Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

θ΄. „Εἰ μὲν ἐν λόγοις ἡμᾶς καὶ βουλαῖς ἠδίκουν ῾Ρωμαῖοι, καλῶς ἂν καὶ ἡμεῖς τοῖς ὁμοίοις αὐτοὺς ἀμυνόμενοι διετελοῦμεν· νῦν δὲ πῶς ἀνεκτὸν, τοὺς μὲν ἤδη τὰ πάντων δεινότατα δεδρακέναι, ἡμῖν δὲ τὸν τοῦ ἀντιδρᾶσαι καιρὸν εἰς τὸ μέλλειν [*](D) καὶ βουλεύεσθαι διαῤὃυῆναι; οὐ γὰρ δὴ πάρεστι λέγειν ὡς πολέμοι μὶν οὔπω τοῖς ἔργοις ὄντες πεφώρανται, εἰκασθεῖεν δὲ ἂν μόνον μελετῶσι τοῦτο καὶ βουλομένοις, οὐδὲ τεκμηρίων τινῶν ἐπιμνησθῆναι δεήσει πρὸς ἔλεγχον δῆθεν ἐπιβουλῆς λανθανούσης. ἀλλὰ Γουβάζης μὲν, ὁ τηλικοῦτος, οὕτω πως ἀθλίως ἠφάνισται ὥσπερ τις τῶν πολλῶν καὶ ἠμελημένων. οἴχεται δὲ φροῦδον τὸ παλαιὸν τῶν Κόλχων ἀξίωμα, καὶ τολοιπὸν οὐ τοῦ ἄρχειν ἑτέρων ἀνθεκτέον ἡμίν, ἀλλ᾿ ἀγαπητέον εἴπερ ἐξῇ τῶν πρώην ὑπηκόων μὴ σφόδρα μειονεκτεῖσθαι.πῶς οὖν οὐ λίαν παράλογον, εἰ περὶ τῶν οἶς ταῦτα κατείργασται καθεδούμεθα [*](P.82) διασκοποῦντες, πότερον αὐτοὺς ἐχθίστους ἢ φίλους οεἰναι κρινοῦμεν; καίτοι γιγνώσκειν χρεὼν, ὡς οὐδὲ μέχρι

[*](V. 59)[*](1. προσπηδήσας R. 5. ἡμᾶς R et Intpr., ὑμᾶς vulg. 6. αὐτοὺς add. ex R. et Intpr. in eos. 13. ὁ τηλικοῦτος R., ὁ τηλίκος vulg. 16. ἀγαπητὸν R. 18. καθεδούμεθα R. (Cl.), καθεδουμένων vulg. et Lugd., in quo m. 2. correxit: καθεδούμενοι, Intpr. si sedendo consultemus.)
156
[*](Α C. 554 I. I. 28)

τούτων αὐτοῖς τὸ θράσος ἑστήξει· ἀλλὰ, καὶ μεθιέντων ἡμῶν τὸ ἐπίκλημα οἶδε οὐκ ἀφέξονται, καὶ ἠρεμοῦντας ἀδεέστερον λυμανοῦνται. εἰσι γὰρ ἀμέλει θαῤῥαλεώτεροι πρὸς τοὺς ὑπείκοντας, καὶ ὑπερφρονεῖν εἰθισμένοι τὸ θεραπεῦον. ἔχουσι δὲ καὶ βασιλέα πανουργότατον, καὶ ταῖς μεταβολαῖς τῶν ἀεὶ παρόντων ἡδόμενον· ὅθεν δὴ καὶ τὰ τῆς μιαιφονίας ἀθρόον διήνυσται, τοῦ μὲν ἐμβριθῶς ἐγκελευσαμένου, τῶν δὲ προθύμως ὑπηρετησάντων. καἰ πεπορθήμεθα μονονουχὶ πρὸς αὐτῶν, οὔτε [*](Β) ἀδικήματος ἄρξαντες, οὔτε τινὸς ἔχθους συμβάντος , ἀλλ’ ὁποίας πρότερον εἴχοντο συνηθείας, τῆς αὐτῆς ἔχεσθαι δοκουντες, πεπράγασιν ομως τὰ πάπων ἀνοσιώτατα, ὥσπερ αὐθωρὸν ἀναπλησθέντες ὠμότητος καὶ μανίας καὶ μίσους καὶ πάντων ὁμοῦ τῶν τοιῶνδε. ἀλλ’ οὐ τὰ Περσῶν ἤνθη τοιάδε, πολλοῦ γε καὶ δεῖ. φίλους τε γὰρ οὓς ἂν ἔξαρχῆς κτήσαιντο βεβαιότατα στέργειν πειρῶνται, καἰ τὴν ὀργὴν πρὸς τὸ ἀντίπαλον διατηροῦσιν ἔστ’ ἂν ἀντιπαλον ᾗ. ἠβουλόμην μὶν οὖν τῇ Κολχικῇ πολιτείᾳ τὴν παλαιὰν δύναμιν προσγενέσθαι, ὡς μηδαμῶς αὐτὴν ξένης τινὸς καὶ ἐπήλυδος ἐπικουρίας προσδεῖσθαι, [*](C) ἀλλ’ εἶναι τοῖς πᾶσιν ἔς τε πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. ἐπεὶ δὲ, εἴτε χρόνου διαφορᾷ, εἴτε τύχης ἐναντιώμασιν, εἴτε καὶ ἀμφοτέροις, ἐκβιασθέντες, εἰς τοῦτο ἥκοἠρεμοῦντες

[*](2. R. 3. θαῤῥαλεώτεροι R., θαῤῥαλεώτατοι vulg. 15. πρὸς τὸ ἀντίπαλον R., ἐς τὸ ἆντ. vulg. 16. ἄν R., om. vulg. ἦν pro ᾖ R. 19. καὶ om. R. 20. διαφορᾷ R., Intpr. temporum varielate, παραφορᾷ Vulg.)
157

μεν ἀσθενείας, ὡς ὑφ᾿ ἑτέροις τετάχθαι, κράτιστον οἶμαι προσχωρεῖν [*](A. C. 554 I. I. 28) τοις ἐμφρονεστέροις, καὶτὴν εὔνοιαν πρὸς τὸ οἰκεῖον καὶ ἔνσπονδον ἐν τῷ ἀτρέπτῳ παρεχομένοις. οὕτω δὲ καὶ περιεσύμεθα τῶν ὡς ἀληθῶς πολεμίων , τῷ μήτε παντάπασι τὸ φθάσαν ἀτιμώρητον καταλειφθῆναι, καὶ τοῦ μέλλοντος πέρι, κω ἐν τῷ ἀσφαλεῖ κείσεται, τὰ δέοντα παρεσκευάσθαι. τὸ μὶν γὰρ ὕπουλον ἐκεῖνο τοῦ τρόπου καὶ βωμολόχον, ὃ προβαλλόμενοι μετὰ πραότητος δολερᾶς κω ὁμιλίας μεμηχανημένης τοὺς [*](D) πιστεύοντας ἀδικοῦσι , περιττὸν ἔσται καὶ ἀνόνητον, καὶ οὐχ ἑξουσιν ὅπως αὐτῷ χρήσονται καθ’ ἡμῶν διὰ τὸ ᾶμικτον τῆς δυσμενείας καὶ περιφανῶς ἀποκεκριμένον. εἰ δὲ καὶ πολεμεῖν πειραθεῖεν, ἀλλὰ πρὸς Λαζοὺς ἅμα καὶ πέρσας παραταττόμενοι, καὶ ταῦτα ἐν πολεμίᾳ γῇ , τὸ γοῦν ἐντεῦθεν, οὐκ ἂν οὐδὲ τὴν ὁρμὴν ὑποσταῖεν. οἱ γε καὶ ἀρτίως παντὶ τῷ στρατῷ μοίρᾳ τινὶ τῶν Μήδων ἐλαχίστη προσμίξαντες καὶ πρὸς φυγὴν εὐθὺς αἰσχίστην τραπέντες, μέχρι καὶ νῦν μονουχὶ πνευστιῶσιν ὑπὸ τοῦ δρόμου, ἅπασι μὲν ὡς εἰπεῖν τοῖ; ἄλλοις ἐλαττωθέντες, [*](P. 83) μόνῳ δὲ τῷ τάχει τοὺς διώκοντας νενικηκότες.

ι'. „ Τούτου δὲ τὸ μὲν ἐμφανὲς καὶ προχειρότατον αἴτιον ἀνανδρίαν εἴποι τις ἂν, καὶ τὸ μὴ τὰ προσήκοντα βεβουλεῦσθαι. πρόσεστι γὰρ αὐτοῖς ὡς ἀληθῶς καθάπερ οἰκεῖα καὶ συγ-

[*](10. χρήσονται R. , χρήσωνται vulg. 14. κὰν ἀρτίως R. 15. προσμίξαντες καὶ add. cx. R. ct Intpr. ubi — manus conseruissent. 18. νενικηκότες R., νενικηκέναι vulg. 20 ἀνανδρείαν R, προσήσοντα Sph. Par.)
158
[*](A. C. 554 I. I. 28)

γενῆ καὶ τὰ τοιαῦτα ὀνείδη· πλὴν ἀλλὰ τοῖς ἐκ φύσεως μοχθηροῖς τὸ αὐθαίρετον ἀδίκημα προστεθὲν, ἐδιπλασίασεν αὐτοῖς τὸ ἀτύχημα, τῆς τοῦ κρείττονος προμηθείας διὰ τὸ ἄγος ἐκπεπτωκόσι. τὸ γὰρ νικᾷν οὐχ ὕτω τοῖς ὅπλοις, ὅσον τῷ εὐσεβεῖ βεβαιοῦται· καὶ οὐκ ἄν ποτε ποτε μετεῖναι φήσαιμι τῆς τοῦ ἀγαθοῦ συμμαχίας πονηροῖς ἀνδράσι καὶ μιαρωτάτοις. τούτοις [*](B) οὖν, εἴπερ εὖ φρονοῦμεν, οὐ προσεκτέον, οἶς οὔτε τὰ τῆς γνώμης ἄριστα σύγκειται, καὶ τὸ σώζειν ἅπαντα πεφυκὸς νεμεσᾷ. ὡς μὲν οὖν ἡ προσχώρησις ἡμῖν εὔκολος ἔσται καὶ προσφορωτάτη καὶ τῷ κρείττονι κεχαρισμένη, διὰ τῶν πραγμώτων μᾶλλον ἢ τῶν λόγων δεδήλωται. οὐ μὴν οὐδὲ ἀδικεῖν δόξοιμεν ἂν, οὐδὲ ἄπιστοι καθεστάναι. πολλάκις γὰρ ἤδη καὶ πρότερον ὑπὸ ῾Ρωμαίων προπηλακιζόμενοι, ἐμμένειν καὶ ὣς τοῖς [*](V. 60) καθεστηκόσιν ἡγούμεθα χρῆναι, φαυλότατον εἶναι κρίνοντες τὸ μεταβάλλεσθαι ῥᾳδίως ἔπι τισιν αἰτίαις, εἰ καὶ δεινόταται εἶεν, φορηταῖς δὲ ὅμως καὶ οὐ παντάπασιν ἀνυποίστοις. τὸ δὲ καἰ μεγιστας βλάβας καὶ ἀνήκεστα πάσχοντας φέρειν διαπαντὸς ἀταλαιπώρως, καὶ πρὸς μηδὲν ὁτιοῦν ἄχθεσθαι τῶν ἀνοσίων [*](C) ἔργων καὶ ἀτοπωτάτων, οὐ σωφρονούντων ἀνδρῶν εἶναί φημι, ἀλλὰ δειλῶν καὶ ἀθλίων, καὶ τὴν περὶ τὰ κοινὰ ῥᾳθνμίαν τῷ τῆς ἀπραγμοσύνης ὀνόματι σοφιζομένων. τούτου δὲ τοῦ τῆς

[*](4. τῷ εὐσεβεῖ R., τῷ εὐσεβεῖν vulg. 9.Exciditne πρὸς τοὺς Πέρσας ante προσχώρησις? 11. τῶν ante λόγων om. R. δόξοιμεν R. (Cl.), δόξειεν vulg. 16. δὲ ante ὅμως ins. ex R. et Intpr. l7.ἀνήκεστα R. et Intpr. ut videtur, ἆνηκέστους vulg.)
159

μιαιφονίας πάθους οὐκ ἂν οἶμαι παρ᾿ ἑτέροις μεῖζόν τι γένοιτο, [*](A. C. 554 I. I. 28) οὔτ᾿ ἂν γενόμενον περιοφθείη. οὔκουν οὐδὲ ἡμῖν περιοπτέον, αἰσχυνομένοις εἰ γε φανείημεν τοῦ βασιλέως ἐπιλεησμένοι, καὶ τοὺς ἀπεκτονότας ὑποθωπεύοντες. εἰ γὰρ οἷόν τε ἦν αὐτὸν ἐνθάδε παρεῖναι, πάντως ἂν ἐπεκάλει καὶ κατεμέμφετο τῆς ἡμετέρας ὀλιγωρίας, ἀνθ᾿ ὧν οἱ ἀλιτήριοι οὗτοι κατὰ τὴν ἐκ ἐνκείνου γῆν ἔτι ἐνδιαιτῶνται, καὶ οὐ πολλῷ πρότερον ἔξελήλανται. [*](D) ἐπεὶ δὲ οὔτε παρέσται τολοιπὸν, οὔτε φθέγξεται, ὑμεῖς ἀναλογίσασθε τὸν ἄνδρα, καὶ ὡς ἐν μέσῳ τοῦ συλλόγου παρεστὼς οὕτω ταῖς ἐννοίαις ὑμῶν ἀνατυπούσθω, ἐπιδεικνὺς μὲν τὴν σφαγὴν καὶ τὸ στῆθος καὶ τὸν αὐχένα, ἱκετεύων δὲ τὸ ὁμόφυλον νῦν γοῦν τίσασθαι τοὺς πολεμίους. εἶτα τίς ἂν ὑμῶν ἀποδέξοιτο διαπορούντων καὶ σκοπουμένων, εἰ δίκαιον πρὸς τῶν Κόλχων οἴκτου τυχεῖν τὸν Γουβάζην; εὐλαβητέον γὰρ ἡμῖν, ὅπως μὴ τὸ οὐκ εὐπρεπὲς δῆθεν τῆς μεταστάσεως δεδιότες, [*](P. 84) μεθέξομεν τοῦ μιάσματος, καταπροέμενοι καὶ παρέντες τὸ τιμωρεῖν τῷ τεθνηκότι, καὶ μᾶλλον ἐντεῦθεν ἄπιστοι δόξομεν, εἴ γε τῷ βίῳ μόνον ἐκείνου τὴν πρὸς αὐτὸν οἰκείωσιν ἀναμετρήσαντες, συναποβάλωμεν αὐτῷ καὶ τὴν μνήμην. καλῶς μὲν γὰρ τῶν πραγμάτων χωρούντων, πολλὴ ἄνοια τὰ προεγνωσμένα μεταμανθάνειν· ἐναντίως δέ που φερομένων ἀσύμφορον οἶμαι τὸ μὴ οὐχὶ θᾶττον ἁρμόζεσθαι τῷ προσπι-

[*](3. εἴ γε R., εἴ που vnlg. 8. ἀναλογίσασθαι R. 11. καὶ τὸ στῆθος R., ὑπὸ τὸ στ. vulg. et Intpr. 12. ὑμῶν R. et Intpr., ἡμων vulg. 13. σιωπουμένων R. 18. δόξωμεν R. et Lugd.)
160
[*](A. C. 554 Ι. Ι. 28)

πτοντι. τὸ γὰρ βέβαιον ἐν τῷ εὐλόγῳ κρίνεσθαι χρὴ, καὶ τὸ ἐγκαρτερεῖν τοῖς παροῦσιν οὐκ ἐπαινετέον ἀεὶ , ἀλλ᾿ ὅτε φρονήσει συμπαραγίγνεται. ἔνθα δὲ συμβαίνει ὧν μὲν δεῖ μεμνῆσθαι [*](B) περιορᾷν, ἔχεσθαι δὲ τῶν οὐ προσηκόντων, ἐνταῦθα τοῦ μεταβάντος ἐφ᾿ ἕτερα ὁ βεβηκὼς ἐπὶ τοῖς προτέροις μεμπτότεὸος. ταῦτα δὴ οὖν οἱ Πέρσαι πυνθανόμενοι πρὸς ἡμῶν καὶ συνίεντες, στέρξουσιν ἡμᾶς εἰκότως , καὶ ὑπερμαχοῦνται, χρηστοί τε ὄντες καὶ μεγαλόφρονες, καὶ δεινοὶ τεκμαίρεσθαι τὰς γνώμας τῶν πέλας, καὶ πρὸς γε χώραν οὕτως ἐπικαιροτάτην καἰ δύναμιν ἀξιόχρεων, ἣν αὐτοὶ πρὸ πολλῶν χρημάτων καὶ πόνων ἔχειν τιμῶνται, εἰς συμμαχίαν αὐτεπάγγελτον προσλαμβάνοντες. μὴ τοίνυν ἕτερόν τι παρὰ ταῦτα διανοεῖσθε, ἀλλ᾿ εὐθὺς ἐπιχειρεῖν τοῖς πράγμασι, καὶ τὸ μελετηθὲν ἀνα- [*](C) καλύπτειν· οὕτω γὰρ ἂν εὔκλειαν μεγίστην ἀροίμεθα, ὅσια τε δρῶντες καὶ δίκαια, καὶ πρὸς τὸ συνοῖσον ἐξευρημένα.”

ια΄. Τοιαῦτα τοῦ Αἰήτου εἰπόντος, αὐτιγα αυπας ὁ ὅμιλος ἐπῆρτο καὶ ἀνεβόα, καὶ αὐθημερὸν ἵεντο μετανίστασθαι, οὔτε τοῖς Πέρσαις προεγνωσμένον, οὔτε οὕτω παρεσκευασμένοι ὡς διαλαθεῖν τυχὸν ἢ καὶ ἀμύνασθαι τοὺς ῾Ρωμαίους διακωλύοντας, ἀλλὰ ἀλλὰ μηδὲν ὁτιοῦν τῶν ἐσομένων διανοούμενοι, μήτε

[*](7. ὑμᾶς R. 8. τε om. R. καὶ ante δεινοὶ add. ex R. et Intpr. 11. πόνων Lugd. et Ed. pr., πόντων R., πόρων Par. ex coni. Bon. Vulc., Intpr. omisit. 14. μεγίστην R., ἀρίστην vulg. ἀροίμεθα R., ἑλοίμεθα Vulg. 18 οὔτε οὕτω Lugd. et Ed. pr., οὔτε ὅτῳ R. , οὔτε αὐτοὶ οὕτω Par.)
161

ὅποι αὐτοῖς ἐκβήσεται ἡ ἐπιχείρησις, ἀτάκτως ἠπίγοντο. προσὸν [*](Α.C.554 Ι. Ι. 28) μὲν τοῦτο καὶ ἄλλως τοῖς πλήθεσιν, ἥδεσθαι τῷ νεωτερισμῷ καὶ ταῖς μεταβολαῖς τῶν πραγμάτων, οὗτοι δὲ καὶ μᾶλλον ἠρεθισμένοι, οὐ μόνον οἷα δὴ βάρβαροι, ἀλλ’ ὅτι τήν τε [*](D) αἰτίαν εὔλογον εἶναι ἡγοῦντο , καὶ τοὺς λόγους ἐν μεγίστῳ θαύματι ἐποιοῦντο, ὃ δὴ καὶ μᾶλλον αὐτοὺς ἀνεκίνει καὶ διεσόβει. οὓτω δὲ αὐτῶν ταραττομένων, ἀνήρ τις Φαρτάζης ὢν μὲν ἐν τοῖς μάλιστα παρὰ Κόλχοις, ἔμφρων δὲ καὶ δημοτικὸς μάλα τοὺς τρόπους , ἐπέσχεν αὐτοὺς τῆς ὁρμῆς καὶ ἀνέκοψεν, ἱκετεύσας μὴ πρότερον ἐπὶ τὴν πρᾶξιν χωρῆσαι, [*](V.61) πρίν τι κὼ αὐτοῦ λέγοντος διακούσαιεν. μόλις δὲ αὐτῶν πεπεισμένων τῇ πρὸς τὸν ἄνδρα αἰδοῖ, καὶ κατὰ χώραν μεμενηκότων, παρελθὼν καὶ αὐτὸς ἐς μέσον, ἔλεξεν τοιάδε· „Εἰκότα [*](P.85) μὲν , ὠ ἄνδρες Κόλχοι , πεπόνθατε , λόγων δεινότητι σφόδρα κεκομψευμένων τὰς γνώμας ἐκταραχθέντες. δυσμαχώτατον γὰρ τι τὸ χρῆμα καὶ οἷον ἅπαντας ἀνθρώπους ἐκπλήττειν, οὐχ ἥκιστα δὲ τοὺς οὔπω πρότερον ἐς πεῖραν αὐτῶν καταστάντας· οὐ μὴν παντάπασιν ἀνανταγώνιστον σώφρονι λογισμῷ, καὶ τῆς ἐκ τῶν πραγμάτων κρίσεως ἐχομένῳ. μὴ τοίνυν ἀρεσκόντων ὑμᾶς τὰ εἰρημένα, λογιζομένους ὡς τῷ ἀθρόῳ μόνῳ καὶ ἀσυνήθει πεπίστευται, ἀλλ’ οὐ τῷ πρέποντι καὶ ὠφελίμῳ. γινώσκετε δὲ μᾶλλον, ὡς εἰ καὶ λίαν ὑμῖν κεχαρισμένα δοκεῖ, ἀλλ’

[*](B)[*](1. ὃπη R. 6. διεσόβει R., ἀνεσόβει vulg. 7. Φαρτάξης R. in mg., Intpr. Pharazes. 12. κατὰ χώρας ἀμενηκότων R. 20 συνήθει R., Intpr. consuetudine. 21. ἀλλ' οὐ τῷ πρέποντι καὶ ὠφελίμῳ om. R. et Intpr.)
162
[*](A. C. 554 I. I. 28)

ἔνεστι κρείττονα τούτων ἑλέσθαι· καὶ τὸ ῤᾳδίως ἀναπεισθῆναι τεκμήριον ὑμῖν ἐναργὲς τῆς ἀπάτης γινέσθω. τῷ γὰρ τὰ ψευδῆ συμβουλεὺοντι μείζονός τε κόσμου καὶ ποικιλίας ῥημάτων προσδεῖ· κἀντεῦθεν πολλῷ τῷ θέλγοντι χρώμενος, θᾶττον ἐφέλκεται τοὺς εὐηθεστέρους. οὕτω δὲ καὶ ὑμεῖς, τοῦ Αἰήτου σοφίσματα προθέντος ἐπαγωγὰ καὶ παράλογα, οὐκ ἴστε ὅπως ἐφενακίσθητε· καίτοι εἰ καὶ μηδὲν ἕτερον, ἀλλ᾿ ἐκεῖνό γε καὶ λίαν ἐν προδήλῳ κείμενον εὕροι τις ἂν, ὡς ἄλλης τινὸς ζητήσεως [*](C) ἀρχὴν ἐμβάλλειν προήχθη τῶν ἐφ᾿ ἃ πάρεσμεν ἀλλοτριωτάτην. καθάπερ γὰρ ὑμῶν ἁπάντων οὐ δεινὰ καθεστάναι τὰ συμβεβηκότα φασκόντων, καὶ τῆς ἀτόπου μιαιφονίας ἥκιστα καταμεμφομένων, καὶ τοῦτο μόνον διασκοπούντων εἴπερ ὡς ἀληθῶς ἡμαρτήκασιν οἱ τὸν Γουβάζην ἀπεκτονότες, παρῆλθεν κατηγορῶν ἐκείνων, καὶ πλείστους ὅσους προφερόμενος λόγους ἐπὶ τοῖς ἤδη διεγνωσμένοις. ἐγὼ δὲ καταράτους μὲν εἶναί φημι καὶ κακοδαίμονας, καὶ οἵους ἣδιστα θεασαίμην ἂν ὀλέθρῳ τῷ πάντων χαλεπωτάτῳ διωλλυμένους, οὐ μόνον τοὺς πλήξαντας, [*](D) καὶ τὴν σφαγὴν ταῖς χερσὶν ἐπενεγκόντας, ἀλλὰ καὶ τοὺς ὅσοι, ἐφῆκαν, πρὸς δέ γε καὶ τοὺς ἡσθέντας, καὶ τοὺς μὴ λίαν ὑπεραλγήσαντας. πλὴν ἀλλ᾿ οὐκ, ἐπειδὴ ταῦτα γιγνώσκω, ἢδη που καὶ προσχωρεῖν τοῖς Πέρσαις συνοίσει·

[*](2. γινέσθω R., γενέσθω vulg. 4 ἐφέλκεσθαι R. 6. προθέντος R. et Intpr. proponente, προσθέντος vulg. 14. προσφερόμενος R. 15 μὲν post καταράτους ins. R., om. vulg.)
163

οὐδὲ τοῦτο λάβοι τις ἂν ὥσπερ ἑπόμενον τῷ λόγῳ καὶ συνημμένον, [*](Α. C. 554 Ι. Ι. 28) ὡς, ἐκείνων παρανομησάντων, δεήσει καὶ ἡμᾶς τὰ οἰκεῖα νόμιμα καταπροέσθαι· οὐδὲ ὡς ἀπίστοις μὲν αὐτοῖς ἄχθεσθαι, παραπλησίαν δὲ κτήσασθαι δόξαν. νῦν γὰρ οὐ τὸ φθάσαν σαν καὶ διηνυσμένον , καὶ οὐκέτι τὴν τοῦ μὴ γεγονέναι φύσιν ἐπιδεχόμενον, ἀναλογίζεσθαι χρὴ, ὡς ἂν μὴ, σὺν τῷ θυμουμένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι βουλευόμενοι , λάθοιμεν ἑαυτοὺς τὸ κρῖνον ἐπιθολοῦντες , καὶ τὴν τοῦ ἀμείνονος εὕρεσιν προαφῃρημένοι· ἀλλὰ τοῦ μὲν πάθους ὑφελεῖν , εἰσόσον μὴ δοκεῖν ἠμεληκέναι, πρόνοιαν δὲ τῶν γοῦν λοιπῶν θέσθαι πραγμάτων, ὅπως ἄριστα καθεστήξῃ. ἀνοήτων μὲν γὰρ ἀνδρῶν [*](P. 86) ἐπὶ τοῖς παρῳχημένοις κακοῖς ἀγανακτεῖν μέχρι παντὸς καὶ ἀνιᾷσθαι, σωφρόνων δὲ τὰς ἀτάκτους ῥοπὰς γιγνώσκειν τῆς τύχης, καὶ ταῖς μεταβολαῖς μὴ ταράττεσθαι, μηδὲ, τῶν προτέρων ἐστερημένους, συνδιαφθεῖραι καὶ τὰς τῶν μελλόντων ἐλπίδας.

ιβ'. „Ἀλλ' ὁ μὲν σύμβουλος πάλαι τὰ Μήδων φρονῶν καὶ μεθιστᾷν ἡμᾶς ἐπ’ ἐκείνους γλιχόμενος, μορμολύττειν καθάπερ τοὺς παῖδας πειρᾶται, ὡς δὴ τοῖς Ῥωμαίοις οὐ τῶν τετολμημένων ἀποχρησόντων, ἀλλὰ μειζόνων προσεσομένων· καὶ ὡς ὁ βασιλεὺς αὐτοῖς καινουργότατος, καὶ τὰ τῆς μιαιφονίας αὐτὸς ἐγκελευσάμενος εἴη , σπουδασθὲν ἐκ πλείστου καὶ

[*](Β)[*](6. σὺν om. 19. ὡς δὴ R. Lugd. (Cl.), ὡς δὲ edd. 20. παρεσομένων R. 21 Mallem πανουργότατος: cf. p. 156. ed. Bonn. v. 5.)
164
[*](A. C. 554 Ι. Ι.28)

βεβουλευμένον· καὶ ταῦτα φάσκων , ἀνυμνεῖ τοὺς πέρσας καἰ ὑπεράγαται, πείθειν ἡμᾶς ἐντεῦθεν οἰόμενος ἱκέτας εὐθὺς καὶ αὐτομόλους γενέσθαι τῶν φύσει πολεμιωτάτων. πρὸς τοῦτο γὰρ ἅπασαν ἔχει τὴν ἀναφορὰν, ὠδίνων ἒξαρχῆς καὶ μηχανώμενος ὡς ἂν αὐτῷ τὰ μεμελετημένα πρὸς ἔργον ἐκβαίη, [*](V. 62) σὺν τῷ ἀνεξετάστῳ προτρέπων , τὴν τῆς βουλῆς τάξιν συγχεῖ καὶ ταράττει, καὶ πρὸς τὸ ἀνόνητον μεταβάλλει. ἡ μὲν γὰρ προτερεύειν ἔλαχεν ἀεὶ καὶ ἡγεῖσθαι, βάσανον ἐμποιοῦσα τοῖς οὔπω προδήλοις μόλις δὲ τοῦ πρακτέου διαγνωσθέντος, τότε [*](C) δὴ παρεῖναι χρεὼν τὸ ἐθέλειν τυχεῖν καὶ ἐφίεσθαι τῶν εἱρεθέντων. θέντων. ὁ δὲ τὸ πέρας ἀρχὴν πεποίηται, εἰλόμενος ἤδη πρίν τι σαφῶς διασκοπῆσαι. ποῖον τοίνυν τὸ ἐκ τῆς βουλῆς ὠφέλιμον, εἴπερ τῆς κρίσεως ἐν ὑστέρῳ παρῇ; ὑμεῖς δὲ, ὦ ἄνδρες Κόλχοι, μηδαμῶς τὰς γνώμας ἑτέρῳ τῳ κατειλημμένοι, καὶ πρὸς ἕν τι τέλος προδιωρισμένον ὁρῶντες , οὕτως ἐπὶ τὰς ζητήσεις χωρεῖτε. πῶς γὰρ καὶ ἔνεστι [τὰς] τῶν μεταβάσεις βιάζεσθαι καὶ πρὸς τὸ ἀρέσκον μετασκευάζειν ; τοὐναντίον γὰρ τούτοις ἕπεσθαι κοσμίως προσήκει, καὶ τὸν λογισμὸν ἐπ’ αὐτὰ μεθιέναι καθαρὸν καὶ αὐτόνομον, ὥστε κατὰ [*](D) σχολὴν τὰ προστυχόντα διευκρινήσαντα , τοῦ συνοίσοντος ἐφιἀνόνητον

[*](7. R. idque coui. B. Vulcanius, Intpr. ad id, quod inutile est, ἀνόητον vulg. 13. ὑμεῖς R. et Intpr. , ἡμεῖς vulg. 16. γὰρ καὶ ἔνεστι [τὰς] τῶν πραγμάτων μεταβάσεις βιάζεσθαι καὶ addidi cx R. (ubi τὰς desidcratur) et Intpr. possunt namque nescio quo pacto uiolari rerum eventus et ad animi voluptatem traduci, nisi tamen hic pro μεταβάσεις, ἀποβάσεις legebat. 20. τὰ προστυχόντα R. Lugd. ct Intpr. casus, τὰ προσχόντα vulg.)
165

κέσθαι. οὕτω γὰρ ἠμῖν βουλευομένοις αὐτίκα φανεῖται , ὡς [*](A.C.554 I. I. 28) οὔτε ἐκ τῶν Ῥωμαϊκῶν ταγμάτων , οὔτε μὴν τῶν στρατηγῶν ἁπάντων, πολλῷ δέ γε μᾶλλον οὐδὲ τοῦ σφῶν βασιλέως τὰ τῆς ἐπιβουλῆς ἔπι Γουβάζην συνέστη. διατεθρύλληται γὰρ ἤδη παρ᾿ αὐτοῖς καὶ ἀνωμολόγηται , ὡς Ῥούστικος καὶ Μαρτῖνος, βασκήναντες αὐτῷ τῆς εὐτυχίας , εἰς αὐτεπάγγελτον ἤλασαν κακοδαιμονίαν, τῶν ἄλλων ἡγεμόνων οὐχ ὅπως συλλαβομένων, ἀλλὰ καὶ περιφανῶς ἀνιαθέντων. ἄδικον οὖν οἶμαι καί πρός γε ἀσύμφορον, ἑνὸς ἒξ ἁπάντων ἀνδρὸς ἥ καὶ δυοῖν τυχὸν ἡμαρτηκότοιν, ἐξυβρίσαι μὲν εἰς τοὺς κοινοὺς νόμους, οὕς στέργειν προὐθέμεθα, πολιτείαν δὲ σύμπασαν καὶ διαιτᾶν συνήθη καὶ [*](P.87) φίλην οὕτω πως ῥᾳδίως ἀποσκευάσασθαι, τῶν δὲ τὴν χώραν φρουρούντων , καὶ πολλοὺς ὅσους κινδύνων ἀναδεχομένων, ὡς ἂν ἡμῖν ἐν εὐπαθείᾳ βιοτεύειν ἒξῇ, προδότας δειχθῆναι, καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, δόξαν ὀρθὴν πρὸς εὐσέβειαν καὶ τὴν τῶν ἱερῶν ἀπορρήτων σεμνότητα περιφρονῆσαι. πῶς γὰρ οὐ τοῦτο φανούμεθα δρῶντες, εἰ προσχωρήσαιμεν τοῖς τοῦ κρείττονος ἐναντιωτάτοις; εἰ μὲν γὰρ διακωλύσαιεν ἡμᾶς ταῖς αὐταῖς ἁγιστείαις ἐμμένειν, καὶ μεταστήσαιεν πρὸς τὴν σφετέραν, τί τούτου πεισόμεθα χαλεπώτερον, περιόντες τε καὶ τεθνηκότες; τί δὲ κερδανοῦμεν ἅπασαν τὴν Περσίδα (θῶμεν γὰρ οὕτω) προσλαμβάνοντες , τὰς δὲ ψυχὰς ἐζημιωμένοι ; εἰ

[*](1. ἡμῖν R. et Intpr, ὑμῖν vulg, 6. ἤλασαν R. (Cl.), ἤλασε 7. συλλαβομένων R., συλλαμβανομένων vulg. 9. ἀσύμφορα ὄρα R. 13. φρουρούντων — δειχθῆναι om. R. Igitur κινδύνωι solus Lugd. pro quo Cl. corr. κινδύνους. ἐξῆν Spli. Par. 17. φανοῦμεν R.)
166
[*](A. C. 554 I. I. 28)

δέ γε καὶ μεθεῖεν καὶ συγχωρήσαιεν, ἀλλ᾿ οὐ βεβαίαν ημῖν τὴν εὔνοιαν ἕξουσιν, ὕπουλον δὲ μᾶλλον καὶ σφαλερὰν, καὶ μόνῃ τῇ χρείᾳ συμμετρουμένην. ἄμικτον γὰρ ἀεὶ τοῖς ἀνθρώποις τὸ ἑτερόγνωμον, καὶ οὔτε δέους προσπεσόντος, οὔτε τινὸς εὐεργεσίας ἡγησαμένης, μόνιμος αὐτοῖς ἐγγίγ́εται πίστις , πλὴν εἰ μὴ καὶ ταῖς δόξαις ὁμοφρονοῖεν· τό τε συγγενὲς καὶ ἴδιον καὶ ὁμόφυλον, εἰ τοῦδε λειπόμενα τύχοιεν, ὀνόματι μόνῳ τὴν οἰκείωσιν ὑποφαίνει, τοῖς δὲ ἔργοις ἀλλοτριοῦται. ἀντὶ ποίων τοίνυν ἀγαθῶν, ὦ ἄνδρες Κόλχοι, πρὸς Πέρσας μεταβησόμεθα, εἴ γε καὶ ὣς ἔσονται δυσμενεῖς, καὶ μηδὲν ἡμῖν πλέον [*](C) ἔσται τοῦ παρόντος, ἢ μόνον τὸ ῥᾷον βλάπτεσθαι πρὸς αβτῶν, ὅσῳ τοῦ ἐμφανοῦς τὸ διαλανθάνον ἀφυλακτότερον; ἀλλὰ γὰρ, εἰ δοκεῖ, συγκεχωρήσθω, μήτε ἄδικον εἶναι τοὐγχείρημα, μήτε τοῦ πρέποντος ἐστερημένον, καὶ ὁμολογείσθω τὰ Περσῶν ἤθη βέβαια καὶ πιστὰ καὶ οἷα διαπαντὸς ἐμμένειν ταῖς ἐσομέναιςι συνθήκαις. εἰ γὰρ καὶ ταῦτα δοθεῖεν, καὶ μηδὲν ἡμῖν τῶν ἄλλων ἐμποδὼν ἔσται, ἀλλὰ τὰ τῆς δυνάμεως οὐκ ἀρκέσει. πῶς γὰρ ἂν μεταχωρήσαιμεν ἐφ᾿ ἑτέρους, ἐφεστηκότων ἡμῖν τῶν ῾Ρωμαίων, καὶ οὕτω πολλῶν καὶ ἀνδρειοτάτων καὶ ὑπὸ κρα- [*](D) τίστοις στρατηγοῖς ταττομένων; πῶς δὲ καὶ οἷόν τε μὴ οὐχὶ ποι-

[*](1. καὶ ante μεθεῖεν add. ex R. et Intpr. vel. 3. Pro γὰρ Par. καὶ. 10. πλέον ἔσται R., ἔσται πλέον vulg. 13. συγκεχωρήσθω R. (Cl.), συγκεχωρείσθω vulg. 20. τεταγμένων R.)
167

νᾶς ὑποσχεῖν ἀνηκέστους, τῶν μὲν οὓς ἐπαμύνειν χρεὼν πόῥῤωπου [*](Α. C. 554 I. I. 28) κατὰ τὴν Ἰβηρίαν εντι μελλόντων, καὶ ἀνειμένως πορευομένων τῶν δὲ τιμωρησομένων τήν τε χώραν ἂπασαν κατεχόντων, [*](V.63) καὶ ταῖς ἡμετέραις πόλεσιν ἐνοικούντων;

ιγ’. „Καίτοι φησὶν αὐτοὺς ὁ γενναῖος οὑτοσὶ μηδὲ τὴν ὁρμὴν ὑποστήσεσθαι ἡμῶν, παραδείγματι χρώμενος τοῖς ἔναγχος συμβεβηκόσι. καὶ τις ἀγνοήσειεν ἂν ὡς τὰς τῶν πολέμων τροπὰς οὐκ ἔπι ῥητοῖς ἀνάγκη συμβαίνειν, οὐδὲ τοὺς νῦν σφαλέντας τυχὸν τῶν ὁμοίων ἀεὶ μεταλαγχάνειν ἀποτευγμάτων ; τοὐναντίον γὰρ ὡς τὰ πολλὰ πρὸς τοὺς ἡττηθέντας ἡ νίκη [*](P.88) μέτεισι, καὶ τὸ δυσφοροῦν ἐκθεραπεύει οὐ χρὴ τοίνυν ἡμᾶς, εἰθισμένον αὐτοῖς τολοιπὸν ἐν ἁπάσαις ταῖς συμπλοκαῖς ἐλασσοῦσθαι, πέρα τοῦ μετρίου θαρρεῖν. εἰ μὲν γὰρ τούτῳ μόνῳ νενίκηνται , τῷ μὴ τὰ δέοντα βεβουλεῦσθαι , προσεκτέον μὲν ἡμῖν τῷδε μᾶλλον τῷ παραδείγματι, καὶ προφυλακτέον τοὺς ἐκ τῆς ἀβουλίας κινδύνους . οὐ μὴν πρόδηλον ἐντεῦθεν οἴεσθαι δεῖ τὸ ῥᾳδίως αὐτῶν περιέσεσθαι εἰκὸς γὰρ τοὺς πρότερον ἁμαρτήσαντας , καὶ διὰ τῆς πείρας ὁποῖα φευκτέον πεπαιδευμένους, καὶ αὐτὸ δὴ τὸ παροφθὲν ἀνακαλέσασθαι τῇ περὶ τῶν ἐφεξῆς ἐσομένων ἐπιμελεία. εἰ δὲ τὸ θεῖον αὐτοῖς

[*](B)[*](3. τήν τε χώραν ἅπασαν R. , ἅπασαν τὴν χώραν τε vulg. 5. αὐτὸς R. 6. ὑποστήσεσθαι ἡμῶν R. , ἡμῶν ὑπ. vulg. ἔνα χος R. Lugd. et Intpr. ΡαuΙο ante, Ed. pr. ἕναχος, Par. ἐναχῶς. 9. μεταλαγχάνειν R. , λαγχάνειν vulg. 10. νικηθέντας R. 15. προσφυλακτέον R.)
168
[*](A. C. 554 I. I. 28)

χαλεπαίνει τῆς ἐπὶ τῷ κειμένῳ παρανομίας, καὶ ταύτῃ κεκάκωνται, τί δεῖ καὶ ἡμᾶς παρεῖναι καὶ συνεπιλαμβάνειν, ὣσπερ οὐκ ἐπαρκοῦντος ἐκεινοῦ τὰ δίκαια δρᾶσαι, ἀλλὰ τῆς ἐξ ἡμῶν ἐπικουρίας προσδεομένου; ποία δέ τις ἂν ἀσεβείας ὑπερβολὴ ἑτέροις λελείψεται, εἲ γε τόδε τὸ ἀγαθὸν ἀτιμάσαιμεν τῇ μετασάσει, ὅπερ καὶ ἠρεμούντων ἡμῶν ὑπερμαχεῖ προσηκόντως; μηδεὶς τοίνυν ἡμῖν τὸν τεθνεῶτα παραγέτω δῆθεν τῷ λόγῳ λίαν ἀγεννῶς ὀλοφυρόμενον, καὶ ἱκετεύοντα τοὺς ὁμοφύλους οἴκτου τυχεῖν τῷ τὴν σφαγὴν ἐπιδεικνύναι. ταῦτα γὰρ μοχθηραῖς μὲν ψυχαῖς καὶ ἀνάνδροις ἴσως ἁρμόσει, οὐ μὴν προσαπτέον [*](C) αὐτὰ βαοιλεῖ καὶ Λαζῶν καὶ Γουβάζῃ. εἰ γὰρ ἐκεῖνος ἐνταῦθα παρῆν, πάντως ἂν, ἅτε δὴ θεοφιλὴς ἀνὴρ γεγονὼς καὶ φρενήρης, κατεμέμφετο μὲν ἡμᾶς τοιαῦτα βουλευομένους. ἐκέλευεν δὲ μὴ οὕτω καταπεπτωκέναι καὶ μαλθακίζεσθαι , καὶ δραπετεύειν, καθάπερ οἰκέτας, αἱρεῖσθαι· φρόνημα δὲ Κολχικὸν καὶ ἐλεύθερον ἀναλαβόντας, ἀντέχειν τῆς συμφορᾶς θῤῥαλέως , καὶ πρὸς μηδὲν μὲν αἰσχρὸν καὶ ἀνάξιον τῶν πατρίων ἐξάγεσθαι τρόπων, ἐμμένειν δὲ τοῖς παροῦσι καὶ πεποιθέναι, ὡς τοῦ κρείττονος ἥκιστα τὸ ἔθνος περιοψομένου. εἶτα πῶς οὐ σφόδρα παράλογον, αὐτῷ μὶν τῷ βιαίως [*](D) ταῦτα κατὰ τὸ εἰκὸς ἔχειν δεδόχθαι· ἡμᾶς δὲ, τοὺς τὴν πρὸς

[*](1. ἐπὶ τῶν κειμένων R. 6. ὥσπερ R. 7. ἡμῶν R. ἁρμόσει R. et Intpr. congruit , ἀρκέσει vulg. 13. ὑμᾶς vulg. et Intpr. 15. αἴρεσθαι R. 21. κατά τὸ εἰκ. ἔκ. R., κ. τ. εἰκ. εὖ εἰ· vulg. , Intpr. ut is — tam decenter haec censeat.)
169

ἐκεῖνον εὔνοιαν σκηπτομένους , τἀναντία διανοεῖσθαι; ἀλλὰ [*](A. C. 554 I.I. 28) δέδοικα μὴ καὶ μόνου χάριν τοῦ διαλογίζεσθαι ταῦτα καὶ διασκοπεῖν μεγίστας ὑφέξομεν δίκας. εἰ μὲν γὰρ ἐπ᾿ ἀδήλοις ἐλπίσι καὶ τὴν ἐφ᾿ ἑκάτερα ῥοπὴν ἐπιδεχομέναις τὰ τῆς ἀποστάσεως [*](5) ἡμῖν ἐμελετᾶτο, ἦν μὲν ἂν καὶ τόδε δεινὸν, ἐπὶ τηλικούτων πραγμάτων κινήσει μόνης ἠρτῆσθαι τῆς τύχης, πλὴν ἀλλ᾿ ἐξῆν ἴσως τοῖς ταῦτα προῃρημένοις ἀδεέστερον γοῦν ἀναισχυντῆσαι. εἰ δὲ πανταχόθεν προὖπτον δείκνυται τὸ κακὸν, πῶς οὐ μισητέον αὐτοὺς τοιαύτην ἔννοιαν ἐμβαλόντας; ὡς μὲν [*](P. 89) οὖν ἀφεκτέον ἡμῖν ἐκείνων, καὶ δὴ μετρίως ἐῤῥήθη. φημὶ δὲ δεῖν βασιλεῖ τῶν ῾Ρωμαίων τὸ συμβὰν ἀναγγεῖλαι, ὡς ἂν ἐνδικώτατα μετέλθῃ τοὺς τοῦ μιάσματος αἰτιωτάτους, καὶ εἰ μὲν ἐθελήσει, πεπαῦσθαι τολοιπὸν τῆς πρὸς ῾Ρωμαίους διαφορᾶς, καὶ συνεργεῖν αὖθις καὶ συστρατεύεσθαι, καὶ τῶν προτέρων μετέχομεν συνδιαιτημάτων. εἰ δὲ ἀπώσοιτο τὴν ἀξίωσιν, τότε δὴ βουλευτέον ἡμῖν, εἴπερ ἑτέραν ὁδὸν τραπῆναι συνοίσει. οὕτω γὰρ ποιοῦντες, οὔτε τοῦ τεθνηκότος ἐπιλελῆσθαι δόξοιμεν ἂν, οὔτε προπετείᾳ μᾶλλον ἢ γνώμῃ τὰ ἡμέτερα διατιθέναι.”

[*](V. 64)

ιδ'. Εἰρημένων δὲ καὶ τούτων, παλινῳδίαν, τὸ λεγομε-

[*](B)[*](5. καὶ τόδε R. et Intpr. velid, καὶ τότε vulg. 8. πανταχόθεν add. ex R. et Intpr. undequaque. 9. ἐμβαλλόντας edd. 10. ὑμῖν Par. et Intpr. 12, μετέλθῃ R., μετέλθοι vulg. 15. Num μετέχειν?)
170
[*](A.C. 554 I. I. 28)

νον, ᾖδον οἱ Κόλχοι, καὶ μετεπείθοντο. μάλιστα γὰρ αὐτοὺς εἰς τοῦτο συνήλασε τὸ δεδιέναι , μή ποτε ἄρα, εἰ μετασταῖεν, καὶ τὴν ἐπὶ τῷ κρείττονι δόξαν ἀφαιρεθεῖεν. ἐπειδὴ οὖν ἡ τοῦ Φαρτάζου γνώμη ἐνίκα , αὐτίκα οἱ ἄριστοι καὶ εὐπατρίδαι τοῦ ἔθνους Ἰουστινιανῷ βασιλεῖ τὰ ἐπὶ Γουβάζῃ ξυνενεχθέντα διήγγειλαν , ἅπασάν τέ οἱ ἀνεκάλυψαν τὴν ἀπάτην, ὡς ἐκεῖνος μὲν οὔτε μηδίσας πώποτε , οὔτε ἄλλο τι ἄχαρι κατὰ ῾Ρωμαίων βουλευσάμενος ἥλω, οἱ δὲ ἀμφὶ Μαρτῖνόν τε καὶ Ρούστικον , ἐπειδὴ αὐτοῖς ὑπὸ ῥᾳστώνης θαμὰ σφαλλομένοις ἐπεκάλει τε τὰ εἰκότα καὶ ἐχαλέπαινεν, οἱ δὲ ταύτην τε [*](C) συκοφαντίαν ἐμηχανήσαντο , καὶ τὸν οὐδὲν ἡμαρτηκότα διέφθειραν. ἐδέοντο δὴ οὖν τῇ τοῦ κατοιχομένου ψυχῇ τοῦτο δὴ παρασχεῖν τὸ χαριστήριον ἔλεγον δὲ οὐκ ἄλλο τι ἄρα ἥ ὥστε μὴ ἀτιμώρητον καταλιπεῖν τὸ ἀδίκημα , βασιλέα δὲ σφισιν ἐπιστῆσαι οὐκ ὀθνεῖόν τινα , οὐδὲ ἐπηλύτην , ἀλλὰ Τζάθηντὸν Γουβάζου νεώτερον ἀδελφὸν ἐν Βυζαντίῳ κατ’ ἐκεῖνο τοῦ καιροῦ διατρίβοντα, ὡς ἂν αὐτοῖς πάλιν ὁ πάτριος διασώζοιτο νόμος καὶ ἡ ἀνέκαθεν τοῦ βασιλείου γένους ἀκραιφνὴς ὁμολογία. ὁ δὲ, ὅσια γὰρ αὐτῷ ἐδόκει καὶ δίκαια,) ὡς τάχιστα ἐπετέλει, καὶ οὖν Ἀθανάσιον, ἕνα τῶν πρῶτα λαχόντων [*](D) τῇ συγκλήτῳ βουλῇ , ἔστειλε διασκοπήσοντά τε τὸ πραχθὲν

[*](4. Φαρτάξου R., Inlpr. Pharazis. 5. τῷ T. R. 7. ἄχαρι add. ex R., Intpr. cum vulg. facit. 16. ἀδελφόπαιδα R. in mg. 19. ἐσία et δίκαια R. , ὅσιον et δίκαιον vulg.)
171

ἔς τὸ ἀκριβὲς, καὶ κατὰ τοὺς ῾Ρωμαίων νόμους κρινοῦντα. [*](A. C. 554 I. I. 28) καὶ δὴ παραγενόμενος, ῾Ρούστικον μὲν εὐθὺς ἐς Ἀψαροῦντα ἔστειλε τὴν πόλιν, καὶ τῷ ἐκείνῃ δεσμωτηρίῳ ἐγκαθείρξας ἐφρούρει · Ἰωάννη δὲ τῷ βασιλέα μὲν φενακίσαντι, αὐτουργῷ δὲ τοῦ μιάσματος γεγενημένῳ, ἀποδράσαντί πως ἐν τῷ τότε λαθραιότατα, καὶ φυγῇ τὴν σωτηρίαν καρπώσασθαι πειρωμένῳ , ἀλλ’ ἐκείνῳ γε τῷ Ἰωάννῃ ἐπὶ τοῖσδε πορευομένῳ ὑπαντιάζει, οὕτω παρασχὸν, ὁ Μετριανὸς, (εἷς δέ γε ἦν οὕτος τῶν ἀμφὶ τὰ βασίλεια δορυφόρων, οὑς δὴ Σκρίβωνας ὀνομά ζουσιν· [*](P.90) ἔπαλτο δὲ αὐτόσε τούτου δὴ ἕνεκα , ἐφ’ ᾧ ἔξυπηρετήσασθαί τε τῷ Ἀθανασίῳ, καὶ ἅττα ἂν ὑπ’ ἐκείνου κριθείη τόνδε ταῦτα ἐπιτελέσαι·) ξυλλαβὼν δὴ οὖν ὁ Μετριανὸς τὸν Ἰωάννην, παρὰ τὸν διαιτητὴν ἀπεκόμισεν. ὁ δὲ καὶ τοῦτον ἐς Ἀψαροῦντα ἐξέπεμψεν, ἐν εἱρκτῇ τε καὶ ποδοκάκη μενοῦντα, ἕως ὀ ἐν πόσιν ἀγὼν διανυσθείη.

ιε'. Ἅμα γὰρ τῷ ἦρι ἀρξαμένῳ παρῆν ὁ Ναχοραγὰν ἐς [*](A. C. 555 I. I. 29) Μουχείρισιν, καὶ αὐτίκα τά τε στρατεύματα ἤθροιζε, ἤθροιζε, καὶ πλείστη ὅσῃ χρώμενος προθυμίᾳ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. τοιγάρτοι καὶ οἱ Ῥωμαῖοι ἀμφὶ τὴν Νῆσον ἀγειρόμενοι παρεσκυάζοντο, καὶ τὰ τῆς κρίσεως εἰκότως ἀνεκόπτετο. τί γὰρ ἂν αὐτοῖς ὲν τῳ τότε προυργιαίτερον κατεφάνη τῆς περὶ τὸν πόλεμον εὐκοσμίας; ἤδη δὲ καὶ ὁ Πάθης ἅμα Σωτηρίχῳ τῷ [*](Β) στρατηγῷ ἐκ Βυζαντίον ἀφῖκτο, τήν τε πατρῴαν ἀρχὴν καὶ

[*](2. ἐς om. R. 8. Μετριανὸς R- et Intpr. , Μαστριανὸς vulg. 9. Σκρίβονας Lugd. 10. τοῦ δὴ R. 12. Μαστριανὸς vulg. 14. μενοῦντας R. 17. ἠθροίζετο R. 22. Sotirem ubique vocat Intpr. τῷ om. R, 23. πατρῴου R. et in mg. ἀδελφοῦ.)
172
[*](A. C. 555 I. I. 29)

ταύτης παράσημα πρὸς τοῦ βασιλέως ῾Ρωμαίων, ἧπερ ἐκ παλαιοῦ νενόμισται, δεδεγμένος. εἰσι δέ γε ταῦτα στέφανος χρυσοῦς λιθοκόλλητος, καὶ χιτώνιον ποδῆρες ὑπόχρυσον, πέδιλά τε κοκκοβαφῆ, καὶ μίτρα ὁμοίως χρυσῶ τε καὶ λίθοις πεποικιλμένη. χλαμύδα δὲ ἁλουργῆ τοῖς βασιλεῦσι τῶν οὐ θέμις ἀμπίσχεσθαι, λευκὴν δὲ μόνον· οὐ μέντοι παντάπασί γε κοινὴν οὕτω καὶ εἰθισμένην, ἀμφὶ γὰρ τὸ μεσώτατον ἐκείνη χρυσῷ ὑφάσματι ἑκατέρωθεν καταλάμπεται. βασιλικὸν δὲ κὼ [*](C) τὸ ἐμπερόνημα τῆς χλαμύδος, λίθοις τε ἐκκρεμέσι καὶ τῇ ἄλλῃ κατασκευῇ διαπρέπον. ἐπιβάντα δὴ οὖν τὸν πάθην τῆς ὑπηκόου καὶ τῇ βασιλείῳ στολῇ κεκοσμημένον, αὐτίκα οἱ τε στρατηγοὶ καὶ ὀπὰς ὁ τῶν ῾Ρωμαίων στρατὸς δεξιούμενοί τε καὶ τὰ εἰκότα γεραίροντες προηγοῦντο, ἐξωπλισμένοι ὡς εὐπρεπέστατα, καὶ ἔπι· τῶν ἵππων οἱ πλεῖστοι ὀχούμενοι. οἱ δὲ Λαζοὶ ἐς τὸ χαῖρον μεταβαλόντες, καὶ μόλις τῆς ἀνίας, στοιχηδόν οἱ παρωμάρτουν, σάλπιγγές τε πανταχόθεν ἐπήχουν, καὶ τὰ σημεῖα ἐς ὕψος ἐπῆρτο. καὶ ἦν ἥ πομπὴ φαιδρά τε ἐπιεικῶς καὶ γαυροτάτη, καὶ πλέον ἢ κατὰ [*](V. 65) Λαζῶν βασιλείαν ἐξωγκωμένη. Τζάθης μὶν οὖν ἐς τὴν ἀρχὴν καταστὰς, ἔταττεν ἕκαστα τολοιπὸν, καὶ διεκόσμει [*](D) τὸ ὁμόφυλον, ὡς αὐτῷ τε ἦν βουλομένῳ, καὶ ὁ πάτριος ὑπηγόρευεν τρόπος. Σωτήριχος δὲ ὁ στρατηγὸς αὐτίκα εἴχετο

[*](1. πρὸς τῶν et paulo infra καθαλάμπεται et Τζάτην Sph. Par. 8. καὶ add. ex R. 13. εὐπρεπέστατον R. 16. σάλπιγγες R., σάλπιγγα vulg. πανταχόθεν R., πάντοθεν vulg. 19. εἰς codd. et edd.)
173

τῆς πορείας, ἐφ᾿ ᾗπερ καὶ ἔσταλτο. χρυσίον γὰρ ἐκ βασιλέως [*](A. C. 555 I. I. 29) ἐκόμιζεν, ἐφ’ ᾧ τοῖς προσοίκοιςβαρβάροις κατὰ τὸ ξυμμαχικὸν διανέμοι , εἰθισμένον γε τοῦτο ἐκ πλείστου καὶ ἀν’ ἔτος γιγνόμενον. εἴποντο δὲ αὐτῷ καὶ τῶν παίδων οἱ πρεσβύτεροι, Φιλάγριός τε καὶ Ῥωμύλος, ὡς ἂν εὐθὺς ἀφ’ ἱστίας μοχθεῖν ἐν δέοντι παιδευθεῖεν, ἐπεὶ καἰ ἐς ἥβης μέτρον ἤδη ἄμφω ἐληλυθέτην, καὶ ἤστην οἴω διαπονεῖσθαι. ὁ γὰρ δὴ τρίτος αὐτῶν, Εὐστράτιος, ἐν Βυζαντίῳ ἐλέλειπτο, νέος γε ὢν ἔτι κομιδῆ̣, καὶ ἄλλως τὸ σῶμα οὐ ῥωμαλέος. ὡς δὲ ἐς τὴν τῶν [*](P. 91) καλουμένων Μισιμιανῶν χώραν ὁ Σωτήριχος ἀφίκετο, οἱ δὴ κατήκοοι μὲν τοῦ βασιλέως τῶν Κόλχων τυγχάνουσιν ὅντες καθάπου καὶ οἱ Ἀψίλιοι, γλώττη δὲ ὅμως χρῶνται ἀποκεκριμένῃ καὶ νόμοις ἑτέροις· εἰσὶ δὲ τούτου δὴ τοῦ Ἀψιλίων γένους βορειότεροι, καὶ τετραμμένοι ἠρέμα ἐς ἥλιον ἀνιόντα. ἐπειδὴ οὖν ἐς τούσδε παραγέγονεν, ἔννοιά τις αὐτοὺς εἰσῆλθεν, ὡς ἄρα ἕν τι τῶν σφετέρων φρουρίων ἀμφ’ αὐτὰ δὴ τὰ Λαζῶν ὅρια ἱδρυμένον, ὃ δὴ Βούχλοον ὀνομάζουσιν, τοῦτο δὲ ὅγε βούλοιτο τοῖς Ἀλανοῖς καταπροέσθαι, ὡς ἂν οἱ τῶν ἐθνῶν πρέσβεις τῶν ἀπωτέρω οἰκούντων, αὐτοῦ ἀγειρόμενοι, τὸν μισθὸν ἀποφέροιντο, καὶ μηκέτι ἀνάγκη τις εἴη τῷ τὰ χρήματα παρεχομένῳ τὰς τοῦ Καυκάσου περινοστεῖν ὑπωρείας, [*](Β) καὶ αὐτὸν ἐπ’ ἐκείνους ἰέναι.

[*](3. διανέμοι R., διανέμει vulg. 7. ἥσθην Sph. Par. 8. Εὐστρὰτης R., Intpr. Estratius. 10. Misiani sunt apud Intpr. et infra in Exc. Rav. 17. Βούχλοος R. 21. Pro περινοστεῖν R. πέρι, sed in mg. περᾶν. 22. ναὶ om.R.)
174
[*](A. C. 555 I. I. 29)

ις΄. Ταῦτα δὴ οῖ Μισιμιανοὶ εἴτε γνόντες, εἴτε καὶ ὑποτοπήσαντες, στέλλουσιν ἄνδρας δύο τῶν παρὰ σφίσι λογίμων, Χάδον ὄνομα καὶ Θυάνην. οἱ δὲ εὑ ρόντες αὐτὸν ἀγχοῦ που ἐκείνου δὴ τοῦ ἐρύματος ἐναυλιζόμενον, καὶ πλέον ἐς τὴν δόκησιν ἐπιῤῥωσθέντες, „ἀλλ᾿ οὐ δίκαια δράσειν ἡμᾶς” ἔφασαν „ὦ στρατηγὲ, διενοήθης· χρὴ γάρ σε μηδὲ ἄλλῳ τῳ ἐφιέναι τὰ ἡμέτερα παραιρουμένῳ, μήτι γε καὶ αὐτὸν οὕτως ἐθέλειν. εἰ δέ σε ὡς ἀληθῶς μὴ ταῦτα ἀρέσκει, ἄγε ὅπως ἐνθένδε [*](C) ὡς τάχιστα μεταβὰς, ἐν ἑτέρῳ ἀποδιατρίψεις χωρίῳ, καί σε ἐπιτήδεια ἥκιστα ἐπιλείψουσιν, ἀλλ᾿ ἡμεῖς ἅπαντα οἴσομεν. ἐνταῦθα γάρ σοι οὐ μενετέα παντάπασιν, οὐδὲ ἀνεξόμεθά σου μέλλοντος ἐς τόδε καὶ σκηπτομένου.” οὕτω δὲ αὐτῶν αὐθαδιαζομένων, οὐκ ἀνεκτὰ ἡγησάμενος ὁ Σωτήριχος, εἰ τοῖς τῶν Κόλχων κατηκόοις ἐξείη κατὰ ῾Ρωμαίων θρασύνεσθαι τῶν ὑφ᾿ οὓς οἱ Κὸλχοι τετάχαται, παρακελεύεται τοῖς ὀπαδοῖς παίειν αὐτοὺς αἷς ἐπεφέροντο βακτηρίαις. οἱ δὲ καθίκοντο αὐτῶν ἀφειδῶς, καὶ ἐς τοὐπίσω ἡμιθνῆτας ἀπέπεμψαν. τούτου δὲ γεγενημένου, Σωτήριχος μὲν ᾤετο μηδὲν ἀντίπαλον ἔσεσθαι, ἀλλ᾿ ὥσπερ ἀμέλει οἰκέτας οἰκείους ἡμαρτηκότας διαχειρισάμενος, καὶ οὐδὲν ὁτιοῦν εὐλαβητέον αὐτῷ, ἔμενέ τε κατὰ χώραν, καὶ εἶτα, νυκτὸς ἐπιγενομένης, ἐκάθευδε σφόσρα [*](D) ἀδεῶς καὶ ἀφυλάκτως· οὕτω δὲ οἵ τε παῖδες καὶ οἱ δο-

[*](4. αὐλιζόμενον R. 5. δίκαι δράσαι R. 7. οὕτω R. 9. ἀποδιατρίψεις R., ἀποδιατρίψῃς vulg. 10. λείψουσιν R. 14. ἐξείη R., ἐξήει vulg. 17. Pro καὶ R. οὓς. 18. ᾤετο μηδὲν ἀντίπαλον R., οὐδὲν ἀντ. ᾤετο vulg.)
175

ρυφόροι καὶ ὁπόσον ἄλλο αὐτῷ θητικὸν εἵπετο ἥ καὶ δοῦλον, [*](A.C.555 I. I. 29) ἐκμελέστερον καὶ οὗτοι ἅπαντες ἢ ὡς ἐν πολεμίων κατεσκηνημένοι, ἀνεπαύοντό. ἐν τούτῳ δὲ οἱ Mισιμιανοὶ , τὴν ὕβριν οὐκ ἐνεγκόντες, ἐπιφοιτῶσιν αὐτοῖς καρτερώτατα ἐξωπλισμένοι, καὶ αὐτίκα ἐπὶ τὸ δωμάτιον χωρήσαντες, οὗ δὴ ὁ στρατηγὸς ἀνεκέκλιτο , κατακτείνουσι προτέρους τοὺς παρεναστῆρας τῶν θεραπόντων. θορύβου δὲ, ὥσπερ εἰκὸς, καὶ πατάγου πολλοῦ κινηθέντος, ξυναίσθησις μὲν τοῦ κακοῦ αὐτῷ τε Σωτηρίχῳ καὶ τοῖς ἀμφ᾿ αὐτὸν ἅπασιν ἐγίγνετο· καὶ τοίνυν ὑπὸ δέους ἐκ τῶν εὐνῶν ἀνεπάλλοντο, ἔτι δὲ τῷ ὕπνῳ καρηβαροῦντες καὶ παρειμένοι, ἀμύνεσθαι αὐτοῖς οὔ τι μάλα παρῆν οἱ [*](P.92) μὲν γὰρ ταῖς σισύραις τὼ πόδε περιελιττόμενοι , εἴργοντο τῆς πορείας, οἱ δὲ καὶ ἤδη ἐπὶ τὰ ξίφη ὁρμήσαντες, καὶ σχεδιάζειν πειρώμενοι τὰ πολέμια , ἀλύοντες ἦσαν οἰκτρότατα οἶα ἐν σκότῳ καὶ ἀπορίᾳ, ἔστε τοὺς τοίχους περιῤῥηγνύμενοι, καὶ ὅπη ἐτύγχανον κείμενα τὰ ὅπλα ἐπιλελησμένοι· ἔνιοι δὲ αὐτῶν καὶ τῷ ἤδη ξυνειλῆφθαι ἀπειρηκότες, οὐδενότι ἐμηχανῶντo, [*](V. 66) ἐβόων τε μόνον ἄλλος ἄνλλοθι καὶ ὠλοφύροντο, οὐκ ἔχοντες ὅ, τι καὶ δράσαιεν. οὕτω δὲ αὐτῶν καταπεπληγμένων, ἐπεισπεσόντες οἱ βάρβαροι αὐτόν τε Σωτήριχον κατακτείνουσι καὶ τοὺς παῖδας καὶ πρός γε ξύμπαντας τοὺς ἄλλους, πλὴν εἰ μή τις

[*](B)[*](1. ὁπόσον ἄλλο ἀρτῷ R. , ὅσον αὐτῷ ἄλλο vulg. a. ἐν πολεμίων R. , ἐν πολεμίᾳ vulg. 9. ἐγίγνετο R. , ἐγένετο vulg. 12. σισύραις R., σκύραις vulg., Intpr. veste oblonga. 14. ἀλύοντες scripsi pro vulg. ἀλόντες, ἁλόντες R., Intpr. errabundi divagabantur, quasi legerit ἀλώμενοι. Num ᾔεσαν? Universum locum emendatione egere perspicio , satis probabilcm iuvenio nullam. 15 περιρηγν. R.)
176
[*](A.C. 555 I. I. 29)

ἔκ τινος τυχὸν ἁλάμενος ὀρσοθύρης ἢ καὶ ἑτέρῳ ὁποίῳ δὴ τρόπῳ λαθὼν διεσώθη. ταῦτα δὲ δράσαντες οἱ ἀλιτήριοι, ἐσκύλευσαν τοὺς κειμένους, τά τε ἄλλα ὁπόσα ἐπήγοντο κτήματα, καὶ πρός γε τὸ βασιλέως ἀφελόμενοι χρύσιον, καθάπερ τινὰς πολεμίους ὡς ἀληθῶς, ἀλλ’ οὐχὶ φίλους τε καὶ ἀπεκτονότες.

ιζ΄. Ἐπεὶ δὲ αὐτοῖς τὰ τῆς μιαιφονίας ἀπείργαστο, τὸ ἀνοιδαῖνον τέως τῆς γνώμης καὶ ὀργιζόμενον, τῷ ἀποπλησθῆναι τὴν ἐπιθυμίαν, ὑποχαλᾷν ἐδόκει καὶ περιστέλλεσθαι, τότε δὴ μόνον τὸ πραχθὲν ἐφ’ αὑτῷ διασκοποῦντες, ἀνελογίζοντο, καὶ ξυνίεσαν ὁποῖος αὐτοῖς ἀνέῤῥιπτο κύβος, ὅτι τε οὐκ ἐς μακρὰν ἥξουσιν οἱ Ῥωμαῖοι τιμωρησείοντες, καὶ ὅτι αὐτοὺς ἐκεῖνοι οὐχ ὑποστήσονται. τοιγάρτοι ἀναφανδὸν ἀποστάντες, [*](C) προσεχώρουν τοῖς πέρσαις, καὶ ἐπρεσβεύοντο, ὑποδέχεσθαί τε σφᾶς αἰτούμενοι, καὶ ὡς δὴ κατηκόοις τολοιπὸν ἐπαρήγειν. τούτων δὲ ἁπάντων τοῖς τῶν ῾Ρωμαίων στρατηγοῖς ἀπηγγελμένων, ἐχαλέπαινον μὲν οἵγε καὶ ἐδυσφόρουν, τίσασθαι δὲ παραυτίκα τοὺς Μισιμιανοὺς οὐ μάλα ἠδύναντο, πιεζόμενοι τῇ περὶ τοῦ μείζονος ἀσχολίᾳ. ἤδη γὰρ ὁ Ναχοραγὰν ἑξήκοντά που χιλιάδας μαχίμων ἀνδρῶν ἐπαγόμενος, ἐπὶ τὴν Νῆσον ἐφοίτα, ἴνα Μαρτῖνός τε καὶ Ἰουστῖνος ὁ Γερμανοῦ

[*](1. ὀρσοθύρης R., ὀρσοθύρας vulg. 8. τέως om. R. et 10. τότε δὲ R. ἐφ’ αὑτῷ R., ἐφ’ ἑαυτῷ vulg. 11. correxi, ἀνέῤῥιπται R., ἐνέῤῥιπτο vulg. 12. τιμωρησείοντες R., τιμωρήσοντες vulg. 17. ἀπηγγεμένων sph. Par. 20. Pro ἀνδρῶν R. περσῶν. 21. Ἰουστῖνος R. et Intpr. , Ἰουστινιανὸς vulg.)
177

καὶ τὰ ἀμφ’ αὐτοὺς στρατεύματα ἐτύγχανον ξυνειλεγμένα· οἱ [*](Α. c. 555 I. I. 29) δὲ ἐκ τῶν οὕννων μισθοφόροι, τῶν δὴ Σαβείρων ὀνομαζομένων, παρῆσαν γὰρ τοῖς ῾Ρωμαίοις ὁπλιτῶν ἀπόμοιρα οὐ πολλῷ [*](D) ἐλάσσους τῶν δισχιλίων · ἡγοῦντο δὲ αὐτῶν Βαλμάχ τε καὶ Κούτιλζις καὶ Ἴλιγερ, ἄνδρες τῶν παρὰ σφισιν ὀνομαστοτάτων,) οὗτοι δὴ οὖν οἱ Σάβειροι ἀμφὶ τὴν Ἀρχαιόπολιν καὶ τὰ ἐκείνῃ πεδία, προστεταγμένον αὐτοῖς ὑπὸ Μαρτίνου, ἐστρατοπεδεύσαντο, ἐφ’ ᾦ τοὺς πολεμίους (ἐνθένδε γὰρ ἤμελλον διαβήσεσθαι) ὡς ἂν οἷοι τε εἷεν πημαίνοντες, χαλεπωτέραν αὐτοῖς καὶ σφαλερωτέραν ποιήσοιντο τὴν πορείαν. ὁ δὲ Ναχοραγὰν, ἐπειδὴ ἐς τοῦτο τετάχθαι τοὺς Σαβείρους ἐπέπυστο ἀπολεξάμενος ἐκ τῶν ξυστρατευομένων Διλιμνιτῶν ἄνδρας ἐς τρισχιλίους, αὐτίκα ἐπ’ αὐτοὺς ἔστειλε, παρακελευσάμενος ἦν γὰρ ἀλαζὼν καἰ ὑψηγόρος) ἄρδην ἅπαντας διαφθεῖραι, ὡς ἂν μή οἱ ἰόντι ἐπὶ τὸν πόλεμον ὄπισθεν ἐχεῖνοι [*](P.93) ἐφεδρεύοντες ὑπολειφθεῖεν· οἱ δὲ Διλιμνῖται, μέγιστον ἔρνος τῶν ἐντὸς Τίγρητος ποταμοῦ τῇ Πέρσιδι χώρᾳ προσοικούντων, μαχιμώτατοί τέ εἰσιν ἐν τοῖς μάλιστα, καὶ οὐ λίαν τοξόται καὶ ἑκηβόλοι, ὥσπερ ἀμέλει οἱ πλεῖστοι τῶν Μήδων. ξυστούς τε γὰρ ἐπιφέρονται καὶ σαρίσσας, καὶ ξίφος ἐκκρεμὲς ἀπὸ τοῦ ὤμου· μαχαιρίδα τέ τινα ἐλαχίστην τῷ λαιῷ βραχίονι ἀναδούμενοι, ἀσπίδας καὶ πέλτας προβέβληνται· φαίης τε ἂν

[*](4. Bamalch Cupilsesque et Lager Intpr. 10. σφαλερωτέραν R., σφαλερωτάτην vulg. 12. συστρ. R. 15. οἱ ἰόντι correxi, οἱ ὄντι R., οἷόν τι Lugd. ed. pr., Intpr. sibi, quum acie decerneretur ἰόντι siae οἱ Par. 17. Πίγρητος R., Intpr. Pigritum flumen.)
178
[*](A. C. 555 U, U, 29)

αὐτοὺς παντάπασι παντάπασι ψιλοὺς, οὔτε μὲν οὖν ὁπλίτας καί ἀγχεμάχους. πόρρωθέν τε γὰρ οὕτω τυχὸν ἀκοντίζουσι, καὶ ἐκ [*](B) χειρὸς αὖ διαμάχονται, ἀγαθοὶ δὲ καὶ συῤῥάξαι φάλαγγι πολεμίᾳ, καὶ ὠθισμῷ χρώμενοι τὰς πυκνώσεις διαῤῥηγνύναι, ἔς τε τὸ μετατάξασθαι εὐπετεῖς, καὶ ἁρμοσθῆναι τῷ προσπεσόντι. αὐτοὶ δὲ καὶ ἐς τὰ προσάντη γεώλοφα ῥᾳδίως ἀναθέοντες, προκαταλαμβάνουσι τὰ ὑπερδέξια τῶν χωρίων, τρεπόμενοί τε ὠκύτατα διαφεύγουσι, καὶ ἐπιόντες ἑτέροις ἐμμελέστατα ἐς τὴν δίωξιν ἔγκεινται, καὶ σχεδόν τι ἅπασαν ἰδέαν πολέμου μετιόντες καὶ ἐξησκημένοι, μέγιστα σίνονται τοὺς ἀντιπάλους· ὡς δὲ ἐπιπλεῖστον ξυμπολεμεῖν τοῖς πέρσαις εἰώθασιν, μὴν ἠναγκασμένοι, ὥσπερ κατήκοοι. αὐτόνομοί τε γάρ εἰσι καὶ ἐλεύθεροι, καὶ ἄγεσθαι ὑπό του πρὸς βίας οὐ πεφυκότες.

[*](C)

ιη'. Τούτων δὴ οὖν τῶν Διλιμνιτῶν ὁ ἀποδασμὸς, νυκτὸς [*](V.67) ἐπελθούσης, κατὰ τῶν Σαβείρων ἐχώρουν, ἄμεινον εἶναι δοκοῦν, ἔτι καθεύδουσιν αὐτοῖς ἐπιστῆναι, οὕτω τε ἅπαντας εὐκολώτερον κατακτεῖναι· καὶ, οἶμαι, οὐκ ἂν διήμαρτον τῆς ἐλπίδος, εἰ μή τις αὐτοὺς ἔσφηλε τύχη. ἰόντες γὰρ δήπου ἐς τοῦτο, ἀνήρ τις αὐτοῖς Κόλχος ἐν σκότῳ καὶ ἐρημίᾳ, ὧδέ πως ξυνενεχθὲν, ὑπαντιάζει· καὶ τὸν ἀσμενέστατα ξυλλαβόντες, ἀναγκάζουσι τῆς ἐπὶ τοὺς Σαβείρους ἡγεῖσθαι πορείας. ὁ δὲ προθυμότατα ὑποστὰς τὸ ἐπίταγμα, καὶ ἤδη προπορευόμενος,

[*](1. Pro μὶν R. μόνον. 3. ἄν διαμάχωνται R. 8. ἑτέροις correxi, ἑτέρας R., ἑτέρως vulg. 9. ἰδέαν πολέμου R., πολ. ἰδ. vulg. 11. ὡς δὴ Par. 17. εὐκολώιερον R., Intpr. facilius, εὐκολώτατα vulg.)
179

ἐπειδὴ νάπης τινὸς λασίας ἐκύρησεν, ὑφιζάνει τε ἠρέμα καὶ [*](A. C. 555 I. I. 29) ὑποδύεται· οὕτω τε διαδρὰς τοὺς ἑπομένους καἰ προτερήσας, ἧκε δρομαῖος παρὰ τοὺς Οὔννους· εὑρὼν δὲ ἅπαντας ἀνειμένως [*](D) οὑτωσὶ ἀναπαυομένους καὶ ὑπορέγχοντας· „ὠ δείλαιοι” ἔφη „αὐτίκα μάλα ἀπολεῖσθε”, τορόν τι ἐμβοήσας καὶ διαπρύσιον. οὕτω τε αὐτοὺς μόλις ἀνακαλεσάμενος ἐς ἐγρήγορσιν, ἀγγέλλει τοὺς πολεμίους ὅσον οὔπω παρεσομένους. οἱ δὲ ξὺνθορύβῳ διαναστάντες, καὶ τὰ ὅπλα περιβαλόμενοι, ἐκτὸς τοῦ χαρακώματος ἀπεχώρουν, καὶ ὑπεκρύπτοντο, διχῇ μεμερισμένοι· κατέλιπον δὲ τήν τε εἴσοδον ἀφύλακτον, καὶ οὕτω κατὰ χώραν ἑστῶτας τοὺς ἐκ τῶν ξύλων τε καὶ ἐφεστρίδων ἐσκευασμένους οἰκίσκους. οἱ δὲ Διλιμνῖται πλείστας μὲν ὅσας ἀτραποὺς τῇ ἀπειρίᾳ τῶν τόπων ἀναμετρήσαντες, πλὴν ἀλλ’ ἔτι ὑπὸ τὸ κνέφας ἐς τὸ τῶν οὕννων στρατόπεδον ἀφιγμένοι, ἐσβάλλουσι [*](Ρ. 94) θαῤῥαλέοι ἐπὶ κακῷ τῷ σφετέρῳ, καὶ εἴσω ἅπαντες γίγνονται. πάταγος δὲ οὐκ ἦν, οὐδὲ βοὴ, ὡς ἂν μὴ ἐκεῖνοι ξυναίσθοιντο δῆθεν καὶ ἀφυπνισθεῖεν, ἀλλ’ ἠρεμαῖοι τὰ δόρατα ἔς τε τὰς εὐνὰς καὶ τὰς καλύβας ἠκόντιζον, ὡς τοὺς καθεύδοντας ἀναιροῦντες. ἤδη τε ᾤοντο ἅπαν αὐτοῖς ἠνύσθαι τὸ ἔργον, ἀλλὰ τότε οἱ Σάβειροι ἐκ τῆς ἐνέδρας ἑκατέρωθεν ὁρμηθέντες, ἐσπίπτουσιν αὐτοῖς ἐξαπιναίως καὶ ἐπιφέρονται. οἱ δὲ ἀθρόον τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ ἐς τἀναντία τῶν ἐλπισθέν-

[*](3. δρομαίως R. 4. ὑποῤῥέγχ. vulg. 16. ὡς ἂν om. R. 19. ἠνύσθαι τὸ ἔργον R., τὸ ἔργ. ἢν. vulg.)
180
[*](A. C. 555 I. I. 29)

των περιηγμένοι, διηπόρουν καἰ ἐταράττοντο· οὔτε γὰρ φεύγει αὐτοὺς ῥᾷστα ἐνῆν ἐν ἐλαχίστῳ χωρίῳ ξυνειλημμένους, [*](B) οὔτε μὴν ἐς τὸ ἀκριβὲς τοὺς δυσμενεῖς διαγινώσκειν, οἶα ἐν νυκτομαχίᾳ καὶ φόβῳ. τοιγάρτοι χύδην ὑπὸ τῶν Σαβείρων ἐκτείνοντο, οὐδ’ ὅσον ἐς πεῖραν ἐλθεῖν ἀμυνόμενοι· καὶ ὀκτακόσιοι μὶν ἄνδρες ἔνδον ἐν τῷ στρατοπέδῳ διεφθάρησαν, οἱ δὲ ἄλλοι μόλις ὑπεκβάντες ἠλῶντο σποράδην, οὐκ ἐπιστάμενοι ὅποι χωρήσαιεν· ἤδη τε πόρρω που πεφευγέναι δοκοῦντες, αὖθις ἐς ταὐτὸν ἀνεκυκλοῦντο, καὶ περιέπταιον τοῖς πολεμίοις. καὶ ταῦτα μὶν τῆς νυκτὸς ἁπάσης ἐγίγνετο· ἤδη δὲ τοῦ ὄρθρου χαρασσομένου, καί ἡμέρας ἐπιφανείσης, αὐτίκα τῶν Διλιμνιτῶν οἱ σωζόμενοι ἐπεγίγνωσκον τὰς πορείας, κὼ ἰθὺ [*](C) τῶν Περσικῶν ἔθεον στρατευμάτων, ἐγκειμένων σφισι καὶ ὣς τῶν Σαβείρων. Βάβας δὲ ὁ στρατηγὸς, ὃς δὴ τῶν ἐν τῇ Κολχίδι χώρα ἱδρυμένων ἐκπλείστου ῾Ρωμαίων ἡγεῖτο, ἀλλ’ οὑτός γε ὁ Βάβας ἐτύγχανε γὰρ ἐν τῷ τότε κατὰ τὴν Ἀρχαιόπολιν διανυκτερεύσας,) τῷ μὲν θορύβῳ καὶ τῇ βοῇ πάντοθεν περιεβομβεῖτο. ἴως δὲ σκότος ἦν καὶ ἀδηλία τῶν ποιουμένων, ὁ δὲ ἀφασίᾳ εἴχετο πολλῇ, καὶ ἔνδον ἠρέμει· ὡς δὲ, τοῦ ἡλίου ἐπαυγάσαντος τὰς ἀκρωρείας, κατεῖδε τὸ ἀτρεκὲς τῶν τελουμένων, μένων, καὶ τοὺς Διλιμνίτας ὑπὸ τῶν Σαβείρων ἐλαυνομένους, τότε δὲ καὶ αὐτὸς ἐκδραμὼν τοῦ ἄστεος ἅμα τῷ ξυμπαρόντι [*](D) ὁμίλῳ, οὐκ ἐλάχιστόν τι αὐτῶν διεχρήσατο μέρος, ὡς μόλις

[*](8. ὅπη R. 14. ὁ στρατηγῶν R. δὴ oin. R. 15. ἀλλὰ R.)
181

ἐκ τοσούτων οὔπω χιλίους τοὺς ξύμπαντας παρὰ τὸν Ναχοραγὰς [*](A.C. 555 I. I. 29) ἀφικέσθαι.

[*](I. I. 29)

ιθ'. Ὁ δὲ, ἐπειδὴ τῆσδε διήμαρτεν τῆς πείρας, αὐτίκα [*](D) ᾤχετο ἐπὶ τὴν Νῆσον, καὶ ἀγχοῦ που τῶν ῾Ρωμαίων στρατοπεδευσάμενος, προὐκαλεῖτο ἐς λόγους ἀφικέσθαι οἱ τὸν Μαρτῖνον. καὶ παραγενομένῳ, „σὺ δὲ” ἔφη „ὠ στρατηγὲ, ἐς τοσοῦτον ἀγχινούστατός γε ὢν καὶ φρενήρης, καὶ τῶν παρὰ ῾Ρωμαίοις δυνατωτάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου τε καὶ δυσμενείας ἄμφω τὼ Βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς οὕτω δὴ ἐπιπλεῖστον τὴν ἀλλήλων ἐπιλυμαινομένους. εἰ δὴ [*](V.68) οὖν νῦν γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὰς ποιήσασθαι καὶ ξυνθήκας, ἄγε ὅπως αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω τε τὰ τῆς ἐκεχειρίας σχολαίτερον διαλεξόμεθα, πιστοῖς χρώμενοι ἀγγελιαφόροις. εἰ γὰρ μὴ ἑκὼν [*](P.95) εἶναι ἀπάξεις ἐνθένδε τὸ στράτευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα γὰρ ἐγὼ τὴν νίκην ἔχω, καὶ περιβέβλημαι οὐ χαλεπώτερον ἢ τόδε τὸ κτῆμα.” καὶ ἅμα λέγων, τὸν δακτύλιον ἐπεδείκνυεν ὃν ἐπεφέρετο. πρὸς ταῦτα [*](20) δὲ ὑπολαβών· „ἄλλ’ ἔμοηε’’ ὁ Μαρτῖνος„ εὐκτὸν μὲν ἡ εἰρήνη δοκεῖ καὶ τιμιώτατον, καὶ συλλήψομαι σοι προσαγομένῳ τε αὐτὴν καὶ καθιστῶντι· ἄμεινον δὲ, οἶμαι, ταῦτα δράσοιμεν

[*](1. περὶ R. 3. διήμαρτεν τῆς πείρας R., τῆς πείρ. δ. vulg. τε ὢν R. 10. ἔτι λυμαινομένους R. 14. τὰ om. R. 16. ἐνθάδε R. 17. ἔχων περιβ. R. 19. ἐπεδείκνυεν R., ἐπεδείκνυτο vulg.)
182
[*](A. C. 555 I. I. 29)

ὄν, εἴγε σὺ μὲν ὡς τάχιστα ἐς Ἰβηρίαν μεταχωρήσεις, ἐγὼ δὲ ἐλεύσομαι ἐς Μουχείρισιν. οὕτω τε τὰ ἐν ποσὶ διασκεψόμεθα. τῆς δὲ νίκης πέρι σοὶ μὲν ἐξέστω μεγαλαυχεῖν τῷ λόγῳ καὶ αὐθαδιάζεσθαι, καὶ τῶν ἀγοραίων αὐτὴν καὶ αὐθαιρέτων [*](B) ἡγεῖσθαι πημάτων· ἐγὼ δὲ καὶ τοῦτό φημι τῇ τοῦ κρείττονος ταλαντεύεσθαι γνώμῃ, καὶ οὐ παρὰ τοὺς μέγα βρενθυομένους ἰέναι, ἀλλ’ ἐφ’ οὑς ἂν ὁ πάντων προαγωγὸς ἐπινεὐσῃ.’’ οὕτω δὲ τοῦ Μαρτίνου ἀνδρειότατά τε καὶ μάλα ὁσίως ἀποκριναμένου, καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος ἀλαζονείᾳ, οὐδὲν δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν ἀπ’ ἀλλήλων. καὶ ὁ μὲν ἐς τὸ στρατόπεδον ἐπανῆκε, Μαρτῖνος δὲ ἐς τὴν Νῆσον. τῷ δὲ Ναχοραγὰν μενετέα μὲν αὐτοῦ ἥκιστα ἐδόκει, ἐς δὲ τὸν Φάσιν τὴν πόλιν ἰέναι διενοεῖτο, ἐκεῖσέ τε μᾶλλον ἐκκαλέσασθαι τοὺς Ῥωμαίους. ἐπιμαχώτατον γὰρ τὸ ἐκείνη ἔρυμα εἶναι ἐπέπυστο, ἅτε δὴ ξύλοις ἅπαν [*](C) ἐσκευασμένον, καὶ τὰ ἐχόμενα πέδια εὐόμαλά τε καὶ ἀγαθὰ ἐνοτρατοπεδεύσασθαι. ἤδη δὲ ἡ πόλις ὁ Φάσις, ἅπασιν, οἶμαι, διαδηλότατον, ὡς ἐκ τοῦ ποταμοῦ εἴληφε τὴν ἐπωνυμίαν, πλησιαίτατα ὑποῤῥέοντος, καὶ ἀμφ’ αὐτὴν ἐς τὸν Εὔξεινον πόντον ἀπερευγομένου. πρὸς γὰρ τῷ αἰγιαλῷ καὶ ταῖς ἐκβολαῖς τὸ πόλισμα ἵδρυται· ἀφέστηκε δὲ τῆς Νήσου ἓξ μάλιστα παρασάγγαις ἔπι δυόμενον ἥλιον.

[*](8. ἐπινεύσῃ R., ἐπινεύσοι vulg. 9. καἰ ante τῇ om. R. 13. τὸν Φάσιν R., τὴν ᾦ. vulg. 16. εὐόμαλα R., Intpr. exaequatos et patentiores, εὐέμβολα vulg. Secutus sum, constantiac causa, auctoritatem codicis, in prioribus ccrtc libris Lugclunensi longe praestantioris, 21. stadiis centum Intpr. πέντε πὰρ.))
183

κ'. Εὐθὺς δὴ οὖν ὁ Ναχοραγὰν πόῤῥω τῶν νυκτῶν τὰς [*](A. C. 555 I. I. 29) ἀκάτους ὁπόσας ἐφ᾿ ἁμαξῶν ἐπήγετο, ἐς τὸν ποταμὸν ἐμβαλὼν κωὶ συζεύξας , λανθάνει τοὺς ῾Ρωμαίους γέφυράν τέ τινα ἐξ [*](D) αὐτομάτου πηξάμενος , καὶ ἅπαν τὸ πλῆθος ἐς τὸ ἀντιπέραν διαβιβάσας· ἐβούλετο γὰρ ἐς τὰ πρὸς νότον ἄνεμον ἀφικέσθαι τοῦ ἄστεος, ὅθεν δὴ αὐτῷ οὐδαμῶς ἤμελλε τὰ ῥεῖθρα τοῦ ποταμοῦ κώλυμα ἔσεσθαι τῷ περιβόλῳ πελάζοντι· ὑπὸ γὰρ τὸ ἀρκτῷον καταῤῥεῖ καὶ παρατείνεται μέρος. καὶ ὁ μὶν ἀμφὶ τὸ περίορθρον ἄρας ἐκ τῆς ὄχθης, εἴχετο τῆς πορείας, καὶ τὴν Νῆσον ὡς ἀπωτάτω παραμειψάμενος, ἀνὰ τὰ πρόσω ἐχώρει· μόλις δὲ περὶ πλήθουσαν ἀγορὰν οἱ ῾Ρωμαῖοι τὴν διάβασιν ἐγνωκότες, διεταράχθησάν τε καὶ πέρι πλείστου ἐποιοῦντο προτερῆσαι ἀνὰ τὸ ἄστυ τοὺς πολεμίους. τοιγάρτοιτάς τε τριήρεις καὶ ὅσοι τριακόντοροι παρώρμουν πληρώσαντες, ὀξύτατα [*](P.96) τοῦ ποταμοῦ τῷ ῥῷ κατεφέροντο. ἀλλὰ φθάσας ὁ Ναχοραγὰν ἀμφὶ τὸ μεσαίτατον τῆς τε Νήσου καὶ τοῦ ἄστεος ἐτύγχανεν ἤδη, ξύλοις τε καὶ λέμβοις τὸ εὖρος ἅπαν τῆς δίνης διαφραξάμενος, τό τε τῶν ἐλεφάντων στῖφος ὄπισθεν ἐπιστήσας, ἐς ὅσον οἷόν τε ἦν αὐτοῖς τῆς βάσεως ἐφικνεῖσθαι. ὁ δὲ τῶν ῾Ρωμαίων στόλος ταῦτα πόῤῥωθεν ἰδόντες αὐτίκα πρύμναν ἐκρούοντο, πολλῇ τε χρώμενοι ἐς τοὔμπαλιν τῇ εἰρεσίᾳ, χαλεπώτατα πρὸς τὸ ἀντίπρωρόν τε καὶ ῥοῶδες τῆς φορᾶς ἀντανα-

[*](5. ἱκέσθαι R. 12. γε καὶ R. 15. Ante τοῦ ποτ. add, Α ὑπὸ. 19. ἐφικνείσθαι R., ἀφικνεῖσθαι vulg. 20. πρύμνης R. 21 χρώμενος R. 22. ἀντίπρωρόν R., ἀντίπορόν vulg.)
184
[*](A. C. 555 Ι. Ι. 29)

γόμενοι, ἀπεχώρησαν. δύο δὲ ὅμως ναῦς κενὰς τῶν ἐμπλεόντων των εἷλον οἱ πέρσαι. οἱ γὰρ δὴ ἄνδρες ξυλλαμβάνεσθαι μέλλοντες, [*](B) τοῖς ὕδασι παραδοῦναι σφᾶς αὐτοὺς εὐτολμότατα κατεθάῤῥησαν, ἀντὶτοῦ μείζονος, οἶμαι, καὶ προὔπτου κινδύνου τὸ ἔλαττον δεινὸν δήπου ἐλόμενοι, καὶ μετέσχον μᾶλλον ἐκ τῆς τύχης ἀδήλων. τοιγάρτοι ἀφήλαντό τε κουφότατα καὶ ὑποβρύχιοι ἐπιπλεῖστον διανηξάμενοι, μόλις ὡς τοὺς οἰκείους [*](V . 69) ἀπεκομίσθησαν. τότε δὴ οὖν οἱ ῾Ρωμαῖοι Βούζην μὲν στρατηγὸν ἀνὰ τὴν Νῆσον κατέλιπον, ἅμα τῷ οἰκείῳ στρατεύματι ἐπιμελησόμενόν τε τῶν τῇδε ἁπάντων, καὶ ἀλεξήσοντα ἐς ὅ, τι δεήσοι· οἱ δὲ ἄλλοι ἅπαντες κατὰ τὸ ἐγκάρσιον τὸν ποταμὸν περαιωθέντες, καὶ διὰ τῆς χέρσου ἑτέραν τινὰ ὁδὸν πορευόμενοι, ὡς μὴ κατ’ αὐτὰ τοῖς πολεμίοις χωρῆσαι, παραγίνονται [*](C) ἐς ἐκεῖνο δὴ τὸ τοῦ Φάσιδος ἐπώνυμον ἄστυ, καὶ εἴσω τῶν πυλῶν παρελθόντες, διεδάσαντο στοιχηδὸν οἱ στρατηγοὶ τὴν φρουρὰν τοῦ περιβόλου. οὐ γὰρ ᾤοντο ἀξιόμαχοι ἔσεσθαι, εἰ γε συστάδην παρατάξασθαι πειραθεῖεν. πρῶτος μὲν οὖν Ἰουστῖνος ὁ Γερμανοῦ καὶ ὁ ἀμφ’ αὐτὸν ὅμιλος ἐν τῷ ἀκροτάτῳ μέρει τῷ πρὸς θάλατταν νεύοντι ἐτετάχατο· βραχὺ δέ τι ἀπωτέρω Μαρτῖνος εἱστήκει ὁ στρατηγὸς καὶ αἱ Μαρτίνου δυνάμεις ἀμφὶ δὲ τὸ μεσαίτατον Ἄγγιλας μὲν ἔχων Μαυρουσίους πελταστὰς καὶ λογχοφόρους, Θεόδωρος δὲ Tζάν-

[*](3. εὐτολμώτατα R. 6. ἀφήλλαντο R. 8. αὐν om. R. 11. πάντες R. 17. παρατάξασθαι R., παρατάξεσθαι vulg. 19. θάλασσαν R. 22. Μαυρουσίως Sph. Par. Τζάνους vulg., Τζανοὺς R.)
185

νους ὁπλίτας, καὶ Φιλομάθιος Ἰσαύρους σφενδονήτας καὶ ἀκον- [*](Α. C. 555 Ι. Ι. 29) τοβόλους. ὀλίγῳ δὲ τούτων ἀποκεκριμένοι ἐφρούρουν Λαγγοβάρδων ἀπόμοιρα καὶ Ἐρούλων, Γίβρος δὲ ἡγεῖτο ἀμφοτέρων. [*](D) τὸ δὲ λοιπὸν ἅπαν τοῦ τείχους, καὶ πρὸς ἀπηλιώτην ἄνεμον ἀπολῆγον, τοῖς ἑώοις τάγμασιν ἐπεφρόντιστο, ὑπὸ Βαλεριανῷ στρατηγῷ ταττομένοις. οὕτω μὲν ὑπὲρ τοῦ ἐρύματος ἡ τῶν ῾Ρωμαίων στρατιὰ ἐν κόσμῳ παρίστατο.

κα΄. Ἦν δὲ αὐτοῖς καὶ χαράκωμα ἔμπροσθεν καρτερώτατα ἔξειργασμένον, ὡς ἀντέχειν εὐθὺς πρὸς τὰς ἔπιδρομὰς, καὶ ὂν ἐν προβόλου μοιρᾳ ἐγκεῖσθαι τῷ τείχει. ἐδεδίεσαν γὰρ εἰκότως ἐπ᾿ αὐτῷ , ἅτε δὴ ξύλοις τε πεποιημένῳ, καὶ ἄλλως ὑπὸ χρόνου πολλαχοῦ διεῤῥυηκότι. τῷ τοι ἄρα αὐτοῖς καὶ τάφρος μάλα εὐρεῖα πέριξ ὠρώρυκτο, ὕδατός τε ἤδη μεστὴ καὶ ὑπερχειλὴς ἐγεγόνει, ὡς καὶ τοὺς σκόλοπας, οἵ δὴ ἐτύγχανον ξυνεχέστατα ἐμπεπηγότες , διαλανθάνειν καὶ [*](P. 97) ἀποκεκρύφθαι· τῆς γὰρ λίμνης, ἣν δὴ σμικρὰν θάλατταν ὀνομάζουσι, τὴν ἐς τὸν Εὔξεινον Πόντον ἐκροὴν φερομένην ἐνταῦθα μετοχετεύσαντες, ῥᾳδιώς ἅπαντα ἔπλησαν. νῆες δὲ φορτίδες μεγάλαι πρὸς τῇ κυματωγῇ τῆς θαλάττης καὶ ταῖς ἐκβολαῖς του Φάσιδος πλησιαίτατα τοῦ ἄστεος ἐφορμοῦσαι, μετεώρους εἶχον τὰς ἀκάτους , καὶ ἀμφ᾿ αὐτὰ δήπου τὰ καρχήσια τῶν

[*](2. Λογγοβ. Par. 6. τεταγμένοις R. 7. παρίστατο R., παρετέταττο (sic)vulg. 10. ὄν aut dclendum est, autin οἶον mutandum. 11. τε om. R. 16. μικρὰν et 17.εἰς R. 19. τῇ κυματωγῇ Suid. s. h. v., τῇ κυματογῆ̣ Lugd. et ed. pr., τῇ κυματώδει γῇ R. θαλάσσης R.)
186
[*](A.C. 555 I. I. 29)

στῶν ἀνιμηθείσας ναὶ βεβαιότατα αἰωρουμένας, ὡς πολλῶ ἀνέχειν τὰ μεγέθη τῶν πύργων καὶ ὑπερφέρεσθαι. ἄνω δὲ στρατιῶται εἱστήκεσαν, καὶ τῶν ναυτῶν ὁπόσοι εὐθαρσεῖς τε καὶ πολεμικώτεροι, τόξα τε φέροντες καὶ σφενδόνας, μηχανάς τε ἑκηβόλους ἐνθέμενοι, πρὸς τὸ ἐνεργὸν ἤδη [*](B) ἀλλὰ γὰρ καὶ ἕτεραι νῆες διὰ τοῦ ποταμοῦ ἀνηγμέναι, ἐπὶ θάτερον μέρος παρῆσαν, ᾦ δὴ Βαλεριανὸς ἐφειστήκει, ὁμοιότατα ταῖς ἄλλαις ἐξηρτυμέναι, ὡς ἂν ἑκατέρωθεν οἱ πολέμιοι ἐξ ὑπερδεξίων βαλλόμενοι ἀποκρούοιντο, πελασείοντες τῇ πολιορκίᾳ. ὥστε δὲ ταύτας δὴ τὰς ἐν τῷ ποταμῷ ναῦς ἥκιστα ὑπό του πημαίνεσθαι, Δαβραγέζας, Ἄντης ἀνὴρ, ταξίαρχος, καὶ Οὖννός τις λοχαγὸς, Ἐλμίγγειρος νομα, οὗτοι δὴ, προστεταγμένον αὐτοῖς ὑπὸ τῶν στρατηγῶν, επακτρίδας τινὰς ἀμφιπρύμνους δέκα πληρώσαντες ἐκ· τῆς ἀεὶ σφισιν επομένης δυνάμεως, καὶ ὡς ἀνωτέρω προελθόντες, ἐφρούρουν ξὺν ἀγρυπνίᾳ, καὶ περιεσκόπουν τὰς διαβάσεις ἐπιπλέοντες, νῦν μὲν ἐν μέσῳ τῷ ῥείθρῳ, νῦν δὲ ἐφ’ ἑκατέρας τῆς ὄχθης. καὶ [*](C) τοίνυν ἐνταῦθα ξυνηνέχθη τερπνόν τι λίαν κω ἐπίχαρι ὡς ἐν πολέμῳ καὶ παρατάξει. ἔτι γὰρ τούτων ἀνωτέρω αἱ ῾Ρωμαϊκαὶ δύο τριακόντοροι, ἅς δὴ ἔμπροσθεν ἔφην κενὰς ἀνδρῶν ὑπὸ

[*](2. ὑποφέρ. R. 4. τε post τόξα om. R. 7. Pro ᾦ δὴ R. habet lacunam, super qnam recentior manus adscripsit: αἷς. 9. κρούοιντο R. 11. Δαβραγέζας Ἄντης ἀνὴρ. Egregiam hanc cmendationem a Leunclavio, ni fallor, profectam praebet mg. R., ubi in ordine scribitur Δαβραγέζας ἄν τις. Vulg. Δαβραγαζάντης, Intpr. Darragetas vir quidam. Antac Sclavorum natio sunt, ex quorum nomine Anticum se dixit Iustiuiauus. 12. Ἑλμ. R. 20. δύο om. R.)
187

τῶν Περσῶν ἀφῃρῆσθαι· αὗται δὴ οὖν αἱ τριακόντοροι, ὁπλίτας [*](A.C. I. I. 29) ἔχουσαι Μήδους , ἐν τῷ ποταμῷ ἐναυλοχοῦντο καλωδίοις τῆς γῆς ἐξημμέναι. νυκτὸς δὲ ἐπιλαβομένης, οἱ μὲν ἄνδρες ἐν αὐταῖς ἐκάθευδον ἅπαντες· τοῦ δὲ ῥοῦ πολλοῦ φερομένου, καὶ τὰ πείσματα διατείνοντος τῇ ὑπαγωγῇ τῶν ὁλκάδων, ἀποῤῥήγνυται τῇ μιᾷ ὁ δεσμὸς ἐξαπιναίως· ἄφετον δὲ αὐτὴν ἡ δίνη [*](V.70) λαβοῦσα καὶ ἐλευθέραν , καὶ οὔτε εἰρεσίας ἀντιπραττούσης, οὔτε πηδαλίου ἑτέρωθί που ἰθύνοντος, κατάγει πως αὐτὴν ὀξύτατα [*](D) ἐς τὸ πρόσω, καὶ παραδίδωσι τοῖς ἀμφὶ Δαβραγέζαν ᾿Ρωμαίοις. οἱ δὲ ἐσιδόντες, ἄσμενοι εἷλον τὸ θήραμα, καὶ ἐπετέρποντο τῇ ξυντυχίᾳ, ὅτι γε αὐτοῖς ἥδε ἡ ναῦς κενὴ πρότερον ἀπελθοῦσα, τότε δὴ ἀνδρῶν ἀνάπλεως ἐπανῆγεν.

κβ΄. Ἐν τούτῳ δὲ ὁ Ναχοραγὰν ἁπάσῃ τῇ δυνάμει ἐκ τοῦ στρατοπέδου, τῷ ἄστει ἐπέλαζεν, ἀκροβολίσασθαί τε βουλόμενος, καὶ ἀπόπειραν ποιήσασθαι τῶν ῾Ρωμαίων, εἰ ἐπεξίασι· ταύτῃ τε σαφέστατα διαγνῶναι, ὅπως αὐτῷ εἰς ἑτέραν τὰ ἐς τὸν πόλεμον παρασκευαστέα. τότε δὴ οὖν οἱ Πέρσαι ἐπειδὴ ἐς τόξου βολὴν ἀφίκοντο, αὐτίκα οἵγε, τοῦτο δὴ αὐτοῖς τὸ εἰθισμένον, θαμὰ ἐπετοξάζοντο· πολλοί τε τῶν ῾Ρωμαίων τρωθέντες, οἱ μὲν ἔτι ἀμυνόμενοι ἀντεῖχον, ἔνιοι δὲ [*](P. 98) καὶ ἀπόμαχοι ἐγίγνοντο. Ἄγγιλας δὲ καὶ Φιλομάθιος καὶ τῶν ἀμφ’ αὐτοὺς ταγμάτων ἄνδρες ἐς διακοσίους, καὶ ταῦτα προειρημένον ἁπάσῃ τῇ στρατιᾷ ὑπὸ Μαρτίνου μένειν ἕκαστον

[*](3. Pro τῆς γῆς R. τισὶν. 8. πω R. pro που. 9. Δαβραγέζαν R. a 2. m., Δαβραγλεζοις 1. m., Dabracezes Intpr., Δαβραγάζαν vulg. 10. ἐπιδόντες R. 19. θαμὰ om. R.)
188
[*](A.C.555 I. I. 29)

κατὰ χώραν, καὶ ἐκ τοῦ ἀσφαλοῦς ἀπομάχεσθαι, οἱ δὲ τὴν καθ’ αὑτοὺς πύλην ἀναπετάσαντες, κατὰ τῶν πολεμίων ἐχώρουν. Θεόδωρος δὲ ὁ τοῦ Τζαννικοῦ ὁμίλου ταξίαρχος, ἐπεῖχε μὶν τὰ πρῶτα, καὶ ἀνέκοπτε τὴν ὁρμὴν, νεμεσῶν αὐτοῖς τῆς προπετείας. ἔπει δὲ οὐκ ἐπείθοντο, ὑπήγετο καὶ αὐτὸς πλείστοις, [*](Β) οὔτι ἱκὼν, καὶ ἐνεδίδου, εὐθύς τε ἐφοίτα σὺν ὡς μὴ ἀποδειλιᾶν νομισθείη, τούτου τε ἕνεκα μόνου τὸ εὐπρεπὲς τῆς εὐβουλίας προίσχεσθαι· ἤρεσκε μὲν γὰρ αὐτὸν οὐδαμῶς τὰ ποιούμενα, μετέχειν δὲ ὅμως αὐτῶν ἠνείχετο ἐς ὅ, τι ἄρα καὶ τελευτήσαιεν. καὶ μικροῦ γε ἅπαντες αὐτοῦ διεφθάρησαν,1ο εἰ μή τις αὐτοὺς ἑτέρα διέσωσε γνώμη ἐκ τοῦ κρίττονος ἐπιῤῥωσθεῖσα. οἱ γὰρ Διλμνῖται ἀνὰ τὸν ἐκείνῃ χῶρον ἑστῶτες καὶ ἐς φάλαγγα ξυντεταγμένοι, ἐπειδὴ κατεῖδον τὴν ὀλιγότητα τῶν ἐπερχομένων, ὑπεδέχοντό γε αὐτοὺς ἡσυχῆ καὶ ἀνέμενον. ὡς δὲ ἀγχοῦ ἤδη παρῆσαν, αὐτίκα οἶγε ἠρέμα τὰ κέρα ἐπικολπώσαντες, περιβάλλουσιν ἅπαντας, καὶ ἐς ἀκριβῆ κύκλωσιν [*](C) ἐγκατεῖργον. οἱ δὲ Ῥωμαῖοι πάντοθεν περιειλημμένοι, δρᾶσαι μὲν τολοιπὸν οὐδὲν ὁτιοῦν τοὺς πολεμίους διενοοῦντο· εὐπὸν δέ τι αὐτοῖς ἐδόκει καὶ ἄπιστον, εἴγε ἁμωσγέπως διαδράσαιεν. καὶ δὴ ἐπὶ σφᾶς ἑλιχθέντες, καὶ τὰ δόρατα προβεβλημένοι, βεβλημένοι, ἐμπίπτουσιν ἀθρόον τῶν πολεμίων τοῖς πρὸς τῷ ἄστει ἐφεστηκόσιν. οἱ δὲ ἐσιδόντες αὐτοὺς πολλῇ τῇ ῥύμῃ φε-

[*](3. Τζανικοῦ R. 7. δειλιᾷν R. 11. αὐτὸς Sph. Par. 15. ἐπικολπώσαντες R., ὑποκ. vulg. 21. τὸ ἄστυ R.)
189

ρομένους, καὶ οἶον ταῖς ἐλπίσιν ἀπειρηκότας, διέστησαν εὐθὺς [*](A.C. 555 Ι. Ι. 29) ἀπ’ ἀλλήλων, καὶ ἀπεκρίθησαν, οὐκ ἐνεγκόντες ἄνδρας δυσθανατῶντας, καὶ ὅποι αὐτοῖς τὸ θράσος χωρήσει, οὐ λογιζομένους. οὕτω δὲ ἐκείνων ἐφέντων, ἐκδραμόντες οἱ ᾿Ρωμαῖοι [*](D) κατὰ παρεῖκον, ἄσμενοι αὖθις εἴσω τοῦ περιβόλου καὶ τὴν πύλην προσήῤῥαξαν. παρὰ τοσοῦτον μὶν κινδύνου ἵκοντο, οὐκ ἐπ’ ἄλλῳ τῳ ἀριστεύσαντες, ἢ μόνῳ τῷ διαφυγεῖν καὶ ἀποσωθῆναι.

κγ΄. Τοῖς δὲ τῶν Περσῶν ἀχθοφόροις ἐκπλείστου ἐς τὸ τὴν τάφρον καταχωννύναι, τότε δὴ ἅπασα αὐτοῖς ἀνεπέπληστο, καὶ συνῆπτο ἁπανταχόθεν τὸ ἀπερρωγὸς καὶ μεμερισμένον, ὡς καὶ βάσιμον εἶναι τὸ χωρίον στρατιᾷ τειχομοχούσῃ, καὶ τὰς ἑλεπόλεις μηχανὰς οὐ χαλεπῶς ἐνθένδε προσάγεσθαι. μακρὸς δὲ αὐτοῖς κατὰ τὴν πολυχειρίαν ἐν τῷδε τῷ ἔργῳ χρόνος ἐτρίβη. λίθους γὰρ κατὰ τὸ μᾶλλον καὶ χοῦν ἐμβαλόντες, οὐ ῥᾳδίως πρὸς τὰς συγκλείσεις ἐξήρκουν, [*](P. 99) ξύλων οὐ μάλα παρόντων, ὅτι μὴ ὁπόσα πόρρωθεν ἐκ τῆς νάπης κατατέμνοντες ξὺν πόνῳ πολλῷ διεκόμιζον. οἱ γὰρ Ῥωμαῖοι ἐτύγχανον ἤδη πρότερον ἅπαντας τοὺς ἀμφὶ τὸ ἄστυ ἀγροὺς ἐμπρήσαντες, καὶ πρός γε τὰς τῶν ὁδοιπόρων καταλύσεις καὶ εἴ τι ἕτερον ἐνδιαίτημα ὡς πλησιαίτατα ἵδρυτο.

[*](5. παρεῖκον R. et Lugd. corr., παρῆκον vulg. 6. πόλιν R. προσήῤῥαξαν R., προσεῖρξαν vulg. 10. ἐς τὸν (punctis subditis) ταφρὸν R. 14. μακρότερος coni. Cl., Intpr. plus temporis quam. ἢ κατὰ R,. καὶ κατὰ vulg.)
190
[*](A.C. 555 Ι. Ι. 29)

τοῦτο δὲ ἔδρασαν, ὡς ἂν μὴ τὴν ἐνθένδε ὕλην οἱ πολέμιοι πρόχειρον ἔχοντες, εὐκόλως τὰς ἐπιτεχνήσεις τῶν ἔργων ποιοῖντο. ἐκείνης μὶν οὖν τῆς ἡμέρας οὐδέν τι ἀξιαφήγητον ἄλλο [*](V. 71) ἐπράχθη, ἀλλὰ, νυκτὸς ἐπιφοιτώσης, ὁ Ναχοραγὰν ἅμα τοῖς πλήθεσιν ἐς τὸ στρατόπεδον ἐπανῆκεν. τῇ δὲ ὑστεραίᾳ ὁ Μαρτῖνος [*](Β) τὰ τε τῶν φρονήματα φρονήματα ἐπιρρῶσαι βουλόμενος καὶ τοὺς ἐναντίους ἐκπλῆ·ξαι, ἤθροισε μὲν ἐς ταὐτὸ ἅπασαν τὴν τῶν ῾Ρωμαίων στρατιὰν, ὡς δή τι τῶν παρόντων πέρι διασκεψόμενος· εἰσφοιτᾷ δὲ ἀθρόον ἐς μέσον, οὕτω πρὸς αὐτοῦ μεμελετημένον, ἀνήρ τις τῶν οὐ λίαν γνωρίμων, κονιορτοῦ τε ἀνάπλεως, καὶ οἶος ἐκ μακρᾶς ὁδοιπορίας εἰκάζεσθαι, ἥκειν τε ἔλεγεν αὐτίκα ἐκ Βυζαντίου, καὶ γράμμα τοῦ βασιλέως ἐπιφέρεσθαι. λαβὼν δὲ τοῦτο ἀσμενέστατα Ὀῆθεν ὁ στρατηγὸς, καὶ ἀνελίξας, οὐκ ἐν ἀποῤῥήτῳ καθ’ αὑτὸν ἀνελέγετο, οὐδὲ μόνοις τοῖς ὄμμασιν ἡσυχῇ διϊὼν τῷ νῷ τὰ γεγραμμένα, ἀλλ’ λαμπρᾷ τῇ φωνῇ, ὡς ἂν ἅπαντες ἐπαΐοιεν. καὶ τῷ μὲν βιβλιδίῳ ἐκείνῳ ἴσως ἄλλο τι ἐνεγέγραπτο. [*](C) ἦν δὲ ὅμως τὰ βοώμενα τάδε· ἐστάλκαμέν σοι καὶ ἑτέραν στρατιὰν, οὐ μείονα τῆς προσούσης· καίτοι εἰ καὶ πολλῷ πλείους οἱ δυσμενεῖς τυγχάνοιεν ὄντες, ἀλλ’ οὐκ ἐς τοσοῦτον ὑμᾶς ὑπερβαλοῦνται τῷ πλήθει, ὁπόσον ὑμεῖς τῇ ἂν δρίᾳ, ὥστε συμβήσεται τήν τε ὀλιγότητα καὶ τὴν ἀμετρίαν τῶν ἴσων μὴ ἀφεστηκέναι. ὡς ἂν δὲ μηδὲ ταύτῃ ἐκεῖνοι μεγα-

[*](9. πρός γ᾿ αὐτοῦ vulg. 10. μεμελετησμένον R. 15. τῷ νῷ om. R. ig. προσηκούσης R. 23. ἐκ. μεγ. ταύτ. R.)
191

λαυχοῖεν, δέχου καὶ τοῦτον δὴ τὸν στρατὸν, ὥσπερ φιλοτιμίας [*](A. C. 555 Ι. Ι. 29) μᾶλλον καὶ ἐπιδείξεως ἀλλ’ οὐ τοῦ ἀναγκαίου χάριν ἀπεσταλμένους. θαῤῥεῖν τοίνυν καὶ ἔργου ἔχεσθαι σὺν προθυμίᾳ, ὡς ἡμῶν οὐδὲν ὁτιοῦν τῶν δεόντων περιοψομένων.’’ εὐθὺς δὴ [*](D) οὖν ἀνεπυνθάνετο, ὅποι εἴη τὸ στράτευμα. ὁ δὲ οὐ „οὐ πόῤῥω” εἷπεν ἀφεστήκασιν, ἢ μόνον τέσσαρσι Λαζικοῖς παρασάγγαις.’’ καταλελοιπέναι γὰρ αὐτοὺς ἀμφὶ τὸν Νέοκνον ποταμὸν ἔτι αὐλιζομένους. καὶ ὁ Μαρτῖνος ὀργήν τινα τῷ προσώπῳ ὑποκρινόμενος, „ ἀπίωσαν αὖθις’’ ἔφη ὡς τάχιστα, καὶ οἴκαδε ἀναστρεφόντων, ὡς ἔγωγε οὐκ ἄν ποτε αὐτοῖς ἐφείην ἐνθάδε γενέσθαι. δεινὸν γὰρ εἰ τῶνδε τῶν ἀνδρῶν τῶν ἐκπλείστου ἡμίν ξυστρατευομένων, πολὺν ὅσον χρόνον διαπονηθέντων, καὶ πολλάκις πρὸς τοὺς πολεμίους παραταξαμένων, ἤδη τε οὐ πόῤῥω ἡκόντων ἐκποδὼν ποιήσασθαι τὸ ἀντίπαλον, καὶ τελεωτάτην ἀναδήσασθαι νίκην· οἱ δὲ οὕτω κατόπιν τοῦ ἀναγκαίου [*](P.100) παρέσονται, καὶ μονονουχὶ ἀπογευσάμενοι τῶν κινδύνων, εἶτα τὴν ὁμοίαν ἀποίσονται δόξαν , καὶ ἐς ἐκείνους ἀνενεχθείη τὸ πέρας καὶ, τὸ δὴ πάντων ἀδικώτερον, τὰ γέρα ἐπίσης καρπώσονται τοῖσδε. ἀλλ’ ἐκείνοις μὲν αὐτοῦ μενετέα, ἐς ὅσον ἐς τὴν ἀποπορείαν παρασκευάσασθαι, ἀποχρήσουσι δὲ ἡμῖν οὗτοι τὸ λειπόμενον τοῦ πολέμου ἄριστα κατεργάσασθαι.”

[*](5. ὅπη R. 6. Λαζικοῖς R., περσικοῖς vulg., Intpr. stadiis octoginta abesse: recte quidem quoad sensum: cf. supra p. 110. ed. Bonn. v. 20. 7. Neognum Intpr. τὸ ἀντίπαλον R., τὸν ἀντίπ. vulg. 19 καρπώσονται τοῖσδε R., τοῖσδε καρπ. vulg.)
192
[*](A. C. 555 I. I. 29)

καὶ ἅμα ἐς τὸ πλήθη ἐπιστραφείς· Jj οὐχὶ καὶ ὑμῖν ταῦτα’’ δοκεἴ, co ἄνδρες ξυστρατιῶται ; " οἱ δὲ ἐπευφήμησαν ξὺν βοῇ, καὶ ὸικαια εἶναι ἀνέκραγον τὰ τῷ στρατηγῷ βεβου- λευμένα. καὶ οἱ μὲν θαῤὃαλεώτεροι ἐγεγένηντο , καἰ οἶον ὶτέ- [*](B) ρων οὐ ὸεἴσθαι προσβοηθησόντων. μάλιστα γὰρ αὐτοὺς εἷσο ἔριν ἐχινει καὶ φιλοτιμίαν r) τῶν λαφύρων ἐλπὶς, καὶ οοτι αὐτοι οὐκ ἐς μακρὰν αυπαντα ᾤοντο κομιεῖσθαι, ὥσπερ ηνδη τοὺς δυσμενεῖς ἀνελόντες· καὶ τοῦτο μόνον πεφροντισμένον αὐτοῖς ὅπως τὴν λείαν διανεμοῦνται.

κδ΄. Ἀπέβη δὲ ὅμως καὶ θάτερον τῶν Μαρτίνου διανοημάτων. ὁ γὰρ λόγος οὗτος διὰ τοῦ πλήθους ἐξολισθήσας, καὶ πανταχοῦ περιηγμένος , καὶ παρ’ αὐτοὺς ἀφῖκται τοὺς πέρ σὰς, ὡς ἄρα στρατιὰ πτ ἔρα Lcoftuix/] πρὸς τῷ Νεόκνῳ πο- ταμῷ παραγέγονε, καὶ ὅσον οὔπω τοῖς προτέροις ἀναμεΙυὲπαι. ἀφασίᾳ δὴ οὖν ἅπαντες εἴχοντο, δεδιότες εἰ μέλλοιεν, τοσούτοῖς ἤδη πόνοις τετρυχωμένοι, πρὸς νέους ἄλλους καὶ βκμῆ- [*](C) τὰς παρατάττεσθαι πολεμίους. ὁ δὲ Ναχ· oραγὰν οὐδέν τι μελλήσας, καἰ ἴλην τινὰ μπρίαν ἐκ τῶν ΙΙερσαῶν ἔστειλε ταγμάτων ἀνὰ τὴν ἀτραπὸν ἐκείνην, καθ’ ἥν ᾤετο διαβήσεσθαι τοὺς περὶ ὣν ἐτύγχανε rfj φήμη ἐξηπατημένος. οἱ δὲ παραγενόμενοι, γενόμενοι, σπουδῇ τε καὶ ἀγρυπνγᾳ οὐκ ἐν δέοντι ἐχρῶντο. καταλαβόντες γὰρ τὰ ἐπίκαιρα τῶν χωριών , ὑπεκρύπτοντο

[*](6. αυ’τοὶ R. , Iatpr. ρυοd crederent se — σδΡοrιαmrοι , αὐτοῖς vulg. 22. ὁπέκρυπτον R.)
193

αὐτοῦ καὶ ἀνέμενον τοὺς οὐδαμῶς παρεσομένους, γνώμην [*](A.C 555 Ι. Ι. 29) ἔχοντες ἀφυλάκτως αὐτοῖς τῷ ἀπροσδοκήτῳ τυχὸν πρϊοῦσιν ἐπιπεσεῖσθαι, καὶ τὸ τάχος ἀνακόψαι τῆς πορείας, ἕως οἱ [*](V. 72) ἐν τῷ ἄστει ἐκπολιορκηθεῖεν. οὕτω μὲν οὖν δύναμις οὐ λίαν ἐλαχίστη τῶν Περσῶν μάτην ἠσχόλητο, τοῦ ἄλλου πλήθους [*](D) ἀφῃρημένη. εὐθὺς δὲ ὁ Ναχοραγὰν ἐξῆγε καὶ ὣς τὸν στρατὸν, φθάσαι τὴν ἐπήλυσιν δῆθεν βουλόμενος τῶν οὐδαμῶς παρεσομένων, καὶ πολλῷ ξὺν φρονήματι κατὰ τῶν ῾Ρωμαίων ἐχώρει, ἐπικομπάζων ἀναφανδὸν καὶ ἐπομνύμενος, ἠ μὴν αὐθημερὸν τὴν πόλιν ἅπασαν αὐτοῖς ἀνδράσιν ἐμπρῆσαι. ἐπελέληστο γὰρ, ὡς ἔοικεν, ὑπὸ αὐθαδείας ὁ ἔμπληκτος, ὡς ἄρα ἐπὶ πόλεμον ᾔει, πρᾶγμα οὕτως ἀφανές τε καὶ ἀδηλότατον, καὶ πολλὰς ἐπιδεχόμενον ἐφ’ ἑκάτερα ῥοπὰς καὶ μεταβάσεις, μάλιστά τε πάπων, Αἴας τινὸς καὶ ὑπερτέρας ἀνάγκης ἀπηρτημένον, ὅσον κὼ σμικρὸν οὐδὲν ἐν ταὐτῷ γίγνεται, ἀλλ’ ἔθνη [*](P. 101) τε ἀνθρώπων μύρια καὶ πόλεις συχναὶ, καὶ πολιτεία ξύμπασα, οὕτω παρασχὸν, ἀνακινεῖται καὶ διαταράττεται, καὶ τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας σαλεύει. ὁ δὲ ἐς τοσοῦτον ἐπῆρτο ἀλαζονείας, ὡς καὶ τοῖς ἐργοπόνοις καὶ ὑπηρέταις, οἱ δὴ ἀνὰ τὴν ὕλην σκεδαννύμενοι τὰ δένδρα κατέτεμνον, τυχὸν μὲν ξυλείας ἕνεκα, τυχὸν δὲ καὶ ἐπισκευῆς τῶν πολεμικῶν μηχανηάτων· τούτοις δὴ οὖν ἅπασιν ἐκέλευεν, ἐπειδὰν καπνὸν ἀρθέντα θεάσοιντο, τοὺς δὲ γιγνώσκειν ὡς πῦρ ἤδη τῷ τῶν Ῥωμαίων

[*](12. εἴη R. οὕτω R. 14. μάλιστά τε R., μάλιστά γε vulg. 19. έργοποίοις R. 21. καὶ om. R. 23. θεάσαιντο R. ὡς περ R., sed in mg. ὡς πῦρ.)
194
[*](A. C. 555 I. I. 29)

περιβόλῳ εἴη ἐμβεβλημένον, καὶ μεθεῖναι μὲν τὰ ἐν χερσίν ἔργα, δρομαίους δὲ ὡς αὐτὸν ἥκειν, καὶ συνεπιβάλλειν τὴν [*](B) φλόγα, ὡς ἂν ῥᾳδίως ἅπαντα πυρποληθείη. καὶ ὁ μὲν τοιαῦτα ἐφ’ ἑαυτῷ βρενθυόμενος, εἴχετο τῆς ἐφόδου. Ἰουστῖνον δὲ τὸν Γερμανοῦ, (οὐ γὰρ ᾤετο ἐν τῷ τότε τὸν Ναχοραγὰν παρέσεσθαι,) ἔννοιά τις θεόθεν, οἶμαι, εἰσῆλθε πρός τινα νεὼν τῶν παρὰ Χριστιανοῖς σεμνοτάτων, οὐ ποῤῥω τῆς πόλεως ἀφεστηκότα, παραγενέσθαι ὡς τάχιστα, καὶ ἐπιθειάσαι καὶ τοίνυν ἀπολεξάμενος ἐκ τῆς Μαρτίνου καὶ τῆς οἰκείας δυνάμεως [*](C) ὅ, τι καρτερόν τε καὶ μαχιμώτατον, καὶ πεντάκις χιλίους ἱππότας ἄγειρας, ἅπαντάς τε ὡς ἐς πόλεμον ἄριστα ἐξοπλίσας, ὁ δὲ ξὺν ἐκείνοις ἀπήλαυνε, τῶν τε σημείων οἱ ἑπομένων καὶ τῆς ἄλλης στρατηγικῆς εὐκοσμίας. οὕτω δὲ ξυνενεχθὲν, οὔτε οἱ Πέρσαι κατεῖδον τούτους πορευομένους, οὐμενοῦν οὐδὲ οἱ ἀμφὶ Ἰουστῖνον ἐκείνους ἐπιφοιτῶντας. ἀλλ’ ἑτέρωθεν γὰρ ἀφιγμένοι, ἀθρέων τῷ περιβόλῳ προσέβαλλον, πλείονί τε ἥ πρότερον τοξείᾳ ἐχρῶντο , ὡς οὕτω δὴ καὶ μᾶλλον τοὺς ῾ρωμαίους ἐκπλήξοντες, καὶ τάχιστα τὴν πόλιν ἁρπασόμενοι.

[*](D)

κε'. Τοιγάρτοι βέλη ἐφέρετο ἅμα συχνὰ, καὶ εἶτα ἕτερα

[*](2. ὡς αὐτοὺς R. 6. Post νεὼν vulg. et Inlpr. (templum sanctissimum et apud Christianos permagnificum) addunt ἁγιώτατον, quod oin. R. lutpr. praeterca legisse videtur καὶ τῶν; suspicor aulem alteram διττογραφίας scripturam fuissc νεὼν ἁγιώτατον τινὸς τ. π. Χρ. σ., scil. templum sanctissimum, cuidam quem Christiani inprimis vencrantur dicatum. 10. μαχιμώτερον R. 11. ἅπαντάς τε om. R. 16 προσέβαλλον R., προσέβαλον vulg. 18. ἐκπλήξαντες R.)
195

καὶ ἄλλα ἔπὶ τούτοις· ἅπαντά τε τὸν μεταξὺ ἀέρα ἐπεκάλυ- [*](Α. C. 555. I. I. 29) πτον τῇ συνεχείᾳ, ὥσπερ ἀλλήλοις ξυμπεφυκότα. εἴκασεν ἄν τις τὸ χρῆμα νιφετῷ μεγάλῳ, ἢ χαλάζῃ πολλῇ ξὺν βιαίῳ πνεύματι καταῤῥαγείσῃ. ἄλλοι δὲ τάς τε μηχανὰς ἐκίνουν, καὶ βέλη πυρφόρα ἠκόντιζον , ἔς τε τοὺς καλουμένους σπαλίωνας ὑπεισδυόμενοι, πελέκεσι κατὰ τοῦ τείχους ἐπεφέροντο, ὡς ξύλινόν τε ὂν, καὶ ταύτῃ ῥᾳδίως διατεμνόμενον. οἱ δὲ τὸ δάπεδον διορύττειν ἐπειρῶντο, καὶ τῆς πρώτης βάσεως ἐφικνεῖσθαι, οὕτω τε ἀνατρέπειν καὶ διασπαράττειν τὸ ξυμπεπηγὸς καὶ ἐνηρμοσμένον. ἀλλὰ γὰρ καὶ οἱ ῾Ρωμαῖοι, ἔς τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις ἑστῶτες, ἀντεῖχον ξὺν προθυμίᾳ καὶ ἀπεμάχοντο, ὕσπερ τῇ πείρᾳ δεικνύναι βουλόμενοι τὸ μὴ χρῆναι αὐτοῖς ἑτέραν δύναμιν προσγενέσθαι. ἥ τε τοῦ Μαρτίνου ἀπάτη ἐν αὐτῷ δὴ τῷ ἔργῳ διεφάνη, ὡς χρήσιμός τε ἦν καὶ ἐνεργοτάτη. ἅπαντες γὰρ ἀφειδῶς διεπονοῦντο, οὐδένα ὅν- [*](P. 102) τινα τρόπον ἀμυντήριον μεθιέντες. δόρατα μὲν γὰρ πολλὰ ἐκ τοῦ μετεώρου ἀκοντιζόμενα τοὺς πολεμίους ἐτίτρωσκεν , ἅτε δὴ πλήθει γυμνῷ ἐρυμάτων προσπίπτοντα , καὶ οὐδὲ ἐνὸν ἑτέρωθι φέρεσθαι· λίθοῖ δὲ ἁμαξιαῖοι κατὰ τῶν σπαλιώνων ἐῤῥίπτοντο, τὰ πλέγματα καταγνύντες. μείονές τε ἄλλοι διασφενδονώμενοι τὰ κράνη τῶν Μηδῶν καὶ τὰς ἀσπίδας κατέθραυον,

[*](12.ἀπεμάχοντο R., ἐπεμάχοντο vulg. 14. ὢν R. pro ἦν. 15. ἅπαντες R. et Intpr. omnes indesinenter , ἁπανταχοῦ vulg. 16. πάλαι R. 20. διασφενδονώμενοι R., διασφενδονούμενοι vulg.)
196
[*](A. C. 555 Ι. Ι. 29)

πελάζειν τε αὐτοῖς ἐν χρῷ τῷ τείχει οὐ μάλα ἐφίεσαν , βιαιότερον ἐνοχλοῦντες. τῶν δὲ ταῖς ἀκάτοις, ᾗπέρ μοι ἤδη ἐῤῥήθν, [*](V. 73) ἐφεστηκότων , οἱ μὲν τόξοις χρώμενοι πλείστους ἐσίνοντο , ἅτε ἄνωθεν βάλλοντες , οἱ δὲ τῶν μηχανῶν δαημονέστατα ἥπτοντο, τά τε ὑπόπτερα ἐκεῖνα τὰ καὶ ἐς τοῦτο ἐσκευασμένα δοράτια, πολλῇ ξὺν ἀνάγκῃ ἐκτινασσόμενα , ἐπιπλεῖστον ἐφέρετο, ὡς καὶ πολλοὺς τῶν βαρβάρων, πόῤῥωθεν ἐτι ἐπερχομένους, ἐκ τοῦ ἀφανοῦς αὐτοῖς ἵπποις διαπερονᾶσθαι, καὶ καταπίτειν ἐξαπιναίως. βοή τε ἐπιμέγα ἐπῆρτο , καὶ σάλπιγγες ἑκατέρωθεν πολεμιστήριόν τι μέλος ἐπῇδον. οἱ δὲ Πέρσαι καὶ τοῖς τυμπάνοις ἐβόμβουν, καὶ σφοδρότερον ἐπηλάλαζον ἐκπλήξεως ἕνεκα, ὅ τε τῶν ἵππων χρεμπισμὸς καὶ τῶν ἀσπίδων ὁ πάταγος καὶ αἱ τῶλ θωράκων συντρίψεις παμμιγῆ τινα καὶ ἄγριον ἀνέπλεκον ἦχον. ἐν τούτῳ δὲ Ἰουστίνῳ τῷ Γερμανοῦ ἐκ τοῦ νεῶ [*](C) ἐπανιόντι ξυναίσθησις γίγνεται τῶν δρωμένων τῇ τε ταραχῇ καὶ τῷ κτύπῳ. καὶ αὐτίκα τοὺς ἀμφ᾿ αὐτὸν ἱππότας συστρέψας, καὶ ἐς τάξιν τινὰ ἐν κόσμῳ καταστησάμενος, τά τε σημεῖα ἐς ὕψος ἀρθςναι ἐκέλευε , καὶ ἅπαντας ἔχεσθαι ἔργου, γιγνώσκοντας ὡς οὐκ ἀθεεὶ ἔτυχον τοῦ ἄστεος ἔξεληλυθότες, ἀλλ᾿ ἐφ᾿ ᾦ δεδίξασθαι τοὺς πολεμίους τῷ ἀπροσδοκήτῳ, καὶ ἀπελάσαι τῆς πολιορκίας. ὡς δὶ βραχύ τι προελθόντες κατειῖδον τοὺς Πέρσας ἐγκειμένους τῷ περιβόλῳ , τότε δὴ ἀθρόον

[*](1. αὐτοὺς R. in mg. 4. οἱ δὲ R., οἴ τε vulg. 9. βοὴν τὴν R. et in nig. δὲ βοὴ. 13. συντρίψεις R. et Intpr. fracturae , ἐκτρίψεις vulg. 15. γίγνεται R., γίγνηται Lugd. ct ed. pr., γένεται Par. 19 ἀθεΐ R. 20. ἐφ᾿ ὅ R.)
197

ἐμβοήσαντες, ἐμβάλλουσι τῷ μέρει τῷ πρὸς τῇ θαλάττῃ παρατεταμένῳ· [*](A. C. 555 Ι. Ι. 29) ἐνθένδε γὰρ καὶ ἐτύγχανον ἀφιγμένοι. καὶ ἐτύγχανον ἀφιγμένοι. καὶ αὐτίκα οἱ μὲν κοντοῖς, οἱ δὲ σαρίσσαις, οἱ δὲ καὶ ξίφεσι παίοντες, [*](D) τὸ παρεμπῖπτον διέφθειρον· βιαιοτέρας τε τὰς ἐπελάσεις ἀνὰ τὰς στίχας τῶν ἐναντίων ποιούμενοι, κὼ ταῖς ἀσπίσιν ἐξωθοῦντες, παρεῤῥήγνυσαν τὸ ξυνεχὲς καὶ συντεταγμένον.

κς΄. Oἱ δὲ πέρσαι τοῦτον ἐκεῖνον εἶναι τὸν στρατὸν ὑποτοπήσαντες ὃν δὴ παρέσεσθαι ἠκηκόεσαν, κω ὅτι διαλαθόντες τοὺς ἐς τοῦτο ἀποκεκριμένους ἀφίκοντο, θορύβου καὶ δέους ἐνεπίμπλαντο, καὶ χύδην ἐς ἑαυτοὺς ἀνελιττόμενοι, ἀπεχώρουν ἠρέμα ἐς τὰ ὀπίσω, καὶ ἐς ὑπαγωγὴν ἐκινοῦντο. ταῦτα δὲ πόρρωθεν οἱ Διλιμνῖται θεασάμενοι, ἀμφὶ γὰρ τὸ μεσαίτατον τοῦ τείχους ἐμάχοντο,) ὀλίγους μὲν αὐτοῦ κατέλιπον, οἱ δὲ ἄλλοι ἐχώρουν ἐπὶ τὸ πονούμενον. Ἄγγιλας δὲ καὶ Θεόδωρος, [*](P. 103) οἱ τῶν ῾Ρωμαίων ταξίαρχοι, ὦν δὴ καὶ πρότερον ἐπεμνήσθην, ἐπιφρασάμενοι τὴν ὀλιγότητα τῶν μεμενηκότων, ἐπεξίασιν ἀθρόον τοῦ ἄστεος ξὺν ἀποχρώσῃ δυνάμει· καὶ τὸ μέν τι αὐτῶν διαφθείρουσιν, ἔνιοι δὲ ἀποδράσαντες ᾤχοντο· τούτους τε οἱ Ῥωμαῖοι διώκοντες οὐκ ἀνίεσαν. οἱ δὲ ἄλλοι Διλιμνῖται ταῦτα ἰδόντες , οἵπερ ᾔεσαν ὡς δὴ τοῖς πιεζομένοις ἐπαμυνοῦντες, ἐπιστρέφουσιν αὐτίκα ἔπι θάτερα, ὑ-

[*](1. παρατεταμένῳ R. corr. pro vulg. παρατεταγμένῳ, idemque coni. B. Vulc. 2. ἐνθένδε δὲ R. 4. ἐπελάσεις R., ἐπελεύσεις vulg. 10. ἐς αὐτοὺς R. ii. ἀπαγωγὴν R. in mg. 21. μέρη post θάτερα add. R.)
198
[*](A. C. 555 I. I. 29)

παπιάζειν βουλὀμενοι τοῖς Ῥωμαίοις, ἄμεινον εἶναι ἡγοὐμενοι εἰ μᾶλλον τοῖς ὁμοφύλοις ἐς ὅ, τι τάχιστα ἐπαρήξαιεν, σπουδῇ τε ἀτάκτῳ καὶ δρόμῳ πολλῷ ἐφέροντο, ὡς φεύγουσι μᾶλλον ἀπρεπῶς, ἢ ὅτι ἑτέροις ἐπέρχονται, εἰκασθῆναι. ἔθεον [*](B) μὲν γὰρ ὡς δὴ τοῖς οἰκείοις προσβοηθήσοντες , πλέον δέ τι ὑπῆρχεν ἐν αὐτοῖς τοῦ ὀργιζομένου τὸ ταραττόμενον. ἡ δὲ τῶν Περσῶν στρατιὰ, ὁπόση δὴ ὡς πλησιαίτατα παρετάττετο, ἰδόντες τοὺς Διλιμνίτας οὕτω δή τι ξὺν ταραχῇ καὶ ἀκοσμίᾳ φοιτῶντας, ἕτερόν τε οὐδὲν ἢ ὅτι ἀποδιδὸάσκουσι διανοηθέντες, καὶ λογιζόμενοι ὡς οὐκ ἄν ποτε ἐκεῖνοι ἐς τοῦτο αἰσ́χονς ἀφίκοντο, μὴ μεγάλου τινὸς καὶ ἀνυποίστου περιεστηκπός κινδύνου, τότε δὴ καὶ αὐτοὶ τραπέντες ἀγεννῶς ἐσκεδάννυντο. ἡ δὲ μελετωμένη τέως φυγὴ καὶ ὑπολανθάνουσα, τότε δὴ αὐτοῖς ἐς τοὐμφανὲς ἀνεῤῥάγη. ἀλλὰ γὰρ καὶ οἱ Διλιμνῖται ταὐτὰ περὶ τῶν Περσῶν οἰηθέντες, ξυνείποντό γε αὐτοῖς καὶ συνεξέθεον, [*](C) ἀπατήσαντές τε ἅμα καὶ ἐξηπατημένοι. τούτων δὲ γιγνομένων, πλεῖστοι ὅσοι τῶν Ῥωμαίων τοῦ περιβόλου διεκβάντες, λαμπροτέραν τοῖς πολεμίοις εἰργάσαντο τὴν ἀναχώρησιν, ἐπισπόμενοί τε αὐτοῖς, καὶ τὸ ἀεὶ λειπόμενον ἀναιροῦντες. ἄλλοι δὲ ἄλλοθεν ἐπεξιόντες πρὸς τὸ ἀντέχον ἔτι καὶ ξυνεοτηκὸς [*](V. 74) διεπονοῦντο. τὸ μὲν γὰρ λαιὸν κέρας τῶν βαρβάρων οὕτω

[*](3. ἐφέροντο R. et Intpr. ferebantur, ἐπεφέροντο vulg. 7. ὁπόση δὴ ὡς R., ὅπως ἤδη vulg. 9. ἕτερόν τι R. 13. τέως R. Lugd. (Cl.), τε ὡς Edd. 14. ταυτα R. 15.ξυνέθεον R., συνέθεον Lugd. 1. m. 16. γινομένων vulg. 17. διεκβάντες R., ἐκβάντες vuig. 18. ἀναχώρησιν R., ἀποχώρησιν vulg.)
199

δή τι περιφανῶς ἐκεκμήκει καὶ διελέλυτο. οἱ δὲ ἐπὶ τῷ ἑτέρῳ [*](Α. C. 555 I. I. 29) ξυντεταγμένοι καρτερώτατα ἀπεμάχοντο. οἱ τε γὰρ ἐλέφαντες ἀντ’ ἐρύματος προβεβλημένοι καὶ ἐπεισπηδῶντες, διετάραττον αὐτίκα τὸν συνασπισμὸν τῶν Ῥωμαίων εἴπου ξυσταίη· οἵ τε ὑπὲρ τούτων ὀχούμενοι τοξόται λίαν ἐσίνοντο τοὺς ἐπιόντας, [*](D) οἷα ἐς ὕψος ἠρμένοι , καὶ τῷ ὑπερανέχειν εὐσκοπώτοτα βάλλοντες· αἱ τε τῶν ἱππέων ἴλαι, διεκτρέχουσαι, ῥαδίως προσέβαλλον καὶ ἠνώχλουν ἀνδράσι πεζοῖς καὶ ἐμβριθέστερον ὡπλισμένοις· ἤδη τε οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ἐκκλίναντες ἀπηλαύνοντο.

κζ’. Ἀνὴρ δέ τις ἐν αὐτοῖς τῶν Μαρτίνου δορυφόρων, Ογναρις ὄνομα, ἐν στενωτάτῳ χωρίῳ ξυνειλημμένος, ὡς μηδὲ τὸ ἀποδιδράσκειν αὐτῷ ἐλεύθερον εἶναι καὶ ἐφειμένον, αὐτίκα ὅγε ἀπειρηκὼς τοῖς ξυνενεχθεῖσι , καὶ ὥσπερ τῆς τύχης ἀποπειρώμενος, ἐπιόντα οἱ δεινῶς τὸν θρασύτερον τῶν ἐλεφάντων πλήττει βιαίως ἀνὰ τὴν ὀφρὺν τῷ δόρατι, καὶ ἐμπήγνυσι [*](P.104) τὴν αἰχμὴν, ὡς ἅπαν τὸ λοιπὸν ἀπῃωρῆσθαι. ὁ δὲ πρός τε τὴν πληγὴν δυσανασχετῶν, καὶ πρός γε τοῦ δορατίου ἀμφὶ τὸν ὀφθαλμὸν κραδαινομένου ἐκταραττόμενος, ὑπεξήγετο ἀθρόον ἐς τοὔμπαλιν ἀνασκιρτῶν καὶ περιδονούμενος, τήν τε προνομίαν νῦν μὲν ὡσπερ ὕσπληγγα περιτινάσσων ἔπληττε πολλοὺς τῶν περσῶν καὶ ἐξηκόντιζε, νῦν δὲ ἐς μῆκος ἐκτείἐπεοσπηδῶντες

[*](3. R., ἐπεκπηδῶντες vulg. 4. συνασπιμὸν sph. Par. 8. ἠνόχλουν Par. 9. ἐκκλίνοντες R. 12. Ὄγναρις R. et Intpr., Ὄγναρος vulg. στενωτάτῳ R., στενοτάτῳ vulg. 17. ἀπῃωρῆσθαι R., ὑπηωρεῖσθαι vulg. 20. περιδονούμενος R., περιδινούμενος vulg. 22. νῦν δὲ R., νῦν μὲν vulg.)
200
[*](A. C. 555 I. I. 29)

νῶν τραχύν τινα καὶ ἄγριον ἦχον ἀφίει. αὐτίκα δὲ τοὺς ὕπερθεν ἑστῶτας ἀποσεισάμενος κατέβαλε, καὶ ἐμπατήσας διέφθειρεν. ἔπειτα δὲ καὶ ἅπαντα τὸν Περσικὸν ὅμιλον ἀνεσόβει, τούς τε ἵππους ἀναχαιτίζων οἶς ἂν ἐμπελάσειε, καὶ τοῖς [*](B) ὀδοῦσι τὸ ἐπιψαῦον διατεμνόμενος καὶ ἀναχαράσσων. καὶ ἦν ἅπαντα ὀλοφυρμοῦ ἀνάπλεα καὶ θορύβων. οἱ μὲν γὰρ ἵπποι τῇ χαλεπότητι τοῦ θηρίου ἐπτοημένοι, οὐ μάλα τοῖς ῥυτῆρσιν ἐπείθοντο, ἀλλὰ τὰς ἐμπροσθίους μετεωρίζοντες ὁπλὰς, ἔξεκύλιον τοὺς ἐλατῆρας, οὕτω τε ἄτακτα διὰ τοῦ πλήθους ἐζήλλοντο, πνευστιῶντες θαμὰ καὶ φριμασσόμενοι. τῶν δὲ ἀνδρῶν ἐς ἑαυτοὺς ἀναχωρούντων, ἁπάντων τε ὠθούντων ἀλλήλους καὶ παραγκωνιζομένων, καὶ ἑκάστου προτερῆσαι τὸν πέλας ἐπειγομένου, πλεῖστοι ὅσοι ἐπείνοντο ὑπὸ σφῶν, τοῖς τῶν φιλτάτων τε καὶ ὁμοφύλων ξίφεσι περιπταίοντες. οὕτω δὲ τῆς ταραχῆς [*](C) ἐπιμέγα ἰούσης, οἱ Ῥωμαῖοι, ὁπόσοι τε ἤδη ἐτύγχανον ὑπεκβάντες τοῦ περιβόλου καὶ εἴ που τι αὐτῶν ἔνδον ἐλέλειπτο, τότε δὴ ἅπαντες ἐς μίαν τινὰ φάλαγγα συσπειραθέντες, καὶ τὸ μέτωπον ὡς καρτερώτατα ταῖς ἀσπίσι φραξάμενοι, ἐμπίπτουσι ξυγκεχυμένοις ἔτι τοῖς πολεμίοις. οἱ δὲ τῷ ἤδη προπεπονηκέναι τὴν προσβολὴν οὐκ ἐνεγκοιντες, ὠκύτατα ἔφηον· οὐδὲ τοῦτο δρῶντες ἐν τάξει, οὐδὲ ὥστε καὶ ἀμύνεσθαι τοὺς

[*](4. ἀμπελάσειε (punctis sub αμ subditis) R. 6. θορύβων R. θορύβου vulg. 8. ὁπλ. μετ R. 11. ἁπάντων τῶν R., sed corr. τε. 71. ἐς om. R.)
201

ἐπιόντας, ἀλλ’ ἐσκεδάννυντο ἄλλος ἄλλοθι ὥσπη ἑκάστῳ προύχώρει. [*](A. C. 555 I. I. 29) ὁ δὲ Ναχοραγὰν, ἀλλὰ γὰρ καὶ αὐτὸς τῷ παραλόγῳ τῶν γιγνομένων καταπεπληγμένος ἐς τὰ ὀπίσω δρομαῖος ἀπήλαυνε, σημαίνων ἅπασι τῇ μάστιγι καὶ ἐγκελευόμενος ὡς ταχιστα φεύγειν, τοῦτο δὴ τὸ πρὸς ἐκείνων ἤδη πρασσόμενον. οὕτως [*](D) ἄρα αὐτῷ τὰ τῆς ὑψηγορίας ἐς τοὐναντίον ἀπέβη. οἱ δὲ Ῥωμαῖοι οὐ πρότερον ἀνῆκαν διώκοντες τοὺς βαρβάρους καὶ ἀναιροῦντες, πρίν γε δὴ ὁ Μαρτῖνος, ἀποχρῆναι ἡγούμενος, ἀνεκαλεῖτό τε αὐτοὺς ὑπὸ τῇ σάλπιγγι, καὶ τὸν θυμὸν ἔξημέρου. οὕτω τε οἱ πέρσαι μόλις εἰς τὸ οἰκεῖον στρατόπεδον ἀπεσώθησαν, οὐ μεῖον ἢ δέκα χιλιάδας μαχίμων ἀνδρῶν ἐν τῷδε τῷ ἔργῳ ἀποβεβληκότες.

κή. Οἱ δὲ Ῥωμαῖοι ἐκ τῆς διώξεως ἐπανελθόντες, τούς τε σπαλίωνας ἐνέπρησαν, καὶ ὁπόσα ἄλλα Περσικὰ μηχανήματα ἀμφὶ τὸ τεῖχος ἐλέλειπτο. ἐντεῦθεν δὲ φλογὸς μεγάλης [*](P.105) ἀρθείσης, οἱ τὴν ὕλη κατατέμνοντες ὑπηρέται τῶν Περσῶν καὶ ἀχθοφόροι, ἰδόντες πόρρωθεν καπνὸν εἰς ὕψος ἀνέρποντα, καὶ ἐπὶ πολὺ τοῦ ἀέρος ἀνελιττόμενον, αὐτίκα οἱ δείλαιοι ἐπὶ τὸ ἄστυ ἐχώρουν, οἰηθέντες, ὡς που τῷ Ναχοραγὰν πρότερον ἐκεκόμπαστο, τὸν περίβολον πυρπολεῖσθαι. τοιγάρτοι ξὺν

[*](1. ὥσπερ R. 3. ἀπήλαυε sph. Par. 5. τὸ post τοῦτο δὴ aclcl. ex R. 9. ἀνεκαλεῖτό τε R., ἀνεκάλει τότε vulg. 11. ἀνδρῶν R., ἀνδρ. μ. vulg. 16. τῶν Περσῶν add. ex R. et Intpr. Persae, qui materiam caederent, ministri simul. 20. τοιγάρτοι om. R.)
202
[*](A. C. 555 I. I. 29)

πολλῷ τῷ δρόμῳ ἐφέροντο, δεδιότες, οἶμαι, μὴ σφᾶς παραδράμοι ὁ τοῦ ἔργου καιρὸς, καὶ ἅπαντα τεφρωθείη, πρὶν δὴ αὐτοὺς [*](V. 75) ἀφικέσθαι. ἅμιλλά τε ἦν αὐτοῖς ὑπὲρ τοῦ τάχους, οὐκ ἐπισταμένοις ὡς τῷ νικῶντι συμβήσεται πρώτῳ τεθνάναι. ἅπαντες γὰρ ἀμοιβαδὸν ὑπὸ τῶν Ῥωμαίων ἁλισκόμενοι, κατεκτεινοντο, [*](B) ὥσπερ τοῦδέ γε ἕνεκα μόνου παραγιγνόμενοι. ἀπολώλασι τοιγαροῦν οὐ πολλῷ ἐλάσσους τῶν δισχιλίων. τοσούτοις ἀνδράσιν ἐργοπόνοις, καὶ τὰ πολέμια ἥκιστα μεμελετηκόσιν, ἐς τε παράταξιν οὐπώποτε ἀφιγμένοις, αὐτομάτου τινòς καὶ παραλόγου ὀλέθρου ὁ Ναχοραγὰν αἰτιώτατος γέγονεν, ἀνόητα παρακελευσάμενος. οὕτως ἄρα ἡ ἀλαζονεία οὐ μόνον αὐτοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὑς ἂν ἐκεινοις ὑπηρετεῖν συμβαίη καὶ πείθεσθαι. τούτων δὲ ὧδε ξυνενεχθέντων, οἱ μὲν Ῥωμαῖοι εὐέλπιδες ὑπῆρχον ἐς τὰ μάλιστά, ὡς καὶ αὖθις ῥᾳδίως περιεσόμενοι εἴγε ἄρα καὶ ἀναμαχεῖσθαι [*](C) οἱ βάρβαροι πειραθεῖεν. ὅσοι δὲ αὐτῶν ἐν τῇ μάχῃ ἐτεθνήκεσαν, (ἦσαν δὲ οὐ πλείους ἢ διακόσιοι,) τούτους δὴ εὐπρεπέστατα ἔθαψαν, ὑπεραγάμενοι τῆς προθῳμιας, ὡς ἄνδρας ἀγαθοὺς ἀποδεδειγμένους τοὺς δὲ τῶν πολεμίων νεκροὺς σκυλεύσαντες, ὅπλων τε ἄφθονον πλῆθος καὶ ἄλλων χρημάτων, περιεβάλοντο. οὐ γὰρ μόνον ἀσπίδας καὶ θώρακας τυχὸν καὶ γωρυτοὺς βελῶν ἔνιοι τῶν κειμένων ἐπεφέροντο, ἀλλὰ πρε-

[*](6. παραγιγν. R., παραγιμ. vulg. 10. αἴτιος R. 11. ἀνόητα R. εt Intpr. stolide, ἀνόνητα vulg. 12. ἐκείνοις om. R. 17. τούτους δὲ R. 21. περιεβάλλοντο R. 22. γωρυττους Edd.)
203

πτοὺς παγχρύσους καὶ περιδέραια καὶ ἐλλόβια, καὶ ἄλλα [*](A.C. 555 Ι. Ι. 29) ἄττα τοιάδε θηλυπρεπῆ ποικίλματα καὶ περίεργα, ὁποίοις ὁποίοις οἱ ἐντιμότεροι τῶν Μηδῶν ἐναγλαίζονται, τοῦ μᾶλλον εἶναι ἠρίδηλοι καὶ τοῦ ἄλλου ὁμίλου ἀποκεκρίσθαι. ὁ δὲ Ναχοραγὰν, [*](D) ἐπειδὴ αὐτὸν τά τε ἐπιτήδεια ἐλελοίπει, καὶ ἤδη χειμῶνος ὥρα ἐπεγίγνετο, ἐῴκει μὲν αὖθις πολεμησείοντι, καὶ ἐς τόδε συσκευαζομένῳ. οὐ μὴν ἔργῳ τὸ βούλευμα ἐπετέλει, ἀλλὰ τὸ τῶν Διλιμνιτῶν στῖφος τῇ ὑστεραίᾳ ἐκπέμψας ἀνὰ τὸ σταδιον, καὶ ἐς ἐκείνους ὁρᾷν τοὺς Ῥωμαίους ἀναπείσας, ταύτῃ τε δόκησιν παρασχόμενος τοῦ ἐπελεύσεσθαι, αὐτίκα ὅγε σχολαίτερον ἅμα τοῖς ἄλλοις στρατεύμασιν ἐπὶ Κοτάϊσιν καὶ Μουχείρισιν ἐπορεύετο. ὡς δὲ πλεῖστον ἤδη τῆς ὁδοῦ προεληύθει, τότε δὴ καὶ οἱ Διλιμνῖται λύσαντες τὴν τά·ξιν, εὐκολώτατα ἀπεχώρουν, ἅτε δὴ κούφως ἀεὶ ἐσταλμένοι, καὶ ἄλλως ἄλκιμοι καὶ ποδώκεις. παρῆσαν δὲ αὐτοῦ καὶ ἡ ἄλλη περσικὴ ἀπόμοιρα, οἱ δὴ ἐτύγχανον παρὰ τὸν Νέοκνον ποταμὸν πρότερον ἀπεσταλμένοι διὰ τὴν Μαρτίνου ἀπάτην, ἀπάτην, ῄπέρ [*](Ρ. 106) μοι ἤδη ἐρρήθη. γνόντες γὰρ ὡς ἐνενίκηντο μὲν οἱ πέρσαι, οἱ δὲ Ῥωμαῖοι ἁπάσης ἤδη τῆς χώρας ἐκράτουν, αὐτίκα οἵγε πορείαν τινὰ διαλανθάνουσαν καὶ τῶν λεωφόρων ἀποκεκριμένην διανύσαντες εἰς Μουχείρισιν ἵκοντο, τῶν μὲν ἀγώνων ἥκιστα μετασχόντες, τοῦ δὲ τῆς φυγῆς αἴσχους πολλῷ ἔτι

[*](1. περιδεῤῥαῖα vulg. 2. ὁποίους sph. Par. 6. ἐῴκει est in mg. Lugd., ἐδόκει idem in ord et R., Iutpr. videbatur. 10. σχολαιότερον R. 11. Κοταίσιον Ecld. 12. ἐπορεύετο R., ἐπορεύοντο vulg. 15. αὐτοῦ κ. ἡ ἄλλη R., κ. ἡ ἄ. αὐτ. vulg. 20. ἀποκεκρυμμένην R.)
204
[*](A. C. 555 Ι. Ι. 29)

ἀκλεέστερον μετειληφότες. ἐπειδὴ οὖν ἅπας ὁ στρατὸς ἐνταῦθα ἐτύγχανε ξυναγηγερμένος, τότε δὴ τὸ πλεῖστον τῆς ἱππικῆς [*](B) δυνάμεως καταλιπὼν, ἰλάρχην τε αὐτοῖς ἐπιστήσας Οὐαφρίζην, ἄνδρα τῶν παρὰ πέρσαις γνωριμωτάτων, αὐτὸς ξὺν ὀλίγοις ἐς Ἰβηρίαν ἀπενόστησεν, ὡς ἐκεῖσε διαχειμάσων.

[*](1. ἀκλεεστέρου R. in mg. 2. ξυνεγηγερμένος R. 4. παρὰ add. ex R. et Intpr. apud Persas.)