Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

α'. Τὰ μὲν οὖν παρὰ Πέρσαις νόμιμα, καὶ ἡ ποικίλη [*](A. C. 554 I. I. 28 P. 72 V. 52) τῆς σφῶν πολιτείας μεταβολὴ καὶ, ὁπόσα χρῆναι ᾠήθην περὶ Χοσρόου καὶ τοῦ κατ᾿ αὐτὸν γένους εἰρῆσθαι, ταῦτα δὴ οὖν

138
[*](A. C. 554 I. I. 28)

ἅπαντα, εἰ καί μακροτέρῳ ἐξείργασται λόγῳ, καὶ οὐ λίαν ἔχεται τῶν προτέρων , ἀλλ᾿ οὐ περιττά γε ἴσως δόξειεν ἂν, οὐδὲ ἄχρηστα , μᾶλλον μὲν οὖν καὶ τὸ θέλγον, ὡς ἐμὲ ἡγεῶθαι, ξὺν τῷ ὠφελίμῳ ἀπειληφότα. ἐθέλω γὰρ, εἰ ἐπ᾿ ἐμοὶ εἴη, καὶ περιπλειστου ποιοῦμαι, ταῖς Μούσαις, φασὶ, τὰς Χὰριτμς [*](B) καταμιγνύναι. καίτοι ἑτέρωθί με καθέλκουσιν αἱ φροντίδες καὶ ἕπομαί γε οὔτι ἑκὼν εἶναι τῇ περιαγούσῃ ἀνάγκῃ. ἡ γάρ μοι ξυγγραφὴ, τοῦτο δὴ τὸ μέγιστόν τε καὶ σεμνότατον ἔργον καὶ πάσης ἀσχολίας ὑπέρτερον, εἴποι ἂν ἡ λύρα ἡ Βοιωτία, ὁδοῦ τε καὶ βίου πάρεργον γίγνεται, καἰ οὐκ ἔνεστι μοι ὠς [*](P. 73) ἥδιστα ἐμβιῶσαι τοῖς ποθουμένοις. δέον γὰρ τοὺς πάλαι σοφοὺς σχολαίτερον ἀναλέγεσθαι μιμήσεως ἕκατι, ἅπαντά τε τὰ ἑκασταχοῦ ξυμφερόμενα γνωματεύειν ἐς τὸ ἀκριβὲς καὶ ἀναπυνθάνεσθαι, ἀνειμένον τε ἀμφὶ ταῦτα ἔχειν τὸν νοῦν καἰ ἐλεύθερον· ἀλλ᾿ ἔγωγε , ἥμενος ἐν τῇ βασιλείῳ στοᾷ , βιβλιδιασ πολλὰ δικῶν ἀνάπλεα καὶ πραγμάτων ἔξ ἑωθινοῦ μέχρι καὶ ἐς ἥλιον καταδύντα ἐκμελετῶ καὶ ἀνελίττω· καὶ λίαν μὲν ανχθομαι τοῖς ἐνοχλοῦσιν, ἀνιῶμαι δὲ αὖθις εἰ μὴ ἐνοχλοῖεν, ὡς οὐχ οἷόν τέ μοι ὂν τῶν ἀναγκαίων ἀποχρώντως ἐμπίπλασθαι ἄνευ πό̣νου καὶ δυσπαθείας. πλὴν ἀλλ᾿ οὐδ᾿ ὣς ἀνήσω τοὐμὸν, [*](B) οὐδὲ ἀποπαύσομαι ἔστ᾿ ἂν ὁ ἔρως με ανγη, εἰ καί μοι τις νεμεόήσειεν ὡς ὑπερτέρων ἐφιεμένῳ, καὶ, τὸ λεγόμενον, ἐν πιθ

[*](2. δόξοιεν R. 19. ὂν τῶν R. (Cl.), ὄντων vulg, ἐμπίσομαι R., ἐμπιπλᾶσθαι vulg. 21. ἀποπαύσομαι R., παοσομαι vulg. καὶ μὴ R.)
139

φιλεργοῦντι τὴν κεραμείαν. εἰ γάρ τῳ καὶ δόξειεν εἶναι τάμὰ [*](Α. C. 554 I. I. 28) νόθα γε ὡς ἀληθῶς καὶ ἀνεμιαῖα , καὶ οἶα ψυχῆς ἐς πλεῖστα μεριζομένης κυήματα, ἀλλ’ ἐμαυτὸν γοῦν ἴσως ἀρέσκοιμι ἂν, καθάπερ τῶν ᾀδόντων οἱ ἀμουσότατοι. ὡς ἂν δὲ μὴ περαιτέρω ἐκδρομὰς ποιούμενος καὶ μεταβάσεις ἐς ἀπειροκαλίαν ἐκφέρεσθαι δόξαιμι, αὖθις δὴ ἔμοιγε τῶν Κολχικῶν ἀγώνων καὶ τοῦ προτέρου λόγου μεταληπτέα.

β΄. Τότε γὰρ ὁ Χοσρόης, ἠγγελμένον αὐτῷ ὡς τεθνηκὼς [*](V.53) εἴη ὁ Μερμερόης, περιήλγησεν μὲν, ὡσπερ εἰκὸς, τῇ ξυμφορᾷ καὶ ἠνιάθη· ὡς ἂν δὲ τὰ ἐν Λαζικῇ στρατεύματα μὴ χηρεύοιεν ἡγεμόνος, αὐτίκα ὅγε στρατηγὸν τὸν Ναχοραγὰν ἀναδείκνυσιν, ἄνδρα τῶν σφόδρα λογίμων τε καὶ καὶ τῷ μὲν τὰ ἐς τὴν πορείαν παρεσκεύαστο καὶ ἤδη ἐχώρει. ἐν ᾧ δὲ ἦν ἐκεῖνος ἐν τούτοις, παράλογα ἀττα καὶ ἄθεσμα ἐν τῇ Κολχίδι χώρᾳ ξυνέβη. ἐπειδὴ γὰρ οἱ Ῥωμαῖοι, ὡσπερ μοι πρότερον ἐῤῥήθη, ἀκλεέστατα ἐτύγχανον πεφευγότες, καὶ τὰ πράγματα τὸ μέρος καταπροέμενοι τοῖς πολεμίοις, Τουβάζης ὁ τῶν Λαζῶν βασιλεὺς, οὐκ ἀνεκτὸν ἡγούμενος τὸ αἶσχος, δεδιὼς δὲ μᾶλλον μή τι καὶ πέρα τούτων ἁμαρτηθείη, αὐτίκα Ἰουστινιανῷ ἐ·ξήγγειλεν ἕκαστα, καταιτιώμενος [*](D) τοὺς στρατηγοὺς, καὶ ἅπαν τὸ ξυνενεχθὲν εἰς τὴν

[*](4. ἀμουσότατοι R., ἀμουσότεροι vulg. 6. αὖθις δὲ R. 8. τεθνηκὸς R. et Lugd. 11. Ναχοραγὰν R., Ναχωραγᾶν vulg. 16. ἐῤῥέθη R. 17. Bon. Vulc. coni. τὸ αὐτῶν μέρος. 18. Τουβάζης R. et Lugd., Τουβάσης edd.)
140
[*](A. C. 554 I. I. 28)

ἐκείνων ἀνάγων ἀβελτηριάν, καὶ πλέον ἐπεκάλει τῷ Βέσσα̣, καὶ μετ᾿ ἐχεῖνον Μαρτίνῳ καὶ Ῥουστικῳ. οὗτος δὲ Ῥούστικος ἦν μὲν Ἑλληνογαλάτης τὸ γένος, παρῆν δὲ αὐτόσε οὐχ ὥστε στρατηγὸς ἢ ταξίαρχος ἢ ἄλλο τι εἶναι τῶν παρατάξεων μέρος, ταμίας δὲ μόνον τῶν βασιλέως χρημάτων, οὐ μὴν τῶν ἐκ τῆς δασμοφορίας ἐρανιζομένων, (ἄλλῳ γάρ τῳ ταῦτα ἐπετέτραπτο,) ἀλλὰ τῶν ὅσα ἐκ τῶν βασιλειῶν θησαυρῶν ἐπεπομφει, ἐφ᾿ ᾧ τοὺς ἀριστεύοντας ἐν ταῖς μάχαις τὰ προσήκοντα [*](P. 74) κομίζεσθαι γέρα. ἐντεῦθέν τε οὐκ ἄσημος ἦν ὁ ἀνὴρ, ἀλλὰ καὶ λίαν τῶν δυνατωτάτων, ὡς καί κοινωνὸς εἶναι τῶν ἀποῤῥήτων, βέβαιά τε τότε δοκεῖν καὶ πιστότερα τὰ παρὰ τῶν ἀρχόντων ἀναγγελλόμενα, ἡνίκα ἂν ἐκεῖνον ἀρέσκῃ. Ἴουστινιανὸς δὲ ἤδη καὶ πρότερον χαλεπαίνων τῷ Βέσσᾳ, ὅτι δὴ Πέτρας ἑλὼν τὸ φρούριον, πρὶν ἀφικέσθαι τὸν Mερμεροην, δέον αὐτὸν τὰς ἔξ Ἰβηρίας εἰσόδους καρτερώτατα διαφράξαι, συλλαμβανούσης αὐτῷ τῆς φύσεως τῶν χωρίων, ταύτῃ τε ἄβάτω τοῖς βαρβάροις τὰ Λαζικῆς ὅρια καταστῆσαι, ὁ δὲ τοῦτο μεθῆκεν ὑπὸ ῥᾳστώνης, ἀργυρολογῶν δὲ περιενοστει τὰς πόλεις τὰς ὑπ᾿ αὐτῷ τεταγμένας. ἐκεῖνα δὴ οὖν ὁ βασιλεὺς μεμνημένος, [*](B) ἐπειδὴ καὶ ταῦτα ἐπέπυστο, αὐτίκα ἐπείθετο· καὶ τοίνυν παραλύσας τὸν Βέσσαν τῆς ἀρχῆς, καὶ πρός γε ἀφελόξμενος ἀφελόμενος αὐτὸν τὰ οἰκεῖα, ἐς Ἀβασγοὺς ἐξέπεμψεν, ἐκεῖσε μενοῦντα

[*](6. ἄλλως γὰρ τε R. ταῦτα ἐπετέτραπτο R., έπετετρ. τ. vulg. 10. κοινὸς R., sed in mg. κοινωνὸς.)
141

ἴως ἂν ἕτερόν τι ἐπ’ αὐτῷ διανοηθείη. τῷ δὲ Μαρτίνῳ πολλὰ [*](Α. C. 554 I. I. 28) νεμεσήσας, ὅμως αὐτῷ τὰ πρωτεῖα τῆς ἡγεμονίας παρέσχετο· καὶ ἦν ἐν τοῖς στρατηγοῖς πρώτιστος μὲν αὐτὸς, Ἰουστῖνος δὲ δεύτερος, καὶ Βούζης αὖ μετ’ ἐκεῖνον, καὶ ἑξῆς οἱ ἄλλοι ὡς ἕκαστοι. ἀεὶ μὲν οὖν καὶ πρότερον Μαρτίνῳ τε καὶ Ῥουστίκῳ οὐκ ὀρθῶς τὰ ἐς Γουβάζη ἀλλὰ δυσμένειά τις αὐτοῖς ὑπετύφετο, βαρεῖά τε καὶ δεινοτάτη τάτη ὅσῳ καὶ διελάνθανε, λαβοῦσα μὲν τὴν ἀρχὴν ὑπὸ φθόνου [*](C) καὶ βασκανίας, ἀρθεῖσα δὲ κατὰ τὸ μᾶλλον τῷ συνεχεῖ καὶ ἀλογίστῳ τῆς ὑποψίας. ἅπαν γὰρ ὁτιοῦν ὑπ’ αὐτοῦ γιγνόμενον τῷ πεπονθότι τῆς ψυχῆς ἔξετάζοντες, καὶ πάντως ὑπέτρεφον τὸ χαλεπαῖνον καὶ ἐπεῤῥώννυον. ἐπεὶ δὲ ἐκεῖνος ὑποτοπήσας τὸ ἔχθος, καἰ τολοιπὸν ἐς τὸ ἀντιλυπεῖν προηγμένος, ἐκακηγόρει γε αὐτοὺς πολλάκις ὡς ἀνάνδρους καὶ ἀλαζόνας, καὶ οὐδὲν ὁτιοῦν μέλον αὐτοῖς τῶν πρακτέων, ἔς τε τὰ ξυμπόσια καὶ τοὺς ξυλλόγους νεμεσῶν ἀεὶ διετέλει, καὶ οὐδὲ πρεσβείας τυχὸν ἀφιγμένης ἐκ τῶν προσοίκων ἐθνῶν ἀνίει καὶ ὑπεστέλλετο· οἱ δὲ ταῦτά τε οὐκ ἐνεγκόντες, χαἰ πρός γε τὰς ἐς βασιλέα διαβολὰς ἐν ὀργῇ ποιησάμενοι, καὶ γιγνώσκοντες ὡς οὐκ ἀνήσει διελέγχων εἰ που καὶ αὖθις σφαλεῖεν, [*](D) ἐβουλεύοντο ἐκποδὼν τὸν Γουβάζην ποιήσασθαι, ὡς ἂν τε αὐτὸντοῦ φθάσαντος πέρι, καὶ τολοιπὸν οὐδενότι δειμαίνοιεν.

[*](7. αὐτοῖς om. R. 12. ὑπέστρεφον R. ὑπεῤῥώννυον R. 13. ἔχθος R. Lugd. mg. et Par., ἄχθος Lugd. et ed. pr. 14. γε αὐτοὺς R., τε αὐτοὺς vulg. 22. οὐδὲν R.)
142
[*](A. C 554 I. I. 28)

γ’. Πόλλα δὴ οὖν κατὰ σφᾶς κοινολογησάμενοι, καὶ πέ- ρας ἐπὶ τῇδε στάντες τῇ γνώμη, ἐπειδὴ αὐτὸν οὐ πρότερον [*](V.54) διαχειρίσασθαι ᾤοντο χρῆναι πρὶν ἂν καὶ τοῦ βασιλέως ἀποπειραθεῖεν, στέλλουσιν ἐς τὸ Βυζάντιον Ἰωάννην τὸν Ῥουστίκου ἀδελφόν, ἀγγελοῦντα δῆθεν ὡς μηδίζων ὁ Τουβάζης [*](Ρ. 75) πεφώραται. καὶ οὖν ἐς λόγους ὁ Ἰωάννης τῷ βασιλεῖ λαθραιότατα ἀφιγμένος, διέβαλλε τὸν Γουβάζην ὡς ἀποστάντα καὶ τοὺς Πέρσας ἐπαγόμενον, καὶ οὐκ ἐς μακρὰν τὴν χώραν ἐπ’ ἐκείνους μεταθήσοντα, εἰ μὴ θᾶττον ὁτῳδηοῦν τρόπῳ διακωλυθείη. ὁ δὲ βασιλεὺς καταπλαγείς μὲν τῷ παραλόγῳ, οὔπω δὲ τελεώτατα πεπιστευκὼς, ἀλλ’ ἐπὶ μέσης τινὸς χωρήσας ἐννοίας, „ἄγε” ἔφη „ὅπως τὸν ἄνδρα παρασκευάσοιτε ὡς ἡμᾶς ἐνθάδε γενέσθαι’’. δείσας δὲ ὁ Ἰωάννης, μή ποτε, εἴ γε ἐκεῖνος ἀφίκοιτο, τὰ τῆς ἐπιβουλῆς ἀνακαλυφθείη, „εἶεν” ἔφη „ὦ δέσποτα. τί δὲ ἄρα ποιητέον ἡμῖν, εἰ γε ἱκὼν εἶναι παραγενέσθαι [*](Β) ἥκιστα ἕλοιτο;” ἀναγκαστέον αὐτὸν’’ ἦ δὲ ὁ „κατήκοον ἔντα, καὶ πάσῃ μηχανῇ ἐκπεμπτέον.’’ εὐθὺς δὴ οὖν ὑπολαβὼν ὁ Ἰωάννης· ἀναγκαζόμενος δὲ εἰ γε ἀντισταίη, σταίη, τι ἂν γένοιτο ἐπὶ τούτοις;” τί δὲ ἄλλο γε’’ ἔφη ὁ βασιλεὺς ἢ πείσεται τὰ τῶν τυράννων, καὶ κάκιστα ἀπολεῖται;” „οὐδὲν οὖν ἔσται δέος’’ ἦ δὲ ὁ Ἰωάννης τῷ τοῦτον ἀποκτενοῦντι;” „οὐμενοῦν” ἔφη „εἴ γε, ἀντιταττόμενος καὶ ἀνη-

[*](5. μεδίζων edd. 6. τῷ βὰς. λαθρ. R., λαθρ. τῷ βὰς. vulg. 9. ἐς ἐκείνους R. 17. πάσῃ μηχανῆ R., Intpr. quavis arte, πάσῃ φυλακῇ vulg. 21. οὖν add. ex R., Intpr. ergo.)
143

κουστῶν, ὡς πολέμιος διαφθαρείη”. τοιαῦτα δὲ τοῦ βασιλέως [*](Α.C. 554 I. I. 28) ἀποκριναμένου, καὶ παραπλήσια τούτων ἐν ἐπιστολῇ τοῖς στρατηγοῖς σημήναντος, οὐδὲν ἔτι ὁ Ἰωάννης περαιτέρω ἀνεπυνθάνετο, ἀλλ’ ἐπειλῆφθαι ἤδη καὶ ἔχεσθαι τοῦ ζητουμένου ἀποχρώντως ἡγούμενος, ἐπανῆκεν αὖθις ἐς Κόλχους τὸ [*](C) γράμμα τοῦτο ἐπιφερόμενος ὃ δὴ Μαρτῖνός τε καὶ Ῥούστικος ἀναλεξάμενοι, καὶ μάλα εὐπρεπῶς ἐσκευωρῆσθαι τὸ δρᾶμα εὑρόντες, εὐθὺς ἐπὶ τὴν πρᾶξιν ἐχώρουν. συγκαλεσάμενοι δὴ οὖν Ἰουστῖνόν τε καὶ Βούζην καἰ τὸ μελετηθὲν ἀποκρύπτοντες, χρῆναι ἔφασαν τὴν ταχίστην ὡς Γουβάζην ἰέναι, αὐτῷ τε βουλεύεσθαι ὅπως τοῖς ἐς Ὀνόγουριν πέρσαις κοινῇ ἐπελευσόμεθα. οἱ δὲ, τούτοις πεπεισμένοι, ξυνεπορεύοντο. εἵπετο δὲ αὐτοῖς βραχεῖα τις ἐκ τῶν ταγμάτων ἀπόμοιρα· γνοὺς δὲ Γουβάζης ὡς αὐτίκα μάλα οἱ στρατηγοὶ ἐπ’ αὐτὸν καὶ οὐδὲν ὁτιοῦν ἀντίξουν ὑποτοπήσας, παραγίνεται ἀμφὶ τὸν Χωβοῦν τὸν ποταμόν. ἐνταῦθά τε αὐτοῖς ὁ δείλαιος ὑπαντιάζει [*](D) ἀφύλακτος τε καὶ θαρραλέος, καὶ λίαν ὀλίγους τῶν ὀπαδῶν ἐπαγόμενος, καὶ τούτους ἀνόπλους καὶ οὐκ ἐς μάχην παρεσκευασμένους. πῶς δὲ οὐκ ἂν οὕτως ἵκετο παρὰ φίλους τε καὶ ξυνήθεις καὶ φύλακας τῆς χώρας καὶ ἥκιστα πολεμίους, μᾶλλον μὲν οὖν καὶ τῶν ὀθνείων ἐχθρῶν ἀλε·ξητῆρας;

[*](3. σημήναντος R. (Cl.), σημάναντος vulg. οὐδὲν ἔτι R. 4. ἴδη om. R. 7. ἐσκευωρῆσθαι CI., ἐσκευωρῆσαι R., ἐσκευωρεῖσθαι vulg. 11. ἐν Ὀνόγουρι R. 2. m. Vulg. ubique Ὀνούγουριν, R. et Intpr. Ὀνόγουριν scribunt. 12. ἐπελευσόμεθα R. (Cl.), ἐπελευσώμεθα vulg. 16. Χῶβος Arriano, Cobus Interpreti. τὸν ante ποταμόν om. R. 19. παρασκευασμένους R.21. ἐχθρῶν R. et Intpr. hostibus, vulg. ἐθνῶν.)
144
[*](A. C.554 I. I. 28)

δ΄. Οὕτω δὲ ἐπὶ τῶν ἵππων ἥμενοι ἅπαντες, διελέγοντο ἀλ- λήλοις ὅπως τὰ παρόντα θετέον· καὶ τοίνυν ὁ Ῥούστικος „ἄγε” ἔφη „ὦ Γουβάζη, ὅπως ἡμῖν συνάροιο καὶ συνεπιλήψῃ πόνου κατὰ Περσῶν ἰοῦσι, τούτων δὴ τῶν ἐς Ὀνόγουριν ἱδρυμένων. αἰσχρὸν γὰρ εἰ καθεδοῦνται ἀδεῶς ἐπιπλεῖστον ἐν μέσῃ [*](P. 76) τῇ ἡμετέρᾳ χώρᾳ, καὶ ταῦτα ὀλίγιστοι ὄντες καὶ οὐδαμῶς ἀξιόμαχοι”. ἀλλ’ ὑμᾶς γε μόνους’’ ἦ δὲ ὁ Γουβάζης ὦ γενναῖοι, ἐν τῷδε διαγωνίσασθαι, ὡς καὶ μόνους ξυνενεχθέντων αἰτιωτάτους. εἰ γὰρ μὴ ῥᾳστώνῃ πολλῇ ἀμφὶ τὰ πρακτέα εἴχεσθε καὶ ὀλιγωρίᾳ, οὔτ’ ἂν τὸ φρούριον ἡμῖν τοῦτο ἐπετειχίζετο, οὔτε οὕτως ἀκλεᾶ φυγὴν κὼ ἀσχήμονα ὑποστάντες ἐδραπετεύετε, οὔτε ἄλλο τι ἐγίγνετο τῶν οὐ προσηκόντων. νῦν δὴ οὖν, ὦ λῷστοι, εἰ γε δόξῃς ἐρασταὶ εἶναί φατε καὶ στρατηγικῷ φρονήματι γάννυσθε, τὸ παρειμένον ὑμῖν ἀνακλητέον. ὡς ἔγωγε οὔ ποτε ἕψομαι, οὐδὲ ξυνδιακινδυνεύσαιμι, πρὶν ἂν· ἅπαντα ἐκθεραπευθείη πρὸς ὑμῶν τὰ ἡμαρτηβμένα”. [*](B) τούτων δὲ εἰρημένων, αὐτίκα, ὡσπερ τῆς ἀντιλογίας ἀποχρώσης πρὸς ἔλεγχον τοῦ μηδισμοῦ καὶ τυραννίδος μεμελετημένης, ὁ Ἰωάννης ἐκεῖνος, ὁ τῶν δεινῶν ἀγγελιαφόρος, [*](V.55) σπασάμενος ἠρέμα τὸ ἐγχειρίδιον, παίει τὸν Γουβάζην ἀμφὶ τὸ στέρνον, οὔπω καιρίαν. ὁ δὲ, ἐτύγχανεν γὰρ ἐναλλάγδην ἔχων τὼ πόδε ὑπὲρ τὸν αὐχένα τοῦ ἵππον,) ἀθρόον κατέπεσεν,

[*](5. μέσῃ om. R. 10. παρακτέα Par. 15. ξυνδιακινδυνεύσαιμι R., διακινδυνεύσαιμι vulg.)
145

οὐ τοσοῦτον, οἶμαι, τῇ πληγῇ τῆς χειρος, σὸν τῷ ἀπροσδοκήτῳ [*](Α. C. 554 I. I. 28) καταβεβλημένος. ἰλυσπώμενον δὲ αὐτὸν ἔτι καὶ ἀναστησείοντα παραστὰς ὁ τοῦ Ῥουστίκου δορυφόρος, προστεταγμένον αὐτῷ, καἰ ξίφει πατάξας τὴν κεφαλὴν, τελεώτατα κατακτείνει. οὕτω μὲν οὖν τὸν Γουβάζην καὶ ἐπὶ τοῖσδε φασιν οἱ τὰ ἀκριβέστατα γιγνώσκειν πεπιστευμένοι. [*](C) Ἰουστῖνος δὲ καὶ Βούζης ἤσχαλλον μὲν καὶ ἐδυσφόρουν, καὶ ξυμφορὰν τὸ πραχθὲν ἐποιοῦντο, ἡσυχίαν δὲ ὁμῶς ἦγον, οἰόμενοι βασιλέα Ἰουστινιανὸν ταῦτα σαφῶς ἐπιστεῖλαι. ὁ δὲ τῶν Λαζῶν ὅμιλος διεταράχθη τε ἅπας, καὶ δυσθυμίᾳ κατείγοντο, ὡς μηδὲ ἀναμίγνυσθαι τολοιπὸν τοῖς Ῥωμαίοις, μήτε ξυνεπιστρατεύειν αἱρεῖσθαι, ἀλλὰ τὸν νεκρὸν ᾗ νενόμισται καταχώσαντες, ἔμενον οὕτω ἀπόμαχοι, ὡς δὴ δεινὰ ὑβρισμένοι καὶ τὴν πάτριον δόξαν ἀποβεβληκότες.

ε'. Μέγιστον γὰρ ἔθνος καὶ ἀγέρωχον οἱ Λαζοὶ καὶ μεγίστων ἄλλων κρατοῦσι, τῷ τε παλαιῷ τῶν Κόλχων ὀνόματι βρενθυόμενοι πέρα τοῦ μετρίου μεγαλαυχοῦσι, καὶ τάχα οὐ D λίαν ἀλόγως. ἐν γὰρ τοῖς ἔρνεσι τοῖς ὅσα ὑφ’ ἑτέραν βασιλείαν τετάχαται, οὐκ οἴδα ἔγωγε ἄλλο οὕτω κλεινόν που φῦολον καὶ εὔδαιμον, πλούτου τε ὑπερβολῇ καὶ πλήθει κατηκόων,

[*](2. ἐςἀναστ. R. I.m. Lugd. et Ed. pr., ἐσαναστ. Par., ἐς del. in R. 2 m. 5. ἐπὶ τοῖσδε R., ἰπὶ τοιούτοις vulg. 12. τὸν νεκρὸν R. Lugd., τὸ νεκρὸν edd. 15. Pro μέγιστον et mox pro πέρα τοῦ lacunae in R. 17. μεγαλαυχ. τε κ. R. 18. ὑφ’ ἑτέρων R. 19. φῦλον ante κλεινόν ponit R.)
146
[*](A. C. 554 I. I. 28)

τóπων τε εὐκαιρίᾳ καὶ ἀφρθονιᾳ τῶν ἐπιτηδείων, καὶ τῇ τῶν ἠθῶν εὐκοσμίᾳ τε καὶ δεξιότητι. καὶ τοίνυν οἱ μὲν πάλαι οἰκήτορες τῶν ἐκ τῆς θαλάττης ἀγαθῶν ἀγνῶτες παντάπασιν [*](P.77) ἐτύγχανον ὄντες, οἶς γε οὐδὲ ὄνομα νεὼς ἠκούτετο, πρίν γε δὴ αὐτοῖς τὴν Ἀργὼ ἐκείνην ἐπιφοιτῆσαι. οἱ δὲ νῦν καὶ ναυτίλονταί γε, οὕτω παρασχὸν, καὶ τὰ τῆς ἐμπορίας κῳιζονται κέρδη. εἰσι τε οὐ βάρβαροι τὸ λοιπὸν, οὐδὲ οὕτω βιοτεύουσιν, ἀλλ᾿ ἐς τὸ πολιτικόν τε καὶ ἔννομον μεταβέβληνται τῇ πρὸς Ῥωμαίους ἐπιμιξίᾳ· ὥστε εἴ τις τοὺς χαλκόποδας ταυρους περιέλοι, καὶ τὰς τῶν γηγενῶν ἀναβλαστήσεις, καὶ ὁπάσα ἄλλα τερατώδη καὶ ἄπιστα τῇ ποιήσει ἀμφὶ τῷ Αἰήτῃ κεκόμψευται, εὕροι γε ἂν τὰ παρόντα πολλῷ τῶν προτέρων ἀμεινονα. τοιοῦτοι δὴ οὖν ὄντες οἱ Λαζοί, εἰκότως οὐκ ἀνεκτὰ ἡγοῦντο πεπονθέναι, ὡς δὴ τὸν βασιλέα σφῶν παραλόγως ἀ- [*](B) φῃρημένοι. αὐτίκα δὲ οἱ Ῥωμαῖοι, Μαρτινου ἐξοτρύνοντος, ἠπείγοντο πανσυδὶ ἐπιθέσθαι τοῖς ἐς Ὀνόγουριν Πέρσαις. τήνδε δὲ τὴν ἐπωνυμίαν ἐκ παλαιοῦ ἔλαχεν τὸ χώριον, Οὔννων ἴσως ἐν τοῖς ἄνω χρόνοις, τῶν δὴ Ὀνογούρων ἐπιλεγομένων, αὐτοῦ ποῦ ξυμβαλόντων τοῖς Κόλχοις, καὶ εἶτα νενικημένων, καὶ ὥσπερ μνημείου χάριν καὶ τροπαίου τὴν ἐπίκλησιν ταύτην τῶν ἐπιχωρίων ἐπενεγκόντων. νῦν δὲ οὐχ οὕτω παρὰ τοῖς πολλοῖς ὀνομάζεται, ἀλλ᾿ ἐπειδὴ Στεφάνου τοῦ θεσπεσίου ἱερὸν ἐνταῦθα ἵδρυται, ὲν δὴ πρῶτον πάλαι φασίν ὑπὲρτῶν Χρι-

[*](2. πάλαι om. R. 7. οὕτως R. 12. προτέραν edd. 13. οὖν add- ex R. 19. ξυμβαλλόντων R. 21. περὶ τοῖς R.)
147

στιανοῖς ἄριστα δοκούντων ἐθελοντὴν διακινδυνεύσαντα ὑπὸ [*](A. C. 554 I. I. 28) τῶν ἐναντίων καταλευσθῆναι, τῷ ἐκείνου ὀνόματι καλεῖσθαι τὸν τόπον νενόμισται. ἡμᾶς δὲ οὐδὲν, οἶμαι, τὸ κωλῦον, ἐς γνωρισμα τῇ ἀρχαιοτάτη χρῆσθαι προσηγορίᾳ, ἐπεὶ καὶ ξυγγραφῇ μᾶλλον προσήκει. ὁ δὴ οὖν τῶν Ῥωμαίων στρατὸς ἐς Ὀνόγουριν ἰέναι παρεσκευάζοντο. οἱ γὰρ τοῦ μιάσματος βουληφόροι ἐς τοῦτο ἐνέκειντο, ἐλπίζοντες ῥᾳδίως τοῦτο δὴ τὸ φρούριον καταστρέψασθαι· ταύτῃ τε τὸν βασιλέα, εἰ καὶ τὰ τοῦ δόλου γνοίη, μὴ λίαν αὐτοῖς χαλεπῆναι, ἀλλὰ τῇ ταίᾳ πράξει ἐν καιρῷ γιγνομένη, τὸ ἐπίκλημα διαλῦσαι. ἅπαντες τοιγαροῦν οἴ τε στρατηγοὶ καὶ αἱ δυνάμεις ἐν τῷ Ἀρχαιοπόλεως πεδίῳ στρατοπεδευσάμενοι, τούς τε καλουμένους σπαλίωνάς ἐπεσκεύαζον, καὶ τὰ τῶν μεγάλων λίθων ἀκοντιστήρια, [*](D) καὶ ἄλλα ἀττα τοιάδε ὄργανα, ὡς, εἰ δεήσοι, τειχομα- [*](V.56) χήσοντες. ἔστι δὲ ὁ σπαλίων πλέγμα ἐκ λύγων ἐς ὀροφῆς τύπον ἔξειργασμένον, στεγανόν τε τῇ πυκνώσει καὶ ἀμφηρεφὲς, ᾦ ἑκατέρωθεν τὰ πλευρὰ ἐς τὰ κάτω παρατετάσθαι καὶ περιβάλλειν τὸ ὑπερχόμενον. δέρρεις δὲ ὕπερθεν καὶ διφθέρας ἐπιβάλλοντες πάντοθεν, περικαλύπτουσι τὸ μηχάνημα, τοῦ μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν τὰ βέλη. ἄνδρες δὲ ἔνδον ὲν τῷ ἀσφαλεῖ ὑποκρυπτόμενοι, αἴρουσι γε αὐτὸ ἀφανῶς, καὶ

[*](4. τῇ ἀρχαιότητι R. 6. ξυνεσκευάζετο R. 12. σπαλίωνας R. et Suid. s. v., σπαλιῶνας vulg. 14. τειχομαχήσαντες R. 17. παραβάλλειν Suid. 21. αἴρουσί τε Suid. Pro ἀφανῶς Suid. φανερῶς.)
148
[*](A. C. 554 I. I. 28)

ᾗ βούλονται διακομίζουσιν. ἐπειδὰν δὲ προσενεχθείη πύργῳ τυχὸν ἢ περιβόλῳ, τότε δὴ νέρθεν ἐκεῖνοι τὴν προσκειμένην [*](Ρ.78) γῆν ἀνορύττοντες καὶ τὸν χοῦν ἀνιμώμενοι, ἀπογυμνοῦσι τὰ θεμέλια, καὶ εἶτα μοχλοῖς τε καὶ σφύραις ἐνδελεχέστατα πλήττοντες, κατασείουσιν τὴν οἰκοδομίαν. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι τὰ ἐς πολιορκίαν παρεσκευάζοντο.

ς'. Ἐν τούτῳ δὲ ἁλίσκεται τις Πέρσης ἀνὴρ ὑπὸ τῶν Ἰουστίνου δορυφόρων ἀνὰ τὸ φρούριον πορευόμενος. ἐπεὶ δὲ ἐς τὸ στρατόπεδον ἐκεκόμιστο, ἠναγκάζετο μαστιγούμενος ξὺν ἀληθείᾳ ἐρεῖν τὰ τῶν οἰκείων βουλεύματα. καὶ δῆτα ἀπήγ- [*](Β) γελλεν, ὡς ὁ μὲν Ναχοραγὰν ἐς Ἰβηρίαν ἤδη ἀφῖκται· αὐτὸν δὲ ἀπεσταλκὼς εἴη τὰ ἐνταῦθα στρατεύματα ἐπιθαρσυνοῦντα, ὼς αὐτίκα μάλα τοῦ στρατηγοῦ παρεσομένου. „οἱ δὲ ἐς Μουχείρισίν τε καὶ ΚοτάΪσιν τεταγμένοι Πέρσαι οὐκ ἐς μακρὰν ἥξουσιν’’ ἔφη προσβοηθήσοντες τοῖς ἐς Ὀνόγουριν ὁμοφύλοις, ἐγνωσμένον αὐτοῖς ὡς ἐπ’ ἐκείνους ἰέναι διανοεῖσθε.” τούτων δὲ εἰρημένων, αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐβουλεύοντο ἀμφὶ τῶν παρόντων. καὶ Βούζης μὲν ἔφασκεν χρῆναι πρότερον παντὶ τῷ στρατῷ ὑπαντιάζειν τοῖς ἐπερχομένοις. τούτων γὰρ, ὡς τὸ εἰκὸς, διὰ τὴν ὀλιγότητα νικωμένων, ἑπόμενον εἶναι [*](C) τοὺς ἐν τῷ φρουρίῳ τάχιστα προσχωρήσειν, ἐρήμους γεγενημένους· εἰ δέ γε καὶ ἀντισταῖεν, ἀλλ’ οὐδενὶ πόνῳ διαφθαρῆναι. ἤρεσκε δὲ ταῦτα καὶ Οὐλίγαγγον, τὸν τοῦ Ἐρουλικοῦ

[*](10. δῆτα R. Lugd. (Cl.), δὴ τὰ edd. 14. ΚοτάΪσιν R. Lugd., Κοταίσιον edd. 20. νικώμενον et ἑπομένων Sph. Par.)
149

στρατεύματος ἡγεμόνα. τοιγάρτοι ἐκεῖνος θαμὰ ἐπεφθψγετο [*](A. C. 554 I. I. 28) παροιμιῶδές τι, βαρβαρικὸν μὲν καὶ ἀφελὲς, ἐνεργὸν δὲ ὅμως καὶ χρήσιμον ὡς δεῖ πρότερον ἀποσοβεῖν τὰς μελίττας, καὶ ἔπειτα τὸ μέλι σχολαίτερον ἀναιρεῖσθαι ὁ δὲ Ῥούσταος, (θρασύτερος γὰρ ἤδη ἐγεγόνει καὶ τυραννικώτερος, ὥσπερ, οἶμαι, τῷ ἀδικήματι φρυαττόμενος καὶ τῇ πρὸς Mαρτῖνον ὁμοφροσύνῃ,) ἔσκωπτέ γε τὸν Βούζην ἀναφανδὸν καὶ ἐπεκερτόμει, ὡς οὐ πώποτε τὰ δέοντα λογιζόμενον. κράτιστον δὲ ἔλεγεν εἶναι [*](D) περιττῷ μὲν πόλῳ τὸ στράτευμα ἥκιστα ἐπιτρίβειν, ἅπαντας δὲ τῷ φρουρίῳ πελάσαντας, ῥᾳδίως γε αὐτὸ καταστρέψασθαι, καὶ προτερῆσαι τὴν ἔξωθεν ἐπικουρίαν· ὀλίγους δὲ, εἴ γε ανρα, στέλλειν ἐπ᾿ ἐκείνους, τὸ τάχος τῆς ἐφόδου διακωλύσοντας. καὶ ἦν μὲν πολλῷ ἀμείνονα τὰ τῷ Βούζῃ βεβουλευμένα, καἰ τῆς φύσεως ἐχόμενα τῶν πραγμάτων, στρατηγίᾳ τε ἀριστῃ πρέποντα, καὶ τὸ δραστήριον ξὺν τῷ ἀσφαλεῖ παρεχόμενα. ἐπεὶ δὲ, ὡς ἔοικεν, ἅπασα ἡ πληθὺς τοῦ ἄγους μετειλήφει τῷ ξυνεῖναί τε καὶ ἕπεσθαι τοῖς μιαιφόνοις, ἥ κακίων τε καὶ ἀξύμφορος νενίκηκεν γμώμη, ὡς ἂν παραχρῆμα ὑπόσχοιεν δίκας. στέλλονται μὲν γὰρ ἐπ᾿ ἐκείνους τοὺς ἐκ Mουχειρισ́ιδος

[*](P.79)[*](2. ἀφελὲς Suid. s. h. v. et s. v. σχολαίτερον et Lugd. in mg., R. Lugd. et Ed. pr. ἀσφαλὲς, Intpr. parvi momenti. 4. αἱρεῖσθαι Suid. s. v. σχολαίτερον. 5. τυραννικώτερος R. et Intpr. violentior, τυραννικώτατος vulg. μοι R. pro οἶμαι. 7. ἐκερτόμει R. 11. εἴ γε om. R., Bon. Vulc. coni. εἴγε ἄρα δοκείη (sic), I. Scaliger : ὀλίγους ἴδει γε ἄρα. 12. τάχους R. διακ̣ωλμσονιας R.(Cl.), διακωλύσαντας vulg. 16. Pro ἐπεὶ δὲ R. ἐπειδὴ. 17. καὶ οὺκ ἀξόμφορος R. in mg.)
150
[*](A. c. 554 I. I. 28)

ἐρχομένους ἄνδρες ἱππόται οὐ πλέίους ἢ ἑξακόσιοι. ἡγοῦντο δὲ αὐτῶν Δαβράγεζάς τε καὶ Οὐσιγ́αρδος, ἄμφω μὲν βαρβάρω τὸ γένος, Ῥωμαϊκῶν δὲ ταγμάτων προεστηκότε. οἱ δὲ ἄλλοι ἅπαντες ἅμα τοῖς στρατηγοῖς τῷ φρουρίῳ προσβαλόντες, εὐθὺς ἔργου εἴχοντο. τάς τε γὰρ μηχανὰς ἐκίν́ουν καὶ τῶν πυλῶν ἀπεπειρῶντο, καὶ ἀμφικυκλώσαντες τῷ πλήθει τὸν περίβολον, πάντοθεν ἐσηκόντιζον. οἱ δὲ Πέρσαι, ἀλλὰ γὰρ καὶ οὗτοι ἀνὰ τὰς ἐπάλξεις διαθέοντες, ὡς οἶόν τε ἦν, ἐκ τῶν παρόντων ἠμύνοντο , βέλη τε ἀφιέντες συχνὰ καὶ τὰ ἔ- [*](V. 57)κτοθεν φυλαττόμενοι ὀθόνας γάρ τινας καὶ ἁπλοΐδας ἐκ τοῦ μετεώρου κρεμάσαπες, ταύτῃ τὰς βολὰς ἀσθενεστέρας ἀπετέ- [*](B) λουν, ἐν τοῖσδε πρότερον περιειργομένας· σπουδῇ τε πολλῇ καὶ προθυμίᾳ κατ᾿ ἀλλήλων διεμάχοντο. καὶ εἴκασεν ἄν τιςπαρατάξει μᾶλλον ἢ πολιορκίᾳ τὸ χρῆμα. τοσαύτη ἄρα ἦν ἑκατέὸωθεν ἡ ταραχὴ καὶ ἡ τῶν ἔργων ἐπίδειξις· τῶν μὲν ὑπὲρ τῆς σφῶν σωτηρίας ἀγωνιζομένων, ὡς οὐ μπτρίου περιστάντος κινδύνου, τοῖς δὲ καὶ μάλα αἰσχρὸν εἶναι δοκοῦν, ἅπαξ ἐπελθοῦσιν ἀπράκτοις ἐπανιέναι , καὶ μὴ οὐχὶ παραστήσασθαι τὸ ἐπιτείχισμα, καὶ ἀπαλλάξαι τὴν Ἀρχαιόπολιν γειτονήματος πολεμίου.

ζ'. Οἱ δὲ ἄνλλοι Πέρσαι ἐς τρισχιλίους ἱππότας μαχί- [*](C) μους ξυντεταγμένοι, ἄραντες ἔκ τε Κοταϊσίου καὶ Mουχειρίσι-

[*](7. οἱ δὶ Πέρσαι R. , οἱ Πέρσαι δὲ vulg. γὰρ ins. ex R. 11. ἀσθενεστέρους R. 17. ἀπελθοῦσιν R.)
151

δὸς, ἐχώρουν ἐπὶ τὴν Ὀνόγουριν. πορευομένοις δὲ αὐτοῖς [*](Α. C. 5 I. I. 28) ἐκμελέστερον, καὶ οὐδενότι πολέμιον διανοουμένοις, ἐσπίπτουσιν ἀθρόον οἱ ἀμφὶ τὸν Δαβράγεζαν καὶ Οὐσίγαρδον, κα τῷ αἰφνιδίῳ γε αὐτοὺς καταπλήξαντες, εὐθὺς ἐς φυγὴν ἔτρεψαν. τούτου δὲ ἀπηγγελμένου τοῖς πολιορκοῦσι Ῥωμαίοις, αὐτίκα οἵ γε θαῤῥαλεώτερον ἐπιφερόμενοι, τὰ τε παραπετάσματα ἐκείνα καθεῖλκον, καὶ ξὺν ἀκοσμίᾳ πολλαχοῦ τοῦ τείχους διεσκεδάννυντο, ὡς ῥᾳδίως τολοιπὸν τὰ τῇδε ἅπαντα διαρπασόμενοι, ἅτε δὴ τῶν ἔξωθεν δυσμενῶν πεφευγότων, καἰ οὐδενὸς ἔτι ἐνοχλήσοντος. ἀλλ’ ἐκεῖνοι τάχιστα καταμαθόντες, ὡς οὐχ ἅπας αὐτοῖς ὁ τῶν Ῥωμαίων ἐπῆλθεν στρατὸς, ᾑπερ τὴν ἀρχὴν [*](D) ᾠήθησαν, ὀλιγοῖ δὲ σφόδρα καὶ ὅσοι κατάσκοποι μᾶλλον ἢ πολεμισταὶ ἀξιόχρεοι νομισθῆναι, ἐπιστρέφουσιν ἐξαπιναίως ἐπ’ αὐτοὺς ἀλαλάζοντες. οἱ δὲ τὴν μεταβολὴν οὐκ ἐνεγκόντες, ἐς παλίωξιν μετεχώρουν, καὶ πολλῇ ἔφευγον ξὺν ταχυτῆτι. ἕποντο δὲ αὐτοῖς ὡς πλησιαίτατα καἰ οἱ Πέρσαι διώκοντες, ὥστε ἀμέλει ξυνενεχθῆναι, τῶν μὲν ἑλεῖν, τῶν δὲ ἀποδιδράσκειν σκειν ἐπειγομένων, ἄμφω, τούς τε φεύγοντας ἅμα καὶ τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, παρὰ τὰ ἄλλα τῶν Ῥωμαίων στρατεύματα μιγάδην ἱκέσθαι. θορύβου δὲ πολλοῦ, ὡς τὸ εἰκὸς, ἀναστάντος, ἅπαν δὴ τὸ πλῆθος, περιφρονήσαντες τὴν πολιορκίαν [*](P. 80) καὶ τὴν ὅσον οὔπω ἐλπισθεῖσαν ἔσεσθαι πόρθησιν τοῦ φρουρίου, κω δὴ ξὺν τοῖ, στρατηγοῖς ἀπιόντες ᾤχοντο, οὔτε

[*](2. ἐπίπτουσιν et 8. διαπαρσόμενοι Sph. Par. 15. Pro παλίωξιν lacuna in R., quam 2. m. in mg. perperam explevit: ἐς Ὀνόγουριν. ἐπεχώρουν R. 18. τούς τε φεύγ. ἄμα R., ἅμα τοὺς τε φεύγ. vulg. 22. ὅσον R., ὅσῳ vulg.)
152
[*](A. C. 554 I. I. 28)

διαγνωναι αναμειναντες ὁ, τι ποτέ εστι τὸ γεγενημενον, ἡ οπο- σοι ὄντες αὐτοὶ, εἶτα ὑφ’ ὅσων ἐλαύνονται. ἀλλ’ ᾔεσαν οὕτω δρομαῖοι καὶ διεταράττοντο, καθάπερ Πανικοῦ δείματος ἐμπεσόντος. οἱ δὲ πέρσαι κατὰ τὸ μᾶλλον θαρσήσαντες, πλέον ἐδίωκον. ἐπεὶ καὶ οἱ ἐν τῷ φρουρίῳ (ἐθεῶντο γὰρ τὰ ποιούμενα,) ἐκβάντες ἀθρόον ἀνεμίγνυντο τοῖς ἄλλοις, ὁμόσε τε τολοιπὸν ἐπισπόμενοι, λαμπροτέραν τὴν φυγὴν τῶν ἐναντίων εἰργάσαντο. καὶ ὅσον μὲν ἱππικὸν τῶν Ῥωμαίων, ῥᾳδίως ἐκεῖνοι [*](Β) ἔξω βελῶν ἀπεκομίσθησαν, ὠκύτατα διαθέοντες· χοῦ δὲ πεζοῦ ὁμίλου πολλοὶ ἀπεκτείνοντο πιεζόμενοι τῇ γεφύρᾳ τοῦ Καθαροῦ λεγομένου ποταμοῦ, δι’ ἦς ἔδει πάντως πορεύεσθαι. ἐνταῦθα γὰρ διὰ τὴν στενότητα πολλοὶ ἅμα περαιοῦσθαι οὐχ οἶοι τε ὄντες, ὠθίζοντο ἀλλήλους κὼ ἀντώθουν. καὶ οἱ μὲ αὐτῶν ἐς τὰ τοῦ ποταμοῦ ἐξέπιπτον ῥεῖθρα, οἱ δὲ ἀνελιττόμενοι ἐς τὰ ὀπίσω καὶ ὑπονοστοῦντες, ὑπὸ τὰς τῶν πολεμίων ἐγίγνοντο χεῖρας. καὶ ἦν ἁπανταχοῦ κάκιστα κακίστοις. ἀνακεκραμένα. ἴσως δὲ ὃν ἅπαντες ἐν τῷ τότε Πανωλεθρίᾳ διεφθάρησαν, εἰ μὴ Βούζης ὁ στρατηγὸς, βοώντων γε αὐτῶν καὶ ὀλοφυρομένων, ξυνεὶς τὸ μέγεθος τοῦ κινδύνου, ἐπιστρέψας [*](C) ἅμα τῇ οἰκείᾳ δυνάμει, καὶ ἀντιταξάμενος τοῖς βαρβάροις, ἀνέκοψεν ἠρέμα τὴν δίωξιν, ἕως ἐκεῖνοι τὴν γέφυραν διαβάν-

[*](2. Pro οὕτω R. τοῦτο. 7. ἐπισπόμενοι R. et Lugd. corr., ἐπισπώμενοι edd. 11, Cithari fluminis Intpr. 17. ἐν τῇ τότε R. πανολεθρία R. 20. καὶ om. R.)
153

τες, ἐν τῷ ἀσφαλεῖ μόλις ἐγένοντο ᾗπερ καὶ οἱ ἄνλλοι ἅπαντες. [*](Α.C. 554 I. I. 28) ἐν μὲν γὰρ τῷ προτέρῳ στρατοπέδῳ, ὃ δὴ ἀγχοῦ Ἀρχαιοπὁλεως ἐπεποίηντο , οὐδεὶς ὅστις αὐτῶν ἐπανῆκε. παραδραμόντες [*](V.580) δὲ τοῦτο ὑπὸ τοῦ δέους, καὶ ἅπαντα ὁπόσα ἐπήγοντο ἐδώδιμά τε καὶ ἄνλλως ἀναγκαῖα καὶ τίμια ἐνταῦθα καταλελοιπότες, ταλελοιπότες, καὶ ἐν τοῖς ἐνδοτέρω χωρίοις ἀποσεσωσμένοι, οὐ μόνον εὐκλεᾶ καὶ ἀγέρωχον, μᾶλλον μὲν οὖν καὶ κερδαλέαν τὴν νίκην τοῖς πολεμίοις παρέσχοντο.

η΄. Οὗτοι γὰρ ἀνδρῶν ἔρημα τὰ ἐκείνῃ πεδία εὑρόντες, διέλυσάν τε τὸ χαράκωμα, καὶ ἅπαντα τὰ ἐντὸς ληϊσάμενοι,[*](D) οὕτω δὴ γεγηθότες ἐπανῆλθον εἰς τὰ οἰκεῖα, καὶ τῆς προτέρας αὖθις χώρας ἐκράτουν. καίτοι πῶς οὐ λίαν ἀρίδηλον, ὡς θεῖόν τι μήνιμα τοῦ ἀνοσίου αἵματος ἕκατι τὰ ῾Ρωμαίων ἔσφηλε πλήθη, οἵ γε ἐβουλεύσαντό τε τὰ χείριστα, καὶ ὄντες οὐ μεῖον ἢ πέντε μαχίμων ἀνδρῶν μυριάδες, ὑπὸ τρισχιλίων Περσῶν ἀγεννῶς οὕτω πεφεύγασι, πλείστους ὅσους ἀποβεβληκότες; πλὴν ἀλλ’ αὐτοί γε οἱ τῆς μιαιφονίας ἐργάται οὐκ ἐς μακρὰν τὴν τελεωτάτην ἀνέπλησαν δίκην, ὡς προϊόντες ἀφηγησόμεθα. τότε δὲ χειμῶνος ἐπιλαβομένου, ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια ἅπας ὁ στρατὸς ἐσκεδάννυτο, ᾗπερ ἑκάστῳ διαχειμάζειν [*](P. 81) ἐτέτακτο. ἐν τούτῳ δὲ τὰ τῶν Κόλχων πράγματα

[*](3. έπεποίηντο R. et Intpr. metati fuerant , ἐπεποίητο vulg. αὐτῶν R. (Cl.), αὐτοῖς vulg. 6. καὶ ἐν τοῖς om. R. II, δή τι γεγ. R. 12. χώρας αὖθις R. 13. τοῦ ἄνω ῥεύματος R. 15. ἀνδρείων R. pro ἀνδρῶν.)
154
[*](A. C. 554 I. I. 28)

ἀμφίβολα γε ἦν ἐς τὰ μάλιστα καὶ τεταραγμένα. τοιγάρτοι καὶ ἅπαντες οἱ ἐν τέλει διηπόρουν, τινες ἂν γένοιντο κὼ ὅποι τραπεῖεν. καὶ οὖν ὑπό τινα φάραγγα τοῦ Καυκάσου ἀγείραντες ἐν ἀποῥῤήτῳ τὸ πλεῖστον τοῦ ἔθνους, ὡς ἂν μὴ ἔκπυστα εἴη τοῖς Ῥωμαίοις τὰ μελετώμενα, βουλὴν προὐτίθεντο, πότερον ἔπι Πέροας μεταχωρητέον, ἢ μενετέα ἔτι παρὰ Ῥωμαίοις. αὐτίκα δὲ πολλοὶ ἀπεῤῥίπτοντο λόγοι, οἱ μὲν ἐπὶ τάδε, οἱ δὲ ἰπὶ θάτερα προκαλούμενοι. ἦν δὲ ἄκριτος ἡ βοὴ καὶ ταραχώδης, μήτε τοῦ λέγοντος ὅστις εἴη, μήτε ὅ, τι ποτὲ λέγοι, διαγιγνωσκομένου [*](Β) σαφῶς. τότε δὴ οὖν οἱ δυνατώτατοι σιγὴν μὲν τοῖς πλήθεσιν ἔχειν παρεκελεύοντο, παριέναι δὲ τὸν βουλόμενον έν κόσμῳ καὶ τὸ πρακτέον διεξιέναι ὅστις ἂν οἷός τε ἥ. ἀνὴρ δέ τις τῶν λογιμωτάτων, Αἰήτης ὄνομα, ἐδυσφόρει μὰλλόν τι ἁπάντων χαἰ ἐχαλέπαινεν ἐπὶ τῷ ξυνενεχθέντι, ὢν μὲν καὶ ἄλλως μισορώμαιος, καὶ τὰ Περσῶν ἀεὶ προσιέμενος. τότε δὲ καὶ πλέον τῷ εὐπροσώπῳ τῆς αἰτίας ἀποχρώμενος, ἔξαίρειν ἐπειρᾶτο πέρα τοῦ προσήκοντος τὸ γεγενημένον· καὶ οὐδὲ βουλῆς ἔφασκεν δεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλ’ εὐθὺς ἐς τελεώτατον μηδισμὸν καταστῆναι. τῶν δὲ ἄλλων μὴ χρῆναι [*](C) λεγόντων οὕτω δή τι ἔξαπίνης τὸν βιόν ὅλον μετασκευάσασθαι, πρὶν δὴ σχολαίτερον σφισι βουλευομένοις τὸ λῷον ἀναφανείη,

[*](4. εἴη R., ἴοι vulg. 9. λέγει R. διαγιγν. σαφῶς R., σαφ. διαγ. vulg, 13. ὄνομα R., τοὔνομα vulg. 15. μισοῤῥώμαιος vulg. 20. βίον ὅλον R., ὅλον βίον vulg. μετασκευάσασθαι R., μετασκευάσθαι Lugd. ed. pr., μετεσκευά- σθαι Par.)
155

ὁ δὲ ἀναστὰς σὺν ὀργῇ, καὶ προπηδήσας ἐς μέσους, ἐδημηγόρει[*](Α. C. 554 Ι. Ι. 28) καθάπερ ἐν δημοκρατικῷ βουλευτηρίῳ. ἦν γὰρ καὶ λέγειν δεινὸς πλέον ἢ κατὰ βαρβάρους, καὶ οἶος τοῖς νοήμασι ῥητορεύειν φύσεως δεξιότητι. καὶ τοίνυν ἔλεξε τοιάδε·

θ΄. „Εἰ μὲν ἐν λόγοις ἡμᾶς καὶ βουλαῖς ἠδίκουν ῾Ρωμαῖοι, καλῶς ἂν καὶ ἡμεῖς τοῖς ὁμοίοις αὐτοὺς ἀμυνόμενοι διετελοῦμεν· νῦν δὲ πῶς ἀνεκτὸν, τοὺς μὲν ἤδη τὰ πάντων δεινότατα δεδρακέναι, ἡμῖν δὲ τὸν τοῦ ἀντιδρᾶσαι καιρὸν εἰς τὸ μέλλειν [*](D) καὶ βουλεύεσθαι διαῤὃυῆναι; οὐ γὰρ δὴ πάρεστι λέγειν ὡς πολέμοι μὶν οὔπω τοῖς ἔργοις ὄντες πεφώρανται, εἰκασθεῖεν δὲ ἂν μόνον μελετῶσι τοῦτο καὶ βουλομένοις, οὐδὲ τεκμηρίων τινῶν ἐπιμνησθῆναι δεήσει πρὸς ἔλεγχον δῆθεν ἐπιβουλῆς λανθανούσης. ἀλλὰ Γουβάζης μὲν, ὁ τηλικοῦτος, οὕτω πως ἀθλίως ἠφάνισται ὥσπερ τις τῶν πολλῶν καὶ ἠμελημένων. οἴχεται δὲ φροῦδον τὸ παλαιὸν τῶν Κόλχων ἀξίωμα, καὶ τολοιπὸν οὐ τοῦ ἄρχειν ἑτέρων ἀνθεκτέον ἡμίν, ἀλλ᾿ ἀγαπητέον εἴπερ ἐξῇ τῶν πρώην ὑπηκόων μὴ σφόδρα μειονεκτεῖσθαι.πῶς οὖν οὐ λίαν παράλογον, εἰ περὶ τῶν οἶς ταῦτα κατείργασται καθεδούμεθα [*](P.82) διασκοποῦντες, πότερον αὐτοὺς ἐχθίστους ἢ φίλους οεἰναι κρινοῦμεν; καίτοι γιγνώσκειν χρεὼν, ὡς οὐδὲ μέχρι

[*](V. 59)[*](1. προσπηδήσας R. 5. ἡμᾶς R et Intpr., ὑμᾶς vulg. 6. αὐτοὺς add. ex R. et Intpr. in eos. 13. ὁ τηλικοῦτος R., ὁ τηλίκος vulg. 16. ἀγαπητὸν R. 18. καθεδούμεθα R. (Cl.), καθεδουμένων vulg. et Lugd., in quo m. 2. correxit: καθεδούμενοι, Intpr. si sedendo consultemus.)
156
[*](Α C. 554 I. I. 28)

τούτων αὐτοῖς τὸ θράσος ἑστήξει· ἀλλὰ, καὶ μεθιέντων ἡμῶν τὸ ἐπίκλημα οἶδε οὐκ ἀφέξονται, καὶ ἠρεμοῦντας ἀδεέστερον λυμανοῦνται. εἰσι γὰρ ἀμέλει θαῤῥαλεώτεροι πρὸς τοὺς ὑπείκοντας, καὶ ὑπερφρονεῖν εἰθισμένοι τὸ θεραπεῦον. ἔχουσι δὲ καὶ βασιλέα πανουργότατον, καὶ ταῖς μεταβολαῖς τῶν ἀεὶ παρόντων ἡδόμενον· ὅθεν δὴ καὶ τὰ τῆς μιαιφονίας ἀθρόον διήνυσται, τοῦ μὲν ἐμβριθῶς ἐγκελευσαμένου, τῶν δὲ προθύμως ὑπηρετησάντων. καἰ πεπορθήμεθα μονονουχὶ πρὸς αὐτῶν, οὔτε [*](Β) ἀδικήματος ἄρξαντες, οὔτε τινὸς ἔχθους συμβάντος , ἀλλ’ ὁποίας πρότερον εἴχοντο συνηθείας, τῆς αὐτῆς ἔχεσθαι δοκουντες, πεπράγασιν ομως τὰ πάπων ἀνοσιώτατα, ὥσπερ αὐθωρὸν ἀναπλησθέντες ὠμότητος καὶ μανίας καὶ μίσους καὶ πάντων ὁμοῦ τῶν τοιῶνδε. ἀλλ’ οὐ τὰ Περσῶν ἤνθη τοιάδε, πολλοῦ γε καὶ δεῖ. φίλους τε γὰρ οὓς ἂν ἔξαρχῆς κτήσαιντο βεβαιότατα στέργειν πειρῶνται, καἰ τὴν ὀργὴν πρὸς τὸ ἀντίπαλον διατηροῦσιν ἔστ’ ἂν ἀντιπαλον ᾗ. ἠβουλόμην μὶν οὖν τῇ Κολχικῇ πολιτείᾳ τὴν παλαιὰν δύναμιν προσγενέσθαι, ὡς μηδαμῶς αὐτὴν ξένης τινὸς καὶ ἐπήλυδος ἐπικουρίας προσδεῖσθαι, [*](C) ἀλλ’ εἶναι τοῖς πᾶσιν ἔς τε πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. ἐπεὶ δὲ, εἴτε χρόνου διαφορᾷ, εἴτε τύχης ἐναντιώμασιν, εἴτε καὶ ἀμφοτέροις, ἐκβιασθέντες, εἰς τοῦτο ἥκοἠρεμοῦντες

[*](2. R. 3. θαῤῥαλεώτεροι R., θαῤῥαλεώτατοι vulg. 15. πρὸς τὸ ἀντίπαλον R., ἐς τὸ ἆντ. vulg. 16. ἄν R., om. vulg. ἦν pro ᾖ R. 19. καὶ om. R. 20. διαφορᾷ R., Intpr. temporum varielate, παραφορᾷ Vulg.)
157

μεν ἀσθενείας, ὡς ὑφ᾿ ἑτέροις τετάχθαι, κράτιστον οἶμαι προσχωρεῖν [*](A. C. 554 I. I. 28) τοις ἐμφρονεστέροις, καὶτὴν εὔνοιαν πρὸς τὸ οἰκεῖον καὶ ἔνσπονδον ἐν τῷ ἀτρέπτῳ παρεχομένοις. οὕτω δὲ καὶ περιεσύμεθα τῶν ὡς ἀληθῶς πολεμίων , τῷ μήτε παντάπασι τὸ φθάσαν ἀτιμώρητον καταλειφθῆναι, καὶ τοῦ μέλλοντος πέρι, κω ἐν τῷ ἀσφαλεῖ κείσεται, τὰ δέοντα παρεσκευάσθαι. τὸ μὶν γὰρ ὕπουλον ἐκεῖνο τοῦ τρόπου καὶ βωμολόχον, ὃ προβαλλόμενοι μετὰ πραότητος δολερᾶς κω ὁμιλίας μεμηχανημένης τοὺς [*](D) πιστεύοντας ἀδικοῦσι , περιττὸν ἔσται καὶ ἀνόνητον, καὶ οὐχ ἑξουσιν ὅπως αὐτῷ χρήσονται καθ’ ἡμῶν διὰ τὸ ᾶμικτον τῆς δυσμενείας καὶ περιφανῶς ἀποκεκριμένον. εἰ δὲ καὶ πολεμεῖν πειραθεῖεν, ἀλλὰ πρὸς Λαζοὺς ἅμα καὶ πέρσας παραταττόμενοι, καὶ ταῦτα ἐν πολεμίᾳ γῇ , τὸ γοῦν ἐντεῦθεν, οὐκ ἂν οὐδὲ τὴν ὁρμὴν ὑποσταῖεν. οἱ γε καὶ ἀρτίως παντὶ τῷ στρατῷ μοίρᾳ τινὶ τῶν Μήδων ἐλαχίστη προσμίξαντες καὶ πρὸς φυγὴν εὐθὺς αἰσχίστην τραπέντες, μέχρι καὶ νῦν μονουχὶ πνευστιῶσιν ὑπὸ τοῦ δρόμου, ἅπασι μὲν ὡς εἰπεῖν τοῖ; ἄλλοις ἐλαττωθέντες, [*](P. 83) μόνῳ δὲ τῷ τάχει τοὺς διώκοντας νενικηκότες.

ι'. „ Τούτου δὲ τὸ μὲν ἐμφανὲς καὶ προχειρότατον αἴτιον ἀνανδρίαν εἴποι τις ἂν, καὶ τὸ μὴ τὰ προσήκοντα βεβουλεῦσθαι. πρόσεστι γὰρ αὐτοῖς ὡς ἀληθῶς καθάπερ οἰκεῖα καὶ συγ-

[*](10. χρήσονται R. , χρήσωνται vulg. 14. κὰν ἀρτίως R. 15. προσμίξαντες καὶ add. cx. R. ct Intpr. ubi — manus conseruissent. 18. νενικηκότες R., νενικηκέναι vulg. 20 ἀνανδρείαν R, προσήσοντα Sph. Par.)
158
[*](A. C. 554 I. I. 28)

γενῆ καὶ τὰ τοιαῦτα ὀνείδη· πλὴν ἀλλὰ τοῖς ἐκ φύσεως μοχθηροῖς τὸ αὐθαίρετον ἀδίκημα προστεθὲν, ἐδιπλασίασεν αὐτοῖς τὸ ἀτύχημα, τῆς τοῦ κρείττονος προμηθείας διὰ τὸ ἄγος ἐκπεπτωκόσι. τὸ γὰρ νικᾷν οὐχ ὕτω τοῖς ὅπλοις, ὅσον τῷ εὐσεβεῖ βεβαιοῦται· καὶ οὐκ ἄν ποτε ποτε μετεῖναι φήσαιμι τῆς τοῦ ἀγαθοῦ συμμαχίας πονηροῖς ἀνδράσι καὶ μιαρωτάτοις. τούτοις [*](B) οὖν, εἴπερ εὖ φρονοῦμεν, οὐ προσεκτέον, οἶς οὔτε τὰ τῆς γνώμης ἄριστα σύγκειται, καὶ τὸ σώζειν ἅπαντα πεφυκὸς νεμεσᾷ. ὡς μὲν οὖν ἡ προσχώρησις ἡμῖν εὔκολος ἔσται καὶ προσφορωτάτη καὶ τῷ κρείττονι κεχαρισμένη, διὰ τῶν πραγμώτων μᾶλλον ἢ τῶν λόγων δεδήλωται. οὐ μὴν οὐδὲ ἀδικεῖν δόξοιμεν ἂν, οὐδὲ ἄπιστοι καθεστάναι. πολλάκις γὰρ ἤδη καὶ πρότερον ὑπὸ ῾Ρωμαίων προπηλακιζόμενοι, ἐμμένειν καὶ ὣς τοῖς [*](V. 60) καθεστηκόσιν ἡγούμεθα χρῆναι, φαυλότατον εἶναι κρίνοντες τὸ μεταβάλλεσθαι ῥᾳδίως ἔπι τισιν αἰτίαις, εἰ καὶ δεινόταται εἶεν, φορηταῖς δὲ ὅμως καὶ οὐ παντάπασιν ἀνυποίστοις. τὸ δὲ καἰ μεγιστας βλάβας καὶ ἀνήκεστα πάσχοντας φέρειν διαπαντὸς ἀταλαιπώρως, καὶ πρὸς μηδὲν ὁτιοῦν ἄχθεσθαι τῶν ἀνοσίων [*](C) ἔργων καὶ ἀτοπωτάτων, οὐ σωφρονούντων ἀνδρῶν εἶναί φημι, ἀλλὰ δειλῶν καὶ ἀθλίων, καὶ τὴν περὶ τὰ κοινὰ ῥᾳθνμίαν τῷ τῆς ἀπραγμοσύνης ὀνόματι σοφιζομένων. τούτου δὲ τοῦ τῆς

[*](4. τῷ εὐσεβεῖ R., τῷ εὐσεβεῖν vulg. 9.Exciditne πρὸς τοὺς Πέρσας ante προσχώρησις? 11. τῶν ante λόγων om. R. δόξοιμεν R. (Cl.), δόξειεν vulg. 16. δὲ ante ὅμως ins. ex R. et Intpr. l7.ἀνήκεστα R. et Intpr. ut videtur, ἆνηκέστους vulg.)
159

μιαιφονίας πάθους οὐκ ἂν οἶμαι παρ᾿ ἑτέροις μεῖζόν τι γένοιτο, [*](A. C. 554 I. I. 28) οὔτ᾿ ἂν γενόμενον περιοφθείη. οὔκουν οὐδὲ ἡμῖν περιοπτέον, αἰσχυνομένοις εἰ γε φανείημεν τοῦ βασιλέως ἐπιλεησμένοι, καὶ τοὺς ἀπεκτονότας ὑποθωπεύοντες. εἰ γὰρ οἷόν τε ἦν αὐτὸν ἐνθάδε παρεῖναι, πάντως ἂν ἐπεκάλει καὶ κατεμέμφετο τῆς ἡμετέρας ὀλιγωρίας, ἀνθ᾿ ὧν οἱ ἀλιτήριοι οὗτοι κατὰ τὴν ἐκ ἐνκείνου γῆν ἔτι ἐνδιαιτῶνται, καὶ οὐ πολλῷ πρότερον ἔξελήλανται. [*](D) ἐπεὶ δὲ οὔτε παρέσται τολοιπὸν, οὔτε φθέγξεται, ὑμεῖς ἀναλογίσασθε τὸν ἄνδρα, καὶ ὡς ἐν μέσῳ τοῦ συλλόγου παρεστὼς οὕτω ταῖς ἐννοίαις ὑμῶν ἀνατυπούσθω, ἐπιδεικνὺς μὲν τὴν σφαγὴν καὶ τὸ στῆθος καὶ τὸν αὐχένα, ἱκετεύων δὲ τὸ ὁμόφυλον νῦν γοῦν τίσασθαι τοὺς πολεμίους. εἶτα τίς ἂν ὑμῶν ἀποδέξοιτο διαπορούντων καὶ σκοπουμένων, εἰ δίκαιον πρὸς τῶν Κόλχων οἴκτου τυχεῖν τὸν Γουβάζην; εὐλαβητέον γὰρ ἡμῖν, ὅπως μὴ τὸ οὐκ εὐπρεπὲς δῆθεν τῆς μεταστάσεως δεδιότες, [*](P. 84) μεθέξομεν τοῦ μιάσματος, καταπροέμενοι καὶ παρέντες τὸ τιμωρεῖν τῷ τεθνηκότι, καὶ μᾶλλον ἐντεῦθεν ἄπιστοι δόξομεν, εἴ γε τῷ βίῳ μόνον ἐκείνου τὴν πρὸς αὐτὸν οἰκείωσιν ἀναμετρήσαντες, συναποβάλωμεν αὐτῷ καὶ τὴν μνήμην. καλῶς μὲν γὰρ τῶν πραγμάτων χωρούντων, πολλὴ ἄνοια τὰ προεγνωσμένα μεταμανθάνειν· ἐναντίως δέ που φερομένων ἀσύμφορον οἶμαι τὸ μὴ οὐχὶ θᾶττον ἁρμόζεσθαι τῷ προσπι-

[*](3. εἴ γε R., εἴ που vnlg. 8. ἀναλογίσασθαι R. 11. καὶ τὸ στῆθος R., ὑπὸ τὸ στ. vulg. et Intpr. 12. ὑμῶν R. et Intpr., ἡμων vulg. 13. σιωπουμένων R. 18. δόξωμεν R. et Lugd.)
160
[*](A. C. 554 Ι. Ι. 28)

πτοντι. τὸ γὰρ βέβαιον ἐν τῷ εὐλόγῳ κρίνεσθαι χρὴ, καὶ τὸ ἐγκαρτερεῖν τοῖς παροῦσιν οὐκ ἐπαινετέον ἀεὶ , ἀλλ᾿ ὅτε φρονήσει συμπαραγίγνεται. ἔνθα δὲ συμβαίνει ὧν μὲν δεῖ μεμνῆσθαι [*](B) περιορᾷν, ἔχεσθαι δὲ τῶν οὐ προσηκόντων, ἐνταῦθα τοῦ μεταβάντος ἐφ᾿ ἕτερα ὁ βεβηκὼς ἐπὶ τοῖς προτέροις μεμπτότεὸος. ταῦτα δὴ οὖν οἱ Πέρσαι πυνθανόμενοι πρὸς ἡμῶν καὶ συνίεντες, στέρξουσιν ἡμᾶς εἰκότως , καὶ ὑπερμαχοῦνται, χρηστοί τε ὄντες καὶ μεγαλόφρονες, καὶ δεινοὶ τεκμαίρεσθαι τὰς γνώμας τῶν πέλας, καὶ πρὸς γε χώραν οὕτως ἐπικαιροτάτην καἰ δύναμιν ἀξιόχρεων, ἣν αὐτοὶ πρὸ πολλῶν χρημάτων καὶ πόνων ἔχειν τιμῶνται, εἰς συμμαχίαν αὐτεπάγγελτον προσλαμβάνοντες. μὴ τοίνυν ἕτερόν τι παρὰ ταῦτα διανοεῖσθε, ἀλλ᾿ εὐθὺς ἐπιχειρεῖν τοῖς πράγμασι, καὶ τὸ μελετηθὲν ἀνα- [*](C) καλύπτειν· οὕτω γὰρ ἂν εὔκλειαν μεγίστην ἀροίμεθα, ὅσια τε δρῶντες καὶ δίκαια, καὶ πρὸς τὸ συνοῖσον ἐξευρημένα.”

ια΄. Τοιαῦτα τοῦ Αἰήτου εἰπόντος, αὐτιγα αυπας ὁ ὅμιλος ἐπῆρτο καὶ ἀνεβόα, καὶ αὐθημερὸν ἵεντο μετανίστασθαι, οὔτε τοῖς Πέρσαις προεγνωσμένον, οὔτε οὕτω παρεσκευασμένοι ὡς διαλαθεῖν τυχὸν ἢ καὶ ἀμύνασθαι τοὺς ῾Ρωμαίους διακωλύοντας, ἀλλὰ ἀλλὰ μηδὲν ὁτιοῦν τῶν ἐσομένων διανοούμενοι, μήτε

[*](7. ὑμᾶς R. 8. τε om. R. καὶ ante δεινοὶ add. ex R. et Intpr. 11. πόνων Lugd. et Ed. pr., πόντων R., πόρων Par. ex coni. Bon. Vulc., Intpr. omisit. 14. μεγίστην R., ἀρίστην vulg. ἀροίμεθα R., ἑλοίμεθα Vulg. 18 οὔτε οὕτω Lugd. et Ed. pr., οὔτε ὅτῳ R. , οὔτε αὐτοὶ οὕτω Par.)
161

ὅποι αὐτοῖς ἐκβήσεται ἡ ἐπιχείρησις, ἀτάκτως ἠπίγοντο. προσὸν [*](Α.C.554 Ι. Ι. 28) μὲν τοῦτο καὶ ἄλλως τοῖς πλήθεσιν, ἥδεσθαι τῷ νεωτερισμῷ καὶ ταῖς μεταβολαῖς τῶν πραγμάτων, οὗτοι δὲ καὶ μᾶλλον ἠρεθισμένοι, οὐ μόνον οἷα δὴ βάρβαροι, ἀλλ’ ὅτι τήν τε [*](D) αἰτίαν εὔλογον εἶναι ἡγοῦντο , καὶ τοὺς λόγους ἐν μεγίστῳ θαύματι ἐποιοῦντο, ὃ δὴ καὶ μᾶλλον αὐτοὺς ἀνεκίνει καὶ διεσόβει. οὓτω δὲ αὐτῶν ταραττομένων, ἀνήρ τις Φαρτάζης ὢν μὲν ἐν τοῖς μάλιστα παρὰ Κόλχοις, ἔμφρων δὲ καὶ δημοτικὸς μάλα τοὺς τρόπους , ἐπέσχεν αὐτοὺς τῆς ὁρμῆς καὶ ἀνέκοψεν, ἱκετεύσας μὴ πρότερον ἐπὶ τὴν πρᾶξιν χωρῆσαι, [*](V.61) πρίν τι κὼ αὐτοῦ λέγοντος διακούσαιεν. μόλις δὲ αὐτῶν πεπεισμένων τῇ πρὸς τὸν ἄνδρα αἰδοῖ, καὶ κατὰ χώραν μεμενηκότων, παρελθὼν καὶ αὐτὸς ἐς μέσον, ἔλεξεν τοιάδε· „Εἰκότα [*](P.85) μὲν , ὠ ἄνδρες Κόλχοι , πεπόνθατε , λόγων δεινότητι σφόδρα κεκομψευμένων τὰς γνώμας ἐκταραχθέντες. δυσμαχώτατον γὰρ τι τὸ χρῆμα καὶ οἷον ἅπαντας ἀνθρώπους ἐκπλήττειν, οὐχ ἥκιστα δὲ τοὺς οὔπω πρότερον ἐς πεῖραν αὐτῶν καταστάντας· οὐ μὴν παντάπασιν ἀνανταγώνιστον σώφρονι λογισμῷ, καὶ τῆς ἐκ τῶν πραγμάτων κρίσεως ἐχομένῳ. μὴ τοίνυν ἀρεσκόντων ὑμᾶς τὰ εἰρημένα, λογιζομένους ὡς τῷ ἀθρόῳ μόνῳ καὶ ἀσυνήθει πεπίστευται, ἀλλ’ οὐ τῷ πρέποντι καὶ ὠφελίμῳ. γινώσκετε δὲ μᾶλλον, ὡς εἰ καὶ λίαν ὑμῖν κεχαρισμένα δοκεῖ, ἀλλ’

[*](B)[*](1. ὃπη R. 6. διεσόβει R., ἀνεσόβει vulg. 7. Φαρτάξης R. in mg., Intpr. Pharazes. 12. κατὰ χώρας ἀμενηκότων R. 20 συνήθει R., Intpr. consuetudine. 21. ἀλλ' οὐ τῷ πρέποντι καὶ ὠφελίμῳ om. R. et Intpr.)
162
[*](A. C. 554 I. I. 28)

ἔνεστι κρείττονα τούτων ἑλέσθαι· καὶ τὸ ῤᾳδίως ἀναπεισθῆναι τεκμήριον ὑμῖν ἐναργὲς τῆς ἀπάτης γινέσθω. τῷ γὰρ τὰ ψευδῆ συμβουλεὺοντι μείζονός τε κόσμου καὶ ποικιλίας ῥημάτων προσδεῖ· κἀντεῦθεν πολλῷ τῷ θέλγοντι χρώμενος, θᾶττον ἐφέλκεται τοὺς εὐηθεστέρους. οὕτω δὲ καὶ ὑμεῖς, τοῦ Αἰήτου σοφίσματα προθέντος ἐπαγωγὰ καὶ παράλογα, οὐκ ἴστε ὅπως ἐφενακίσθητε· καίτοι εἰ καὶ μηδὲν ἕτερον, ἀλλ᾿ ἐκεῖνό γε καὶ λίαν ἐν προδήλῳ κείμενον εὕροι τις ἂν, ὡς ἄλλης τινὸς ζητήσεως [*](C) ἀρχὴν ἐμβάλλειν προήχθη τῶν ἐφ᾿ ἃ πάρεσμεν ἀλλοτριωτάτην. καθάπερ γὰρ ὑμῶν ἁπάντων οὐ δεινὰ καθεστάναι τὰ συμβεβηκότα φασκόντων, καὶ τῆς ἀτόπου μιαιφονίας ἥκιστα καταμεμφομένων, καὶ τοῦτο μόνον διασκοπούντων εἴπερ ὡς ἀληθῶς ἡμαρτήκασιν οἱ τὸν Γουβάζην ἀπεκτονότες, παρῆλθεν κατηγορῶν ἐκείνων, καὶ πλείστους ὅσους προφερόμενος λόγους ἐπὶ τοῖς ἤδη διεγνωσμένοις. ἐγὼ δὲ καταράτους μὲν εἶναί φημι καὶ κακοδαίμονας, καὶ οἵους ἣδιστα θεασαίμην ἂν ὀλέθρῳ τῷ πάντων χαλεπωτάτῳ διωλλυμένους, οὐ μόνον τοὺς πλήξαντας, [*](D) καὶ τὴν σφαγὴν ταῖς χερσὶν ἐπενεγκόντας, ἀλλὰ καὶ τοὺς ὅσοι, ἐφῆκαν, πρὸς δέ γε καὶ τοὺς ἡσθέντας, καὶ τοὺς μὴ λίαν ὑπεραλγήσαντας. πλὴν ἀλλ᾿ οὐκ, ἐπειδὴ ταῦτα γιγνώσκω, ἢδη που καὶ προσχωρεῖν τοῖς Πέρσαις συνοίσει·

[*](2. γινέσθω R., γενέσθω vulg. 4 ἐφέλκεσθαι R. 6. προθέντος R. et Intpr. proponente, προσθέντος vulg. 14. προσφερόμενος R. 15 μὲν post καταράτους ins. R., om. vulg.)
163

οὐδὲ τοῦτο λάβοι τις ἂν ὥσπερ ἑπόμενον τῷ λόγῳ καὶ συνημμένον, [*](Α. C. 554 Ι. Ι. 28) ὡς, ἐκείνων παρανομησάντων, δεήσει καὶ ἡμᾶς τὰ οἰκεῖα νόμιμα καταπροέσθαι· οὐδὲ ὡς ἀπίστοις μὲν αὐτοῖς ἄχθεσθαι, παραπλησίαν δὲ κτήσασθαι δόξαν. νῦν γὰρ οὐ τὸ φθάσαν σαν καὶ διηνυσμένον , καὶ οὐκέτι τὴν τοῦ μὴ γεγονέναι φύσιν ἐπιδεχόμενον, ἀναλογίζεσθαι χρὴ, ὡς ἂν μὴ, σὺν τῷ θυμουμένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι βουλευόμενοι , λάθοιμεν ἑαυτοὺς τὸ κρῖνον ἐπιθολοῦντες , καὶ τὴν τοῦ ἀμείνονος εὕρεσιν προαφῃρημένοι· ἀλλὰ τοῦ μὲν πάθους ὑφελεῖν , εἰσόσον μὴ δοκεῖν ἠμεληκέναι, πρόνοιαν δὲ τῶν γοῦν λοιπῶν θέσθαι πραγμάτων, ὅπως ἄριστα καθεστήξῃ. ἀνοήτων μὲν γὰρ ἀνδρῶν [*](P. 86) ἐπὶ τοῖς παρῳχημένοις κακοῖς ἀγανακτεῖν μέχρι παντὸς καὶ ἀνιᾷσθαι, σωφρόνων δὲ τὰς ἀτάκτους ῥοπὰς γιγνώσκειν τῆς τύχης, καὶ ταῖς μεταβολαῖς μὴ ταράττεσθαι, μηδὲ, τῶν προτέρων ἐστερημένους, συνδιαφθεῖραι καὶ τὰς τῶν μελλόντων ἐλπίδας.

ιβ'. „Ἀλλ' ὁ μὲν σύμβουλος πάλαι τὰ Μήδων φρονῶν καὶ μεθιστᾷν ἡμᾶς ἐπ’ ἐκείνους γλιχόμενος, μορμολύττειν καθάπερ τοὺς παῖδας πειρᾶται, ὡς δὴ τοῖς Ῥωμαίοις οὐ τῶν τετολμημένων ἀποχρησόντων, ἀλλὰ μειζόνων προσεσομένων· καὶ ὡς ὁ βασιλεὺς αὐτοῖς καινουργότατος, καὶ τὰ τῆς μιαιφονίας αὐτὸς ἐγκελευσάμενος εἴη , σπουδασθὲν ἐκ πλείστου καὶ

[*](Β)[*](6. σὺν om. 19. ὡς δὴ R. Lugd. (Cl.), ὡς δὲ edd. 20. παρεσομένων R. 21 Mallem πανουργότατος: cf. p. 156. ed. Bonn. v. 5.)
164
[*](A. C. 554 Ι. Ι.28)

βεβουλευμένον· καὶ ταῦτα φάσκων , ἀνυμνεῖ τοὺς πέρσας καἰ ὑπεράγαται, πείθειν ἡμᾶς ἐντεῦθεν οἰόμενος ἱκέτας εὐθὺς καὶ αὐτομόλους γενέσθαι τῶν φύσει πολεμιωτάτων. πρὸς τοῦτο γὰρ ἅπασαν ἔχει τὴν ἀναφορὰν, ὠδίνων ἒξαρχῆς καὶ μηχανώμενος ὡς ἂν αὐτῷ τὰ μεμελετημένα πρὸς ἔργον ἐκβαίη, [*](V. 62) σὺν τῷ ἀνεξετάστῳ προτρέπων , τὴν τῆς βουλῆς τάξιν συγχεῖ καὶ ταράττει, καὶ πρὸς τὸ ἀνόνητον μεταβάλλει. ἡ μὲν γὰρ προτερεύειν ἔλαχεν ἀεὶ καὶ ἡγεῖσθαι, βάσανον ἐμποιοῦσα τοῖς οὔπω προδήλοις μόλις δὲ τοῦ πρακτέου διαγνωσθέντος, τότε [*](C) δὴ παρεῖναι χρεὼν τὸ ἐθέλειν τυχεῖν καὶ ἐφίεσθαι τῶν εἱρεθέντων. θέντων. ὁ δὲ τὸ πέρας ἀρχὴν πεποίηται, εἰλόμενος ἤδη πρίν τι σαφῶς διασκοπῆσαι. ποῖον τοίνυν τὸ ἐκ τῆς βουλῆς ὠφέλιμον, εἴπερ τῆς κρίσεως ἐν ὑστέρῳ παρῇ; ὑμεῖς δὲ, ὦ ἄνδρες Κόλχοι, μηδαμῶς τὰς γνώμας ἑτέρῳ τῳ κατειλημμένοι, καὶ πρὸς ἕν τι τέλος προδιωρισμένον ὁρῶντες , οὕτως ἐπὶ τὰς ζητήσεις χωρεῖτε. πῶς γὰρ καὶ ἔνεστι [τὰς] τῶν μεταβάσεις βιάζεσθαι καὶ πρὸς τὸ ἀρέσκον μετασκευάζειν ; τοὐναντίον γὰρ τούτοις ἕπεσθαι κοσμίως προσήκει, καὶ τὸν λογισμὸν ἐπ’ αὐτὰ μεθιέναι καθαρὸν καὶ αὐτόνομον, ὥστε κατὰ [*](D) σχολὴν τὰ προστυχόντα διευκρινήσαντα , τοῦ συνοίσοντος ἐφιἀνόνητον

[*](7. R. idque coui. B. Vulcanius, Intpr. ad id, quod inutile est, ἀνόητον vulg. 13. ὑμεῖς R. et Intpr. , ἡμεῖς vulg. 16. γὰρ καὶ ἔνεστι [τὰς] τῶν πραγμάτων μεταβάσεις βιάζεσθαι καὶ addidi cx R. (ubi τὰς desidcratur) et Intpr. possunt namque nescio quo pacto uiolari rerum eventus et ad animi voluptatem traduci, nisi tamen hic pro μεταβάσεις, ἀποβάσεις legebat. 20. τὰ προστυχόντα R. Lugd. ct Intpr. casus, τὰ προσχόντα vulg.)
165

κέσθαι. οὕτω γὰρ ἠμῖν βουλευομένοις αὐτίκα φανεῖται , ὡς [*](A.C.554 I. I. 28) οὔτε ἐκ τῶν Ῥωμαϊκῶν ταγμάτων , οὔτε μὴν τῶν στρατηγῶν ἁπάντων, πολλῷ δέ γε μᾶλλον οὐδὲ τοῦ σφῶν βασιλέως τὰ τῆς ἐπιβουλῆς ἔπι Γουβάζην συνέστη. διατεθρύλληται γὰρ ἤδη παρ᾿ αὐτοῖς καὶ ἀνωμολόγηται , ὡς Ῥούστικος καὶ Μαρτῖνος, βασκήναντες αὐτῷ τῆς εὐτυχίας , εἰς αὐτεπάγγελτον ἤλασαν κακοδαιμονίαν, τῶν ἄλλων ἡγεμόνων οὐχ ὅπως συλλαβομένων, ἀλλὰ καὶ περιφανῶς ἀνιαθέντων. ἄδικον οὖν οἶμαι καί πρός γε ἀσύμφορον, ἑνὸς ἒξ ἁπάντων ἀνδρὸς ἥ καὶ δυοῖν τυχὸν ἡμαρτηκότοιν, ἐξυβρίσαι μὲν εἰς τοὺς κοινοὺς νόμους, οὕς στέργειν προὐθέμεθα, πολιτείαν δὲ σύμπασαν καὶ διαιτᾶν συνήθη καὶ [*](P.87) φίλην οὕτω πως ῥᾳδίως ἀποσκευάσασθαι, τῶν δὲ τὴν χώραν φρουρούντων , καὶ πολλοὺς ὅσους κινδύνων ἀναδεχομένων, ὡς ἂν ἡμῖν ἐν εὐπαθείᾳ βιοτεύειν ἒξῇ, προδότας δειχθῆναι, καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, δόξαν ὀρθὴν πρὸς εὐσέβειαν καὶ τὴν τῶν ἱερῶν ἀπορρήτων σεμνότητα περιφρονῆσαι. πῶς γὰρ οὐ τοῦτο φανούμεθα δρῶντες, εἰ προσχωρήσαιμεν τοῖς τοῦ κρείττονος ἐναντιωτάτοις; εἰ μὲν γὰρ διακωλύσαιεν ἡμᾶς ταῖς αὐταῖς ἁγιστείαις ἐμμένειν, καὶ μεταστήσαιεν πρὸς τὴν σφετέραν, τί τούτου πεισόμεθα χαλεπώτερον, περιόντες τε καὶ τεθνηκότες; τί δὲ κερδανοῦμεν ἅπασαν τὴν Περσίδα (θῶμεν γὰρ οὕτω) προσλαμβάνοντες , τὰς δὲ ψυχὰς ἐζημιωμένοι ; εἰ

[*](1. ἡμῖν R. et Intpr, ὑμῖν vulg, 6. ἤλασαν R. (Cl.), ἤλασε 7. συλλαβομένων R., συλλαμβανομένων vulg. 9. ἀσύμφορα ὄρα R. 13. φρουρούντων — δειχθῆναι om. R. Igitur κινδύνωι solus Lugd. pro quo Cl. corr. κινδύνους. ἐξῆν Spli. Par. 17. φανοῦμεν R.)
166
[*](A. C. 554 I. I. 28)

δέ γε καὶ μεθεῖεν καὶ συγχωρήσαιεν, ἀλλ᾿ οὐ βεβαίαν ημῖν τὴν εὔνοιαν ἕξουσιν, ὕπουλον δὲ μᾶλλον καὶ σφαλερὰν, καὶ μόνῃ τῇ χρείᾳ συμμετρουμένην. ἄμικτον γὰρ ἀεὶ τοῖς ἀνθρώποις τὸ ἑτερόγνωμον, καὶ οὔτε δέους προσπεσόντος, οὔτε τινὸς εὐεργεσίας ἡγησαμένης, μόνιμος αὐτοῖς ἐγγίγ́εται πίστις , πλὴν εἰ μὴ καὶ ταῖς δόξαις ὁμοφρονοῖεν· τό τε συγγενὲς καὶ ἴδιον καὶ ὁμόφυλον, εἰ τοῦδε λειπόμενα τύχοιεν, ὀνόματι μόνῳ τὴν οἰκείωσιν ὑποφαίνει, τοῖς δὲ ἔργοις ἀλλοτριοῦται. ἀντὶ ποίων τοίνυν ἀγαθῶν, ὦ ἄνδρες Κόλχοι, πρὸς Πέρσας μεταβησόμεθα, εἴ γε καὶ ὣς ἔσονται δυσμενεῖς, καὶ μηδὲν ἡμῖν πλέον [*](C) ἔσται τοῦ παρόντος, ἢ μόνον τὸ ῥᾷον βλάπτεσθαι πρὸς αβτῶν, ὅσῳ τοῦ ἐμφανοῦς τὸ διαλανθάνον ἀφυλακτότερον; ἀλλὰ γὰρ, εἰ δοκεῖ, συγκεχωρήσθω, μήτε ἄδικον εἶναι τοὐγχείρημα, μήτε τοῦ πρέποντος ἐστερημένον, καὶ ὁμολογείσθω τὰ Περσῶν ἤθη βέβαια καὶ πιστὰ καὶ οἷα διαπαντὸς ἐμμένειν ταῖς ἐσομέναιςι συνθήκαις. εἰ γὰρ καὶ ταῦτα δοθεῖεν, καὶ μηδὲν ἡμῖν τῶν ἄλλων ἐμποδὼν ἔσται, ἀλλὰ τὰ τῆς δυνάμεως οὐκ ἀρκέσει. πῶς γὰρ ἂν μεταχωρήσαιμεν ἐφ᾿ ἑτέρους, ἐφεστηκότων ἡμῖν τῶν ῾Ρωμαίων, καὶ οὕτω πολλῶν καὶ ἀνδρειοτάτων καὶ ὑπὸ κρα- [*](D) τίστοις στρατηγοῖς ταττομένων; πῶς δὲ καὶ οἷόν τε μὴ οὐχὶ ποι-

[*](1. καὶ ante μεθεῖεν add. ex R. et Intpr. vel. 3. Pro γὰρ Par. καὶ. 10. πλέον ἔσται R., ἔσται πλέον vulg. 13. συγκεχωρήσθω R. (Cl.), συγκεχωρείσθω vulg. 20. τεταγμένων R.)
167

νᾶς ὑποσχεῖν ἀνηκέστους, τῶν μὲν οὓς ἐπαμύνειν χρεὼν πόῥῤωπου [*](Α. C. 554 I. I. 28) κατὰ τὴν Ἰβηρίαν εντι μελλόντων, καὶ ἀνειμένως πορευομένων τῶν δὲ τιμωρησομένων τήν τε χώραν ἂπασαν κατεχόντων, [*](V.63) καὶ ταῖς ἡμετέραις πόλεσιν ἐνοικούντων;

ιγ’. „Καίτοι φησὶν αὐτοὺς ὁ γενναῖος οὑτοσὶ μηδὲ τὴν ὁρμὴν ὑποστήσεσθαι ἡμῶν, παραδείγματι χρώμενος τοῖς ἔναγχος συμβεβηκόσι. καὶ τις ἀγνοήσειεν ἂν ὡς τὰς τῶν πολέμων τροπὰς οὐκ ἔπι ῥητοῖς ἀνάγκη συμβαίνειν, οὐδὲ τοὺς νῦν σφαλέντας τυχὸν τῶν ὁμοίων ἀεὶ μεταλαγχάνειν ἀποτευγμάτων ; τοὐναντίον γὰρ ὡς τὰ πολλὰ πρὸς τοὺς ἡττηθέντας ἡ νίκη [*](P.88) μέτεισι, καὶ τὸ δυσφοροῦν ἐκθεραπεύει οὐ χρὴ τοίνυν ἡμᾶς, εἰθισμένον αὐτοῖς τολοιπὸν ἐν ἁπάσαις ταῖς συμπλοκαῖς ἐλασσοῦσθαι, πέρα τοῦ μετρίου θαρρεῖν. εἰ μὲν γὰρ τούτῳ μόνῳ νενίκηνται , τῷ μὴ τὰ δέοντα βεβουλεῦσθαι , προσεκτέον μὲν ἡμῖν τῷδε μᾶλλον τῷ παραδείγματι, καὶ προφυλακτέον τοὺς ἐκ τῆς ἀβουλίας κινδύνους . οὐ μὴν πρόδηλον ἐντεῦθεν οἴεσθαι δεῖ τὸ ῥᾳδίως αὐτῶν περιέσεσθαι εἰκὸς γὰρ τοὺς πρότερον ἁμαρτήσαντας , καὶ διὰ τῆς πείρας ὁποῖα φευκτέον πεπαιδευμένους, καὶ αὐτὸ δὴ τὸ παροφθὲν ἀνακαλέσασθαι τῇ περὶ τῶν ἐφεξῆς ἐσομένων ἐπιμελεία. εἰ δὲ τὸ θεῖον αὐτοῖς

[*](B)[*](3. τήν τε χώραν ἅπασαν R. , ἅπασαν τὴν χώραν τε vulg. 5. αὐτὸς R. 6. ὑποστήσεσθαι ἡμῶν R. , ἡμῶν ὑπ. vulg. ἔνα χος R. Lugd. et Intpr. ΡαuΙο ante, Ed. pr. ἕναχος, Par. ἐναχῶς. 9. μεταλαγχάνειν R. , λαγχάνειν vulg. 10. νικηθέντας R. 15. προσφυλακτέον R.)
168
[*](A. C. 554 I. I. 28)

χαλεπαίνει τῆς ἐπὶ τῷ κειμένῳ παρανομίας, καὶ ταύτῃ κεκάκωνται, τί δεῖ καὶ ἡμᾶς παρεῖναι καὶ συνεπιλαμβάνειν, ὣσπερ οὐκ ἐπαρκοῦντος ἐκεινοῦ τὰ δίκαια δρᾶσαι, ἀλλὰ τῆς ἐξ ἡμῶν ἐπικουρίας προσδεομένου; ποία δέ τις ἂν ἀσεβείας ὑπερβολὴ ἑτέροις λελείψεται, εἲ γε τόδε τὸ ἀγαθὸν ἀτιμάσαιμεν τῇ μετασάσει, ὅπερ καὶ ἠρεμούντων ἡμῶν ὑπερμαχεῖ προσηκόντως; μηδεὶς τοίνυν ἡμῖν τὸν τεθνεῶτα παραγέτω δῆθεν τῷ λόγῳ λίαν ἀγεννῶς ὀλοφυρόμενον, καὶ ἱκετεύοντα τοὺς ὁμοφύλους οἴκτου τυχεῖν τῷ τὴν σφαγὴν ἐπιδεικνύναι. ταῦτα γὰρ μοχθηραῖς μὲν ψυχαῖς καὶ ἀνάνδροις ἴσως ἁρμόσει, οὐ μὴν προσαπτέον [*](C) αὐτὰ βαοιλεῖ καὶ Λαζῶν καὶ Γουβάζῃ. εἰ γὰρ ἐκεῖνος ἐνταῦθα παρῆν, πάντως ἂν, ἅτε δὴ θεοφιλὴς ἀνὴρ γεγονὼς καὶ φρενήρης, κατεμέμφετο μὲν ἡμᾶς τοιαῦτα βουλευομένους. ἐκέλευεν δὲ μὴ οὕτω καταπεπτωκέναι καὶ μαλθακίζεσθαι , καὶ δραπετεύειν, καθάπερ οἰκέτας, αἱρεῖσθαι· φρόνημα δὲ Κολχικὸν καὶ ἐλεύθερον ἀναλαβόντας, ἀντέχειν τῆς συμφορᾶς θῤῥαλέως , καὶ πρὸς μηδὲν μὲν αἰσχρὸν καὶ ἀνάξιον τῶν πατρίων ἐξάγεσθαι τρόπων, ἐμμένειν δὲ τοῖς παροῦσι καὶ πεποιθέναι, ὡς τοῦ κρείττονος ἥκιστα τὸ ἔθνος περιοψομένου. εἶτα πῶς οὐ σφόδρα παράλογον, αὐτῷ μὶν τῷ βιαίως [*](D) ταῦτα κατὰ τὸ εἰκὸς ἔχειν δεδόχθαι· ἡμᾶς δὲ, τοὺς τὴν πρὸς

[*](1. ἐπὶ τῶν κειμένων R. 6. ὥσπερ R. 7. ἡμῶν R. ἁρμόσει R. et Intpr. congruit , ἀρκέσει vulg. 13. ὑμᾶς vulg. et Intpr. 15. αἴρεσθαι R. 21. κατά τὸ εἰκ. ἔκ. R., κ. τ. εἰκ. εὖ εἰ· vulg. , Intpr. ut is — tam decenter haec censeat.)
169

ἐκεῖνον εὔνοιαν σκηπτομένους , τἀναντία διανοεῖσθαι; ἀλλὰ [*](A. C. 554 I.I. 28) δέδοικα μὴ καὶ μόνου χάριν τοῦ διαλογίζεσθαι ταῦτα καὶ διασκοπεῖν μεγίστας ὑφέξομεν δίκας. εἰ μὲν γὰρ ἐπ᾿ ἀδήλοις ἐλπίσι καὶ τὴν ἐφ᾿ ἑκάτερα ῥοπὴν ἐπιδεχομέναις τὰ τῆς ἀποστάσεως [*](5) ἡμῖν ἐμελετᾶτο, ἦν μὲν ἂν καὶ τόδε δεινὸν, ἐπὶ τηλικούτων πραγμάτων κινήσει μόνης ἠρτῆσθαι τῆς τύχης, πλὴν ἀλλ᾿ ἐξῆν ἴσως τοῖς ταῦτα προῃρημένοις ἀδεέστερον γοῦν ἀναισχυντῆσαι. εἰ δὲ πανταχόθεν προὖπτον δείκνυται τὸ κακὸν, πῶς οὐ μισητέον αὐτοὺς τοιαύτην ἔννοιαν ἐμβαλόντας; ὡς μὲν [*](P. 89) οὖν ἀφεκτέον ἡμῖν ἐκείνων, καὶ δὴ μετρίως ἐῤῥήθη. φημὶ δὲ δεῖν βασιλεῖ τῶν ῾Ρωμαίων τὸ συμβὰν ἀναγγεῖλαι, ὡς ἂν ἐνδικώτατα μετέλθῃ τοὺς τοῦ μιάσματος αἰτιωτάτους, καὶ εἰ μὲν ἐθελήσει, πεπαῦσθαι τολοιπὸν τῆς πρὸς ῾Ρωμαίους διαφορᾶς, καὶ συνεργεῖν αὖθις καὶ συστρατεύεσθαι, καὶ τῶν προτέρων μετέχομεν συνδιαιτημάτων. εἰ δὲ ἀπώσοιτο τὴν ἀξίωσιν, τότε δὴ βουλευτέον ἡμῖν, εἴπερ ἑτέραν ὁδὸν τραπῆναι συνοίσει. οὕτω γὰρ ποιοῦντες, οὔτε τοῦ τεθνηκότος ἐπιλελῆσθαι δόξοιμεν ἂν, οὔτε προπετείᾳ μᾶλλον ἢ γνώμῃ τὰ ἡμέτερα διατιθέναι.”

[*](V. 64)

ιδ'. Εἰρημένων δὲ καὶ τούτων, παλινῳδίαν, τὸ λεγομε-

[*](B)[*](5. καὶ τόδε R. et Intpr. velid, καὶ τότε vulg. 8. πανταχόθεν add. ex R. et Intpr. undequaque. 9. ἐμβαλλόντας edd. 10. ὑμῖν Par. et Intpr. 12, μετέλθῃ R., μετέλθοι vulg. 15. Num μετέχειν?)
170
[*](A.C. 554 I. I. 28)

νον, ᾖδον οἱ Κόλχοι, καὶ μετεπείθοντο. μάλιστα γὰρ αὐτοὺς εἰς τοῦτο συνήλασε τὸ δεδιέναι , μή ποτε ἄρα, εἰ μετασταῖεν, καὶ τὴν ἐπὶ τῷ κρείττονι δόξαν ἀφαιρεθεῖεν. ἐπειδὴ οὖν ἡ τοῦ Φαρτάζου γνώμη ἐνίκα , αὐτίκα οἱ ἄριστοι καὶ εὐπατρίδαι τοῦ ἔθνους Ἰουστινιανῷ βασιλεῖ τὰ ἐπὶ Γουβάζῃ ξυνενεχθέντα διήγγειλαν , ἅπασάν τέ οἱ ἀνεκάλυψαν τὴν ἀπάτην, ὡς ἐκεῖνος μὲν οὔτε μηδίσας πώποτε , οὔτε ἄλλο τι ἄχαρι κατὰ ῾Ρωμαίων βουλευσάμενος ἥλω, οἱ δὲ ἀμφὶ Μαρτῖνόν τε καὶ Ρούστικον , ἐπειδὴ αὐτοῖς ὑπὸ ῥᾳστώνης θαμὰ σφαλλομένοις ἐπεκάλει τε τὰ εἰκότα καὶ ἐχαλέπαινεν, οἱ δὲ ταύτην τε [*](C) συκοφαντίαν ἐμηχανήσαντο , καὶ τὸν οὐδὲν ἡμαρτηκότα διέφθειραν. ἐδέοντο δὴ οὖν τῇ τοῦ κατοιχομένου ψυχῇ τοῦτο δὴ παρασχεῖν τὸ χαριστήριον ἔλεγον δὲ οὐκ ἄλλο τι ἄρα ἥ ὥστε μὴ ἀτιμώρητον καταλιπεῖν τὸ ἀδίκημα , βασιλέα δὲ σφισιν ἐπιστῆσαι οὐκ ὀθνεῖόν τινα , οὐδὲ ἐπηλύτην , ἀλλὰ Τζάθηντὸν Γουβάζου νεώτερον ἀδελφὸν ἐν Βυζαντίῳ κατ’ ἐκεῖνο τοῦ καιροῦ διατρίβοντα, ὡς ἂν αὐτοῖς πάλιν ὁ πάτριος διασώζοιτο νόμος καὶ ἡ ἀνέκαθεν τοῦ βασιλείου γένους ἀκραιφνὴς ὁμολογία. ὁ δὲ, ὅσια γὰρ αὐτῷ ἐδόκει καὶ δίκαια,) ὡς τάχιστα ἐπετέλει, καὶ οὖν Ἀθανάσιον, ἕνα τῶν πρῶτα λαχόντων [*](D) τῇ συγκλήτῳ βουλῇ , ἔστειλε διασκοπήσοντά τε τὸ πραχθὲν

[*](4. Φαρτάξου R., Inlpr. Pharazis. 5. τῷ T. R. 7. ἄχαρι add. ex R., Intpr. cum vulg. facit. 16. ἀδελφόπαιδα R. in mg. 19. ἐσία et δίκαια R. , ὅσιον et δίκαιον vulg.)
171

ἔς τὸ ἀκριβὲς, καὶ κατὰ τοὺς ῾Ρωμαίων νόμους κρινοῦντα. [*](A. C. 554 I. I. 28) καὶ δὴ παραγενόμενος, ῾Ρούστικον μὲν εὐθὺς ἐς Ἀψαροῦντα ἔστειλε τὴν πόλιν, καὶ τῷ ἐκείνῃ δεσμωτηρίῳ ἐγκαθείρξας ἐφρούρει · Ἰωάννη δὲ τῷ βασιλέα μὲν φενακίσαντι, αὐτουργῷ δὲ τοῦ μιάσματος γεγενημένῳ, ἀποδράσαντί πως ἐν τῷ τότε λαθραιότατα, καὶ φυγῇ τὴν σωτηρίαν καρπώσασθαι πειρωμένῳ , ἀλλ’ ἐκείνῳ γε τῷ Ἰωάννῃ ἐπὶ τοῖσδε πορευομένῳ ὑπαντιάζει, οὕτω παρασχὸν, ὁ Μετριανὸς, (εἷς δέ γε ἦν οὕτος τῶν ἀμφὶ τὰ βασίλεια δορυφόρων, οὑς δὴ Σκρίβωνας ὀνομά ζουσιν· [*](P.90) ἔπαλτο δὲ αὐτόσε τούτου δὴ ἕνεκα , ἐφ’ ᾧ ἔξυπηρετήσασθαί τε τῷ Ἀθανασίῳ, καὶ ἅττα ἂν ὑπ’ ἐκείνου κριθείη τόνδε ταῦτα ἐπιτελέσαι·) ξυλλαβὼν δὴ οὖν ὁ Μετριανὸς τὸν Ἰωάννην, παρὰ τὸν διαιτητὴν ἀπεκόμισεν. ὁ δὲ καὶ τοῦτον ἐς Ἀψαροῦντα ἐξέπεμψεν, ἐν εἱρκτῇ τε καὶ ποδοκάκη μενοῦντα, ἕως ὀ ἐν πόσιν ἀγὼν διανυσθείη.

ιε'. Ἅμα γὰρ τῷ ἦρι ἀρξαμένῳ παρῆν ὁ Ναχοραγὰν ἐς [*](A. C. 555 I. I. 29) Μουχείρισιν, καὶ αὐτίκα τά τε στρατεύματα ἤθροιζε, ἤθροιζε, καὶ πλείστη ὅσῃ χρώμενος προθυμίᾳ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. τοιγάρτοι καὶ οἱ Ῥωμαῖοι ἀμφὶ τὴν Νῆσον ἀγειρόμενοι παρεσκυάζοντο, καὶ τὰ τῆς κρίσεως εἰκότως ἀνεκόπτετο. τί γὰρ ἂν αὐτοῖς ὲν τῳ τότε προυργιαίτερον κατεφάνη τῆς περὶ τὸν πόλεμον εὐκοσμίας; ἤδη δὲ καὶ ὁ Πάθης ἅμα Σωτηρίχῳ τῷ [*](Β) στρατηγῷ ἐκ Βυζαντίον ἀφῖκτο, τήν τε πατρῴαν ἀρχὴν καὶ

[*](2. ἐς om. R. 8. Μετριανὸς R- et Intpr. , Μαστριανὸς vulg. 9. Σκρίβονας Lugd. 10. τοῦ δὴ R. 12. Μαστριανὸς vulg. 14. μενοῦντας R. 17. ἠθροίζετο R. 22. Sotirem ubique vocat Intpr. τῷ om. R, 23. πατρῴου R. et in mg. ἀδελφοῦ.)
172
[*](A. C. 555 I. I. 29)

ταύτης παράσημα πρὸς τοῦ βασιλέως ῾Ρωμαίων, ἧπερ ἐκ παλαιοῦ νενόμισται, δεδεγμένος. εἰσι δέ γε ταῦτα στέφανος χρυσοῦς λιθοκόλλητος, καὶ χιτώνιον ποδῆρες ὑπόχρυσον, πέδιλά τε κοκκοβαφῆ, καὶ μίτρα ὁμοίως χρυσῶ τε καὶ λίθοις πεποικιλμένη. χλαμύδα δὲ ἁλουργῆ τοῖς βασιλεῦσι τῶν οὐ θέμις ἀμπίσχεσθαι, λευκὴν δὲ μόνον· οὐ μέντοι παντάπασί γε κοινὴν οὕτω καὶ εἰθισμένην, ἀμφὶ γὰρ τὸ μεσώτατον ἐκείνη χρυσῷ ὑφάσματι ἑκατέρωθεν καταλάμπεται. βασιλικὸν δὲ κὼ [*](C) τὸ ἐμπερόνημα τῆς χλαμύδος, λίθοις τε ἐκκρεμέσι καὶ τῇ ἄλλῃ κατασκευῇ διαπρέπον. ἐπιβάντα δὴ οὖν τὸν πάθην τῆς ὑπηκόου καὶ τῇ βασιλείῳ στολῇ κεκοσμημένον, αὐτίκα οἱ τε στρατηγοὶ καὶ ὀπὰς ὁ τῶν ῾Ρωμαίων στρατὸς δεξιούμενοί τε καὶ τὰ εἰκότα γεραίροντες προηγοῦντο, ἐξωπλισμένοι ὡς εὐπρεπέστατα, καὶ ἔπι· τῶν ἵππων οἱ πλεῖστοι ὀχούμενοι. οἱ δὲ Λαζοὶ ἐς τὸ χαῖρον μεταβαλόντες, καὶ μόλις τῆς ἀνίας, στοιχηδόν οἱ παρωμάρτουν, σάλπιγγές τε πανταχόθεν ἐπήχουν, καὶ τὰ σημεῖα ἐς ὕψος ἐπῆρτο. καὶ ἦν ἥ πομπὴ φαιδρά τε ἐπιεικῶς καὶ γαυροτάτη, καὶ πλέον ἢ κατὰ [*](V. 65) Λαζῶν βασιλείαν ἐξωγκωμένη. Τζάθης μὶν οὖν ἐς τὴν ἀρχὴν καταστὰς, ἔταττεν ἕκαστα τολοιπὸν, καὶ διεκόσμει [*](D) τὸ ὁμόφυλον, ὡς αὐτῷ τε ἦν βουλομένῳ, καὶ ὁ πάτριος ὑπηγόρευεν τρόπος. Σωτήριχος δὲ ὁ στρατηγὸς αὐτίκα εἴχετο

[*](1. πρὸς τῶν et paulo infra καθαλάμπεται et Τζάτην Sph. Par. 8. καὶ add. ex R. 13. εὐπρεπέστατον R. 16. σάλπιγγες R., σάλπιγγα vulg. πανταχόθεν R., πάντοθεν vulg. 19. εἰς codd. et edd.)
173

τῆς πορείας, ἐφ᾿ ᾗπερ καὶ ἔσταλτο. χρυσίον γὰρ ἐκ βασιλέως [*](A. C. 555 I. I. 29) ἐκόμιζεν, ἐφ’ ᾧ τοῖς προσοίκοιςβαρβάροις κατὰ τὸ ξυμμαχικὸν διανέμοι , εἰθισμένον γε τοῦτο ἐκ πλείστου καὶ ἀν’ ἔτος γιγνόμενον. εἴποντο δὲ αὐτῷ καὶ τῶν παίδων οἱ πρεσβύτεροι, Φιλάγριός τε καὶ Ῥωμύλος, ὡς ἂν εὐθὺς ἀφ’ ἱστίας μοχθεῖν ἐν δέοντι παιδευθεῖεν, ἐπεὶ καἰ ἐς ἥβης μέτρον ἤδη ἄμφω ἐληλυθέτην, καὶ ἤστην οἴω διαπονεῖσθαι. ὁ γὰρ δὴ τρίτος αὐτῶν, Εὐστράτιος, ἐν Βυζαντίῳ ἐλέλειπτο, νέος γε ὢν ἔτι κομιδῆ̣, καὶ ἄλλως τὸ σῶμα οὐ ῥωμαλέος. ὡς δὲ ἐς τὴν τῶν [*](P. 91) καλουμένων Μισιμιανῶν χώραν ὁ Σωτήριχος ἀφίκετο, οἱ δὴ κατήκοοι μὲν τοῦ βασιλέως τῶν Κόλχων τυγχάνουσιν ὅντες καθάπου καὶ οἱ Ἀψίλιοι, γλώττη δὲ ὅμως χρῶνται ἀποκεκριμένῃ καὶ νόμοις ἑτέροις· εἰσὶ δὲ τούτου δὴ τοῦ Ἀψιλίων γένους βορειότεροι, καὶ τετραμμένοι ἠρέμα ἐς ἥλιον ἀνιόντα. ἐπειδὴ οὖν ἐς τούσδε παραγέγονεν, ἔννοιά τις αὐτοὺς εἰσῆλθεν, ὡς ἄρα ἕν τι τῶν σφετέρων φρουρίων ἀμφ’ αὐτὰ δὴ τὰ Λαζῶν ὅρια ἱδρυμένον, ὃ δὴ Βούχλοον ὀνομάζουσιν, τοῦτο δὲ ὅγε βούλοιτο τοῖς Ἀλανοῖς καταπροέσθαι, ὡς ἂν οἱ τῶν ἐθνῶν πρέσβεις τῶν ἀπωτέρω οἰκούντων, αὐτοῦ ἀγειρόμενοι, τὸν μισθὸν ἀποφέροιντο, καὶ μηκέτι ἀνάγκη τις εἴη τῷ τὰ χρήματα παρεχομένῳ τὰς τοῦ Καυκάσου περινοστεῖν ὑπωρείας, [*](Β) καὶ αὐτὸν ἐπ’ ἐκείνους ἰέναι.

[*](3. διανέμοι R., διανέμει vulg. 7. ἥσθην Sph. Par. 8. Εὐστρὰτης R., Intpr. Estratius. 10. Misiani sunt apud Intpr. et infra in Exc. Rav. 17. Βούχλοος R. 21. Pro περινοστεῖν R. πέρι, sed in mg. περᾶν. 22. ναὶ om.R.)
174
[*](A. C. 555 I. I. 29)

ις΄. Ταῦτα δὴ οῖ Μισιμιανοὶ εἴτε γνόντες, εἴτε καὶ ὑποτοπήσαντες, στέλλουσιν ἄνδρας δύο τῶν παρὰ σφίσι λογίμων, Χάδον ὄνομα καὶ Θυάνην. οἱ δὲ εὑ ρόντες αὐτὸν ἀγχοῦ που ἐκείνου δὴ τοῦ ἐρύματος ἐναυλιζόμενον, καὶ πλέον ἐς τὴν δόκησιν ἐπιῤῥωσθέντες, „ἀλλ᾿ οὐ δίκαια δράσειν ἡμᾶς” ἔφασαν „ὦ στρατηγὲ, διενοήθης· χρὴ γάρ σε μηδὲ ἄλλῳ τῳ ἐφιέναι τὰ ἡμέτερα παραιρουμένῳ, μήτι γε καὶ αὐτὸν οὕτως ἐθέλειν. εἰ δέ σε ὡς ἀληθῶς μὴ ταῦτα ἀρέσκει, ἄγε ὅπως ἐνθένδε [*](C) ὡς τάχιστα μεταβὰς, ἐν ἑτέρῳ ἀποδιατρίψεις χωρίῳ, καί σε ἐπιτήδεια ἥκιστα ἐπιλείψουσιν, ἀλλ᾿ ἡμεῖς ἅπαντα οἴσομεν. ἐνταῦθα γάρ σοι οὐ μενετέα παντάπασιν, οὐδὲ ἀνεξόμεθά σου μέλλοντος ἐς τόδε καὶ σκηπτομένου.” οὕτω δὲ αὐτῶν αὐθαδιαζομένων, οὐκ ἀνεκτὰ ἡγησάμενος ὁ Σωτήριχος, εἰ τοῖς τῶν Κόλχων κατηκόοις ἐξείη κατὰ ῾Ρωμαίων θρασύνεσθαι τῶν ὑφ᾿ οὓς οἱ Κὸλχοι τετάχαται, παρακελεύεται τοῖς ὀπαδοῖς παίειν αὐτοὺς αἷς ἐπεφέροντο βακτηρίαις. οἱ δὲ καθίκοντο αὐτῶν ἀφειδῶς, καὶ ἐς τοὐπίσω ἡμιθνῆτας ἀπέπεμψαν. τούτου δὲ γεγενημένου, Σωτήριχος μὲν ᾤετο μηδὲν ἀντίπαλον ἔσεσθαι, ἀλλ᾿ ὥσπερ ἀμέλει οἰκέτας οἰκείους ἡμαρτηκότας διαχειρισάμενος, καὶ οὐδὲν ὁτιοῦν εὐλαβητέον αὐτῷ, ἔμενέ τε κατὰ χώραν, καὶ εἶτα, νυκτὸς ἐπιγενομένης, ἐκάθευδε σφόσρα [*](D) ἀδεῶς καὶ ἀφυλάκτως· οὕτω δὲ οἵ τε παῖδες καὶ οἱ δο-

[*](4. αὐλιζόμενον R. 5. δίκαι δράσαι R. 7. οὕτω R. 9. ἀποδιατρίψεις R., ἀποδιατρίψῃς vulg. 10. λείψουσιν R. 14. ἐξείη R., ἐξήει vulg. 17. Pro καὶ R. οὓς. 18. ᾤετο μηδὲν ἀντίπαλον R., οὐδὲν ἀντ. ᾤετο vulg.)
175

ρυφόροι καὶ ὁπόσον ἄλλο αὐτῷ θητικὸν εἵπετο ἥ καὶ δοῦλον, [*](A.C.555 I. I. 29) ἐκμελέστερον καὶ οὗτοι ἅπαντες ἢ ὡς ἐν πολεμίων κατεσκηνημένοι, ἀνεπαύοντό. ἐν τούτῳ δὲ οἱ Mισιμιανοὶ , τὴν ὕβριν οὐκ ἐνεγκόντες, ἐπιφοιτῶσιν αὐτοῖς καρτερώτατα ἐξωπλισμένοι, καὶ αὐτίκα ἐπὶ τὸ δωμάτιον χωρήσαντες, οὗ δὴ ὁ στρατηγὸς ἀνεκέκλιτο , κατακτείνουσι προτέρους τοὺς παρεναστῆρας τῶν θεραπόντων. θορύβου δὲ, ὥσπερ εἰκὸς, καὶ πατάγου πολλοῦ κινηθέντος, ξυναίσθησις μὲν τοῦ κακοῦ αὐτῷ τε Σωτηρίχῳ καὶ τοῖς ἀμφ᾿ αὐτὸν ἅπασιν ἐγίγνετο· καὶ τοίνυν ὑπὸ δέους ἐκ τῶν εὐνῶν ἀνεπάλλοντο, ἔτι δὲ τῷ ὕπνῳ καρηβαροῦντες καὶ παρειμένοι, ἀμύνεσθαι αὐτοῖς οὔ τι μάλα παρῆν οἱ [*](P.92) μὲν γὰρ ταῖς σισύραις τὼ πόδε περιελιττόμενοι , εἴργοντο τῆς πορείας, οἱ δὲ καὶ ἤδη ἐπὶ τὰ ξίφη ὁρμήσαντες, καὶ σχεδιάζειν πειρώμενοι τὰ πολέμια , ἀλύοντες ἦσαν οἰκτρότατα οἶα ἐν σκότῳ καὶ ἀπορίᾳ, ἔστε τοὺς τοίχους περιῤῥηγνύμενοι, καὶ ὅπη ἐτύγχανον κείμενα τὰ ὅπλα ἐπιλελησμένοι· ἔνιοι δὲ αὐτῶν καὶ τῷ ἤδη ξυνειλῆφθαι ἀπειρηκότες, οὐδενότι ἐμηχανῶντo, [*](V. 66) ἐβόων τε μόνον ἄλλος ἄνλλοθι καὶ ὠλοφύροντο, οὐκ ἔχοντες ὅ, τι καὶ δράσαιεν. οὕτω δὲ αὐτῶν καταπεπληγμένων, ἐπεισπεσόντες οἱ βάρβαροι αὐτόν τε Σωτήριχον κατακτείνουσι καὶ τοὺς παῖδας καὶ πρός γε ξύμπαντας τοὺς ἄλλους, πλὴν εἰ μή τις

[*](B)[*](1. ὁπόσον ἄλλο ἀρτῷ R. , ὅσον αὐτῷ ἄλλο vulg. a. ἐν πολεμίων R. , ἐν πολεμίᾳ vulg. 9. ἐγίγνετο R. , ἐγένετο vulg. 12. σισύραις R., σκύραις vulg., Intpr. veste oblonga. 14. ἀλύοντες scripsi pro vulg. ἀλόντες, ἁλόντες R., Intpr. errabundi divagabantur, quasi legerit ἀλώμενοι. Num ᾔεσαν? Universum locum emendatione egere perspicio , satis probabilcm iuvenio nullam. 15 περιρηγν. R.)
176
[*](A.C. 555 I. I. 29)

ἔκ τινος τυχὸν ἁλάμενος ὀρσοθύρης ἢ καὶ ἑτέρῳ ὁποίῳ δὴ τρόπῳ λαθὼν διεσώθη. ταῦτα δὲ δράσαντες οἱ ἀλιτήριοι, ἐσκύλευσαν τοὺς κειμένους, τά τε ἄλλα ὁπόσα ἐπήγοντο κτήματα, καὶ πρός γε τὸ βασιλέως ἀφελόμενοι χρύσιον, καθάπερ τινὰς πολεμίους ὡς ἀληθῶς, ἀλλ’ οὐχὶ φίλους τε καὶ ἀπεκτονότες.

ιζ΄. Ἐπεὶ δὲ αὐτοῖς τὰ τῆς μιαιφονίας ἀπείργαστο, τὸ ἀνοιδαῖνον τέως τῆς γνώμης καὶ ὀργιζόμενον, τῷ ἀποπλησθῆναι τὴν ἐπιθυμίαν, ὑποχαλᾷν ἐδόκει καὶ περιστέλλεσθαι, τότε δὴ μόνον τὸ πραχθὲν ἐφ’ αὑτῷ διασκοποῦντες, ἀνελογίζοντο, καὶ ξυνίεσαν ὁποῖος αὐτοῖς ἀνέῤῥιπτο κύβος, ὅτι τε οὐκ ἐς μακρὰν ἥξουσιν οἱ Ῥωμαῖοι τιμωρησείοντες, καὶ ὅτι αὐτοὺς ἐκεῖνοι οὐχ ὑποστήσονται. τοιγάρτοι ἀναφανδὸν ἀποστάντες, [*](C) προσεχώρουν τοῖς πέρσαις, καὶ ἐπρεσβεύοντο, ὑποδέχεσθαί τε σφᾶς αἰτούμενοι, καὶ ὡς δὴ κατηκόοις τολοιπὸν ἐπαρήγειν. τούτων δὲ ἁπάντων τοῖς τῶν ῾Ρωμαίων στρατηγοῖς ἀπηγγελμένων, ἐχαλέπαινον μὲν οἵγε καὶ ἐδυσφόρουν, τίσασθαι δὲ παραυτίκα τοὺς Μισιμιανοὺς οὐ μάλα ἠδύναντο, πιεζόμενοι τῇ περὶ τοῦ μείζονος ἀσχολίᾳ. ἤδη γὰρ ὁ Ναχοραγὰν ἑξήκοντά που χιλιάδας μαχίμων ἀνδρῶν ἐπαγόμενος, ἐπὶ τὴν Νῆσον ἐφοίτα, ἴνα Μαρτῖνός τε καὶ Ἰουστῖνος ὁ Γερμανοῦ

[*](1. ὀρσοθύρης R., ὀρσοθύρας vulg. 8. τέως om. R. et 10. τότε δὲ R. ἐφ’ αὑτῷ R., ἐφ’ ἑαυτῷ vulg. 11. correxi, ἀνέῤῥιπται R., ἐνέῤῥιπτο vulg. 12. τιμωρησείοντες R., τιμωρήσοντες vulg. 17. ἀπηγγεμένων sph. Par. 20. Pro ἀνδρῶν R. περσῶν. 21. Ἰουστῖνος R. et Intpr. , Ἰουστινιανὸς vulg.)
177

καὶ τὰ ἀμφ’ αὐτοὺς στρατεύματα ἐτύγχανον ξυνειλεγμένα· οἱ [*](Α. c. 555 I. I. 29) δὲ ἐκ τῶν οὕννων μισθοφόροι, τῶν δὴ Σαβείρων ὀνομαζομένων, παρῆσαν γὰρ τοῖς ῾Ρωμαίοις ὁπλιτῶν ἀπόμοιρα οὐ πολλῷ [*](D) ἐλάσσους τῶν δισχιλίων · ἡγοῦντο δὲ αὐτῶν Βαλμάχ τε καὶ Κούτιλζις καὶ Ἴλιγερ, ἄνδρες τῶν παρὰ σφισιν ὀνομαστοτάτων,) οὗτοι δὴ οὖν οἱ Σάβειροι ἀμφὶ τὴν Ἀρχαιόπολιν καὶ τὰ ἐκείνῃ πεδία, προστεταγμένον αὐτοῖς ὑπὸ Μαρτίνου, ἐστρατοπεδεύσαντο, ἐφ’ ᾦ τοὺς πολεμίους (ἐνθένδε γὰρ ἤμελλον διαβήσεσθαι) ὡς ἂν οἷοι τε εἷεν πημαίνοντες, χαλεπωτέραν αὐτοῖς καὶ σφαλερωτέραν ποιήσοιντο τὴν πορείαν. ὁ δὲ Ναχοραγὰν, ἐπειδὴ ἐς τοῦτο τετάχθαι τοὺς Σαβείρους ἐπέπυστο ἀπολεξάμενος ἐκ τῶν ξυστρατευομένων Διλιμνιτῶν ἄνδρας ἐς τρισχιλίους, αὐτίκα ἐπ’ αὐτοὺς ἔστειλε, παρακελευσάμενος ἦν γὰρ ἀλαζὼν καἰ ὑψηγόρος) ἄρδην ἅπαντας διαφθεῖραι, ὡς ἂν μή οἱ ἰόντι ἐπὶ τὸν πόλεμον ὄπισθεν ἐχεῖνοι [*](P.93) ἐφεδρεύοντες ὑπολειφθεῖεν· οἱ δὲ Διλιμνῖται, μέγιστον ἔρνος τῶν ἐντὸς Τίγρητος ποταμοῦ τῇ Πέρσιδι χώρᾳ προσοικούντων, μαχιμώτατοί τέ εἰσιν ἐν τοῖς μάλιστα, καὶ οὐ λίαν τοξόται καὶ ἑκηβόλοι, ὥσπερ ἀμέλει οἱ πλεῖστοι τῶν Μήδων. ξυστούς τε γὰρ ἐπιφέρονται καὶ σαρίσσας, καὶ ξίφος ἐκκρεμὲς ἀπὸ τοῦ ὤμου· μαχαιρίδα τέ τινα ἐλαχίστην τῷ λαιῷ βραχίονι ἀναδούμενοι, ἀσπίδας καὶ πέλτας προβέβληνται· φαίης τε ἂν

[*](4. Bamalch Cupilsesque et Lager Intpr. 10. σφαλερωτέραν R., σφαλερωτάτην vulg. 12. συστρ. R. 15. οἱ ἰόντι correxi, οἱ ὄντι R., οἷόν τι Lugd. ed. pr., Intpr. sibi, quum acie decerneretur ἰόντι siae οἱ Par. 17. Πίγρητος R., Intpr. Pigritum flumen.)
178
[*](A. C. 555 U, U, 29)

αὐτοὺς παντάπασι παντάπασι ψιλοὺς, οὔτε μὲν οὖν ὁπλίτας καί ἀγχεμάχους. πόρρωθέν τε γὰρ οὕτω τυχὸν ἀκοντίζουσι, καὶ ἐκ [*](B) χειρὸς αὖ διαμάχονται, ἀγαθοὶ δὲ καὶ συῤῥάξαι φάλαγγι πολεμίᾳ, καὶ ὠθισμῷ χρώμενοι τὰς πυκνώσεις διαῤῥηγνύναι, ἔς τε τὸ μετατάξασθαι εὐπετεῖς, καὶ ἁρμοσθῆναι τῷ προσπεσόντι. αὐτοὶ δὲ καὶ ἐς τὰ προσάντη γεώλοφα ῥᾳδίως ἀναθέοντες, προκαταλαμβάνουσι τὰ ὑπερδέξια τῶν χωρίων, τρεπόμενοί τε ὠκύτατα διαφεύγουσι, καὶ ἐπιόντες ἑτέροις ἐμμελέστατα ἐς τὴν δίωξιν ἔγκεινται, καὶ σχεδόν τι ἅπασαν ἰδέαν πολέμου μετιόντες καὶ ἐξησκημένοι, μέγιστα σίνονται τοὺς ἀντιπάλους· ὡς δὲ ἐπιπλεῖστον ξυμπολεμεῖν τοῖς πέρσαις εἰώθασιν, μὴν ἠναγκασμένοι, ὥσπερ κατήκοοι. αὐτόνομοί τε γάρ εἰσι καὶ ἐλεύθεροι, καὶ ἄγεσθαι ὑπό του πρὸς βίας οὐ πεφυκότες.

[*](C)

ιη'. Τούτων δὴ οὖν τῶν Διλιμνιτῶν ὁ ἀποδασμὸς, νυκτὸς [*](V.67) ἐπελθούσης, κατὰ τῶν Σαβείρων ἐχώρουν, ἄμεινον εἶναι δοκοῦν, ἔτι καθεύδουσιν αὐτοῖς ἐπιστῆναι, οὕτω τε ἅπαντας εὐκολώτερον κατακτεῖναι· καὶ, οἶμαι, οὐκ ἂν διήμαρτον τῆς ἐλπίδος, εἰ μή τις αὐτοὺς ἔσφηλε τύχη. ἰόντες γὰρ δήπου ἐς τοῦτο, ἀνήρ τις αὐτοῖς Κόλχος ἐν σκότῳ καὶ ἐρημίᾳ, ὧδέ πως ξυνενεχθὲν, ὑπαντιάζει· καὶ τὸν ἀσμενέστατα ξυλλαβόντες, ἀναγκάζουσι τῆς ἐπὶ τοὺς Σαβείρους ἡγεῖσθαι πορείας. ὁ δὲ προθυμότατα ὑποστὰς τὸ ἐπίταγμα, καὶ ἤδη προπορευόμενος,

[*](1. Pro μὶν R. μόνον. 3. ἄν διαμάχωνται R. 8. ἑτέροις correxi, ἑτέρας R., ἑτέρως vulg. 9. ἰδέαν πολέμου R., πολ. ἰδ. vulg. 11. ὡς δὴ Par. 17. εὐκολώιερον R., Intpr. facilius, εὐκολώτατα vulg.)
179

ἐπειδὴ νάπης τινὸς λασίας ἐκύρησεν, ὑφιζάνει τε ἠρέμα καὶ [*](A. C. 555 I. I. 29) ὑποδύεται· οὕτω τε διαδρὰς τοὺς ἑπομένους καἰ προτερήσας, ἧκε δρομαῖος παρὰ τοὺς Οὔννους· εὑρὼν δὲ ἅπαντας ἀνειμένως [*](D) οὑτωσὶ ἀναπαυομένους καὶ ὑπορέγχοντας· „ὠ δείλαιοι” ἔφη „αὐτίκα μάλα ἀπολεῖσθε”, τορόν τι ἐμβοήσας καὶ διαπρύσιον. οὕτω τε αὐτοὺς μόλις ἀνακαλεσάμενος ἐς ἐγρήγορσιν, ἀγγέλλει τοὺς πολεμίους ὅσον οὔπω παρεσομένους. οἱ δὲ ξὺνθορύβῳ διαναστάντες, καὶ τὰ ὅπλα περιβαλόμενοι, ἐκτὸς τοῦ χαρακώματος ἀπεχώρουν, καὶ ὑπεκρύπτοντο, διχῇ μεμερισμένοι· κατέλιπον δὲ τήν τε εἴσοδον ἀφύλακτον, καὶ οὕτω κατὰ χώραν ἑστῶτας τοὺς ἐκ τῶν ξύλων τε καὶ ἐφεστρίδων ἐσκευασμένους οἰκίσκους. οἱ δὲ Διλιμνῖται πλείστας μὲν ὅσας ἀτραποὺς τῇ ἀπειρίᾳ τῶν τόπων ἀναμετρήσαντες, πλὴν ἀλλ’ ἔτι ὑπὸ τὸ κνέφας ἐς τὸ τῶν οὕννων στρατόπεδον ἀφιγμένοι, ἐσβάλλουσι [*](Ρ. 94) θαῤῥαλέοι ἐπὶ κακῷ τῷ σφετέρῳ, καὶ εἴσω ἅπαντες γίγνονται. πάταγος δὲ οὐκ ἦν, οὐδὲ βοὴ, ὡς ἂν μὴ ἐκεῖνοι ξυναίσθοιντο δῆθεν καὶ ἀφυπνισθεῖεν, ἀλλ’ ἠρεμαῖοι τὰ δόρατα ἔς τε τὰς εὐνὰς καὶ τὰς καλύβας ἠκόντιζον, ὡς τοὺς καθεύδοντας ἀναιροῦντες. ἤδη τε ᾤοντο ἅπαν αὐτοῖς ἠνύσθαι τὸ ἔργον, ἀλλὰ τότε οἱ Σάβειροι ἐκ τῆς ἐνέδρας ἑκατέρωθεν ὁρμηθέντες, ἐσπίπτουσιν αὐτοῖς ἐξαπιναίως καὶ ἐπιφέρονται. οἱ δὲ ἀθρόον τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ ἐς τἀναντία τῶν ἐλπισθέν-

[*](3. δρομαίως R. 4. ὑποῤῥέγχ. vulg. 16. ὡς ἂν om. R. 19. ἠνύσθαι τὸ ἔργον R., τὸ ἔργ. ἢν. vulg.)
180
[*](A. C. 555 I. I. 29)

των περιηγμένοι, διηπόρουν καἰ ἐταράττοντο· οὔτε γὰρ φεύγει αὐτοὺς ῥᾷστα ἐνῆν ἐν ἐλαχίστῳ χωρίῳ ξυνειλημμένους, [*](B) οὔτε μὴν ἐς τὸ ἀκριβὲς τοὺς δυσμενεῖς διαγινώσκειν, οἶα ἐν νυκτομαχίᾳ καὶ φόβῳ. τοιγάρτοι χύδην ὑπὸ τῶν Σαβείρων ἐκτείνοντο, οὐδ’ ὅσον ἐς πεῖραν ἐλθεῖν ἀμυνόμενοι· καὶ ὀκτακόσιοι μὶν ἄνδρες ἔνδον ἐν τῷ στρατοπέδῳ διεφθάρησαν, οἱ δὲ ἄλλοι μόλις ὑπεκβάντες ἠλῶντο σποράδην, οὐκ ἐπιστάμενοι ὅποι χωρήσαιεν· ἤδη τε πόρρω που πεφευγέναι δοκοῦντες, αὖθις ἐς ταὐτὸν ἀνεκυκλοῦντο, καὶ περιέπταιον τοῖς πολεμίοις. καὶ ταῦτα μὶν τῆς νυκτὸς ἁπάσης ἐγίγνετο· ἤδη δὲ τοῦ ὄρθρου χαρασσομένου, καί ἡμέρας ἐπιφανείσης, αὐτίκα τῶν Διλιμνιτῶν οἱ σωζόμενοι ἐπεγίγνωσκον τὰς πορείας, κὼ ἰθὺ [*](C) τῶν Περσικῶν ἔθεον στρατευμάτων, ἐγκειμένων σφισι καὶ ὣς τῶν Σαβείρων. Βάβας δὲ ὁ στρατηγὸς, ὃς δὴ τῶν ἐν τῇ Κολχίδι χώρα ἱδρυμένων ἐκπλείστου ῾Ρωμαίων ἡγεῖτο, ἀλλ’ οὑτός γε ὁ Βάβας ἐτύγχανε γὰρ ἐν τῷ τότε κατὰ τὴν Ἀρχαιόπολιν διανυκτερεύσας,) τῷ μὲν θορύβῳ καὶ τῇ βοῇ πάντοθεν περιεβομβεῖτο. ἴως δὲ σκότος ἦν καὶ ἀδηλία τῶν ποιουμένων, ὁ δὲ ἀφασίᾳ εἴχετο πολλῇ, καὶ ἔνδον ἠρέμει· ὡς δὲ, τοῦ ἡλίου ἐπαυγάσαντος τὰς ἀκρωρείας, κατεῖδε τὸ ἀτρεκὲς τῶν τελουμένων, μένων, καὶ τοὺς Διλιμνίτας ὑπὸ τῶν Σαβείρων ἐλαυνομένους, τότε δὲ καὶ αὐτὸς ἐκδραμὼν τοῦ ἄστεος ἅμα τῷ ξυμπαρόντι [*](D) ὁμίλῳ, οὐκ ἐλάχιστόν τι αὐτῶν διεχρήσατο μέρος, ὡς μόλις

[*](8. ὅπη R. 14. ὁ στρατηγῶν R. δὴ oin. R. 15. ἀλλὰ R.)
181

ἐκ τοσούτων οὔπω χιλίους τοὺς ξύμπαντας παρὰ τὸν Ναχοραγὰς [*](A.C. 555 I. I. 29) ἀφικέσθαι.

[*](I. I. 29)

ιθ'. Ὁ δὲ, ἐπειδὴ τῆσδε διήμαρτεν τῆς πείρας, αὐτίκα [*](D) ᾤχετο ἐπὶ τὴν Νῆσον, καὶ ἀγχοῦ που τῶν ῾Ρωμαίων στρατοπεδευσάμενος, προὐκαλεῖτο ἐς λόγους ἀφικέσθαι οἱ τὸν Μαρτῖνον. καὶ παραγενομένῳ, „σὺ δὲ” ἔφη „ὠ στρατηγὲ, ἐς τοσοῦτον ἀγχινούστατός γε ὢν καὶ φρενήρης, καὶ τῶν παρὰ ῾Ρωμαίοις δυνατωτάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου τε καὶ δυσμενείας ἄμφω τὼ Βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς οὕτω δὴ ἐπιπλεῖστον τὴν ἀλλήλων ἐπιλυμαινομένους. εἰ δὴ [*](V.68) οὖν νῦν γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὰς ποιήσασθαι καὶ ξυνθήκας, ἄγε ὅπως αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω τε τὰ τῆς ἐκεχειρίας σχολαίτερον διαλεξόμεθα, πιστοῖς χρώμενοι ἀγγελιαφόροις. εἰ γὰρ μὴ ἑκὼν [*](P.95) εἶναι ἀπάξεις ἐνθένδε τὸ στράτευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα γὰρ ἐγὼ τὴν νίκην ἔχω, καὶ περιβέβλημαι οὐ χαλεπώτερον ἢ τόδε τὸ κτῆμα.” καὶ ἅμα λέγων, τὸν δακτύλιον ἐπεδείκνυεν ὃν ἐπεφέρετο. πρὸς ταῦτα [*](20) δὲ ὑπολαβών· „ἄλλ’ ἔμοηε’’ ὁ Μαρτῖνος„ εὐκτὸν μὲν ἡ εἰρήνη δοκεῖ καὶ τιμιώτατον, καὶ συλλήψομαι σοι προσαγομένῳ τε αὐτὴν καὶ καθιστῶντι· ἄμεινον δὲ, οἶμαι, ταῦτα δράσοιμεν

[*](1. περὶ R. 3. διήμαρτεν τῆς πείρας R., τῆς πείρ. δ. vulg. τε ὢν R. 10. ἔτι λυμαινομένους R. 14. τὰ om. R. 16. ἐνθάδε R. 17. ἔχων περιβ. R. 19. ἐπεδείκνυεν R., ἐπεδείκνυτο vulg.)
182
[*](A. C. 555 I. I. 29)

ὄν, εἴγε σὺ μὲν ὡς τάχιστα ἐς Ἰβηρίαν μεταχωρήσεις, ἐγὼ δὲ ἐλεύσομαι ἐς Μουχείρισιν. οὕτω τε τὰ ἐν ποσὶ διασκεψόμεθα. τῆς δὲ νίκης πέρι σοὶ μὲν ἐξέστω μεγαλαυχεῖν τῷ λόγῳ καὶ αὐθαδιάζεσθαι, καὶ τῶν ἀγοραίων αὐτὴν καὶ αὐθαιρέτων [*](B) ἡγεῖσθαι πημάτων· ἐγὼ δὲ καὶ τοῦτό φημι τῇ τοῦ κρείττονος ταλαντεύεσθαι γνώμῃ, καὶ οὐ παρὰ τοὺς μέγα βρενθυομένους ἰέναι, ἀλλ’ ἐφ’ οὑς ἂν ὁ πάντων προαγωγὸς ἐπινεὐσῃ.’’ οὕτω δὲ τοῦ Μαρτίνου ἀνδρειότατά τε καὶ μάλα ὁσίως ἀποκριναμένου, καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος ἀλαζονείᾳ, οὐδὲν δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν ἀπ’ ἀλλήλων. καὶ ὁ μὲν ἐς τὸ στρατόπεδον ἐπανῆκε, Μαρτῖνος δὲ ἐς τὴν Νῆσον. τῷ δὲ Ναχοραγὰν μενετέα μὲν αὐτοῦ ἥκιστα ἐδόκει, ἐς δὲ τὸν Φάσιν τὴν πόλιν ἰέναι διενοεῖτο, ἐκεῖσέ τε μᾶλλον ἐκκαλέσασθαι τοὺς Ῥωμαίους. ἐπιμαχώτατον γὰρ τὸ ἐκείνη ἔρυμα εἶναι ἐπέπυστο, ἅτε δὴ ξύλοις ἅπαν [*](C) ἐσκευασμένον, καὶ τὰ ἐχόμενα πέδια εὐόμαλά τε καὶ ἀγαθὰ ἐνοτρατοπεδεύσασθαι. ἤδη δὲ ἡ πόλις ὁ Φάσις, ἅπασιν, οἶμαι, διαδηλότατον, ὡς ἐκ τοῦ ποταμοῦ εἴληφε τὴν ἐπωνυμίαν, πλησιαίτατα ὑποῤῥέοντος, καὶ ἀμφ’ αὐτὴν ἐς τὸν Εὔξεινον πόντον ἀπερευγομένου. πρὸς γὰρ τῷ αἰγιαλῷ καὶ ταῖς ἐκβολαῖς τὸ πόλισμα ἵδρυται· ἀφέστηκε δὲ τῆς Νήσου ἓξ μάλιστα παρασάγγαις ἔπι δυόμενον ἥλιον.

[*](8. ἐπινεύσῃ R., ἐπινεύσοι vulg. 9. καἰ ante τῇ om. R. 13. τὸν Φάσιν R., τὴν ᾦ. vulg. 16. εὐόμαλα R., Intpr. exaequatos et patentiores, εὐέμβολα vulg. Secutus sum, constantiac causa, auctoritatem codicis, in prioribus ccrtc libris Lugclunensi longe praestantioris, 21. stadiis centum Intpr. πέντε πὰρ.))
183

κ'. Εὐθὺς δὴ οὖν ὁ Ναχοραγὰν πόῤῥω τῶν νυκτῶν τὰς [*](A. C. 555 I. I. 29) ἀκάτους ὁπόσας ἐφ᾿ ἁμαξῶν ἐπήγετο, ἐς τὸν ποταμὸν ἐμβαλὼν κωὶ συζεύξας , λανθάνει τοὺς ῾Ρωμαίους γέφυράν τέ τινα ἐξ [*](D) αὐτομάτου πηξάμενος , καὶ ἅπαν τὸ πλῆθος ἐς τὸ ἀντιπέραν διαβιβάσας· ἐβούλετο γὰρ ἐς τὰ πρὸς νότον ἄνεμον ἀφικέσθαι τοῦ ἄστεος, ὅθεν δὴ αὐτῷ οὐδαμῶς ἤμελλε τὰ ῥεῖθρα τοῦ ποταμοῦ κώλυμα ἔσεσθαι τῷ περιβόλῳ πελάζοντι· ὑπὸ γὰρ τὸ ἀρκτῷον καταῤῥεῖ καὶ παρατείνεται μέρος. καὶ ὁ μὶν ἀμφὶ τὸ περίορθρον ἄρας ἐκ τῆς ὄχθης, εἴχετο τῆς πορείας, καὶ τὴν Νῆσον ὡς ἀπωτάτω παραμειψάμενος, ἀνὰ τὰ πρόσω ἐχώρει· μόλις δὲ περὶ πλήθουσαν ἀγορὰν οἱ ῾Ρωμαῖοι τὴν διάβασιν ἐγνωκότες, διεταράχθησάν τε καὶ πέρι πλείστου ἐποιοῦντο προτερῆσαι ἀνὰ τὸ ἄστυ τοὺς πολεμίους. τοιγάρτοιτάς τε τριήρεις καὶ ὅσοι τριακόντοροι παρώρμουν πληρώσαντες, ὀξύτατα [*](P.96) τοῦ ποταμοῦ τῷ ῥῷ κατεφέροντο. ἀλλὰ φθάσας ὁ Ναχοραγὰν ἀμφὶ τὸ μεσαίτατον τῆς τε Νήσου καὶ τοῦ ἄστεος ἐτύγχανεν ἤδη, ξύλοις τε καὶ λέμβοις τὸ εὖρος ἅπαν τῆς δίνης διαφραξάμενος, τό τε τῶν ἐλεφάντων στῖφος ὄπισθεν ἐπιστήσας, ἐς ὅσον οἷόν τε ἦν αὐτοῖς τῆς βάσεως ἐφικνεῖσθαι. ὁ δὲ τῶν ῾Ρωμαίων στόλος ταῦτα πόῤῥωθεν ἰδόντες αὐτίκα πρύμναν ἐκρούοντο, πολλῇ τε χρώμενοι ἐς τοὔμπαλιν τῇ εἰρεσίᾳ, χαλεπώτατα πρὸς τὸ ἀντίπρωρόν τε καὶ ῥοῶδες τῆς φορᾶς ἀντανα-

[*](5. ἱκέσθαι R. 12. γε καὶ R. 15. Ante τοῦ ποτ. add, Α ὑπὸ. 19. ἐφικνείσθαι R., ἀφικνεῖσθαι vulg. 20. πρύμνης R. 21 χρώμενος R. 22. ἀντίπρωρόν R., ἀντίπορόν vulg.)
184
[*](A. C. 555 Ι. Ι. 29)

γόμενοι, ἀπεχώρησαν. δύο δὲ ὅμως ναῦς κενὰς τῶν ἐμπλεόντων των εἷλον οἱ πέρσαι. οἱ γὰρ δὴ ἄνδρες ξυλλαμβάνεσθαι μέλλοντες, [*](B) τοῖς ὕδασι παραδοῦναι σφᾶς αὐτοὺς εὐτολμότατα κατεθάῤῥησαν, ἀντὶτοῦ μείζονος, οἶμαι, καὶ προὔπτου κινδύνου τὸ ἔλαττον δεινὸν δήπου ἐλόμενοι, καὶ μετέσχον μᾶλλον ἐκ τῆς τύχης ἀδήλων. τοιγάρτοι ἀφήλαντό τε κουφότατα καὶ ὑποβρύχιοι ἐπιπλεῖστον διανηξάμενοι, μόλις ὡς τοὺς οἰκείους [*](V . 69) ἀπεκομίσθησαν. τότε δὴ οὖν οἱ ῾Ρωμαῖοι Βούζην μὲν στρατηγὸν ἀνὰ τὴν Νῆσον κατέλιπον, ἅμα τῷ οἰκείῳ στρατεύματι ἐπιμελησόμενόν τε τῶν τῇδε ἁπάντων, καὶ ἀλεξήσοντα ἐς ὅ, τι δεήσοι· οἱ δὲ ἄλλοι ἅπαντες κατὰ τὸ ἐγκάρσιον τὸν ποταμὸν περαιωθέντες, καὶ διὰ τῆς χέρσου ἑτέραν τινὰ ὁδὸν πορευόμενοι, ὡς μὴ κατ’ αὐτὰ τοῖς πολεμίοις χωρῆσαι, παραγίνονται [*](C) ἐς ἐκεῖνο δὴ τὸ τοῦ Φάσιδος ἐπώνυμον ἄστυ, καὶ εἴσω τῶν πυλῶν παρελθόντες, διεδάσαντο στοιχηδὸν οἱ στρατηγοὶ τὴν φρουρὰν τοῦ περιβόλου. οὐ γὰρ ᾤοντο ἀξιόμαχοι ἔσεσθαι, εἰ γε συστάδην παρατάξασθαι πειραθεῖεν. πρῶτος μὲν οὖν Ἰουστῖνος ὁ Γερμανοῦ καὶ ὁ ἀμφ’ αὐτὸν ὅμιλος ἐν τῷ ἀκροτάτῳ μέρει τῷ πρὸς θάλατταν νεύοντι ἐτετάχατο· βραχὺ δέ τι ἀπωτέρω Μαρτῖνος εἱστήκει ὁ στρατηγὸς καὶ αἱ Μαρτίνου δυνάμεις ἀμφὶ δὲ τὸ μεσαίτατον Ἄγγιλας μὲν ἔχων Μαυρουσίους πελταστὰς καὶ λογχοφόρους, Θεόδωρος δὲ Tζάν-

[*](3. εὐτολμώτατα R. 6. ἀφήλλαντο R. 8. αὐν om. R. 11. πάντες R. 17. παρατάξασθαι R., παρατάξεσθαι vulg. 19. θάλασσαν R. 22. Μαυρουσίως Sph. Par. Τζάνους vulg., Τζανοὺς R.)
185

νους ὁπλίτας, καὶ Φιλομάθιος Ἰσαύρους σφενδονήτας καὶ ἀκον- [*](Α. C. 555 Ι. Ι. 29) τοβόλους. ὀλίγῳ δὲ τούτων ἀποκεκριμένοι ἐφρούρουν Λαγγοβάρδων ἀπόμοιρα καὶ Ἐρούλων, Γίβρος δὲ ἡγεῖτο ἀμφοτέρων. [*](D) τὸ δὲ λοιπὸν ἅπαν τοῦ τείχους, καὶ πρὸς ἀπηλιώτην ἄνεμον ἀπολῆγον, τοῖς ἑώοις τάγμασιν ἐπεφρόντιστο, ὑπὸ Βαλεριανῷ στρατηγῷ ταττομένοις. οὕτω μὲν ὑπὲρ τοῦ ἐρύματος ἡ τῶν ῾Ρωμαίων στρατιὰ ἐν κόσμῳ παρίστατο.