ σὸν θέμεθα γένος. ἀνόητον γὰρ καὶ ἄλλως τοῖι ἡττωμένοις συναδξεἴν, παρὸν τὸ κρατοῦν οἰκειώσασθαι.”

κε'. Ταῦτα ὁ Σάνδιχλος διὰ τῶν ἑρμηνέων ἀναλεξάμενος, εὐθὺς ἐχαλέπαινε καὶ ἐλύττα καὶ κατέχειν οὐ μάλα οἷός τε ἦν τὴν ὀργὴν , ἀλλ’ αὐθημερων ἵετο τίσασθαι τοὺς Κοτριγουρους τῆς ἐς αὐτὸν παροίνιας πῶς δὲ οὐκ ἔμελλεν ῥᾳδιιως

[*](B)[*](11. ὡς ἀπραγμ. R. 19. Σάνδιχλος iterum solus Intpr., Σαλγίλος R., Σάνδιλχος vulg. 21. ἵετο R. et vulg.)
334
[*](A. C. 558 I. I. 32)

τοῖσδε τοῖς ῥήμασι διαταραχθῆναι ψυχὴ βάρβαρος καὶ αὐθάδης, καὶ ἀεὶ κερδῶν γλιχομένη; τοιγάρτοι κινήσας τὸν οἰκεῖον στρατὸν , πρῶτα μὲν ἐμβάλλει ἀθρόον τοῖς τῶν πολεμίων χωρίοις· καταπλήξας τε τοὺς αὐτοῦ μεμενηκότας τῷ ἀπροσδοκήτῳ, γύναια πολλὰ καὶ παῖδας ἠνδραποδίσατο. ἔπειτα δὲ καὶ τοῖς ἐκ Θρᾴκης ἐπανερχομένοις ἄρτι τὸν Ἴστρον ποταμὸν διαπεραιωθεῖσιν ὑπαντιάζει ἐξαπιναῖα· καὶ πολλοὺςὅσους ἀποκτείνας, τὰ τε χρήματα αὐτοὺς το παρὰ βασιλέως καὶ ἅπασαν τὴν λείαν ἀφαιρεῖται. μόλις δὲ οἱ σεσωσμένοι ἐς τὰ σφέτερα ἤθη ἀπονοστήσαντες καὶ κατ’ οὐτὸ τοῖς ἄλλοις γενόμενοι, ἐς [*](C) πόλεμον τοῖς ἐναντίοις καθίστανο· οὕτω τε ἐξ ἐκείνου ἐπιπλεῖστον ἑκάτεροι διετέλουν κατ’ ἀλλήλων τρεπόμενοι, καὶ τὴν δυσμένειαν ἐμπεδοῦντες. νῦν μὲν γὰρ ἐφόδους καὶ λεηλασίας ἐποιήσαντο, νῦν δὲ ἐς ἐμφανῆ μάχην παρπάττοντο , ἕως ἑκατέρωθεν αἱ δυνάμεις διαῤῥυεῖσοι ἀνάστατοι ανρδην γεγένηνται, ὡς καὶ αὐτὴν δήπου τὴν πάτρον ἐπωνυμίαν ἀποβεβληκέναι. ἐς τοῦτο γὰρ συμφορᾶς τάδε ὰ Οὐννικὰ ἔθνη ἔξώκειλεν, ὡς εἴπερ ἄρα τι αὐτῶν καὶ μεμέναεν μέρος, σποράδην ἑτέροις [*](D) δουλεύειν, καὶ ἐς τὸ ἐκείνων ὀομα μεταβεβλῆσθαι. οὕτω δή τι αὐτοὺς ἐνεργότατα μετῆλθοναἱ ποιναὶ τῶν προτέρων ἀσεβημάτων. ἀλλ’ ἡ μὲν παντελὴς οῖνλὸε τοῖν γενοῖν ἀνατροπὴ καὶ κατάλυσις χρόνῳ ὕστερον ξυννγέχθη, καί μοι εἰρήσεται ἕκα-

[*](3. πρῶτα R., πρῶτον vulg. 6. ποταμὸν om. R. διαπεραιωθεῖσιν R., περαιωθ. vulg. 7. ἐξαπιναία R., ἐξαπιναίως vulg. 10. κατ’ αὐτὸ R., κατὰ ταὐτὸ vulg. 14. ἐποιήσαντο R., ἐποιοῦντο vulg, ἐμφανῆ R. (Cl.), ἀφανῆ Vulg. 15. αἱ om. R. 21. καὶ κατά R., καὶ ἡ κατάλ. vulg.)
335

στᾶ προσηκὀντως ἁρμοζομένῳ ὡς οἷον τε τῇ τῶν χρόνων ὀμολογἰᾳ. [*](A. C. 558) τῆς δὲ στάσεως ἔτι ἀκμαζούσης καὶ κατὰ τὸ Βυζἀντιον [*](I. I. 32) ἀπαγγελλομένης, τότε δὴ ἅπασιν ἀνωμολόγητο καὶ διαδηλοΓτἀτη ἐδείκνυτο ἡ τοῦ βασιλέως προμήθεια καὶ εὐβουλία, ὅτι δὴ τῶν βαρβάρων ὑπὸ σφῶν διαφθειρομένων, αὐτὸς ὅπλα μὴ κινῶν πάντως ἐνίκα τῇ γνώμῃ ἐφ’ ἑκατέρᾳ ῥοπῇ τοῦ πολἐμου, καὶ ἀπἠλαυε τῆς ἐλπίδος. ἐπειδὴ γὰρ ἐμόχθουν ἑκάστοτε τοῖς οἶκοι δεινοῖς ἐνησχολημἐνοι, οὐκέτι κατὰ Ῥωμαἰων χωρεῖν διενοοῦντο· ἀλλὰ καὶ ὅποι γῆς ἐτὐγχονον ὄντες, τοῖς πλείστοις ἠγνὀγντο.