Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

α'. Ἐς τοῦτο δὲ νιικης τοῖς Ῥωμαιοις τοῦ πολέμου κεχωρηκότος, καὶ ὥσπερ ἀνακωχῆς τῶν δεινῶν γεγενημένης, τῶν τε ὅπλων τὸ παραυτίκα ἠρεμηκότων, τότε δὴ ἐς ζήτησιν [*](V. 76) ἤγεταο τὰ ἔπι Γουβάζη πρότερον τετολμημένα. καὶ τοίνυν ὁ Ἀθανάσιος ἐπὶ θώκου τινὸς ὑψηλοῦ καθῆστο εὐπρεπῶς, χλαμυδᾷ ἐνειμένος , ὥσπερ ἀμέλει οἱ ἀστικώτατοι τῶν ἡγεμόνων. παρῆσαν δὲ αὐτῷ ἄνδρες γράφειν τε ἐς τάχος πεπαιδευμένοι, καὶ ἐπιτροχάδην ἀναλέγεσθαι τὰ γεγραμμένα· ἄλλοι τε ν́πη- ρέται σοβαρώτεροι καὶ ἐμβριθεῖς , καὶ δαημονέστατοι τῆς τῶν Bδικαπηριων κομψείας, κήρυκές τε μεγαλοβόαι , καὶ ol tcovio μαστίγων ἐπιστάται. anavTeg δὲ οὗτοι ἐκ τῶν ἐν Βυζαντίῳ ἀρχείων ἐτύγχανον ἀπολελεγμένοι. ἐπεφέροντο δὲ , οἶς τοῦτο ἀνεῖτο, δεσμούς τε σιδηροῦς περιαυχενίους, κλινοστρόφιά τε καὶ ποδοστράβας, καὶ ἄλλα ἄττα ὄργανα κολαστήρια. καί μοι [*](P. 108) δοκεῖ βασιλεὺς Ἰουστινιανὸς οὐκ ἀπεικὸς οὐδὲ αὐτομάτως ἀλλ᾿ ἐμφρονέστατα τοῦ δέοντος ἐστοχασμένος, ξὺν τοιᾷδέ τινι τάξει καὶ εὐκοσμίᾳ τὴν κρίσιν προελθεῖν παρακελεύσασθαι, οὐ μ̔̀ νΘν -̔́ πως οἱ ἐκείνῃ βάρβαροι, τῶν Ῥωμαἰ·κῶν σφίσινομιμ́ων κ0μπω- δέστερον ἀναδεικνυμένων, θαυμάζοιέν τε αὐτὰ καὶ ἐπιπλέον ἄρ-

[*](1. Ἐς R. (Cl.), Lngd. et ecl. pr. ὡς, Par. ὃς. Α τῶν δεινῶν corrcxi, R. τῶν ἐκείνων, vulg. τῳ· (Lugd. mg. τῶν) ἐκ· είν(σ. — Thucyd. IV. 1 ι7. γενομένης dνακωχῆς κακῶν καὶ ταλαιπωρίας. 3. τὸ παραυτίκα R. , παραυτίκα vulg. 4- Τουβάζ.η R-.» Ιbυβά- ;ην vulg. 5. θώκου R., θάκου vulg. 6- ἐνειμένος CI., έν- ειμμένος R. et Lugd., ἴνη μένοςvu1g. 7. ἀρτῷ καὶ ἄνδρ. R. θ δαημονέστατοι R. 〈δαιμἱ et Intpr. δcι·euιἰεεἰωἰ, δαημονέστερο. vulg.)
207

χεσθαι ὑπὸ τούτων ξυνεθισθεῖεν, ἀλλὰ καὶ ὅπως, εἰ μὲν ὡς μηδίσὰς [*](Α. C. 555 C. 555 I. I. 29) πρότερον ὁ Γουβάζης δικαιότατα φανείη ἀνῃρημένος, μηκέτι ἀνιῷντο οἱ Κόλχοι , μηδὲ ὥς τι δεινὸν πεπονθότες ἀγανακτοῖεν· εἰ δέ γε ἅπαντα καταψευσάμενοι, καὶ ἄδικον μίασμα δράσαντες ἁλοῖεν οἱ ἀπεκτονότες, οὕτω τε καταδιαιτηθέντες, καὶ ὑπὸ κήρυκι πομπῷ ἀνὰ τὰ πλήθη περιηγμένοι, εἶτα τῷ παλαμναίῳ [*](B) ξίφει, ἁπάντων θεωμένων, καρατομηθεῖεν, τότε δὴ μεῖζον τι δόξειεν εἶναι τὸ πέρας, καὶ διπλασίων ἡ τιμωρία. ἠπίστατο γὰρ ὡς, εἰ μὲν οὕτω πως ἐν ἀποῤῥήτῳ βαρβαρικώτερον ῾Ρούστικόν τε καὶ Ἰωάννην διαφθαρῆναι παρακελεύσοιτο, οὐκ ἀποχρώντως ἡγήσασθαι ἂν τοὺς Κόλχους τὴν ὕβριν αὐτοῖς ἀπεσκευάσθαι, οὐδὲ προσήκουσαν ποίνην κομίσασθαι τῶν ἦμαρ τημένων. δικαστηρίου δὲ καταστάντος, καὶ ἀντιλογίας ἑκατέρωθεν προελθούσης, καὶ τῶν ὑπηρετῶν ἄνω τε καὶ κάτω διαττόντων, καὶ ὅπως τῶν κρινομένων ἕκαστος ἐν κόσμῳ ἑστήξει καὶ ἀποκρινεῖται διαταττομένων, ὄγκου τε δικαστικοῦ φαινομένου, [*](C) καὶ μεγαληγορίας ἀκουομένης, καὶ ἔπι τούτοις τοῦ ὀλέθρου φρικωδέστερον ἐπιγιγνομένου· τούτων δὴ οὖν οὕτω [*](V. 77) πρασσομένων, ἕτερόν τι αὐτοῖς μεῖζον καὶ μάλα εἰκότως φανεῖσθαι τὸ χρῆμα ἐγίγνωσκε, καὶ τάχα τὴν ἀξίαν τοῦ ἐπικλήματος ὑπερβάλλον. ταῦτα γὰρ καὶ τοὺς ἐν Βυζαντίῳ ἀστοὺς,

[*](5. οἱ ἀπεκτονότες R., art. om. vulg. 8. Lugd. mg. ἴσ. τέρας. 14. διαττόντων vulg. ex coni. in mg. Lugd., Intpr. ultro citroque cursitantibus, διαταττόντων R. et Lugd.)
208
[*](A. C. 555 I. I. 29)

καίτοι θαμὰ ἐκεῖσε γιγνόμενα, καταπλήττει καὶ ἐξιστησι τῶν φρονημάτων, μὴ τι γε βαρβάρους καὶ οὐκ εἰθισμένους. τούτων μὲν οὖν ἕνεκα, οἶμαι, Ῥωμαϊκòν δικαστήριον, μᾶλλον μὲν οὖν Ἀπικώτατον , ὑπὸ τῷ Καυκάσῳ ξυνεκροτήθη.

β΄. Τότε ὸὲ Ῥούστικος τε καὶ Ἰωάννης, ἐκ τοῦ δεσμωτηριου ἠγμένω, ἀνὰ τὸ λαιὸν μέρος ὶστήκατον, οἷα δὴ φεύγοντε. [*](D) ἐπὶ θάτερα δὲ παρῆσαν κατηγορησείοντες τῶν Κόλχων οἱ ἐμφρονέστατοι, καὶ ἤδη ἐκπλείστου τὴν Ἑλλάδα φωνὴν ἐκμεμαθηκότες. ἐδέοντο δὲ πρότερον τὴν παρὰ βασιλέως ἐπιστολὴν ἐν κοινῷ ἀνακηρύττεσθαι, ἥνπερ ἐτύγχανε πρότερον ὁ Ἰωάννης τούτων δὴ πέρι τοῖς στρατηγοῖς διακομώας ἀλλὰ γὰρ καὶ τῷ διαιτητῇ ξυνδοκοῦν, γεγωνότερόν τις αὐτὴν τῶν ἐς τοῦτο τεταγμένων διεξῄει, ὧδέ πως ἔχουσαν· „ἄπιστον μὲν καὶ παράλογον τὸ πρὸς ὑμῶν ἀνηγγελμένον, ὡς ἄρα βουλομένῳ ἐστὶ τῷ Γουβάζη, τὰ πάτρια ἔθη καταπροεμένῳ καὶ τοὺς ἐν ἅπασιν ὁμόφρονας καὶ ἀνέκαθεν ἡγεμόνας, τοὺς Ῥωμαίους [*](P. 109)φαμὲν, ἐπὶ τοὺς ἐχθίστους τε καὶ ἀλλοτριωτάτους καὶ πρός γε τὰ ἐς θεὸν ἑτερογνωμονας μεταχωρῆσαι, καὶ ταῦτα οὐδὲν ὁτιοῦν ἐξ ἡμῶν ἄχαρι προπεπονθότι. πλὴν ἀλλ’ ἐπειδὴ γιγνώσκομεν τὰ ἀνθρώπεια παλίμβολά τε καὶ ὀλισθηρὰ, καὶ τῇ ποικιλίᾳ τῶν παρεμπιπτόντων συμπεριάγεσθαι πεφυκότα, οὐ παντάπασιν ἀπιστεῖν ᾠήθημεν χρῆναι, οὐδὲ μεθεῖναι μὲν τὸ φυ-

[*](2. μή τί γε R., μήτοι γε vulg. καὶ ins. ex R. et Intpr. 8. ἐκμεμαθ. R., μεμαθ. vulg. 9. πρῶτον R. 12. γεγωνότερον R. (Cl.), γεγονώτερον vulg.)
209

λάξασθαι τὰ παρ’ ἐκείνου εἴτε ἴσως διανοηθέντα μόνον] εἴτε [*](Α. C. 555 I. I. 29) πάντως βεβουλευμένα, καταλιπεῖν δὲ έν ἡμῖν αὐτοῖς φροντίδα περιττὴν καὶ ἀμφιρρόπους ἐννοίας, ἐπ’ ἀδήλῳ ἔτι κειμένου τοῦ τέλους. καίτοι ἀλλόκοτόν τι καὶ ταραχῶδες τὸ μηδαμῶς ἐφ’ ὁτῳοῦν βεβαιότατα πεποιθέναι, ἀλλ’ ὑποψίας ἀεὶ καὶ δείματος εἶναι μεστὸν, καὶ ἐπ’ αὐτοῖς δήπου τοῖς ξυνηθεστάτοις. ὅμως (ἐν ἅπασι γὰρ τοῦτο νικᾷ) ἑπόμεθα καί [*](B) ἡμεῖς τῇ φύσει, καὶ ἀπιστοῦμεν. ὡς ἂν δὲ μήτε προπετῶς ὠμόν τι καὶ ἀπηνὲς δράσοιμεν ἐπὶ Γουβάζῃ, μήτε τῷ οὐκ εἰκότι δῆθεν ἀναπεπεισμένοι μαλθακισθείημεν, ἀλλ’ ἐκφύγοιμεν τὰς ἑκατέρωθεν μεταμελείας, εὔβουλόν τι ἡμῖν κατεφάνη καὶ μέσως πως ἔχον, ἐνταῦθα τὸν ἄνδρα παραγενέσθαι. στέλλειν τοίνυν αὐτὸν τὴν ταχίστην, εἴτε βουλόμενον, εἴτε ἠναγκασμένον. εἰ δέ γε ὑμᾶς ταῦτα ἐθέλειν ἐγνωκὼς ἀντισταίη, καὶ ἀπαναίνοιτο τὴν πορείαν, ἐπιλαμβανομένων τε ὑμῶν καὶ ἑλκόντων, (καὶ γὰρ τοῦτο ποιεῖν ὑμῖν τοὐντεῦθεν ἐξέσται,) εἰ διωθοῖτο καὶ ἀντεπιφέροιτο, ναὶ ὅτῳ γοῦν τρόπῳ τὰς χεῖρας [*](C) ἀντάροι, τότε δὴ ἵξομεν περιφανεῖς τοὺς ἐλέγχους τῶν μελετωμένων, καὶ τολοιπὸν ἐν τοῖς πολεμιωτάτοις τετάξεται,

[*](1. διανοηθέντα μόνον ins. ex coniectura: siquidem palam est excidisse participium ad βεβουλευμένα relatum; quae ille sive cogitauit, sive perficienda sibi proposuit. R. pro εἴτε ἴσως εἴτε habet: εἴτε ἴσθι εἴ τῳ. Intpr. quae huic sunt aut alteri cuiquam prave consulta, scilicet ex hariolatione. 10. μαλακισθ. R. 12. ἐνταῦθα om. R. 15. ὑμῶν om. R. 16. τοὐν- τεῦθεν R. , ἐντεῦθεν vulg.)
210
[*](A. C. 555 I. I. 29)

ὥστ᾿, εἰ που τις αὐτὸν τοιαῦτα τολμῶντα καὶ ἀποκτείνοι, οὐδὲ δὲ τοῦτο ἡμῖν ἐσόμενον ἄπο τρόπου, οὐκοῦν οὐδὲ ποινὰς ὁ δράσας ὑφέξει τοῦ ἐγχειρήματος. οὐ γὰρ ὡς μιαιφόνον αὐτὸν κολαστέον, ἀλλ’ ὡς τυραννοκτόνον ἐπαινετέον.” ἥ μὶν οὖν παρὰ βασιλέως ἐπιστολὴ τοιάδε ἄττα ἐγκελευσαμένη διέγνωστο.

γ΄. Αὐτίκα δὲ οἱ ἄνδρες τῶν Κόλχων, οἲ δὴ πρὸς τὸ κατηγορεῖν ἐτετάχατο, ἐπειδὴ αὐτοὺς ὁ δικαστὴς ἐψηφίζετο [*](D) τὰ σφέτερα αὐτῶν δικαιώματα ᾖ βούλοιντο προτιθέναι, οἱ δὲ προθύμως εἴχοντο τοῦ ἐπικλήματος, καὶ ἔλεξαν τοιάδε· „Ἀπόχρη μὲν, ὠ δικαστὰ, τὸ τετολμημένον, εἰ καὶ μηδὲν ὁτιοῦν φήσαιμεν , ποιναῖς ταῖς μεγίσταις ὑπάγειν τοὺς δεδρακότας· πλὴν ἀλλὰ τοῖς ὑμετέροις νόμοις δοκοῦν τὸ χρῆναι καἰ τῶν ἐμφανῶν πέρι καὶ μεγίστων ἀδικημάτων μὴ πρότερον τὰς κρίσεις ἐκφέρειν, πρὶν ἂν καὶ λόγῳ τὰ πραχθέντα διαγορεύειν, ἥκομεν νῦν ἐροῦντες μόνον ἁμωσγέπως τὰ γεγενημένα. οὕτω γὰρ ἂν καὶ ἧμιν διανυσθήσεται τ·ὸ νενομισμένον, εἰ καὶ τὰ τῶν λόγων εἶεν ἁπλᾶ καὶ ἥκιστα κεκομψευμένα, ναὶ οἶα τοῦ [*](V. 78) μεγέθους τῶν εἰργασμένων μὴ ἐξικνεῖσθαι. ποία γὰρ αὐτοῖς [*](Ρ. 110) λελείψεται σκῆψις, ἄνδρα τοσοῦτον, φίλον ὑμῖν καὶ συνήθη καὶ σύμμαχον καί ὁμοδίαιτον καὶ ὁμόσπονδον, καὶ ταὐτὰ περὶ τὸ κρεῖττον φρονοῦντα, καὶ τί δὲ οὔχι τῶν οἰκειοτάτων κεκτημένον, ἀναίδην οὕτω διαχειρισαμένοις, καὶ πολλῇ τῇ δυσ-

[*](10. ὦ δικασταὶ R, Intpr. iudices. 12. ὑμετέροις correxi, ἡμετέροις omnes. 15. τοίνυν R. pro νῦν. Pfum τὸ νῦν? 16. ἂν om. R. ἀναίδην. Sic Intpr. impudenter, ἀνέδην R. et vulg.)
211

μενείᾳ χρῆσθαι καθ’ ὑμῶν φωραθεῖσι, τῷ τοὺς ἐχθροὺς τεθεραπευκέναι; [*](A. C. 555 I. I. 29) βασιλεὺς γὰρ ὁ ἀνῃρημένος, ὦ δικαστὰ, καὶ ἔθνους οὐκ ἀγεννοῦς, καὶ πρὸς ἀρετὴν ἐνεργότατος, καὶ τὰ Ῥωμαίων στέργων ἀεὶ πολλῷ μᾶλλον τῶν ἀπεκτονότων. ἀνατετράφαται [*](B) δὲ τὰ Κόλχων πράγματα καὶ διεῤῥύη, δὲ τὰ κοινὰ, εἴ γε μέρος τι καὶ ἡμεῖς οὐκ ἐλάχιστον τῆς ὑπηκόου τυγχάνομεν ὄντες. καὶ διόλωλεν ὑμῖν τὸ ἀκραιφνὲς τῶν καθεστώτων καὶ ἄπταιστον, καὶ κατὰ πολὺ τῆς οἰκείας δυνάμεως μειονεκτεῖσθε· πολιτεία δὲ μὴ διὰ πάντων ἐῤῥωμένη, ἀλλᾷ βραχεῖά γοῦν τινι μοίρᾳ σφαλεῖσα, οὐκέτι συνεστάναι δόξειεν ἂν προσηκόντως, τοὐναντίον μὲν οὖν καὶ αὐτὴν ψεύδεσθαι τὴν ἐπωνυμίαν, τὸ ἐντελῶς ἔχειν ἀφῃρημένη. ταῦτα δὴ οὖν ἄπαντα δράσαντες, οὔ φασι δεῖν ὑμᾶς τὸ πραχθὲν εἰ καὶ δεινὸν εἴη σκοπεῖν, μόνην δὲ τὴν γνώμην καθ’ ἣν εἴργασται διερευνᾷν καὶ προσίεσθαι, καὶ διὰ τινων ἀφανῶν τε– [*](C) κμηρίων καὶ οἷον εἰκότων χωροῦντας, ἀναπλάττειν ταῖς ἐννοίαις εὐεργεσίαν ὑμῖν αὐτοῖς ἐντεῦθεν προσγεγενημένην, ἢ τῷ σαφεῖ μᾶλλον τῆς βλάβης καὶ τοῖς ἔργοις ἀποδεδειγμένῳ πιστεύειν αἱρεῖσθαι. ταῦτα γὰρ δὴ τὰ σοφίσματα καὶ πρὸ τῆς δίκης πολλάκις διαθρυλλοῦντες, παράγειν τοὺς πλείστους ἡγοῦντο. εἰ τοίνυν καὶ παρὰ τοὺς ἀγῶνας τοιαῦτα προσθεῖεν, γινωσκόν-

[*](1. καθ’ ὑμῶν R., Inlpr. adnersum vos, καθ’ ἡμῶν vulg. θεραπευκέναι R. 5. τῶν Κ. R. ἐῤῥύη R. 11. δόξοιεν R. 13. ἡμᾶς R. 16. καὶ ante οἷον om. R. 17. εὐεργεσείαν sph. Par. μᾶλλον ἡ τῷ σαφεῖ coni. Cl., Iutpr. ut potius confingatis — quam ex iacturae perspicuitate etc. 18. ἀποδεδειγμένην R.)
212
[*](A. C. 555 I. I. 29)

των, ὧ δικαστὰ, ὡς οὐ Ῥωμαϊκὸν οὐδὲ δίκαιον τὸ μὲν ἐμφανὲς οὕτω καὶ προὖπτον ἀδίκημα παραλιπεῖν, ἀδήλοις δὲ μᾶλλον αἰτίαις ἄλλως αὐτοῖς μεμηχανημέναις ἐξαπατηθῆναι. οὐ γὰρ ἀνεκτέον αὐτῶν, ὡς μὶν ἀπεκτόνασι τὸν ἄνδρα διαῤῥήδην [*](D) φασκόντων, ὠφέλειαν δὲ μεγίστην ἐνθένδε τοῖς κοινοῖς πεπορίσθαι πράγμασι τερατευομένων. πῶς γὰρ ἂν τἀναντία συσταῖεν σφισιν αὐτοῖς, ἢ πῶς, τὴν πρᾶξιν δεινὴν ἀποκαλοῦντες, ἐπαινεσόμεθα τὴν δράσασαν γνώμην, ὡς τοῦ συνοίσοντος ἐστοχασμένην; πάλαι γὰρ ἀλλήλοιν ἀποκεκριμένω τνγχάνετον ὠφέλεια καὶ παρανομία, ὠμότης τε καὶ δικαιοσύνη διεστηκότα καὶ ἄμικτα καὶ ὁμόσε χωρεῖν οὐπώποτε πεφυκότα.

δ΄. „Εἰ δέ γε καὶ γυμνὴν τὴν διάνοιαν ἐξεταστέον, φανήσονται καὶ ταύτῃ δύσνοι καὶ κάκιστοι, ὡς δὴ τὰ τοὺς Πέρσας ἀρέσκοντα βεβουλευμένοι· ὥστε οὐδὲ Ῥωμαίους ὀνομάζειν τούσδε τοὺς μιαιφόνους προσήκει, οὐδὲ ὡς ὁμοφύλοις [*](P. 111) μετ᾿ εὐνοίας διαιτητέον αὐτοῖς, ὅτι μὴ καθάπερ λίαν ἐχθίστοις, ἐπεὶ καὶ ἤδη τῷ κοινῷ τῆς φύσεως νόμῳ μεμερισμένοι τυγχάνουσι, κἂν μήπω τῷ παρ’ ὑμῖν γεγραμμένῳ. τὸ γὰρ ἀντίπαλον καὶ ἀλλότριον τοῖς ἔργοις γνωρίζεσθαι χρὴ, οὐ τῷ πορρωτέρω τετάχθαι. ὁ δὲ, οἶς ἂν ἡσθεῖεν οἱ δυσμενεῖς, προὔργου ποιούμενος, πολέμιος ἂν κριθείη δικαίως, κἂν σνμ-

[*](11. καὶ ὁμόσε — πεφυκότα om. R. et Intpr. 13. τοὺς Πέρσας R., τοῖς Πέρσαις vulg. 20. πόβῥωa. πόῤῥω R.)
213

παρῆ, κἂν συστρατεύοιτο, κἀν ὡς ἐγγύτατα τῷ γένει συνῆπται. [*](Α. C. 555 I. I. 29) ἀλλὰ γὰρ οὐ φίλον οὐδὲ βασιλέα φασιν ἀπεκτονέναι, πολέμιον δὲ μᾶλλον καὶ τύραννον καὶ τὰ Περσῶν ἐσπουδακότα. πρὸς τοῦτο γὰρ ἐληλάκασι παρανομίας, ὡς μηδισμοῦ διώκειν τὸν κείμενον· καὶ περιέστηκε τῷ δειλαίῳ μηδὲ τεθνηκότι τῶν δεινῶν ἀπηλλάχθαι, ἀλλὰ νῦν προδοσίας φεύγειν γραφὴν [*](Β) ὅτε μηδὲν πλέον ἕξει νικῶν. ποῖος δὲ νόμος ἢ παρ’ ὑμῖν ἢ παρὰ βαρβάροις ἐπαινέσειεν ἂν κατηγορίαν ἐν ὑστέρῳ τῆς χρίσεως γιγνομένην; κριταὶ γὰρ αὐτοὶ καὶ δυσμενεῖς καὶ κατήγοροι, καὶ ἅμα πάντα καταστάντες, τιμωρίαν μὲν ταπως τῳ μηδὲν ἡμαρτηκότι προσήγαγον, ὁποίαν εἰκὸς ἢν ὑποσχεῖν τὸν ὡς ἀληθῶς τυραννίδος ἁλόντα. ἥκουσι δὲ νῦν, δέον ἀπολογεῖσθαι, καταιτιώμενοι τὸν ἠδικημένον· καίτοι ἐ- χρῆν αὐτοὺς πρὶν ἀνελεῖν, εἰ γε ταῖς αἰτίαις ἐπεποίθεσαν, ἐμφανῶς τὴν πρὸς αὐτὸν ἐνστήσασθαι δίκην, καὶ πρώτους ἐγκαλεῖν, ἀλλὰ μὴ νῦν κατηγορημένους ἀντεγκαλεῖν. εἰ γὰρ τοῦτο [*](C) πᾶσιν ἐφεῖται, τί δήποτε ἄρα μὴ καὶ ἡμεῖς τούσδε τοὺς μιαιφόνους [*](V. 79) αὐτοχειρίᾳ διεχρησάμεθα; παρὸν ἡμῖν, πρὸς δίκην τυχὸν ἀγομένοις, ἀντεπιφέρειν αὐτοῖς καὶ τεθνηκόσι τὰ παρ’ αὐτῶν πρότερον ἡμαρτημένα, καὶ ταύτῃ πειρᾶσθαι δεικνύειν

[*](1. συστρατεύσοιτο R. 4. παρανοίας R. et Iutpr. eo vesaniae, 7. Pro νόμος R. γενόμενος. παρ’ ὑμὶν Lugd. et Intpr. apud vos, παρ’ ἡμῖν R. et Par. 9. γινομένην R. Post δυσμενεῖς iterat αὐτοὶ vulg. 10. ἀνεξετάσως R. et Intpr. indicta causa, ἀνεξετάστῳ vulg. 15. πρῶτα R. 16. κατηγορυμένους B.)
214
[*](I. C. 555 I. I. 29)

τὸ εὐλόγως ἀνθημαρτηκέναι, μᾶλλον γὰρ ἡμεῖς, ἔπι σαφέσι τοῖς προϋπηργμένοις χαλεπήναντες, ἐνδίκως ἂν ἠμυνόμεθα τούτους· καὶ τὰ τῆς ἀντιλογίας προσηκόντως ἐχώρει. ἀλλ’ οὐδὲ πρὸς ἡμῶν οὐδὲ πρὸς ἑτέρων τὰ τοιάδε τολμᾶσθαι χρεὼν, εἴ [*](D) γε κατὰ τοὺς Πατρίους ὑμῖν νόμους πολιτευτέον. φέρε γὰρ τοῖς βουλομένοις ἐξῇ τοὺς οἰκείους δυσμενεῖς οὕτω πως ἀθρόον ἀποκτιννύναι, καὶ τοῦτο πολλάκις γιγνόμενον μέχρι τοῦ ἐπ’ ἄπειρον ἤδη τολμᾶσθαι προσενεχθείη, πῶς ἂν ὑμῖν τὸ γοῦν κρίνειν ἀδεῶς ἐν βεβαίῳ διαμένοι; ἁπάντων γὰρ ἀναιρούντων τε καὶ ἀναιρουμένων, καὶ ταῖς ἀντεπιβουλαῖς χρῆσθαι κατ᾿ ἀλλήλων θαῤῥούντων, οὐκ ἂν φθάσοιτε τὰς τιμωρίας ἐπάγοντες, ἀλλὰ διαφθαρεῖται μὲν εἰκῆ τὸ ὁμόφυλον, προαφαιρήσει δὲ τὸν τῆς ἒξετάσεως καιρὸν ἡ τῶν ἀντιδρώντων ἑκάστοτε παρανομία.

ε'. „Καίτοι τι δεινὸν εἶναί φασιν, εἶπερ ἑνὸς ἀνδρὸς καὶ τούτου προδότου διαφθαρέντος, ἅπαν ὑμῖν τὸ συμμαχικὸν σωφρονέστερον καθεστήξει; προδοτῶν μὲν οὖν ὡς ἀληθῶς καὶ [*](P. 112) πλείστων ὅσων ἀπολλυμένων, εἰ καὶ μηδὲν ἕτερον τῶν ὠφελίμων τοῖς ἀνῃρηκόσι προσγένοιτο, ἀλλ’ αὐτό γε τὸ τοὺς τοιούτους θνήσκειν ἀρκούντως ἔχει πρὸς ὄνησιν. εἰ δὲ προδοσίας μηδαμῶς ἀποδεδειγμένης, ἠφάνισται τις ἀθρόον τῶν σφόδρα λογίμων καὶ τετιμώρηται, καθάπερ διαφανῶς ἐγνωσμένος, πῶς

[*](1. ἠμυνόμην R. 4. πρὸς ἑτέρων R., παρ’ ἑτέρων vulg. τοι— αῦτα R. 5. μιν R. 9. διαμένοι Cl., διαμένει R., διαμεί— νῃ vulg. 16. ὑμῖν correxi, ἡμῖν R. et vulg. 19. προσγένηται R.)
215

ἂν ὑμῖν ἐνθένδε τὸ συμμαχικὸν σωφρονήσειε; πῶς δὲ οὐκ ἂν [*](A. c. 555 Ι. Ι. 29) μᾶλλον καὶ διαλύσαιεν τὰ συγκείμενα, εἴ γε κοινωνοὺς ὑμᾶς ὑπάρχειν τοῦ μιάσματος οἰηθεῖεν; λογιζόμενοι, ὡς εἴ γε πρὸς τοὺς οἰκειοτάτους ὑμῖν καὶ συνήθεις φειδοῦς ἥκιστα μέτεστι καὶ δικαιοσύνης, σχολῇ γε ἂν βέβαιοι διαμενεῖτε πρὸς τοὺς ἀλλογενεῖς καὶ ὀθνείους, καὶ τῆς προσπεσούσης χρείας, οὐ περαιτέρω γνωριζομένους. ἀλλ᾿ οὔτε μετειλήφατε τοῦ βουλεύματος, οὔτε τὸ τούτοις ἰδίᾳ προσκείμενον ἄγος ἐπὶ τὸ ούμπαν [*](B) τῶν Ῥωμαίων ἔθνος ἀναδραμεῖται· οὔτε τὴν πάλαι πέρὶ ὑμῶν κρατήσασαν δόξαν, ὡς ἄρα πιστοὶ τὰ ἤθη καὶ βέβαιοι καθεστήκατε, καὶ δικαίοις χρῆσθε νόμοις, ἡ τούτων νικήσει κακοδαιμονία. τοὐναντίον γὰρ καὶ ἡγούμεθα τὸ παρὸν δικαστήριον ὑπὲρ τῆς κοινῆς τοῦ γένους εὐκλείας συνεστηκέναι, ὅπως ἂν ἅπαντες ἄνθρωποι γνοῖεν, ὡς οὐδαμῶς ἦν ὑμῖν βουλομένοις τοιαῦτα τοὺς Κόλχους δεινὰ καὶ βίαια πεπονθέναι. νῦν μὲν γὰρ ἔσως ἐφ᾿ ἑκάτερα τῶν πολλῶν φοιτῶσιν αἱ γνῶμαι, καὶ τὰ τῆς δοκήσεως ἐπ᾿ ἀδήλῳ φέρεται τρόπῳ. ἐκ δὲ τῆς σῆς, ὦ δικαστὰ , κρίσεως τούτων ὅσον οὔπω διαφθειρομένων, γενήσεται καὶ νῦν γνωριμώτερον, ὡς οὐ προδόται τῶν οἰκέων, [*](C) ἀλλὰ σωφρονισταὶ τῶν ἀδικούντων εἶναι πεφύκατε. εἰ γὰρ καὶ τοῖς λόγοις ἀπολογεῖσθαι δοκοῦσιν, ἀλλ᾿ ἔργῳ κατηγοροῦντες

[*](1. σωφρονήσῃ R. δὲ ins. ex R. 2 ὑμᾶς om. R. 11. νόμοις R. et Intpr. legibus, νομίμοις vulg. νικήσασα R. 14. ἦν ὑμῖν R., ὑμῖν ἦν vulg.)
216
[*](A. C. 555)

σφῶν αὐτῶν ἀποδείκνυνται καὶ τὸ παράλογον τῆς μιαιφονίας [*](I. I. 29) ὁμολογοῦντες. τὸ μὲν γὰρ βασίλειον γράμμα παρακελεύεται τοῖς στρατηγοῖς στέλλειν κατὰ τὸ Βυζάντιον τὸν Γουβάζην, πειθοῖ μὲν τὸ πρῶτον, ἀνηκουστοῦντα δὲ καἰ πρὸς ἀνάγκης, ἐναντιούμενον δὲ καὶ βιαζομένοις· ἀποκτεῖναι δὲ Πρίν ἂν ἐκεῖνος, ἐς τελεωτάτην ἀπόστασιν ἀφιγμένος, τὰ πολεμίων δρᾷν προαχθείη. οἱ δὲ καὶ ταῦτα μήτε στρατηγοὶ καθεστῶτες, μήτε ἄλλως ἐφειμένον αὐτοῖς ἀδεῶς ὃ βούλοιντο πράττειν, παραχρῆμα τὸν δείλαιον ἀπεκτόνασιν, οὔτε κατὰ [*](D) τὸ Βυζάντιον αὐτὸν γενέσθαι προτρέψαντες, οὔτε μὴν ὥσπερ ἀπειθοῦντι μετρίαν γοῦν ἀνάγκην ἐπαγαγόντες, οὔτε τὴν ἀρχὴν ἐς πεῖράν τινα καταστάντες, εἴπερ ὁτῳδηοῦν τρόπῳ τοῦ προστάγματος ὀλιγωρήσει καίτοι μεγαλαυχοῦσι καὶ βρενθύονται, ὡς τὰ βασιλεῖ δοκοῦντα διανύσαντες, οἵγε καὶ τὴν ἐκείνου περιορῶντες πεφήνασι γνώμην, ψευδέσι τε χρῆσθαι πρότερον κατὰ Γουβάζου διαβολαῖς τετολμηκότες, καὶ τἀναντία τῶν εὖ διατεταγμένων αὐτεπαγγέλτως ἒξειργασμένοι, καὶ, τὸ [*](V. 80) δὴ πόντων παρανομώτερον, οὔτε τὴν ἐπιστολὴν ἐπιδείξαντες, [*](P. 113) ὥστε τῶν ἐγγεγραμμένων γνωσθέντων τὸ πρακτέον ἑλέσθαι.

ς΄. Πῶς οὖν οὐ παντὸς ὀλέθρου καὶ τιμωρίας ὑπέρτερα 20 πάσης τὸ τετολμημένα δόξοιεν ἄν; ἀδίκια γὰρ καὶ κατ’ ἄλλου του γιγνομένη φευκτόν τι καὶ ἀπειρημένον, μάλιστα δὲ εἰ φί-

[*](8. ἂν βούλ. R. 13. προστάγματος R. et Intpr.si non iussis obsequi auderet, πράγματος vulg. 21. δόξοιεν R., δόξειεν vulg. καὶ om. R.)
217

λον καὶ εὔνουν καὶ πολλάκις προκεκινδυνευκότα τῶν πέλας εἰναι [*](Α C. 555) συμβαίη τὸν ἠδικημένον. τις γὰρ ὁ τοῦ Περσῶν πλούτου καὶ [*](I. I. 29 ) τῶν προτεινομένων ἁπάντων τὴν πρὸς ὑμᾶς εὔνοιαν αλλαξαμενος; τις ὁ τὴν Χοσρόου φιλίαν ὑπεριδὼν, γᾶι, παρὸν ἐκεῖσε πρὸς μεγίστην εὐδαιμονίαν χωρῆσαι, τὸ παρ’ ὑμῖν ἔλαττον ἀγαπήσας; τις ὁ πρότερον τῆς χώρας ὑπὸ Μηδῶν ἐπὶ πλεῖστον [*](B) χρόνον πιεζομένης, καὶ τῆς παρ’ ὑμῶν ἐπικουρίας ἔτι μελλούσης, μεταστὰς μεταστὰς ἀθρόον καὶ μετοικισάμενος ἐπ’ αὐτὰς δήπου τὰς ὑπερβολὰς τοῦ Καυκάσου, ἐνταῦθά τε θηριώδη τινὰ δίαιταν μᾶλλον ὑποστὰς μετιέναι, ἥ προσηκάμενος τὴν τῶν πολεμίων φιλοφροσύνην καὶ καταβὰς οἴκοι μένειν ἐν εὐπαθείᾳ; τις δὴ οὖν οὗτος; ἐκεῖνος ὁ μηδὲν τῶν δεινῶν, ἤν τι παθεῖν ὑπὲρ ὑμῶν ἴδει, κατορρωδήσας, Γουβάζης, ὧ νόμοι καὶ δίκη ! ὁ μηδίσας, ὁ τύραννος, ὁ τὰ Ῥωμαίων καταπροέμενος· καὶ τέθνηκεν ὑπὸ Ῥουστίκου τε καὶ Ἰωάννου, βδελυρῶν οὕτω καὶ καταπτύστων ἀνθρώπων, ἀνὴρ βασιλεύς· ᾧπερ εἰ καὶ τοιούτου μετῆν ὡς ἀληθῶς ἐπικλήματος, ἀλλ’ οὐχ ὑπὸ τούτων [*](C) αὐτὸν ἐχρῆν εὐθὺς ἀνηρπάσθαι, κριθέντα δὲ μᾶλλον σχολαίτερον ὑπὸ τοῦ κοινοῦ Ῥωμαίων τε καὶ Κόλχων βασιλέως, ἅτε δὴ μεγίστου καὶ τῷ παντὶ κρείττονος, προσηκόντως ρηθῆναι. ἀλλ’ ἐπειδὴ ταύτης δὴ τῆς μιαιφονίας αἰτία μὲν αὐ- τοῖς ἔνδικος οὐχ ὑπῆν, δυσμένεια δὲ μᾶλλον παράλογος ὑπὸ

[*](1. καὶ ante πολλάκις om. R. 4. Κοσρóου sph. Par. 8. μετοικισάμενος R., μετοικησάμενος vulg. 12. ἦν pro οὖν R.)[*](18. αὐτὸν ἐχρ. εὐθὺς R., εὐθ. ἐχρ. αὐτ. vulg.)
218
[*](A. C 555)

βασκανίας εἰς τοῦτο κακοῦ προηγμένη, εἰκότως εὐβουλίᾳ μὲν [*](Ι. Ι. 29) καὶ λογισμῷ σώφρονι καὶ τῇ τοῦ συνοίσοντος ἐπιγνώσει οὐδένα παρῆκαν καιρὸν, μόνῳ δὲ τῷ αὐθαδιαζομένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι πολλὴν παρέσχον αὐτονομίαν καὶ τὸ μελετηθὲν [*](D) ἐκπλέίστου καί ὠδινόμενον οὕτω πως ἐκ τοῦ παρείκοντος ἔδρασαν, ὡς μήτε τὴν ἀκμὴν τοῦ παρόντος χρόνου φυλάξασθαι, μήτε μὴν διανοηθῆναι. πολέμου γὰρ τοσούτου περιεστηκότος, ἐμφρόνων μὶν ἀνδρῶν ἔργον ἂν ἦν καὶ τὰ ξένα καὶ οὔπω γνώριμα τῶν ἐθνῶν εὐνοίᾳ προσάγεσθαι οὗτοι δὲ καὶ τοὺς πρώην οἰκειοτάτους ἐκπολεμῶσαι Ῥωμαίοις περὶ πλείστου πεποίηνται· καὶ, τό γε ἧκον εἰς αὐτοὺς, προσκεχωρήκαμεν τοῖς ἐναντίοις, ἐπιβουλεύομεν τοῖς πάλαι φιλτάτοις, ἡ χώρα Περσῶν, τὰ πατρῷα νόμιμα φροῦδα , πάντα συμβέβηκεν ἀτεχνῶς, ὁπόσα στάσεως τε καὶ ταραχῆς ἐμφυλίας γνωρίσματα μανιώδη. [*](P. 114) οὐκοῦν ὡς τούτων ἁπάντων ἔργῳ προελθόντων, καὶ πανταχόθεν ἡμῖν τῶν πραγμάτων διαρρυέντων, οὕτω ποινὰς ἀξίας αὐτοῖς, εἴπερ ἄρα καὶ εὑρεῖν ἔνεστιν, ἐπακτέον. εἰ γὰρ καὶ ἡμεῖς πιστοὶ πρὸς Ῥωμαίους καἰ βέβαιοι τυγχάνομεν ὄντες, ἀλλ’ οὐ δίκαιον, ὦ δικαστὰ , τῆς ἡμετέρας ἐπιεικείας τούτους ἀπόνασθαι, καὶ ἧττόν τι παθεῖν, ἢ καθόσον ἡ τοῦ βούλεται φύσις.”

ζ΄. Οὕτω δὲ τῶν κατηγόρων τοῖς ἐπικλήμασι χρησαμέ-

[*]( 5. παρείκοντος R., παρήκοντος vulg. 9. τὰ R. pro τοὺς. 17. ἔστιν R. 19. δικαστὰ R., δικασταὶ vulg. et Intpr. τοσούτους R.)
219

νῶν , τὰ πλήθη τῶν Κόλχων (αὐτοῦ γὰρ συνήθροιστο) ἐπαΐεινΑ. [*](A. C. 555) μὲν οὐ μάλα ἠδύναντο τῆς τῶν λόγων ἀπαγγελίας ἢ τῆς τῶν [*](Ι. Ι. 29) νοημάτων δεινότητος· ὅμως δὲ τὸ χρῆμα γιγνώσκοντες ἐφ’ ᾧπερ ἕκαστα ἐτύγχανε προηγμένα, ἀγωνιζομένοις τε αύτοῖς [*](Β) ἔτι συνεμόχθουν τῇ προθυμίᾳ , καὶ συμπεριήγοντο ταῖς μετα- βολαῖς τῶν σχημάτων · οὕτω τε τὰς ψυχὰς διέκειντο , ὡς ἂν αὐτοῖς ἐκεῖνοι φρονήματος ἔχειν ἢ οἴκτου ἐδόκουν καὶ εἶτα ἐπειδὴ τοῦ ῥητορεύειν ἐπέπαυντο , αὐτίκα οἳγε, ἐπισχόντος βραχὺ τοῦ δικαστοῦ καὶ βουλευομένου, κατεμέμφοντο ἡσυχῇ καὶ ἠγανάκτουν ὅτι δὴ μὴ εὐθὺς οἱ ἐναντίοι ἀνῄρηντο δὲ παρακελευσαμένου καὶ λέγειν αὐτοῖς ἅττα ἂν ἐθελήσαιεν, τότε δὴ καταβοᾷν ἐς τὸ ἐμφανὲς ἵεντο, καί ἤδη ὑπετονθόρυζον, καὶ ἤδη ἡ φωνὴ ἐς τὸ σαφέστερον διεκρίνετο. ἀλλ’ οἱ πρὸς τὸ κατηγορεῖν τεταγμένοι, ταῖς χερσὶ καταπαύοντες, ἀνέκοψαν τὴν περαιτέρω φορὰν τοῦ θορύβου. καὶ τοίνυν σιγῆς [*](V.81) γεγενημένης, παρελθὼν καὶ Ῥούστικος ἐν μέσῳ ἃμα [*](C) Ἰωάννῃ τῷ ἀδελφῷ, ἔλεξε τοιάδε· Μετήγαγε μὲν ἡμῖν ἀθρόον καὶ περιέστησεν εἰς τοὐναντίον τὰς τῶν δοκηθέντων ἐκβάσεις ἡ τύχη, καὶ, δέον μεγίστων γερῶν ἀπόνασθαι , πάρεσμεν θανάτου φευξούμενοι δίκην· πλὴν ἀλλ’ ἥδιστος ἡμῖν ὁ ἀγὼν καταφαίνεται καὶ πλείστης ὅσης μεγαλαυχίας ἀνάπλεως. γενήσεται γὰρ ἅπασι γνωριμώτερον, ὡς μόνοις ἡμῖν διήνυσται τὸ

[*](2. ἥ τῆς — χρῆμα om. R. et, ut videtur, Intpr. 4. ὅπερ R. 12. ἵεντο R. et vulg. 31. ἀνάπλεως acld. ex R. et Intpr. glo- riae plenum.)
220
[*](A. C. 555)

προδότην ᾶνδρα καὶ τύραννον ἀπολωλέναι, καὶ τὰ βασιλέως [*](Ι. Ι. 29) πράγματα τὸ μέρος διασεσῶσθαι· ὥστε εἰ καὶ τεθνάναι συμβαίη, στέρξοιμεν ἂν καὶ ὣς ἄσμενοι καθάπερ τι προσφιλὲς [*](D) καὶ αὐθαίρετον τὸ ἀνιαρὸν καὶ ἠναγκασμένον· καὶ κάλλιστον τοῦτο πρὸς εὐθυμίαν ἐφόδιον ἔχοντες , τὸ γιγνώσκειν ἐν ἡμῖν αὐτοῖς , ὡς τοὺς Ῥωμαίους κρατοῦντας ἔτι τῶν Κόλχων καταλελοίπαμεν , καὶ οὔπω παρ’ πέρων ἀφῃρημένους. εἰ μὲν γὰρ Περσικὸν ἦν τὸ παρὸν δικαστήριον, καἰ παρ’ ἐκείνοις ἐκρινόμεθα, πάντως ἂν ἡμῖν ἀρνήσεως τε προσ- έδει τῶν εἰργασμένων , καὶ δεδιέναι παρῆν τοὺς ἐλέγχους, καὶ δεδειγμένοις τυχὸν διαπορεῖν ὁποίοις ἂν καὶ χρησαίμεθα λόγοις ὑπὸ δικασταῖς πολεμιωτάτοις, καὶ. τῷ πραχθέντι λίαν ἀχθομένοις τῷ τῆς ἐλπίδος ἡμαρτηκέναι. Ῥωμαίου δὲ ἀνδρὸς [*](P.115) διαιτῶντος, τινος ἂν χάριν ἡμῖν τὸ γεγενημένον ἀπαρνηθείη; τί δὲ καὶ ἀπολογεῖσθαι χρεὼν παρ’ ὑμῖν αὐτοῖς, ἀνθ’ ὧν ὑμᾶς εὖ πεποιήκαμεν τὸν τύραννον ἀνελόντες ; οὐδὲ γὰρ εμταδοτέον αὐτῷ τοῦ σεμνοῦ τῆς βασιλείας ὀνόματος, ἀλλοτριωτάτῳ διὰ τῶν ἔργων φανέντι· καίτοι μέγα κεκράγασιν οἱ κατήγοροι, καὶ δεινὰ τετολμῆσθαι φασιν, ὡς δὴ βασιλέως ἀνῃρημένου· χρὴ δὲ οὐ τῇ πόρπῃ καὶ τῷ χλαμυδίῳ καὶ τοῖς ἐκτὸς φαινομένοις ἐγκαλλωπίσμασι ταύτην προσνέμειν τὴν ἐπωνυμίαν ,

[*](4. οἰχησόμεθα R. et Intpr. et moriemur (Cl.), οἶ χρησόμεθα vulg. 5. γινώσκειν R. 11. δεδιττομένοις s. potius δεδειδιγμένοις coni. Cl., Intpr. timore perculsi. 16. οὐδὲ R., οὐ vulg. 20. πόρπῃ. Hanc certissimam Ios. Scaligeri emendationem confirmat R. cf. p. 172. ed. Bonn. v. 9., ῥοπῇ vulg., Intpr. purpura.)
221

ἀλλ᾿ ἔνθα τὸ δίκαιον ἐνεργὸν, καὶ τοῦ προσήκοντος μὴ ὑπερφρονοίη [*](Α. C. 555 Ι.Ι. 29) τὸ ἐφιέμενον, καὶ μόνοις τοῖς καθεστῶσιι τὸ φρνóνημα τῆς ψυχῆς ἀναμπροῖτο. εἰ μὲν οὖν τοιοῦτον ἀπεπόναμεν ἄνδρα, παράνομα τετολμήκαμεν, ἔνδικος ἡ κατηγορία, εἰκότως βίαιοι [*](B) καὶ ἀλαζόνες καὶ μιαιφόνοι παρὰ τῶν Κόλχων ὀνομαζόμεθα· εἰ δὲ τούτων μὲν ὡς ποῤῥωτάτω τοῖς τρόποις ἀπῴκιστο, μέτριον δὲ οὐδὲν ἦν αὐτῷ βεβουλευμένον, ἀλλ᾿ ἢ τοὺς πέρσας καθ᾿ ἡμῶν λαθραίως ἐπάγειν, καὶ καταπροέσθαι τὴν χώραν ἐκείνοις· πῶς οὐ μᾶλλον ἐχρῆν φθάσαι τὸν τοῦ δεινοῦ καιρὸν τῷ προτερήματι, ἢ, τὴν βασίλειον στολὴν αἰδεσθέντας, ὑπὸ τοῖς πολεμίοις γενέσθαι; τοῖς γὰρ κίνδυνόν τινα μελετώμενον ὑπό του προεγνωκόσιν, ἐνὸν μὲν ἐκκλῖναι τὸ παραυτίκα τὴν ἐπιβουλὴν, καὶ, τὸ παρὸν ἀμωσγέπως παὸακρουσαμένοις, σχολαίτερον ἐν ὑστέρῳ τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, πολλὴ [*](C) ὠμότης προεπιφέρειν τὴν τιμωρίαν, καὶ μὴ μᾶλλον ἀρκεῖσθαι τῇ τοῦ ἀντεπιβουλεύειν τυχὸν ἐξουσίᾳ. ἔνθα δὲ, τῶν βεβουλευμένων εἰς ἔργον ἀχθέντων , οὐδὲν ἔτι λείπεται πρὸς ἐπικουρίαν, ἀλλ᾿ ἄρδην εὐθὺς ἅπαντα oἴχ́εται, συναφαιρουμένων τῇ κοινῆ̣ σωτηρίᾳ καὶ αὐτῶν δήπου τῶν ὑπὲρ ταύτης ἐλπίδων, ἐνταῦθα τὸ τάχος αἱρπέον τοῖς ἔμφροσι, καὶ ὅπως μηδὲν ὁτιοῦν τῶν ἀνηκέστων πείσονται παρασκευαστέον.

η'. „Εἰ τοίνυν καὶ διαῤῥαγεῖεν οἱ κατήγοροι, μίασμα βοῶντοῦτον

[*](3. R. 5. Anne ἀλάστορες? 16. τὸ βεβουλευμένον R. 21. πείσωνται R. 22. διιαῤῥαγοῖεν R.)
222
[*](A. C. 555 Ι. Ι. 29)

τες καὶ ἄγος καὶ μιαιφονίαν , καὶ τοῖς τοιούτοις ὀνόμασιν ἐκτραγῳδοῦντες τὸ γεγενημένον, καὶ πρὸς μόνον τὸ πραχθὲν ἀφορᾷν ἐκβιαζόμενοι· ἀλλὰ σὸν ἔργον, ὦ δικαστὰ, μνήμην [*](D) ποιεῖσθαι τῶν προϋπαρξάντων, τὰς αἰτίας ἀναθεωρεῖν δι’ ὦν ἐπὶ τὴν πρᾶξιν ὡρμήθημεν, καὶ τῷ εὐλόγῳ τοῦ ἐγχειρήματος τὸ εὔνουν διαγιγνώσκειν τῆς γνώμης. ἐπεὶ καὶ πολλαχοῦ κατὰ τὰς πόλεις ἀγύρτας τινὰς τυχὸν ἢ καὶ λωποδύτας, ἢ καὶ ἄλλο τι τῶν ἀνοσίων ἔργων πεπλημμεληκότας, ὁρῶντες νῦν μὲν τῆς κεφαλῆς ἀφαιρουμένους, νῦν δὲ τὼ πόδε διατεμνομένους, οὐ τοῦ φαινομένου κατηγοροῦμεν, καὶ ταῦτα λίαν ἀπάνθρωπον εἶναι δοκοῦν, οὐδὲ τοῖς ἄρχουσιν, οἷς τὰ τῶν τιμωριῶν [*](Ρ. 116) τούτων ἀνεῖται, νεμεσῶμεν, ἐναγεῖς αὐτοὺς καί μωροὺς καὶ κακοδαίμονας ἀποκαλοῦντες· ἀλλὰ τὰ πρότερον παρ’ ἐκείνων [*](V. 82) τετολμημένα λογιζόμενοι, καὶ ὡς ποινὰς τίνουσι τῶν ἀδικημάτων ἐπιμνησθέντες , ἡδόμεθα τῇ ὠμότητι. οὐ γὰρ εἰκῆ τὸ κολάζον ἐξεύρηται, τοῦ ἁμαρτάνοντος ἥκιστα παυομένου. ἀνή- ρηται τοίνυν πρὸς ἡμῶν ὁ Γουβάξης· καὶ τί δεινὸν , εἰ προδότην ἄνδρα καὶ πολέμιον ἀπεκτόναμεν ; καίτοι τὴν τοῦ δυσμενοῦς ἐπωνυμίαν οἱ κατήγοροι διευκρινήσαντες, οὐ τῷ πορῤῥωτέρω ταχθέντι προσήκειν φασιν, ἀλλ’ ὅτῳ ἂν, εἰ καὶ ἑμόφυλος ᾖ, τὰ τοῖς ἐναντίοις κεχαρισμένα σπουδάζοιτο· καὶ

[*](3. ἔργον ins. ex R. 8. ἔργων add. ex R. ct fort. fntpr. gia- fiora faciiwra. 12. τούτων ἀνεῖται R., ἀνεῖται, τούτων vulg. 14. τίσουσι R. 17. προδότην om. R. 20. ταχθέντι R. et Intpr. interuallo sepositus, τεχθέντι vulg.)
223

τήνδε τὴν ·δόξαν καὶ ἡμεῖς ἀρίστην ἡγούμεθα καὶ ἀληθεστάτην,[*](A. C. 555) καὶ οἵαν τῆς τοῦ πράγματος φύσεως ἐστοχάσθαι. οὐκοῦν, ἑκα- [*](I.I. 29) τέρους οὕτως ἀρέσκον, φέρε πολέμιον ἀποδείξωμεν τὸν Γου- [*](B) βάζην τῷ δοθέντι χρώμενοι τεκμηρίῳ τούτου γὰρ ταύτῃ καὶ δὴ δεανυμένου , καὶ τὸ δικ· αιως αὐτὸν ἀνῃρῆσθαι συναναφa- νεῖται. ἅπαν μὲν οὖν ἀεί βάρβαρον φῦλον, εἰ καὶ κατήκοον ἧ τοῖς Ῥωμαιοις , ἀλλὰ τῷ τῆς γνώμης ἀλλοτὸιωτατͅ διεστη- κὸς καὶ rrj τάξει τῶν νόμων ἀχθόμενον, ἐπὶ τὸ νεωτεροποιὸν καὶ ταραχῶδες φέρεσθαι πέφυχ· ὲν· καὶ ἥδιστα μὲν ἂν ἐφ’ ἑαντοῦ βιοῦν διατελοίη μμαμῶς ὑφ’ ἑτέροις ταττόμενον , ὡς μηδὲ τῶν ἀδικημάτων εὐθύνας ὑπέχειν. εἰ δὲ τοῦτο μὴ οἷόν τε, τὸ yovv τὰ ὁμοδίαιτα τῶν έθ1ῶν καὶ μᾶλλον τοῖς m̓κειοις πλησιάζοντα τρόποις ἐπάγεσθαι προύργου ποιοῦνται. πλὴν ἀλλ᾿ εἰ καὶ τούτοις ἀτεχνῶς ὁ Γουβαιζης ὑπῆκτο τοῖς πάθεσι, [*](C) τῷ βάρβαρος τε πεφυκέναι , καὶ τὴν κοινὴν τοῦ γένους νοσεῖν ἀπωτωι ν, ὁ δὲ κὼ πρὸς τ·οῦτο κακώς ἐχώρει καθ’ ἡμῶν, ὡς μὴ ἔτι διαλανθάνειν οἰέσθαι δεῖν , τοὐναντίον μὲν οὖν καὶ πρὸς ἔργον ἄγειν ἐπείγεσθαι τὴν προσπεπηγυῖαν τέως τῷ νῷ καὶ ὑποκρυπτομένην δυσμένειαν. ἡμῶν γὰρ διαπονουμένων καὶ πάντα κίνδυνον μετιό1των, ὡς ἂν τοῖς πολεμίοις μηδὲν ὁτιοῦν τῶν κατὰ γνώμην ἐκβαίη , αὐτὸς οἶκοι μένειν ῳνετο δεῖν σὺν τοῖς ὁμοφύλοις, καὶ πολλῷ τοῦ μοχθεῖν ἀφεστάναι. πλὴν ἀλλ’ ἐπετήρει σὺν ἀκρίβειά καὶ ἀνεπυνθάνετο τὰς τῶν ἀγώνων κι-

[*](2 ἑκατέροις R. ,ο. ἱαυτοῦ R.s ἱαυτῷ vulg. n. rwv ins. cx R. ι4. τοῦτο R. 23. dνεπυνθάνετο R. , ἐπυνθάνετο vulg.)
224
[*](A. C. 555)

νήσεις, ἐς ὅπερ ἂν καὶ χωρήσαιεν. εἰ μὲν οὖν μέγιστόν τι [*](Ι. Ι. 29) κατὰ τοὺς πολέμους τοῖς Ῥωμαίοις διήνυστο, καὶ τοῦ νικᾶν [*](D) ἐνεργόν τε καὶ ἀληθεστάτην ἤραντο δόξαν , ὁ δὲ τὸ δυσμενὲς τῆς ψυχῆς καὶ βασκαῖνον ἐπιδεικνὺς· , διακωμῳδεῖν εὐθὺς ἐπειρᾶτο , καὶ διαλύειν τὴν ἐκ τῶν ἔργων σεμνότητα , φαύλην μὲν τὴν ἐγχείρησιν , φαυλότατον δὲ τὸ πέρας ἀποκαλῶν, καὶ οὐδὲ τοῦτο ἡμέτερον, ἀλλὰ τοῦ ἀλογίστου τῆς τύχης. εἰ δέ που τυχὸν καὶ σφαλείημεν, (πῶς δὲ οἷόν τε τὸ ἀνθρώπειον οὐχὶ καὶ πρὸς τἀναντία μεταβάλλειν , ἀλλ’ ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβηκέναι;) ὁ δὲ καθάπερ τις αὐτόματος τῶν γιγνομένων κριτὴς, τὴν μὲν τύχην εὐθὺς ἀφίει τῶν ἐγκλημάτων ἀνεύθυ [*](Ρ. 117) νον, ὡς οὐ μετὸν αὐτῇ τοῦ συμβάντος ᾦ δὲ πάντως αὐτῶ προεσκεμμένον καὶ ἐγκριθὲν, μηδὲν ἄλλο δοκεῖν αἴτιον εἶναι τοῦ ἐνδεῶς ἡμῖν τι πεπρᾶχθαι, ἢ μόνον ἀνανδρίαν γνώμης καὶ χειρῶν ἀσθένειαν καὶ βουλευμάτων ἀβελτηρίαν. τὸ γὰρ παλίμβολον τῆς τύχης καὶ ἄτακτον καὶ ἀλόγιστον, καὶ οἶς καθ’ ἡμῶν αὐτὴν διελοιδορεῖτο, οὐδαμῶς ἐπῆγε τοῖς πολεμίοις, ὡς ἐκ τούτων ἡμᾶς , οὕτω παρασχὸν, ὑπερβαλλομένοις.

θ΄. „Καὶ τοίνυν ἀνεβόα ταῦτα περιφανῶς, καὶ γνῶναι παρεῖχεν οὐ μόνον τοῖς στρατεύμασι τῶν Περσῶν, οἶς δὴ καὶ ἕκαστα διεπονεῖτο καὶ ἔπρασσεν , ἀλλ’ εὐθὺς ἀγγελιαφόροι σταλέντες πρὸς αὐτοῦ διεκήρυττον εἰς Ἰβηρίαν, εἰς Ἀλα-

[*](3. ἤρατο R. 10. βεβηκόσιν R. 13. προεσκεμμένον R., παρεσκεμμένον vulg. 17. αὐτὴν R., αὐτῶν vulg.)
225

νοὺς, τῷ γένει τῶν Σουανῶν, τοῖς ὑπὲρ τὸν Καύκασον οἰ- [*](A. C. 555) κοῦσι βαρβάροις, τοῖς πόρρω τούτων, τοῖς ἐκείνων ἔτι ποῤ- [*](I. I. 29) ῥωτέρω, τὰς ἐσχατιὰς ἁπάσης τῆς γῆς εἴπερ αὐτῷ περινο- [*](Β) στεῖν ἐνῆν, τούτου γε χάριν οὐκ ἂν ἐνεδίδου. ἦν δὲ τὸ ἄγγελμα· Ῥωμαῖοι κακοὶ τὰ πολέμια , καὶ τῶν βαρβάρων ἡσσῶνται. καὶ τὴν περὶ ταῦτα σπουδὴν οὐχ ὥστε μόνον πρὸς ὄνειδος ἄγειν τὸ τῶν Ῥωμαίων γένος μετῄει· καίτοι καὶ τοῦτο δεινὸν καὶ λίαν ἐναργὲς γνώρισμα ψυχῆς πολεμίας τὸ δὲ ἐφ’ ᾦ πλέον ἐμόχθει καὶ παρεσκεύαστο , ἕτερόν τι καὶ τοῦδε μεῖζον ὑπῆν. τὴν γὰρ ὑπὲρ βασιλέως τοῦ μεγίστου παρὰ [*](C) τοῖς ἔθνεσι νικήσασαν δόξαν , ὡς ἄρα δυνάμει τε κράτιστος καὶ πλήθει προπαίων κεκοσμημένος, διαλύειν τὸ μέρος ἐγί- [*](V. 83) γνωσκε χρῆναι, καὶ ταύτῃ πρὸς θράσος κινεῖν καἰ αὐθάδειαν τὸ τέως κατεπτηχὸς κὼ θαυμάζον. ἆρα πολέμιος ἂν ὁ ταῦτα δρῶν καλοῖτο δικαίως, ἢ μᾶλλον φίλος καὶ εὔνους καὶ βασιλεὺς καὶ ὑπόσπονδος, καὶ ὅσα τοῖς κατηγόροις ἐπὶ τῷ τυ- ράννῳ κεκόμψευται ; καίτοι κοινῇ δοθὲν ἑκατέροις , οὐκ ἄλλως διακριτέον τὸ φίλον ἀπὸ τοῦ δυσμενοῦς , ἢ μόνῳ τῷ πρὸς τὰς ἐκβάσεις τῶν παρεμπιπτόντων εὖ τε τυχὸν ἢ ἑτέρως διακεῖσθαι

[*](D)[*](1. Σπθαμῶν R. et Intpr., qui pro τῷ γένει legisse videtur τὰ γένη, vulg. Σουσάνων. 3. ἁπάσης R. ἁπάσας vulg. 4. οὐκ ἂν ἐνεδίδου R., οὐκ ἀνεδίδου Lugd. et ed. pr., οὐκ ἐνεδίδου Par. 6. οὐχ ὥστε μόνον R. Lugd. et lntpr., edd. ex coni. los. Scaligeri μόν. οὐχ ὥστε 7. τῶν R., πᾶν vulg. 8. καὶ amte λίαν om. R. 10. ἥ τοῦδε μεῖζον R., Intpr. aliud quiddam et longe maius, μεῖζον κ. τ vulg. 12. τὸ μέρος R., τὸ αὐτοῦ μ. vulg. ἐγίνοσκε sph. Par. 16. ἐπὶ R., ὁπò vulg.)
226
[*](A. C. 555)

τὰς γνώμας. ἐπειδὴ οὖν ἀπελήλεγκται καὶ νῦν ὁ Γουβάζης, ὡς [*](Ι. Ι. 29) ἠνιᾶτο μὲν οἶς ἐκρατοῦμεν, ἥδετο δὲ οἷς ἡμαρτάνομεν, τί δήποτε καταβοῶσι τῶν παρὰ Ῥωμαίοις νόμων οἱ βάρβαροι, καθ’ οὓς κολάζειν εἰώθαμεν ἢ καὶ ἀναιρεῖν, οὕτω παρασχὸν, τοὺς τὸ καθεστὸς τῆς πολιτείας κινοῦντας τὸ μέρος καὶ λυμαινομένους; ἀλλ’ εἰ δοκεῖ, τεκμήρια μὲν καὶ γνωρίσματα καὶ τοὺς ἐκ τῶν εἰκότων ἐλέγχους παρῶμεν, μόνην δὲ τὴν ἐκ τῶν πρα- γμάτων ἐπισκεψώμεθα πείραν, οὑπερ ἧμας ἄγουσα φέρει. κατείχετο γὰρ ὑπὸ Περσῶν τὸ φρούριον ἡ Ὀνόγουρις, ἐκ τῆς κατὰ τὴν Ἀρχαιόπολιν περιοικίδος παρῃρημένη· καὶ ἦν αἶσχος οὐ φορητὸν , στράτευμα δυσμενὲς εἴσω περιβόλων ἐν τοῖς ἡμετέροις χωρίοις βεβαίως ἱδρῦσθαι. ἐνίκα βουλὴ παρὰ τοῖς [*](P. 118) στρατηγοῖς , φοιτᾶν ἐπ’ αὐτοὺς ἅπαντι τῷ στρατῷ , καὶ καθελεῖν ἢ καὶ ἀπώσασθαι τὸ λυποῦν ἐκπλείστου καὶ ἐφεδρεῦον. ἔδει πάντως ἡμῖν καὶ στρατιᾶς Κολχικῆς, ὡς ἂν μὴ μόνον τῇ τῶν τόπων ἐμπειρίᾳ πλέον τι τῶν οὐκ ἐπισταμένων πρὸς τὸ συνοῖσον διανοηθεῖεν, ἀλλὰ καὶ μαχομένοις ἡμῖν πρὸς ἄνδρας ὁπλίτας ἔξ ἐρυμάτων παραταττομένους, καὶ πρός γε τοὺς ἐκ Μουχειρίσιδος κατὰ τὸ εἰκὸς ἥξοντας, συνεπιλάβοιντο καὶ συμπαρασταῖεν. τί οὖν ἐπὶ τούτοις ἔδει πράττειν τοὺς στρατηγούς; ἀντιβολεῖν , ὡς ἔοικε, τὸν ἡγεμόνα τοῦ γένους, καὶ πρὸς

[*](5. καθεστὸς R., καθεστὼς vulg. 7, λόγους R. pro ἐλέγχους. 10. παρῃρημένη R. et Intpr. ademta, παρηγμένη vulg. 11. δυσμεωὲς R. et. Intpr. hostilem exercitum, δυσμενῶν vulg.)
227

συμμαχίαν αἰτεῖν, ἀποδεικνύντας καὶ τὸ εὔλογον τῖές αἰτήσεως [*](A. C. 555) καὶ τοίνυν ἀντεβόλουν καὶ ἀπεδείκνυον. ὁ δὲ, καθάπερ ὡς [*](I. I. 29) ἀληθῶς βασιλεύς τις εἶναι πεπιστευκὼς, καὶ ὡς ἐξὸν αὐτῷ [*](Β) κατ’ ἐ·θωιαν βιοῦν , συστρατεύεσθαι μὲν ἡμῖν ἐπὶ τὸ φρού- ριον οὐδὲ μέχρι τοῦ παρεῖναι γοῦν μόνον ἠνειχ́πο. οὐ μὴν οὐδὲ σκήψεις τινὰς, εἰ καὶ ἀπρεπεῖς, ἀλλ’ ἐς προκάλυμμά γε ὅμως τῆς ἀποῤῥηισεως εὐπρόσωπον ἐμηχανᾶτο· ἀπεπέμπετο δὲ μάλα σεμνῶς καὶ σοβαρώτερον ἢ κατὰ μισθωτὸν ὑπήκοον τὴν a̓ζιωσιν. καὶ πρός γε νεμεσῶν διετέλει τοῖς στρατηγοῖς, καὶ δυσμενῶς μὲν εἰς αὐτοὺς ἀφυβρίζων, ὡσπερ ἀνδρίαν τοῦτο ἡγούμενος, καὶ βασιλεῦσι πρέπον· ij γὰρ τὸ ὸιαῤῥήδην ὑπὲρ τῶν ἤδη μεμελετημένων ἀναισχυντῆσαι. εἶτα διαμέλλειν ἐχρῆν καὶ μείζονας ἀναμένειν ἐλέγχους καὶ τὸ βασΔειον γράμμα ὸει- κνύειν, ἐφ’ ᾧ κατὰ τὸ Βυζάντιον ἀφικέσθαι τὸν μηδὲ τῆς oi- [*](C) κειας χώρας ἐντὸς βραχεῖάν τινα διανύσαι πορείαν ἑλόμενον ; καὶ πῶς οἶόν τε ἦν, εἴγε στέλλειν αὐτὸν οὕτω χαλεπαίνειν καθ’ ἡμῶν προηγμένον ἐπετηδεύσαμεν, μὴ οὐχὶ ταραχάς τε μυρίας καὶ φόνους πολλοὺς ἐμφυλίους καὶ μεταχώρησιν ἐμφανῆ καὶ

[*](3. ἐξῆν R. 6. εἰR (Cl.), ἡ vulg. εἰςR. vulg. 7. dπεπέμπετο R. , sπεξεπέμπετο vulg. 8. Iutpr. add. aute ήπήκ̣οον σιque. θ τοῖς στρατηγοίς—ἦ γὰρ om. R. 11. Locus impe- uitissimus , acl quem sanaudum neque liber Rehdigeranus , ne- que Interpres quicquam opis afferunt : paulo melius proccderet, si μὶν post δυσμενῶς delerctur. r) γὰρ τὸ positura esse videtur pro ἥ γὰρ τοῦτο ἦν. lλμεμελετημένωνR.Lυgd. i.m. et Intpr. praemeditatus , πεπλημμελημένων edd. ex coni. Vulc. ίχρῆν R. , χρῆν vulg. 17. προηγμένων sph. Par. 18.πóνους R.)
228
[*](A. C. 555)

τῶν Περσῶν εἰσφοιτήσεις ἀθρόους γενέσθαι, ἀπειθοῦντος μὶν [*](I. I. 29) ἀναίδην τοῦ δυσμενοῦς καὶ διαμαχομένου , τοῦ δὲ παντὸς Ι θνους καὶ μάλα τὴν στάσιν προσιεμένου , τῷ πρὸς τὴν κιbσιν τῶν καθεστώτων βαρβαρικώτερον ὁρμῆς πεφυκέναι , καὶ πρός Bye πλήσιον ἔχειν τονς ἀνθεξομένους; τοιγάρw ἳ τὸν ἡμεῖς τῆς ἐπιβουλῆς ἀνελόντες, τοσούτων συμφορῶν ἐσμὸν παρόντα ἤδη καὶ ὠδινόμενον ουυτω πως εὐκολώτατα κατεπαόσαμεν, ὡς νῦν ἀπιστεῖσθαι περιφανῶς εἰπ́ερ ὅλως τι κὼ ηνμελλεν ἔσεσθαι.

ι'. „Μὴ τοίνυν, co δικαστὰ , τὴν ἐπιστολὴν μηδὲ κακιζόντων ἡμᾶς ὡς δὴ τοῖς ἐν αὐτῇ γεγραμμένοις οὐδμῶς ἠκολουθηκότας. τῷ γὰρ οὐ λίαν εὔδηλον, ὡς τὸ γῳῳφθαι, χρῆναι πρὸς τὴν βασιλέως αὐτὸν πόλιν ἰέναι, ἀπωι εἵ μὲν ὂν ὑπῆρχε καὶ βάσανος , εἶπερ αὐθαιρέτως ἔαν οἱ τοῖς [*](P. 119) προσταττομ́νοις, ὥστε δικαίως ἁρμόσασθαι; γνωσθὲν τοίνυν [*](V. 84) ῥᾳδίως ἡμῖν τὸ ἀνήκουστον τῆς γνώμης καὶ ἁμιλλώμψον , δι᾿ ὃ τὸ ἔλαττον ἀπεσείσατο, πῶς ἐπὶ τὸ μεῖζον ἴδει wῳέπειν καὶ μὴ θᾶττον εἰς ἐκεῖνο τὸ πέρας ἐλθεῖν , εἰς ὅπερ , πολλῶν ἐν μέσῳ συμβεβηκότων δεινῶν , πρὸς ἀνάγκης καὶ ὣς πωιή-

[*](2. ἀναίδην R. ct Intpr. ὢ Δοειἰε ι·mΡυdeπιι·δδιωυ , dνέδην vulg. ἱ προιεμένου R. 4- ὁρμῆς R. , ὁρμᾶν vulg, 5. ἔχειν R. , ἕξειν vulg. dνθεξομέκους R. , dνεξομένους vulg. 6. ὁ εἷ R. 8. dπιστἥσὰι R. 12. Pro τῷ R. τὸ. εὔδηλον R., Δῆλον vulg. i3- αβτον add. cx R. i5. Inde .1 verbo προσταπομένοις Cod. R. a librario alicnigcna et gracci sormonis pacne ignaro scriptus est, quisiglas excmpli sui non intclligcbat : cuius liomi- nis lapsus infiuitos non omncs notavi. 18. Pro μὴ R. hic ct sucj)c dcindc μηδὲ. 19. περιγχθωμεν R.)
229

χθημεν ἂν,. οὐ γὰρ ἔνεστι τοὺς τὴν ἀκμὴν τοῦ καθήκοντος [*](A. C. 555) καιροῦ περιορῶντας καὶ μὴ τοῖς πρακτέοις ἁρμοζομένους , ἐν [*](I. I. 29) ὑστέρῳ τὸ παρειμένον ἀνακαλεῖσθαι. ἐλείπετο δὴ οὖν, ὡς ἔοι- κε, καθά φασιν οἱ κατήγοροι, δίκην τινὰ κινεῖν πρὸς Γουβάζην, ζην, καὶ ληρώδεις ἀγῶνας ἐγείρειν, καὶ τῆς τῶν πραγμάτων ἀσφαλείας ἀνθαιρεῖσθαι μᾶλλον τὴν ἐπὶ τοῖς λόγοις κομψείαν. ἀλλ’ οὐ συνεχώρουν, ὦ κακοδαίμονες, οἱ πέρσαι παρόντες [*](Β) καὶ τοῖς ἔργοις ἐγκείμενοι, καἰ τῆς Κολχικῆς χώρας ἁπάσης ταῖς τούτου βουλαῖς ἐπιλαμβάνεσθαι παρεσκευασμένοι. ἐπεὶ δὲ πανταχόθεν ὁ Γουβάζης ἀποδέδεικται πολέμιός τε καὶ δότης, καὶ πρὸς τυραννικὰς ἐλπίδας ἠρμένος, τι διαφέρειν οἴονται σφισιν οἱ Κόλχοι, εἴτε παρ’ ἡμῶν εἴτε παρ’ πέρων ἀνῄρηται; ἧται; οὐ γὰρ στρατηγοῖς μόνοις ἢ τοῖς ἄλλως δυνατωτάτοις ὁ τῆς ὁ τῆς εὐνοίας ἐθέλει σκοπὸς ἐμφύεσθαι καὶ προσιζάνειν· ἀλλὰ παντὶ τῷ βουλομένῳ βατὸν δήπου καἰ προσῆκον ἐν ᾗ τέτακται πολιτείας ὑπεραλγεῖν, καὶ τὸ κοινῇ συνοῖσον ἐς δύναμιν κατορθοῦν. οὐκοῦν εἰ καὶ βδελυροὶ κατ’ αὐτοὺς καὶ κατάπτυστοι καθεστήκαμεν , ἀλλὰ πιστότατοι βασιλεῖ καὶ φιλορώμαιοι, [*](C) καὶ οἶοι τοῖς ἐπιβουλεύειν πειρωμένοις μὴ ἐφιέναι. εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἴσθι σαφῶς , ὦ δικαστὰ, καλὸν μὲν ὡς ἀληθῶς καὶ δίκαιον τὸ παρ’ ἡμῶν ἐν δέοντι τολμηθὲν, οὐκ ἄνευ δὲ τῆς τοῦ Μαρτίνου γνώμης γεγενημένον.”

[*](5, ἀγεῖραι R. 6. ἀνταιρεῖσθαι R. 1. m. et Lugd., ἀντερεῖσθαι R. 2. m. 8. καὶ τῆς Κ. — παρεσκευασμένοι om. R. et Intpr. 16. κοινοῖς R. 18. φιλοῤῥώμαιοι vnlg. 22. τοῦ om. R.)
230
[*](A. C 555 Ι. I. 29)

ια'. Εἰρημένων δὲ καὶ τούτων ὁ Ἀθανάσιος τὸ μὲν παραυτίκ́α οὐχ ἧσσον τοὺς Ῥουστίκ́ου ἀπεδέχετο λόγους. συστάσης δὲ καὶ δίς ἀγωνίας, ἐπειδὴ ἅπαντα ἐς τὸ ἀκριβὲς γνωματεύων καὶ ἀνερευνώμενος , οὐδέν τι αὐτῷ ἐναργὲς προδοσίας [*](D) ἢ τυραννίδος ἐγχείρημα ἡμαρτῆσθαι ὑπὸ τοῦ Γουβάζου ἐδέδεικτο, ἄδικος δὲ μᾶλλον καὶ παρανομώτατος ὁ φόνος γεγενημένος, ὡς καὶ τῆς ἐπὶ τὴν Ὀνόγουριν συστρατείας οὐ μηδισμοῦ χάριν ἀπαγορευθείσης, ἀλλὰ τῷ ἄχθεσθαί γε αὐτὸν κατὰ τῶν στρατηγῶν, ἀνθ᾿ ᾧν αὐτῆς καὶ ἀπεστέρηντο ῥᾳστώνῃ πολλῇ καὶ ἐκμελείᾳ κεχαυνωμένοι· ἐπειδὴ οὖν ταῦτα ἐγίγνωσκε, τότε δὴ τὸ μὲν ἐπὶ Μαρτινῳ λεχθὲν, ὡς ἄρα καὶ ἐκείνῳ μετῆν τῶν ἐς τοῦτο βεβουλευμένων, ἀνοίσειν βασιλεῖ διενοεῖτο. τοῖς γε μὴν τὸ ἀπεκτονέναι περιφανῶς ὡμολογηκόσι κρίσιν ἐπῆγεν ἀνάγραπτον, ἐν ᾗ διέταττε θᾶττον αὐτοὺς διαφθαρῆναι, [*](P. 12Ο) ὑπὸ τὴν δικαστικὴν μάχαιραν γιγνομένους, καὶ τὰς κεφαλὰς ἀφαιρουμένους. καὶ οἱ μὲν ἐπὶ τοῖς ὀρεῦσιν ἥμενοι, καὶ ἀνὰ τὰς λεωφόρους περιενεχθέντες, μέγιστον θέαμα τοῖς Κόλχοις εἶναι ἐδόκουν, καὶ πλείστῃς ἄξιον εὐλαβείας. ἐτεθήπεσάν τε καὶ ἐπὶ τῷ κήρυκι τορόν τι μάλα βοῶντι καὶ διαπρύσιον, καὶ παρεγγυῶντι δεδιέναι τοὺς νόμους, καὶ φόνων ἀδικ́ων ἀπέχεσθαι. ἔπει δὲ αὐτοῖς καὶ ἀπετέτμηντο οἱ αὐχέ-

[*](1. εἰρ. δὲ κ. τούτ. R., τούτων οὕτως εἰρημένων vulg. 2. ἀπεδέχετο R., προσίετο vulg. et Intpr. admisit. 5. Pro ἐγχείρημα R. ἐπεχειρῆσθαι. 6. παρανομώτατον R. 8. ἀπαγορευθείσε R. constanti fere vitio. 9. Pro ἀνθ᾿ ᾧν R. ἀνθώνους. 17. θεᾶσθαι R. 19. ἐτεθήπεσε R. qui passira pro αν finali ε ponit. 21. ἀπέχεσθαι. Intpr. addit ἕκαστον: ut vel abstinerent.)
231

νες, τότε δὴ ἅπαντες ἐς οἶκτον ἐτράποντο , ἀποβεβληκότες τὸ [*](A. C. 555) χαλεπαῖνον. καὶ ἐπὶ τούτοις ἐλέλυτο μὲν ὁ ἀγών. οἱ δὲ Κόλ- [*](I. I. 29) χοὶ αὖθις διετέλουν εὖνοι ὄντες ἐς τὰ μάλιστα Ῥωμαίοις, καἰ τὸν πρότερον ἀνανεούμενοι τρόπον.

ιβ΄. Τούτων γεγενημένων, τὰ μὲν τῶν Ῥωμαίων στρατόπεδα [*](Β) διεχείμαζεν ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια, ὥσπη ἑκάστῳ διετέτακτο. ἐν τούτῳ δὲ ἄνδρες τῶν παρὰ Μισιμιανοῖς δυνατωτάτων ἐς Ἰβηρίαν παρὰ τὸν Ναχοραγὰν ἀφικόμενοι, ἅπαντά οἱ διήγγειλαν τὰ ἐπὶ Σςτηρίχῳ πρὸς αὐτῶν τετολμημένα· τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι, λέγοντες δὲ, ὡς ἐπειδὴ ἐκπλείστου τὰ περσῶν ἐτύγχανον ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν καὶ Ῥωμαίων, καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι , λύ’ μὲν ὡς δὴ χρυσίον τοῖς ξυμμάχοις διανεμοῦντα, ἔργῳ δὲ τὰ ἐπὶ λύμῃ τε καὶ τοῦ παντὸς γένους διαπραξάμενον. „Παρὸν τοίνυν ἡμῖν” ἔφασαν οἱ πρέσβεις ἢ ἄρδην ἀπολωλέναι, ἢ προτερήσασι δό- [*](V. 85) ξαν μέν τινα ἴσως παρ’ ἐνίοις ἀπενέγκασθαι προπετείας , καὶ ὡς τοιοίδε κακίζεσθαι, βιοτεύειν δὲ ὅμως ἔτι κὰτ ἐξουσίαν, καὶ τὰ ἡμέτερα αὐτῶν ᾖ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόπολιτεύμενα εἰλό-

[*](6. πολιτεύμενα κ. φ. R. 7. έν τούτῳ. Haec usque ad verba ἔθνος ἐλπίδων p. 233. ed Bonn. v. 2. relata sunt inter Excerpta de legationibus. Μυσιανοῖς Exc. et Intpr. 9. οἱ om. Exc. τὰ om. R. 12. σφᾶς om. R. 14. αὐτοῖς R. Exc. et Intpr. sibi, αὐτὸν vulg. 16. διαπραξάθεον R. 18. τῆς addit R. ante προπετείας.)
232
[*](A. C. 555)

μεθα τὰ ἀμείνονα καὶ τοῦ ἀνθρωπείου μᾶλλον ἐχόμενα τρό- [*](Ι. Ι. 29) που, τῶν μὲν λοιδοριῶν καὶ κατηγορημάτων ὀλίγα φροντίσαντες, περὶ πλείστου δὲ ποιησάμενοι τὴν σωτηρίαν. Σωτήριχόν τε γὰρ ἀπεκτείναμεν καὶ τοὺς ἅμα αὐτῷ ἐς τοῦτο ἐληλυθότας, ὡς ἂν ἐκείνους μὲν τισαίμεθα τῆς ἀδικίας, πίστιν δὲ εὐνοίας [*](D) βεβαιοτάτην ἐνθένδε τοῖς Πέρσαις παρασχόμενοι, εύκλεέστερον προσχωρήσαιμεν. ἐπεὶ δὲ τούτων τε ἁπάντων καὶ μάλιστα τοῦ μηδισμοῦ ἕνεκα οὐκ ἀνήσουσι χαλεπαίνοντες οἱ Ῥωμαῖοι, ἄλλο τάχιστα ἡμῖν ἐπιπεσοῦνται , καὶ ἅπαντας, τὸ γε ἐς αὐτοὺς ἧκον , διαφθεροῦσι, προσήκει δή σοι, ὦ στρατηγὲ, δέχεσθαί τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν, τῆς τε χώρας πέρι ὡς οἰκείας τολοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖσθαι· καὶ μὴ περιιδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν, οὐδὲ ἄσημον; ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ περσῶν ἐπικρατείᾳ προσφέρεσθαι ἱκανώτατον. πολέμων τε γὰρ ἡμάς ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἂν, καὶ καρτερώτατα ξυν- [*](Ρ. 121) αγωνιζομένους, ἡ τε χώρα, ἐν ὑπερτέρῳ τῶν Κόλχων κειμένη, γενήσεται ὑμῖν ὁρμητήριον ἀσφαλὲς, καὶ οἷον ἐπιτείχισμα κατὰ τῶν πολεμίων”. ταῦτα δὲ ἀκούσας ὁ Ναχοραγὰν, προσίετό τε αὐτοὺς ἀσμενέστατα, καὶ ἐπῄνει τῆς μεταστάσεως, καὶ θαῤῥοῦντας ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες,

[*](2. κακηγορημάτων sph. Par. 7. μάλιστα om. R. 9. ἐς om. R. 10. δὲ R. 15. πολέμοντες R. 19. τε om. Exc. 20. τούτους R.)
233

καὶ ἕκαστα διαγγείλαντες, μεγίστων ἀνέπλησαν τὸ ἔθνος ἐλ- [*](A. C. 555) πιδων.

[*](I. I. 29)

ιγ΄. Τοῦ δὲ ἦρος ἀρχομένου, αὐτίκα οἱ τῶν Ῥωμαίων [*](A. C. 556) στρατηγοὶ ἐς ταὐτό που ξυνελθόντες , ἔγνωσαν κατὰ Μισιμιανῶν [*](I. I. 30) ἐπιστρατεύειν. ἀλλὰ Βούλης μὲν καὶ Ἰουστῖνος ἀνὰ τὴν Νῆσον μένειν ἐτετάχατο , φρουρήσοντες τὰ ἐνθάδε , καὶ ἁπάντων ἐπιμελησόμενοι. ἐστέλλοντο δὲ ἐπὶ τὸν πόλεμον ἅνδρες [*](Β) ἐς τετρακισχιλίους, πεζοὶ ἅμα καὶ ἱππόται· ἐν τοῖς ἄνδρες Β τε ἦσαν τῶν γνωριμωτάτων ἄγαν , καὶ Μαξέντιός τε καὶ Θεόδωρος, ὁ τῆς Τζαννικῆς δυνάμεως πρωτοστάτης , ὥς μοι πολλάκις ἐῤῥήθη, ἄμφω πολεμικὼ καὶ ταξιάρχω. καὶ οἱ μὲν εἴχοντο τῆς ἐξόδου· ἤμελλε δὲ αὐτοῖς οὐκ ἐς μακρὰν καὶ ὁ Μαρτῖνος ἐπιστήσεσθαι ὡς ἡγησόμενος. ὡς ἂν δὲ μηδὲ πρὸς βραχὺ γοῦν ἀστρατήγητοι εἶεν , ἄρχειν τῶν ὅλων ἐλαχέτην , ἕως ἔτι διὰ τῆς ὑπηκόου πορεύοιντο, Βαράζης τε ἀνὴρ Ἀρμένιος καὶ Κόλ- χος Φαρσάντης, οὔτε πόνων ἀρετῇ οὔτε τῇ ἄλλῃ ἀξιώσει ἁπάντων τῶν ξυστρατευομένων προήκοντες, μᾶλλον μὲν οὖν ἐνιῶν καὶ [*](C) ἐλασσούμενοι. ὁ μὲν γὰρ ἐν λοχαγοῖς πέλει ὁ Βαράζης, ἅτερος δὲ τῶν μὶν ἐν τῇ αὐλῇ ταγμάτων τοῦ Λαῶν βασιλέως 20ἡγεῖτο· μάγιστρος ὄνομα τῇ ἀρχῇ· νενόμισται γὰρ τοῦτο καὶ παρὰ τοῖς ταύτῃ βαρβάροις·) οὐ μὴν ἐς τοσοῦτον αὐτῷ φρονήἐνέπλησαν

[*](1. ἐνέπλησαν R. 6. φρουρήσαντες R. 8. triamillia Intpr.)[*](13. Pro δὲ R. καἰ. 14. ἕως R., ὡς vulg. 15. Pro τε R. δὲ.)[*](17. στρατευομένων R. 18. ἕτερος R. 21. αὐτῷ φρ. τε R., φρον. τ. αὐτῷ vulg.)
234
[*](A. C. 556)

ματός τε μετῆν καὶ παῤῥησίας, ὡς καὶ στρατεύματι Ῥωμαϊκῷ [*](Ι. Ι. 30) θαῤῥαλεώτερον ἐγκελεύεσθαι. οὗτος δὴ οὑν ὁ στρατὸς, θέρους ἤδη ἐπιγιγνομένου, ἐς τὴν ὧν Ἀψιλίων ἵκοντο χώραν. βουλομένοις τε αὐτοῖς ἀνὰ τὰ πρόσω ἰέναι, κώλυμα γέγονεν ὅμιλος Περσικὸς, αὐτοῦ που ξυνειλεγμένος. συναισθόμενοι γᾲρ τῆς τῶν Ῥωμαίων παρασκευῆς, καὶ ὅτι ἐπὶ τοὺς Μισιμιανοὺς [*](D) ἐχώρουν, ἄραντες ἔκ τε Ἰβηρίας καὶ τῶν ἀμφὶ πολισμάτων , ᾔεσαν καὶ οἱ ἐπ’ ἐκείνους, προκαταληψόμενοί τε τὴν χώραν , καὶ ἐς δύναμιν ἐπαρήξοντες. τῷ τοι ἄρα οἱ Ῥωμαῖοι ἀνὰ τὰ φρούρια τῶν Ἀψιλίων ἀποδιατρίβοντες, παρακρούεσθαι τὸ παρὸν καὶ διαμέλλειν ἐπειρῶντο, ἕως ἡ τοῦ θέρους ὥρα ἐξήκοι. πέρσαις τε γὰρ ἅμα καὶ Μισιμιανοῖς ἀντιτάττεσθαι ἀνόνητον τι αὐτοῖς ἐδόκει καὶ σφαλερώτατον. οὕτω δὴ οὖν ἀμφότερα τὰ στρατεύματα ἠρέμει, κὼ οὐδὲ ὁπότεροι ἐς τὸ περαιτέρω φοιτᾷν διανίσταντο, ἀλλ’ ἐπετήρουν ἀλλήλους καὶ ἀνέμενον, εἰ γέ τις πρότερος ὁρμηθείη. παρῆσαν δὲ τοῖς Πέρσαις καὶ Οὖννοι Σάβειροι ἐπὶ μισθοφορᾷ [*](Ρ. 122) προσβοηθήσοντες. τοῦτο γὰρ τὸ γένος μέγιστόν τέ ἐστι καὶ πολυάνθρωπον , φιλοπόλεμόν τε ἐς τὰ μάλιστα καὶ ἁρπαλέον, [*](V. 86) καὶ οἶον δὴ οὑν ἀεὶ τῶν ὀθνείων ἐφίεσθαι μισθοῦ τε ἕνεκα μόνου καὶ τῆς ἐπὶ τῇ λείᾳ ἐλπίδος νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις , νῦν δὲ ἄλλῳ τῳ ξυμμαχεῖν καὶ ξυνδιακινδυνεύειν ἐς

[*](2. ἐκκαλεύεσθαι (sic) R. S. ἐκεῖνα R. 9. ταὐτοὶ R. 12. τε om. R. 14. στρατεύματα R. et Intpr. exercitus, στρατόπεδα vulg. 17. μισθοφοροῖς R. ἰὰ τέ γέ έστ. R. 20. τῶν ὀθνείων Par. , τὴν ὀθνείαν R. Lugd. et ed. pr. 22. συμμαχεῖν vulg.)
235

τἀναντια μεταβαλλόμενον. πολλάκις μὲν γὰρ τοῖς Ῥωμαιοις, [*](A. C. 556 I. I. 30) πολλάκις δὲ τοῖς Πέρσαις κατ᾿ ἀλλήλων παραταττομένοις ήραντο τοὺς ἀγῶνας, ἐν ὀλίγῳ τῷ μεταξὺ χρόνῳ ἐφ᾿ ἑκατέρους τραπέντες καὶ μιθαρνήσαντες. καὶ οὖν ἡ προτέρα μάχη κατὰ Περσῶν αὐτοῖς ἐπολεμήθη, ὅτε πολλοὺς τῶν Διλιμνιτῶν ἐπελθόντας σφίσι κατέκτειναν ἐν τῇ νυκτμαχίᾳ, ὥς μοι ἕκαστα [*](B) προδεδιήγηται. ἐκείνου δὲ τοῦ ἔργου πέρας λαβόντος, ἀφίεντο μὲν ὑπὸ Ῥωμαίων τὰ συγκείμενα κομισάμενοι, πάλιν δὲ τοῖς ὀλιγ́ῳ ἔμπροσθεν πολεμιωτάτοις ξυνείποντο, τυχὸν μὲν οἱ αὐτοὶ, τυχὸν δὲ ἕτεροι, Σάβειροι δὲ ὅμως ὅντες καὶ ἐκ τοῦ σφετέρου ἔθνους ἐς τὴν ξυμμαχίαν ἀπεσταλμένοι.

ιδ'. Τούτων δὴ οὖν τῶν Σαβείρων ἄνδρες ἐς πεντακοσίους ἐν ὑπαίθοω τινὶ περιαυλίσματι πόῤῥω που τῶν ἄλλων στρατευμάτων ἐτύγχανον ἐσκηνημένοι. ὃ δὴ Μαξεντιῴ τε καὶ Θεοδώρῳ σαφέστατα ἐγνωσμένον, καὶ ὅτι ἄνοπλον οὕτω πως καὶ ἀνειμένην τινὰ δίαιταν ἄγοντες διατελοῦσιν, ἤλαυνον εὐθὺς ἐπ᾿ αὐτοὺς τριακοσίους ἐπαγόμενοι ἱππότας. περιστάντες δὲ κύκλῳ τὸ ἕρκος, (ἦν γὰρ οὐ λίαν ἐς ὕψος ἀνέχον, ἀλλ᾿ ἐς ὅσον [*](C) ἱππότου ἀνδρὸς ἔκτοσθεν ἐφεστηκότος τὸ πρόσωπον ὑπερφαίνεθαι,) τούτῳ δὴ οὖν πελάσαντες, ἔβαλλον πάντοθεν τοὺς βαρβάρους ἀκοντίοις τε καὶ λιθοις καὶ τοξεύμασι, καὶ παντὶ τῷ προστυχόντι. οἱ δὲ οὖν πλείους εἶναι τοὺς ἐπελθόντας ἢ κατὰ

[*](2. παραταττόμενοι R. 6. Pro κατέκτειναν R. κατ᾿ ἐκείνοις. 16. ἐπ᾿ αὐτοὺς εὐθὺς R. 19. ἔκτοθεν R. 22. οὖν οὐ πλείους R. et Lugd, sed mg. οὖν πλ.)
236
[*](A.C. 556)

τὸ ἀτρεκὲς ὑποτοπήσαντες, ἅμα δὲ καὶ τῷ ἀδοκήτῳ καταπε- [*](Ι. Ι. 30) πληγμένοι, ἀμύνεσθαι μὲν ἥκιστα διενοοῦντο, φεύγειν δὲ αὐτοῖς οὐ μάλα ἐξῆν τῷ θριγκῷ περιεχομένοις. οἱ μὶν οὖν ἄλλοι ἅπαντες χύδην αὐτοῦ διεφθάρησαν, μόνοι δὲ τεσσαράκοντα ἄνδρες παραλόγως διαλαθόντες, καὶ ἐπὶ τοὺς τοίχους ἀναῤῥιχώμενοι, εἶτα ἐπὶ θάτερα διεκπεσόντες, ὑπὸ τὸ λώιον τῆς [*](D) ἐχομένης ἐκρύπτοντο ὕλης. πλὴν ἀλλὰ καὶ τούτους οἱ Ῥωμαῖοι ἀνιχνεύειν ἐπειρῶντο. τούτων δὲ τοῖς πέρσαις ἀπηγγελμένων, αὐτίκα οἶγε ἴλας ἰππέων στέλλουσιν ἐπ’ αὐτοὺς ἐς δισμυρίους ἄνδρας συντεταγμένους. οἱ δὲ Ῥωμαῖοι, εἴξαντες τῷ πλήθει καὶ ὡσπερ ἀρκούμενοι τῷ γεγενημένῳ , ἀπεχώρουν δρομαῖοι, καἰ αὖθις ἐς τὸ πρότερον φρούριον ἐσδραμόντες, ἐν τῷ ἀσφαλεῖ καθίσταντο , τῷ μὲν πραχθέντι μεγαλαυχοῦντες, ἀνιώμενοι δὲ μόνον ἐπὶ Μαξεντίῳ· ἐτύγχανεν γὰρ τῶν ἀνὰ τὴν ὕλην διαδύντων βαρβάρων ὑπότου βιαιότατα τετρωμένος, ὡς καὶ φοράδην ἀχθεὶς ἐπὶ κλίνης κρεῖττον ἁπάσης ἐλπίδος ἀποσωθῆναι. [*](P. 123) ἐπειδὴ γὰρ ἐβέβλητο, αὐτίκα οἱ ὀπαδοὶ ἀράμενοι αὐτὸν ᾤχοντο μετὰ τάχους, πρὶν ἅπαντας ἐπελθεῖν τοὺς πολεμίους. ὡς δὲ ἧκον καὶ ἐπεφέροντο, τότε δὴ οἱ ἄλλοι Ῥωμαῖοι ἐφ’ πέραν τινὰ φεύγοντες πορείαν, καὶ κατὰ σφῶν τοὺς διώκοντας ἐπισπώμενοι, χώραν παρέσχον ἐκείνῳ ἐν τῷ ἐρύματι σχολαίτερον ἀποκομισθῆναι.

ιε'. Ἐν τούτῳ δὲ Ἰουστῖνος ὁ Γερμανοῦ ἕνα τῶν ἀμφ’ αὐτὸν ταξιάρχων ἄνδρα οὖννον τὸ γένος , Ἐλμινζοὺρ ὄνομα,

[*](12. εἰσδρ. vulg. 15. δύντων R. 16. σωθῆναι R.)
237

ἔστειλεν ἐκ τῆς Νήσου ἐς τὴν Ῥοδόπολιν ἅμα δισχιλίοις ἱπ- [*](A. C. 556 I. I. 30) πόταις. ἥδε δὲ ἡ Ῥοδόπολίς ἐστι μὲν πόλισμα Κολχικὸν, ὑπὸ περσῶν δὲ ὅμως ἐν τῷ τότε κατείχετο , ἑλόντος αὐτὴν πολλῷ ἔμπροσθεν χρόνῳ τοῦ Μερμερόου, καὶ φρουρὰν περσικὴν ἐγκαταστήσαντος. ταῦτα δὲ ὁποῖον τινα κατείργαστο [*](Β) οὔ μοι εἰρήσεται, ὡς δὴ Προκοπίῳ τῷ ῥήτορι σαφῶς ἀναγεγραμμένα. ἐνταῦθα δὴ οὖν τῷ Ἐλμινζοὺρ ἀφιγμένῳ αἴσια τις ξυνελάβετο τύχη. ἐτύγχανον γὰρ οἵ τε τῶν περσῶν φρουροὶ, οὕτω ξυνενεχθὲν , ἐκτός που τοῦ ἄστεος διατρίβοντες, καὶ τὸ πλῆθος τῶν οἰκητόρων ἄλλος ἄλλοθι διεσκεδασμένοι. τοιγάρτοι ἀκονιτὶ παρελθὼν εἴσω , γᾶι τὴν πόλιν παραστησάμενος, ὁ δὲ καὶ τὴν περιοικίδα κατέδραμεν· καἰ ὅσην μὲν Περσικὴν εὗρεν ἀπόμοιραν , τούτους δὴ πανωλεθρίᾳ διέφθειρε, τὸ δὲ ἰθαγενὲς ἅπαν καὶ ἐπιχώριον , ἐπειδὴ αὐτοὺς διέπω τῷ ὀθνείῳ δέει μᾶλλον ἢ τῇ σφῶν ἀπιστίᾳ μηδίσαντας, ἐνοικεῖν [*](C) αὖθις τῇ οἰκείᾳ ἐφῆκε πατρίδι, ὁμήρους τε λαβὼν ἐς τὸ [*](V. 87) πιστότερον, καὶ ἕκαστα ἐν δέοντι κρατυνάμενος. οὕτω τε αὐθις ἡ Ῥοδόπολις ἐς τὰ πρότερα ἐπανῆκτο, στέργουσά τε τὰ πάτρια νόμιμα, καὶ βασιλεῖ τῷ Ῥωμαίων ὑποκλινομένη. τούτου μὲν οὖν τοῦ θέρους οὐδέν τι ἄλλο ἐπράχθη ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην. τοῦ δὲ χειμῶνος ἐπιλαβομένου , οἱ μὲν πέρσω εὐθὺς μετανίσταντο, καὶ ἐπανῄεσαν ἔς τε τὸ Κο-

[*](7. R. 10. πλῆθος R. et Intpr. multitudo, πλεῖστον vulg. κεκεδασμένοι R. 15. ὀθνείων coni. R. Vulc. male. 18. πρότερα R., πρότερον vulg. 20. καὶ ins. ex R. 22. Κοταίσιον vulg.)
238
[*](A. C. 556 I. I. 30)

τάϊσιν καἰ τὴν Ἰβηρίαν, ὡς δὴ ἐνταῦθα διαχειμάζειν βονλόμενοι, χαίρειν πολλὰ εἰπόντες τῇ πρὸς Mισιμιανοὺς ἐπικουρίᾳ· οὐ γὰρ ἔννομον αὐτοῖς οὐδὲ πάτριον κατ᾿ ἐκεῖνο τοῦ και- [*](D) ροῦ ἐς ἐκδήμους στρατείας διαπονεῖσθαι. οἱ δὲ Ῥωμαῖοι τῶν ἐφεδρευόντων ἀπαλλαγέντες, καὶ δὴ τῆς προτέρας εἴχ́οντο αὖθις πορείας. γενομένοις δὲ αὐτοῖς ἀμφὶ τὸ φρούριον τὸ Τιβέλεος, οὕτω καλούμενον, ὃ δὴ τήν τε τῶν Mισιμιανῶν χώραν καὶ Ἀψιλίων διορίζει καὶ ἀποτέμνεται, ἐφίσταται ὁ Mαρτῖνος, ἐφ᾿ ᾧ ἐς τὰ λοιπὰ ἡγεῖσθαι καὶ ἅπαν τὸ στράτευμα διατάττειν. ἀλλὰ νόσος τις αὐτῷ ἐνσκήψασα μοχθηρὰ πάρει λετο καὶ ἀνέχοψε τὴν προθυμίαν. καὶ ὁ μὲν αὐτοῦ ἐμεμενήκει, ὡς ὀλίγῳ ὕστερον ἐπὶ τὴν Κολχίδα γῆν ἐπανήξων καὶ τὰ ἐκείνῃ πολίσματα. οἱ δὲ καὶ ὣς ἀνὰ τὰ πρόσω ἐχώρουν, ὑπὸ τοῖς προτέροις πάλιν ἀγόμενοι ἡγεμόσιν. πρῶτα μὲν οὖν ᾠήθησαν χρῆναι ἀποπειρᾶσθαι τῶν Mισιμιανῶν, εἴ που ἄραι [*](P. 124) ἐθελούσιοι ἐς τὸ σῶφρον μεταβάλοιεν, καὶ τοὺς οἰκείους ἄρχοντας ἐπιγνόντες, μπαμελήσοι αὐτοῖς τότε γοῦν τῶν ἡμαρτημένων, καὶ σφᾶς τε αὐτοὺς τοῖς Ῥωμαιοις ἐγχειρίσαιεν, καὶ τὰ χρήματα ὁπόσα τὸν Σωτήριχον ἀφείλοντο , ἀλλὰ καὶ ταῦτά γε ἀποδοῖεν. καὶ τοίνυν ἐκ τοῦ Ἀψιλιων γένους λοχίμους ἄνδρας, ὡς οἷόν τε ἦν, ἀπολεξάμενοι, στέλλουσιν ἐς ταῦτα πρεσβευσομένους. οἱ δὲ Mισιμιανοὶ τοσούτῳ ἐδέησαν τῆς

[*](1. Pro ὡς δὴ R. ἐπειδὴ. 6. Intpr. Tibelium. 13. ἐκείνης R. καὶ om. Par. 18. Pro τοῖς R. τότε. ἐγχειρίσαιεν R. et Lugd. 2. m., ἐγχειρήσαιεν vulg. 22. πρεσβευσομένους R. (Cl.), πρεσβευσαμένους vulg. τοσοῦτον R.)
239

ὠμότητος ὑφελεῖν καὶ τοῖς ἐπιγιγνομένοις τὸ τοῦ φθάσαντος [*](A. C. 556 I. I. 30) ἄτοπον μετακοσμῆσαι, ὥστε ἀμέλει οἱ ἀθέμιστοι καὶ ἐναγεῖς καὶ κακοδαίμονες καὶ ἅπαν ἄλλο ἄξιοι ἀκούειν ὅ, τι ἄν τις αὐτοὺς [*](B) νεμεσῶν ἀποκαλέσοι , παρωσάμενοι καὶ ἐμπατήσαντες τὰ κοινὰ τῶν ἁπάντων ἀνθρώπων νόμιμα , τοὺς πρέσβεις ἀθρόον ἀπέκτειναν , καὶ ταῦτα Ἀψιλίους γε ὄντας ὁμοδιαίτους καὶ ἀγχιτέρμονας, καὶ ὧν μὲν ἐπεκάλουν ἐκεῖνοι Ῥωμαίοις τε καὶ Σωτηρίχῳ οὐπώποτε μετειληχότας, παραίνεσιν δὲ φιλίαν ἐς τὸ συνοῖσον ἄγουσαν οὐ ξὺν χαλεπότητι ἀπαγγείλαντας.

ις΄. Οὕτως ἄρα ἐκ παρανοίας τὸ πρότερον καὶ ἀνοσίων ἔργων ἀρξάμενοι, τῶν αὐτῶν εἴχοντο διαπαντὸς ἐγχειρημάτων, ἢ καὶ πολλῷ ἀνοσιωτέρων. καὶ γὰρ ἐγνωσμένον αὐτοῖς ὡς οἱ Πέρσαι ἀπιόντες ᾤχοντο , καὶ κατὰ τὸ ξυγκείμενον οὐκ ἐπαμὐνονσιν, ἀλλὰ, τῇ τῶν τόπων δυσχωρίᾳ πεποιθότες, καὶ τῷ οὔνποτε δυνήσεσθαι τοὺς ῾Ρωμαίους παραμείψασθαί τε αὐτὴν [*](C) καὶ ὑπερβαλέσθαι , οἱ δὲ τὰ δεινότερα ἔδρασαν. ἔστι γάρ τι ὄρος προβεβλημένον τῆς χώρας, αἰπὺ μὲν οὐ λίαν, οὐδὲ ἔπιμέγα ἠρμένον, ἄναντες δὲ σφόδρα καὶ ὄρθιον, καὶ πέτραις ἀποτόμοις ἑκατέρωθεν πεπυκνωμένον· βραχεῖα δὲ ὁδὸς ἐν μέσῳ καὶ ἀτριβὴς ὑποφαίνεται, καὶ ὁποία μηδὲ ἑνὶ ἀνδρὶ ἀδεέστερον πορευομένῳ βατὴ εἶναι ῥᾳδίως καὶ εὐεπίδρομος, ὡς εἴγ8

[*](2. ἀθέμιστοι R. , ἀθέμιτοι vulg. 5. ἁπάντων om. R. 6. ye ante Ἀψιλίους ponit R. 7. ἐπεκάλουν R. (Cl.) , ἀπεκάλovv vulg. g. ἀπαγγείλαντας Lugd. 2. m. (Cl.) , ἀπαγγείλαντες R. et vulg. 10. ἐκ παροινίας coni. Vulc. 15. οὔποτε R. (Cl.), οὐπώποτε vulg. 16. γάρ τι R., καί τι Lugd., γὰρ καί τι edd. 21. βατὴ εἶναι ῥ. R., ῥᾳδ. εἶν. β. vulg.)
240
[*](A. C. 556 I. I. 30)

τις ἐπιστὰς τῇ ἀκρωνυχίᾳ διακωλύοιτοὺς ἐπιόντας, μήποτε διαβήσεσθαι πολεμίους , μηδὲ εἰ πλῆθος εἶεν ἀνάριθμον, μηδὲ εἰ κοῦφοι ἅπαντες καὶ εὐσταλεῖς, ὁποίους φασὶ τοὺς Ἰσαύροῦς. τούτῳ δὴ οὖν τῷ χώρῳ πίσυνοι, ἐς ἀπόνοιαν ἐτράποντο [*](D)βιαιοτάτην. ἀλλ᾿ οἱ Ῥωμαῖοι , τοῦ μιάσματος ἀπηγγελμένου, ἐν ὀργῇ ἐποιήσαντο τὸ γεγενημένον. καὶ δὴ τῶν βαρβάρων μελλόντων , καὶ οὔπω φρουρὰς τῷ λόφῳ καταστησάντων, προτερήσαντες κρατοῦσι τῆς ἄκρας ῥάχιας, καὶ οὐδενὸς εἴργοντος ὑπερβάντες, ἐς τὰ ἱππάσιμα τῆς χώρας ἅπαντες καὶ ἀναπεπταμένα παρῆλθον πεδία. οἱ δὲ Mισιμιανοὶ ἐπειδὴ τῆσδε διήμαρτον τῆς ἐλπίδος , αὐτίκα τὰ πλεῖστά γε καὶ περιττὰ τῶν σφετέρων φρουρίων ἐμπρήσαντες, ὡς οὐχ οἶόν τε ὂν ἅπασιν ἀρκέσαι, ἐς ἕν τι μόνον, ὅπερ ὀχυρώτατον αὐτοῖς ἐδόκει, [*](V.88) ἅπαντες ξυνελέγοντο. τοῦτο δὲ Τζάχαρ μὲν ἐκ παλαιοῦ ὀνομάζεται, Σιδηροῦν δὲ αὐτὸ διὰ τὸ στεῤῥόν τε καὶ ἀνάλωτον ἐπίκλην ἀποκαλοῦσιν. ὀλίγοις δέ τισι τῶν Ῥωμαιων καὶ οὐ [*](P. 125) πλέον ἢ τεσσαράκοντα ἱππεῦσι ξυνηθροισμένοις, (ἦσαν δὲ οὐ τῶν πολλῶν, ἀλλ᾿ ἔξοχοι ἐς τὰ μάλιστα, καὶ τάγμασιν ἐφεστηκότες,) τούτοις δὴ οὖκ ἀποκριδὸν τοῦ ἄλλου ὁμίλου πορευομενοις, ἐπιφοιτῶσιν ἄνδρες τῶν Μισιμιανῶν ἐς ἑξακοσίους, πεζοὶ ἅμα καὶ ἱππόται, οἰόμενοι ἅπαντας τῷ πλήθει ζυλλαβοντες ῥᾳδίως διαχειριεῖσθαι. οἱ δὲ τῇ τῶν πολέμων ἐμ-

[*](1. ἀκρονυχίᾳ R. 3. ὁποία R., qui error saepe recurrit. 4. χωρίῳ R. 7. φρουρὰς R. et Intpr. praesidia , φρουρὰν vulg. 11. τὰ add. R. , γε om. idem.)
241

πειρίᾳ ἐς γεώλοφόν τι ἀναδραμόντες, ἀρετῆς ἐπεδείκνυντο [*](A. C. 556 I. I. 30) ἔργα καὶ ἦν ἐπιπολὺ ἡ μάχη καρτερὰ καὶ ἀμφίβολος, τῶν μὲν κύκλωσιν τινα ποιήσασθαι πειρωμένων, τῶν δὲ Ῥωμαίων νῦν μὲν ἀθρόον ἐπεισπηδώντων, ὡς καὶ διασπᾷν καὶ ἀναταράττειν ἅπασαν τὴν φάλαγγα τῶν πολεμίων, νῦν δὲ αὖθις ἀναθεόντων [*](Β) καὶ ἐν τῷ ἀσφαλεῖ γιγνομένων. ἐν τούτῳ δὲ τῆς ἄλλης στρατιᾶς ἄνωθεν ἐξ ὑπερτέρου τινὸς ορους ἐπιφανείσης, ἐνέδραν εἶναι καὶ δόλον οἱ βάρβαροι τὸ χρῆμα ὑποτοπήσαντες, εὐθὺς ἔφευγον προτροπάδην. ἀλλ’ ὁ τῶν Ῥωμαίων στρατὸς, (ἐτύγχανον γὰρ ἤδη ἅπαντες ἀλλήλοις ἐνέκειντο μάλα διώκοντες, ἴως τοὺς πλείστους πολεμίους ἀπέκτειναν, ὡς μόνους ἐκ τοσούτων ὀγδοήκοντα ἄνδρας ἐς τὸ Σιδηροῦν ἐκεῖνο φρούριον ἀποσωθῆναι. εἰ μὲν οὖν αὐτίκα ὅπως εἶχον ὁρμῆς οἱ Ῥωμαῖοι ἐπῆλθον τῷ ἐρύματι , καταπεπληγμένων τῶν βαρβάρων τοῖς ξυνενεχθεῖσιν, πάντως ἂν, οἶμαι, αὐτοβοεί γε ἅπαντας εἷλον, καὶ αὐθημερὸν ὁ πόλεμος ἐτελεύτα. [*](C) νῦν δὲ τῷ μὴ παρεῖναι αὐτοῖς στρατηγὸν τῶν ὀνομαστοτάτων, δυνάμει τε καὶ φρονήματι προὔχοντα, ἴσους δὲ σχεδὸν τι ἅπαντας καθεστάναι, ὡς καὶ ἀντεγκαλεῖν ἀλλήλοις τυχὸν καὶ [*](20) ἀντιπαρακελεύεσθαι, καὶ ὁποῖα ἀττα τις φήσειεν τοιάδε ἐπαΐειν, ἀτελῆ καὶ οὐ λίαν ἀξιέπαινα ὑπῆρχε τὰ ἐγχειρήματα. ἐς γὰρ διάφορόν τινα γνώμην μεμερισμένοι, καὶ τοὺς μὲν

[*](11. πολεμίους add. ex R. et Intpr. 13. ἀποσωθῆναι R., περισωθῆναι vulg. 17. νῦν δὲ — καθεστ. om. R. 20. ὁποῖα R., ὁποῖ’ vulg.)
242
[*](A. C. 556 I. I. 30)

τοῦτο, τοὺς δὲ ἄλλο τι ἀρέσκον, ἐρέσκον, ἐπράσσετο οὐδὲ ὁπότερον τῶν βεβουλευμένων· ἕκαστος δὲ χαλεπαίνων, ὅτι μὴ τὸ οἰκεῖον ἐνίκα, ἐκμελῶς πως καὶ ἀταλαιπώρως προσῄει τοῖς ἔργοις, καὶ μᾶλλον ἥδετο τοῖς ἀποτεύγμασιν, ὡς ἂν ἔχοι μεγαλαυχεῖν ὕστερον καὶ παῤῥησιάζεσθαι πρὸς τοὺς πέλας, καὶ [*](D)τοῦ ἐνδεοῦς αἰτίαν οὐκ ἄλλο τι ἀποφαίνεσθαι, ἢ το μὴ τά οἱ δόξαντα διαπραχθῆναι.

ιζ΄. Ἐν τούτοις δὴ οὖν ὄντες, πόῤῥω που τῶν πολεμίων ἢ ὡς ἐν πολιορκίᾳ ἐστρατοπεδεύσαντο· καὶ πρός γε οὐδὲ ἀμφὶ τὸ περίορθρον γοῦν ἰόντες τὰς προσβολὰς ἐν δέοντι ἐποιοῦντο, ἀλλὰ ὄκνῳ εἴκοντες καὶ ῥᾳθυμίᾳ, ὁδοῦ πάρεργα ἡγοῦντο τὰ σπουδαῖα καὶ ἐπικαιρότατα, κατόπιν μὲν τοῦ προσήκοντος καιροῦ ἐπιφοιτῶντες τοῖς ἐναντίοις, πρωϊαίτερον δὲ [*](P. 126) ἐπανερχόμενοι. αὐτοὺς ἄρξοντά τε ἁπάντων καὶ ἡγησόμενον, ἄνδρα Καππαδόκην μὲν τὸ γένος, ἀξιώματι δὲ στρατηγικῷ ἐκ πλείστου τετιμημένον, ᾧ δὴ ὄνομα ἦν Ἰωάννης, Δακνᾶν δὲ αὐτὸν προσεπωνόμαζον, ἔσταλτο δὲ ἐς Κόλχους οὐ πολλῷ ἔμπροσθεν ἐκ βασιλέως, τὸ ῾Ρουστίκου ἔχων ἐπίταγμα, ἐφ᾿ ᾧ ἕκαστά τε τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς διαγγέλειν, καὶ τῶν

[*](1. οὐδὲ R., οὐδ᾿ vulg. 2. βεβουληένων R. 4. ἔχῃ R. 11. ἀλλὰ καὶ R. 14. αὐτὰ R. 17. τετιμημένων sph. Par. ᾧ δὴ οὖν R. 20. ἐπαγγέλειν R. 21. τοῖς ante βασ. vulg.)
243

σθαι. οὗτος δὴ οὖν ὁ Ἰωάννης ἐς Μισιμιανοὺς ἀφιγμένος [*](A. C. 556 I. I> 30) καὶ ἐπιστὰς τῷ τῶν Ῥωμαίων στρατεύματι, ἐυθὺς ἀμφὶ τὸ φρούριον ἅπαντας ἵδρυσε καὶ πολιορκεῖν ἐπειρᾶτο, ἅμα δὲ καὶ τοῖς ἔκτοσθεν διαιτωμένοις ἐπιθέσθαι, καὶ τὸ σύμπαν διαταράξαι. [*](Β) τῶν γὰρ οἰκήσεων αἱ πλεῖσται οὐκ ἐν αὐτῷ δήπου τῷ περιβόλῳ ἐτύγχανον οὖσαι, ἐλλ' ἐπὶ σκοπέλῳ τινὶ ἀγχοῦ παρατεταμένῳ, φάραγγες δὲ ἐν αὐτῷ καὶ πέτραι ἀπεῤῥωγυῖαι, ἐπιπλεῖστον διήκουσαι, δυσπρόσοδα λίαν καὶ ἄπορα τοῖς ὀθνείοις καὶ οὐκ εἰθισμένοις τὰ τῇδε ἅπαντα ἐκτελοῦσιν. τό γε μὴν ἐπιχώριον ἐμπειφίᾳ τῶν τόπων ἔκ τινος στενωτάτης ὁδοῦ καὶ ὑπολανθανούσης, μόλις μὲν καὶ αὐτοὶ καὶ πεπονημένως καταφέρονται δὲ ὅμως, εἴπου δεήσοι, καὶ αὖθις ἀνέρπονυσιν. ὑπὸ δὲ τὸν πρόποδα ἐν αὐτῷ δὴ τῷ χθαμαλῷ καὶ ἡπλωμένῳ [*](V. 89) πίδακες ποτίμου ὕδατος ἀναβλύζουσιν, ὅθεν ὑδρεύονται οἱ τῷ καολωνῷ ἐνοικοῦντες. τότε δὴ οὖν, (ἐπετήρουν γὰρ οἱ Ῥωμαῖο [*](C) μαὶοι καὶ ἀπεῖργον τὸ μέρος,) νύκτωρ οἱ βάρβαροι κατιόντες ἠρύοντο. Ἴσαυρος δέ τις ἀνὴρ, Ἰλλοῦς ὄνομα, ἐπὶ τῇδε τῇδε φρουρᾷ τεταγμένος, ἐπειδὴ κατεῖδε πλείστους τῶν Μισιμιανῶν πόῤῥω που τῶν νυκτῶν ἐς τοῦτο καταβεβηκότας, ὁ δὲ ὐποκρυπτόμενος ἡσυχῇ ἔμενε καὶ ξυνεχώρει· ὡς δὲ ἐκεῖνοι τὰς κάλπεις ἐμπλήσαντες ἐπεπορεύοντο, εἵπετο λάθρα ὀ Ἴσαυρος καὶ συνανῄει, ἕως ἐπ' ἄκρου γενόμενος τήν τε τοῦ χω-

[*](1. δ' οὖν R. 4. ἔκτοθεν R. 10. στενωτάτης Cl. στενοτάτης R. et volg. 17 ἀρύοντο R. Ilius Intpr. 21. ἐτορεύορτο R. (ἐπορεύοντο).)
244
[*](A. C. 556 I. I. 30)

ρίον θέσιν, ὡς οἷόν τε ἦν ἐν σκότῳ, ἄριστα ἐπεφράσατο, καὶ ὅτι οὐ πλείους ἢ ὀκτὼ ἄνδρες ἐτετάχατο ἐς τὸ κατασκοπεῖν τὴν ἄνοδον καὶ διαφυλάττειν. ταῦτα τοίνυν ἅπαντα καταγνοὺς, [*](D) αὐτίκα ὑπαναχωρεῖ, καὶ τῷ στρατηγῷ ἕκαστα διαγορεύει. ὁ δὲ ἥσθη τε ἄγαν τῷ ἀγγέλματι, καὶ τῆς ἐπιούσης νυκιὸς ἄνδρας δρας ἑκατὸν ἀπολεξάμενος ἀλκίμους τε καὶ θαῤῥαλέους, ἔστειλεν ἐπὶ τὴν ἐφοδον, κατασκοπήσοντάς τε τὸν χῶρον, καὶ ἐπιθησομένους ὅπῃ παρείκοι εἴρητο δὲ αὐτοῖς, ἐπειδὰν βεβαιότατα ἀναβαῖεν, τῷ τείχει προσβάλλοντος ἑκατέρωθεν τοὺς πολεμίους διακυκηθῆναι.

ιη'. Ὁ μὲν οὖν Ἰλλοῦς προπορευόμενος ἡγεῖτο τῶν ἀνδρῶν ἐς τὴν ἀνάβασιν, ὡς ἤδη αὐτῷ τῇ πείρᾳ καὶ διεγνωσμένην. εἵπετο δὲ εὐθὺς Ζίπερ ὁ Μαρκελλίνου δορυφόρος, καὶ μετ' ἐκεῖνον Λεόντιος ὁ Δαβραγέζου, καὶ ἐπ' αὐτῷ Θεόδωρος ὁ τῶν Τζάννων ταξίαρχος· καὶ οὕτως ἑξῆς ἅπαντες οἱ [*](P. 127) ἄλλοι ἀνήγοντο στοιχηδὸν ἀλλήλοις παρομαρτοῦντες. ἤδη δὲ αὐτῶν ὑπὲρ τὸ μεσαίτατον ἐληλυθότων, ἑώρων μάλα σαφῶς οἱ προτεταγμένοι τήν τε πυρὰν τῶν φρουρῶν ἀναπτομένην, καὶ αὐτοὺς ὡς πλησιαίτατα κατακεκλιμένους· καὶ οἱ μὲν ἑπτὰ περιφανῶς ἐκάθευδον, καὶ ὑπορέγχοντες ἔκειντο. εἷς δέ γε μόνος ἐπ' ἀγκῶνος ἐρηρεισμένος, ὥσπερ ἐγρηγορὼς διετέλει.

[*](7. τὴν χώραν R. 8. ὅπῃ R., ὅποι vulg. 11. διακυγηθῆναι R. 13. ὡς add. ex R. 15. Δαβραγέζου R. h. l. et mox, Δαβραγάζου vulg. 16. οἱ ἄλλοι add. ex R. 20. καὶ αὐτοὺς R. et Lugd. mg., καὶ ὡς αὐτοὺς vulg.)
245

ξυνείχετο γὰρ γὰρ καὶ ὃς τῷ ὕπνῳ καὶ ἐκαρηβάρει· οὔπω δῆλος [*](A. C. 556 I. I.30) ἦν ὅποι χωρήσει, ἐπινυστάζων θαμὰ καὶ ἀναπαλλόμενος. ἠν τούτῳ δὲ Λεόντιος ὁ Δαβραγέζου ὑπὲρ τέλματός τινος ὀλισθήσας καταπίπτει ἀθρόον καὶ ὑποφέρεται, καὶ περιῤῥήγνυσι τὴν ἀσπίδα. πατάγου δὲ ὥσπερ εἰκὸς μεγάλου ἀρθέντος, ἀνέθορον ἅπαντες οἱ φρουροὶ διεπτοημένοι καὶ ὑπὲρ τῆς εὐνῆς [*](B) ἥμενοι, τά τε ξίφη ἐσπάσαντο, καὶ κατεσκόπουν ἁπανταχοῦ τοὺς αὐχένας περιδινοῦντες· υμβάλλειν δὲ οὐκ εἶχον, ὅτι ποτέ ἐστι τὸ γεγενημένον· τῷ τε γὰρ πυρὶ καταυγαζόμενοι, τοὺς ἐν τῷ σκότῳ ἑστῶτας διορᾷν οὐκ ἠδύναντο, καὶ ὁ κτύπος αὐτοῖς καθεύδουσι προσπεσὼν, οὐ μάλα ἐναργὴς ἦν, οὐδὲ ἀποκεκριμένος, οὐδὲ ὁποὶος ὅπλα παραδηλῶσαι κατεωεχθέντα· οἱ δὲ Ῥωμαῖοι ἐς τὸ ἀκριβὲς ἕκαστα κατεθεῶντο. τοιγάρτοι τὸ βάδισμα ἐπισχόντες, ἀτρέμα ἐμενον, ὥσπερ τῇ γῇ ἐνεῤῥιζωμένοι, καὶ οὔτε φωνῆς ἦχος ἐψιθυρίζετο, οὔτε τοὺς πόδας μετρίως γοῦν μετεκίνουν, ἀλλ' οὕτως ὥσπερ εἶχον προσεπεπήγεσαν, [*](C) πήγεσαν, εἴτε πέπρᾳ ὀξείᾳ τυχὸν, εἴτε θάμνῳ τινὶ ἐτύγχανο0ν ἐπιβεβηκότες. εἰ γὰρ μὴ οὕτως ἐποίουν, καί τις ξυναίσθησις τοῦ δρωμένου τοῖς φύλαξιν ἐγεγόνει, πάντως ἢν πέτραν τινὰ μεγάλην ἐπαφιέντες κατὰ τοῦ πρανοῦς ἐξεκύλιον, ὡς ἅπαντας ἐπιτρίψαι τοὺς ἐπερχομένους. τῷ τοι ἄρα ἐκεῖνοι ἄναυ-

[*](1. καὶ γὰρ ξυνείχετο ὃς R. 2. ὅπῃ R. 6. διεπτόμενοι R. 8. τοὺς R., τὰς vulg. 9. γεγεννημένον R. 16. ὥσπερ R., ὅπως vulg. 18. οὕτω R.)
246
[*](A. C. 556 I. I.30)

δοί τε εἱστήκεσαν καὶ ἀδόνητοι, καὶ αὐτὴν δὴ τὴν τοῦ πνεύματος φορὰν ξυστέλλοντες ἠρέμα καὶ ταμιευόμενοι. καὶ ἄγαμαί γε αὐτοὺς ἔγωγε τῆς εὐκοσμίας, ὅτι δὴ ἅπαντες ἅμα ὥσπερ ἐκ συνθήματος ἐν ἀκαρεῖ χρόνου τοῦ συνοίσοντος ἐστοχασμένοι, ἐνεκαρτέρουν τῇ τάξει, καὶ διενοοῦντο ἐν ἑαυτοῖς [*](D) ὁπόσα φθέγγεσθαι ὁ καιρὸς οὐκ ἐδίδου. οἱ δὲ βάρβαροι, ἐπειδὴ αὐτοῖς μηδὲν ὁτιοῦν δεινὸν ὑπεφαίνετο, πάλιν εἰς τὸ προσφιλὲς ἐτράποντο, ἀσμενέστατα καταδαρθέντες.

ιθ΄. Τότε δὴ οὖν οἱ ῾Ρωμαῖοι οὕτω δή τι αὐτοῖς ἀνειμένως ἀναπαυομένοις ἐπιβάντες, ἀπέκτειναν τούς τε ἄλλους, καὶ πρός γε ἐκεὶνον τὸν ἡμιάγρυπνον, ὡς ἄν τις αὐτὸν ἐπιτωθάζων ἐπικαλέσοι. καὶ τολοιπὸν ἀδεῶς ἀνὰ τὰ πρόσω χωρήσαντες, [*](V. 90) ἀμφὶ τὰς λαύρας τῶν οἰκήσεων ἐσκεδάννυντο· καὶ ἅμα ἡ σάλπιγξ ἐπῇδε τὸ ἐνυάλιον. ἀκούσαντες δὲ οἱ Μισιμιανοὶ κατεπλήττοντο μὲν τῷ παραλόγῳ· τὰ δὲ παρόντα οὐ ξυνιέντες, ὅμως ἀνεγρόμενοι ἐπ᾿ ἀλλήλους φοιτᾷν ἵεντο καὶ ξυναθροίζεσθαι, [*](P. 128) ἄλλος ἄλλοθεν διεκπηδῶντες. ἀλλ᾿ οἱ Ῥωμαἰοι ἐν αὐτοῖς δὴ τοῖς προθύροις ὑπαντιάζοντες, καὶ ὥσπερ τοῖς ξίφεσιν αὐτοὺς δεξιούμενοι, πλεὶστον ὅσον εἰργάζοντο φόνον. οἱ μὲν γὰρ ἤδη ἐκβάντες εὐθὺς ἀνῄρηντο, ἕτεροι δὲ παρῆσαν, καὶ ἄλλοι ἤμελλον, καὶ λώφησις οὐκ ἦν τοῦ κακοῦ, ἁπάντων ἐπειγομένων. ἤδη δὲ καὶ γύναια πολλὰ διαναστάντα θύραζε

[*](3. ἔγωγε add. ex R. 4. χρόνου R., χρόνῳ vulg. 7. μηδὲν R., οὐδὲν vulg. 9. τότε δὲ R. 12. ἐπικαλέσοι R., ἀποκαλέσοι vulg. 17. ἄλλος R., ἄλλους vulg. 21. ἢ μᾶλλον R., ἥμελλον in mg.)
247

ξυνέῤῥει ὀλοφυρόμενα· ἀτὰρ οὐδὲ τούτων ἀπείχοντο οἱ Ῥω- [*](A. c. 556 I. I. 30) μαῖοι, ὀργῇ φερόμενοι, ἀλλ’ ὠμότατα καὶ αὗται ἀπήλαυον τῆς τῶν ἀρρένων ἀτασθαλίας. μία δέ τις τῶν κομψοτέρων δᾷδα κατέχουσα καιομένην, ἐμφανέστατα ἐπορεύετο· καὶ ἡ μὲν δορατίῳ τὴν γαστέρα διατορηθεῖσα, ἐτεθνήκει , τῶν δέ τις Ῥωμαίων ἀνελόμενος τὸ λαμπάδιον [*](B) ἐμβάλλει πῦρ τοῖς περιαυλίσμασι. τὰ δὲ, (ξύλοις γὰρ καὶ ἐτύγχανον ἐσκευασμένα,) τάχιστα ἐνεπίμπρατο· ἥ τε φλὸξ ἐς τοσοῦτον μεγέθους ἐξήρθη , ὡς καὶ τῷ Ἀψιλίων ἔθνει καὶ τοῖς πορρωτέρω ἔτι τὰ ποιούμενα διαγγέλλειν. τότε δὴ οὖν καὶ μᾶλλον οἱ βάρβαροι χύδην ἀπώλλυντο. οἱ μὲν γὰρ οἶκοι μεμενηκότες ἐπυρπολοῦντο ἢ κατεχώννυντο· τοῖς δὲ πρὸς τὰ ἐκτὸς διεκπίπτουσιν ἑτοιμότερος ὁ ἐκ τῶν ξιφῶν ὄλεθρος ἐφειστήκει. παῖδες δὲ πολλοὶ κλαυθμυριζόμενοί τε καὶ τἀς τεκούσας ἀναβοῶντες, ἡλίσκοντο· καὶ τούτων τοὺς μὲν τῶν πετρῶν ἀφειδῶς ἀκοντίζοντες, διεσπάραττον· ἔνιοι δὲ [*](C) ὥσπερ ἐν παιδιᾷ ἐς ὕψος ἀνεῤῥίπτοντο, χαἰ εἶτα τῷ ἄχθει ἀντιφερόμενοι, ὀρθίοις τοῖς δόρασιν ὑποδεχθέντες, ἐν τῷ μετεώρῳ διεπερονῶντο. καὶ ἦν μὲν οὐ πόρρω τῶν εἰκότων χαλεπαίνειν σφόδρα τοὺς Ῥωμαίους τῷ τῶν Μισιμιανῶν γένει, τοῦ τε Σωτηρίχου ἕκατι, καὶ τῆς ἐπὶ τοῖς πρέσβεσι παρανομίας. ἔδει δὲ ὅμως οὐχ ὅσον καὶ ἐς αὐτὰ δὴ τὰ νεογνὰ βρέ-

[*](2. αὑται R., αὐταὶ vulg. 9. τοσοῦτο R. 10. ποῤῥ. ἔτι R., ἔτι ποῤῥ. vulg. 11. ἀπόλλυντο R. διαπίπτουσιν R. 22. ἔδει R. et lntpr. non tantopere erat desaeviendum , ἐπεὶ vulg. ὅσον R. Lugd. 1. m. et ed. pr. , ὅσιον Lugd. mg. et Par.)
248
[*](A. C. 556)

φὴ , καὶ τῶν τοῖς γονεῦσι τετολμημένων οὐδὲν ἐπιστάμενα, [*](Ι. I. 30) παροινεῖν οὕτω καὶ ἀφυβρίζειν. οὔκουν αὐτοῖς οὐδὲ ἀποινὶ τοῦτο ἡμάρτηται.

κ΄. Τῆς γὰρ νυκτὸς ἁπάσης ἐν τοιοῖσδε κακοῖς διανυσθείσης, ἤδη τε δόξαντος τοῦ χωρίου ἐκπεπορθῆσθαι , τότε ἄνδρες τῶν Μισιμιανῶν ἐς πεντακοσίους εὖ μάλα τεθωρακισμένοι, τοῦ φρουρίου ἐκβάντες , ἐς αὐτὸ δὴ τὸ λυκαυγὲς [*](D) ἐπέρχονται τοῖς Ῥωμαίοις ἀφυλάκτως διακειμένοις, διὰ τὸ οἴεσθαι τελεώτατα κεκρατηκέναι. καὶ πλήττουσι μὲν τοὺς πλείστους, ἅπαντας δὲ ἐς φυγὴν ἐτρέψαντο, βιαιότερον ἐξωθοῦντες. οἱ δὲ ξὺν ταραχῇ ἐπὶ τὸ κάταντες ὑπαγόμενοι, συχνῶν τε καὶ ποικίλων τραυμάτων ἀνάπλεοι ἐς τὸ στρατόπεδον ἐπανῆλθον, τοῖς τε ἀκοντίοις τῶν πολεμίων βληθέντες, κὼ τῷ περιπταίειν θαμὰ ταῖς πέτραις διακεχαραγμένοι τὰ σκέλη· καὶ ἐπ’ ἐκεῖνον αὖθις τὸν σκόπελον ἀνέρπειν ἥκιστα διενοοῦντο, τῷ δὲ περιβόλῳ ἐπιφέρεσθαι ᾗ μᾶλλον ἐπίμαχος εἶναι ἐδόκει, καἰ ἅμα τὴν τάφρον καταχωννύναι. καὶ τοίνυν [*](P. 129) οἰκίσκους τινὰς καὶ καλύβας πλησιαίτερον τεκτηνάμενοι ἐκ τοῦ ἀσφαλοῦς ἐτειχομάχουν, μηχαναῖς τε χρώμενοι καὶ τοξείᾳ, καὶ ἄλλῳ ὁτῳοῦν τρόπῳ χαλεπωτάτην τοῖς ἔνδον καὶ ἀνύποιστον ποιούμενοι τὴν πολιορκίαν. οἱ δὲ βάρβαροι ἐμόχθουν μὲν σφόδρα ναὶ ἐπιέζοντο, πλὴν ἀλλ᾿ οὔπω ἀνίεσαν ἀμυνόμενοι. ἤδη γάρ τινες σπαλίωνα κομίζοντες , ἐπ᾿ ἐκεῖνα δὴ τὰ

[*](1. έν τοῖς τοίοις R. 5. Pro τε R. δὲ. 22. ἀνίεσαν R. (Cl.), ἀνήεσαν vulg. 23. ἐπ᾿ ἐκεῖνα R. (Cl.), ἐπέκεινα vulg.)
249

τῶν Ῥωμαίων ἕρκη ἐχώρουν ὡς ἅπαντα καταβαλοῦντες. πρὶν [*](A. C. 556 I. I. 30) δὲ δὴ πελάζειν αὐτοὺς καὶ ὑποκρύπτεσθαι , Σουαρούνας τις ὄνομα, Σκλάβος ἀνὴρ , ἀφίησι δόρυ τῷ μᾶλλον προφαινομένῳ, καὶ πλήττει καιρίαν. πεσόντος δὲ ἐκείνου αὐτίκα ἔξετινάχθη ὁ σπαλίων, καὶ ἠρήριπτο ἀνατετραμμένος, καί πως ἐς τἀναντία τοῦ κύτους περιηγμένου, ἀνεκαλύπτοντο οἱ ἄνδρες καὶ ἀπεγυμνοῦντο. καὶ τοὺς μὲν ἄλλους ῥᾳδίως οἱ Ῥωμαῖοι [*](Β) κατακοντίζοντες ἔκτειναν, εἶς δέ γε ἀποδρὰς ᾤχετο· καὶ ἤδη ἀγχοῦ ἐγεγόνει, καὶ δὴ ἐπέβαινε τῆς πυλίδος. ἀλλὰ τότε ἀθρόον τοξευθεὶς διαφθείρεται. καἰ αὐτοῦ καταπεσὼν, ὑπὲρ τὸν οὐδὸν ἔκειτο, ὀλίγον μέν τι τοῦ σώματος μεθεὶς, τῷ δὲ πλείονι μέρει [*](V. 91) πρὸς τὰ ἔνδον παρατεταμένος. τοῦτο δὲ ἰδόντες οἱ Μισιμιανοὶ, καὶ σημεῖόν τι, οἶμαι , τῶν ἐσομένων πέρι φευκτόν τε καὶ ἀπαίσιον ἡγησάμενοι, ἄλλως τε καὶ ἀπειρηκότες τοῖς πόνοις, καὶ τῆς πρὸς Ῥωμαίους δυσμενείας μάλιστα ὅτι αὐτοῖς οὐδὲ ἡ ἀπὸ τῶν Περσῶν κατὰ τὸ ξυγκείμενον ἀφῖκτο ἐπικουρία· ταῦτα δὴ οὖν ἀναλογισάμενοι, καὶ τὴν οἰκείαν ἀναμετρήσαντες δύναμιν , καὶ ὅτι οὐκ ἀξιόμαχοι ἔσονται [*](C) οὐδὲ περαιτέρω τὸν πόλεμον ὑπομενοῦσι μόλις ἐν τῷ τότε γοῦν ἀναμνησθέντες, εὐθὺς ἐπρεσβεύοντο πρὸς Ἰωάννην, καὶ ἱκέτευον, μὴ σφᾶς πανωλεθρίᾳ διαφθεῖραι, μηδὲ ἀνάρπαστον ἄρδην ποιήσασθαι γένος ἐκ παλαιοῦ κατήκοον καὶ ὁμόδο-

[*](2. Surranus Intpr. 7. μὲν ins. ex R. ἀποδρὰς R., ἀποδράσας vulg. Pro καὶ ἤδη R. καὶ δὴ. 15. δυναστείας R.)[*](17. ἀναλογισάμενοι R., λογισάμενοι vuig. 20. ἐπρεσβεύοντο αὖθις R., Intpr. particulam omittit.)
250
[*](A. C. 556 I. I. 30)

ξον τὰ ἐς τὸ θεῖον καἰ πλεῖστα ὅσα προηδικημένον, οὕτω τε ἐληλυθὸς ἐς τὸ ἀντιδρᾶσαι, βαρβάρῳ καὶ τοῦτο ἀνοίᾳ· οὐ μὴν παντάπασί γε φειδοῦς καὶ συγγνώμης ἀνάξιοι ἔφασκον εἶναι, τοσαῦτα ἤδη δεινὰ πεπονθότες , καὶ μεγίστας ποινὰς ἀναπλήσαντές, καταφλεχθείσης μὲν αὐτοῖς τῆς τοῦ φρουρίου περιοικίδος, [*](D) ἀνδρῶν δὲ ἡβώντων οὐ μεῖον ἢ πεντακισχιλίων ἀπολωλότων, γυναικῶν δὲ πολλῷ πλειόνων, καὶ παίδων ἔτι πλειόνων, ὡς ὀλίγου γε δεῖν ἅπαν διαῤῥυῆναι τὸ φῦλον. ὁ δὲ Ἰωάννης ἀσμενέστατα προσήκατο τὴν ίκπειαν, τοῦ τε μὴ ἐπὶ πλεῖστον ἐν χωρίῳ ἐρήμῳ καὶ δυσχειμέρῳ ἅμα τῇ στρατιᾷ διακινδυνεύειν, καὶ ὅτι ἀποχρώντως ὡς ἀληθῶς οἱ ἡμαρτηκότες ἐτετιμώρηπο τοιγάρτοι ὁμήρους λαβὼν, καὶ τὰ χρήματα ὁπόσα ὁ Σωτήριχος ἐπεφέρετο, τά τε ἄλλα καὶ πρός γε τὸ ἐκ βασιλέως χρυσίον· ἦν δὲ ἐν νομίσμασιν ἐντελέσι τε καὶ ἀκιβδήλοις δισδισμυρίοις τε καὶ ὀκτακισχιλίος πρὸς ἑτέροις ὀκτακοσίοις· ταῦτα [*](P. 130) δὴ οὖν ἀπειληφὼς καἰ λείαν πολλὴν περιβαλόμενος, ἐφῆκε μὲν αὐτοῖς ἀδεῶς αὖθις τὰ σφέτερα νέμεσθαι, καὶ τὸν πρότερον ἀνανεώσασθαι βίον. αὐτὸς δὲ ἐπὶ τὴν Κολχίδα γῆν ἐπανῆκεν, κλεινὸν ἅμα καὶ ἀγέρωχον, καὶ μόνοις τριάκοντα ἀνδράσιν ἐζημιωμένον ἀποκομίσας τὸ στράτευμα.