Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

ιγ΄. Ἀποδασμὸς δὲ τῶν Γότθων ἐς ἑπτακισχιλίους μαχίμους ἀποκεκριμένοι, οἱ δὴ ἐτύγχανον πολλαχοῦ τοῖς Φράγγοις προσβεβοηθηκότες, λογιζόμενοι ὡς οὐκ ἀνήσουσιν οἱ Ῥωμαῖοι, ἀλλ’ ἤδη καὶ τοῖς οὐκ ἐς μακρὰν ἐπιπεσοῦνται, αὐ-

[*](1. τὰ πολεμικὰ marg. R., τὰ πολέμια vulg. 5. καθ’ ἡμῶν R. et Intpr., καθ’ ὑμῶν vulg. 8. ὅσον R. 10 παρασκευασμένοις R. 12. Intpr. nostra; male. 13. δόξητε R. 19. ἀποκεκριμένοι R., ἀποκεκριμένος vulg. 20. οἱ om. R.)
92
[*](A. C. 553 I. I. 27)

τίκα οἱ γε ἐς Κάμψας τὸ φρούριον ἀνεχώρουν. βέβαιον γὰρ ἐπιεικῶς ἦν καὶ ἐρυμνότατον τὸ χωρίον, τῷ ἐν ὄρει τε κεῖσθαι [*](V. 36) ἀνάντει καὶ πρὸς αὐτῇ δή που τῇ ἀκρωνυχίᾳ πέτρας τε ἀπο- [*](D) τόμους πάντοθεν ἀνέχειν καὶ παρατετάσθαι, ὡς μὴ πολεμίοις εὐέφοδον εἶναι. ἐνταῦθα δὴ οὖν οἶδε οἱ Γότθοι ξυνειλεγμένοι ᾤοντο ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι, καὶ προσχωρεῖν τοῖς Ῥωμαίοις οὔτι μάλα ἠβούλοντο, μᾶλλον μὲν οὖν καὶ παντὶ σθένει ἀντιτετάξεσθαι, ἤν τις ἐπ’ αὐτοὺς ἴοι. ἐξώτρυνε γὰρ αὐτοὺς ἐς τοῦτο καὶ ἀνεκίνει ἀνὴρ βάρβαρος, ὃς δὴ σφῶν καὶ ἡγεῖτο, Ῥάγναρις ὄνομα, καίτοι οὐχ ὁμογενὴς αὐτοῖς ὑπῆρχεν οὐδὲ ὁμόφυλος. ἦν γὰρ ἐκεῖνος ἐκ τῶν Βιττόρων καλουμένων,, Οὐννικὸν δὲ τὸ ἔθνος οἱ Βίττορες,) ἀλλὰ τῷ δεινὸς ἐς τὰ μάλιστα εἶναι καὶ πανουργό- [*](P. 50) τατος, καὶ οἶος ὅτῳ δὴ τρόπῳ δύναμιν ἑαυτῷ περιβάλλεσθαι, ἐκράτει τε τοῦ ὁμίλου καὶ ἀναμαχεῖσθαι διενοεῖτο, ὡς ἂν ἐνθένδε καὶ μᾶλλον ἀρίδηλος γένοιτο. εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἅπαντι τῷ στρατῷ ἐπ’ αὐτοὺς ἐχώρει, καὶ εἶτα ἐπειδὴ αὐτῷ οὐχ οἷον τε ἦν ἐξ ἐπιδρομῆς τῷ φρουρίῳ πελάζειν καὶ ἐν δυσχωρίᾳ διακινδυνεύειν, ὁ δὲ ἐς πολιορκίαν καθίστατο, καὶ πάντοθεν ἐφρούρει ὡς μηδὲν ὁτιοῦν τοῖς ἔνδον εἰσκομίζοιτο, μηδέ γε ἐκεῖνοι ἀδεῶς ᾖ βούλοιντο ἴοιεν. ἀλλὰ γὰρ ἐν τοῖσδε οὐ μάλα οἱ βάρβαροι ἐπημαίνοντο. ἀφθονίᾳ γὰρ πλείστη ὅσῃ τῶν ἀναγκαίων ἐχρῶντο, ἐπείπερ αὐτοῖς ἤδη ἅπαντά τε τὰ ἐπιτήδεια | καὶ

[*](1. Capsum Intpr. 3. ἀκρονυχίᾳ R. 7. μᾶλλον μὶν οὖν R. Lugd., μᾶλλον μὴν οὖν edd. ἀντιτετάξεσθαι R. Lugd., ἀντιτάξ. edd. 9. Regnares Intpr. 10. ὄνομα R., γὰρ ὄνομα vulg. 11. Brittones Intpr. 17. καὶ—διακινδυνεύειν. Intpr.)
93

τῶν κτημάτων τὰ τιμαλφέστατα ἐν τῷδε τῷ φρουρίῳ, ὧς [*](Α. C. 553 I. I. 27) ἁλῶναι γε αὐτὸ οὐκ ἐνὸν, ἐσενήνεκτο. ἀσχάλλοντες δὲ ὅμως ἐπὶ τῇ τῶν Ῥωμαίων προσκαθεδρίᾳ, καὶ αἰσχρὸν ἡγούμενοι, εἰ μέλλοιεν οὕτω δὴ ἐπιπολὺ ἐν περιβόλῳ μετρίῳ ξυνειλῆφθαι καὶ ἐγκατείργεσθαι, ἐκδρομὰς μὶν κατὰ τῶν ἀντιπάλων θαμὰ ἐποιοῦντο, εἴ πως ἂν αὐτοὺς ἐνθένδε ἀπώσασθαι δυνηθεῖεν, οὐδὲν δὲ ὅ, τι καὶ μνήμης ἄξιον ἔπρασσον.

ιδ΄. Ἐν τούτοις δὲ τοῦ χειμῶνος τριβέντος, ἅμα ἦρι [*](Α. C. 554 I. I. 28) ἀρχομένῳ, ἐς λόγους ἐλθεῖν τῷ Ναρσῆ ὁ Ῥάγναρις ρόντων πέρι χρῆναι ᾠήθη, καὶ οὖν ἐπιτετραμμένον αὐτῷ ἅμα ὀλίγοις ἐν μεταιχμίῳ, ξυνηλθέτην τε ἄμφω ἐς ταὐτὸ, κὼ πολλὰ ἄττα διελεγέσθην. ἰδὼν δὲ ὁ Ναρσῆς τὸν Ῥάγναριν ἐς ἀλαζονείαν ἠρμένον, καὶ πλείστῃ χρώμενον μεγαληγορίᾳ, ὡς μειζόνων τε ἢ κατ’ αὐτὸν ἐφίεσθαι, κἀκ τοῦ ὑπερτέρου ἐπικομπάζειν, διέλυσεν αὐτίκα τὴν ξυνουσίαν, καὶ ἀπηγόρευσεν [*](C) τῇ ξυμβάσει, καὶ ἀπέπεμπέ γε αὐτὸν αὖθις ἐς τοὐπίσω ἄπρακτον ἔπι τοῖς προτέροις μενοῦντα. ὁ δὲ ἐπειδὴ ἐν τῷ λόφῳ ἐγεγόνει, καὶ ἤδη οὐ πόρρω τοῦ τείχους ἀφῖκτο, χαλεπαίνων ὅτι δὴ αὐτῷ οὐδὲν ὁτιοῦν τῶν ἐλπισθέντων ἀπέβη, ἐντείνει ἦρέμα λαθραίως τὸ τόξον, κω εἶτα ἀθρόον μεταστραφεὶς, ἀφίησι βέλος ἰθὺ τοῦ Ναρσοῦ, διήμαρτε δὲ τοῦ σκοποῦ. ἑτέ-

[*](8. ἐν τούτοις R., έν τούτῳ vulg. 11. τε R., δὲ vulg. 13. ἀλαζονίαν R. 15. ἀπηγόρευσεν R., ἀπηγόρευε vulg.)
94
[*](A.C. 554 I. I. 28)

ρωθι γάρ που ἀπέπτη ὁ ἄτρακτος, καὶ κατέπεσεν οὐδένα σι- νάμενος. μετῆλθε δὲ ὅμως ἡ δίκη εὐθὺς τὴν τοῦ βαρβάρου πα- [*](D) ρανομίαν. οἱ γὰρ ἀμφὶ τὸν Ναρσῆν δορυφόροι ἐν ὀργῇ τὸ ἐκείνου ποιησάμενοι θράσος, ἐπιτοξάζονται εἰς αὐτὸν, καὶ πλήττεται καιρίαν ὁ δείλαιος. πῶς γὰρ οὐκ ἤμελλεν, ἄδικον τι καὶ ἀγεννὲς ἐγχείρημα δράσας; καὶ μόλις μὲν αὐτὸν οἱ ὀπαδοὶ φοράδην εἴσω τοῦ περιβόλου διακομίζουσιν. ἡμέρας δὲ δύο ἀρκέσας, ἀκλεῶς ἀπεβίω, καὶ τὰ τῆς ἀπιστίας αὐτῷ καὶ παροινίας ἐς τόδε κακοῦ ἐτελεύτα. ἐκείνου δὲ διαφθαρέντος, αὐτίκα οἱ Γότθοι, οὐ γὰρ ἀντέχειν ἔτι τῇ πολιορκίᾳ οἶοι τε εἶναι ἡγοῦντο, ἐδέοντο τοῦ Ναρσοῦ τὰ πιστὰ σφισι παρασχέσθαι, ὡς τοῦ ζῆν αὐτοὺς οὐκ ἀφαιρήσει. ὃ δὴ καὶ τάχιστα ὀμωμοσμένον, σφᾶς τε αὐτοὺς ἐκεῖνοι καὶ τὸ φρούριον παρέδοσαν. [*](P. 51) Ναρσῆς δὲ ἀπέκτεινε μὲν οὐδένα τῷ ταῦτά τε ὀμωμοκέναι, καὶ ἄλλως οὐχ ὅσιον εἶναι τοὺς ἡσσημένους ὠμότατα διαχειρίζεσθαι. ὡς ἂν δὲ μὴ αὖθις νεωτερίσαιεν, ἅπαντας ὡς βασιλέα ἐς τὸ Βυζάντιον ἔστειλεν. Ἐν ᾦ δὲ ταῦτα ἐπράττετο, Θευδίβαλδος τὸ μειράκιον, ὃς δὴ τῶν προσοικούντων τὴν Ἰτα- [*](V. 37) λίαν Φράγγων ἐκράτει, ᾗπέρ μοι εἴρηται πρότερον, οὗτος δὲ οἰκτρότατα ἤδη ἐτεθνηκει τῇ νόσῳ περιτακεὶς τῇ συντρόφῳ. ἐπεὶ δὲ Χιλδίβερτόν τε καὶ Χλωθάριον, ὡς δὴ καὶ τῷ γένει ἐγγυτάτους, ἐπὶ τὸν κλῆρον τοῦ παιδὸς ὁ νόμος ἐκάλει, αὐτίκα ἔρις αὐτοῖς ἐνέπεσεν δεινὴ, καὶ οἴα μικροῦ δεῖν τῷ παντὶ

[*](1. ἀπέπτη R., ἀπέβη vulg. 2. ἡ δ. εὐθ. R., εὐθ. ἡ δ. vulg. 10. ἔτι R., Intpr. de cetero, ἐπὶ vulg. 11. παρέχεσθαι R. 12. ὠμοσμένως R. 13. ἐκεῖνοι add. R. 16. μὴ R., μηδὲ vulg. 20. περιτακεὶς R., παρατακεὶς Vulg.)
95

λυμήνασθαι γένει. Χιλδίβερτος μὲν γὰρ γηραιὸς ἤδη ὑπῆρχεν [*](A. C. 554 I. I. 28) καὶ πόρρω που ἥκων τῆς ἡλικίας, καὶ πρός γε ἀσθενείᾳ εἴχετο πολλῇ , ὡς συνεσκληκέναι οἱ ἅπαν καὶ διατετῆχθαι τὸ [*](B) σῶμα. παῖδές τε αὐτῷ ἄῤῥενες οὐκ ἦσαν οἱ τὴν ἄρχην διαδεξόμενοι, ἀλλ’ ἐν θυγατράσιν ἐγηροκομεῖτο. Χλωθάριος δὲ ῥωμαλέος ἦν ἔτι καὶ οὔπω λίαν ἐγεγηράκει, πλὴν ὅσον ἐς πρώτην ῥυτίδα, υἱούς τε εἶχεν τέτταρας, βούπαιδας ἤδη θαῤῥαλέους, κάὶ πρὸς τὸ ἐνεργὸν ὡρμημένους. τοιγάρτοι οὐ μεθεκτέα ἔφασκεν τῷ ἀδελφῷ τῶν Θευδιβάλδου χρημάτων, ὡς οὐκ ἐς μακρὰν καὶ αὐτῆς δήπου τῆς Χιλδιβέρτου βασιλείας ἐς αὐτόν τε καὶ τοὺς οἰκείους παῖδας μεταπεσουμένης. καὶ τοίνυν οὐ διήμαρτε τῆς ἐλπίδος. ὁ γὰρ πρεσβύτης ἑκὼν ἐνεδίδου τοῦ κλήρου, δεδιὼς, οἶμαι, τὴν δύναμιν τοῦ ἀνδρὸς, καὶ ἀπαλλαξείων [*](C) τῆς ἐς αὐτὸν δυσμενείας. ὀλίγῳ τε ὕστερον αὐτὸς μὲν ἀπεβίω, ἅπαν δὲ τὸ τῶν Φράγγων κράτος ἐς μόνον Χλωθάριον κατεῤῥύη. ἐν τοῖσδε μὲν τὰ Ἰταλιωτῶν κὼ Φράγγων πράγματα ἐχώρει.

ιε'. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον, θέρους ὥρᾳ, ἔσεισε μέγα ἔν τε Βυζαντίῳ καὶ πολλαχοῦ τῆς Ῥωμαίων ἀρχῆς, ὡς πόλεις συχνὰς, νησιωτικάς τε καὶ ἠπειρώτιδας, ἀθρόον ἀνατραπῆναι, κὼ ἄρδην τοὺς οἰκήτορας διαφθεῖραι. Βηρυτὸς γοῦν ἡ καλλίστη, τὸ Φοινίκων τέως ἐγκαλλώπισμα, τότε δὴ ἀπηγλαίσθη ἅπασα, καὶ κατέρριπτο τὰ κλεινὰ ἐκεῖνα καὶ περι-

[*](D)[*](5. ἐγηροκομεῖτο. ἐγηρωκ. vulg., ἐκληρονομεῖτο R. et Intpr. ad filias rediisset hereditas. 7. θαῤῥαλέα R. 14. ἐς αὐτὸν R., ἐπ’ αὐτὸν vulg. 22. καλίστη edd. 23. ἀπηγλαΐσθη R. Lugd., ἀπεγλ. edd.)
96
[*](A.C. 554 I. I. 28)

λάλητα τῆς οἰκοδομίας δαιδάλματα, ὡς μηδὲν ὁτιοῦν σχεδόν που λειφθῆναι, ἢ μόνα τῆς κατασκευῆς τὰ ἐδάφη. πολὺς μὲν οὖν ὅμιλος ἰθαγενῶν τε καὶ ἐνδαπίων ἀνδρῶν ἀπολώλασιν, ὑποπεπιεσμένοι τῷ ἄχθει, πολλοὶ δὲ νέοι ἐπήλυδες εὐπατρίδαι τε καὶ παιδείας ἄριστα ἔχοντες, οἱ δὴ παρῆσαν τοὺς Ῥωμαίων αὐτοῦ ἀναλεξόμενοι νόμους. τοῦτο γὰρ πάτριον τῇ πόλει καὶ ὥσπερ γέρας τι μέγιστον τὰ τοιάδε αὐτῇ ἀνεῖται διδασκαλεῖα. μετεσκευάσαντο τοιγαροῦν ἐν τῷ τότε οῖ τῶν νόμων ὑφηγηταὶ ἐς Σιδῶνα τὴν πόλιν τὴν γείτονα, καὶ ἐν τῇδε μετῆκτο τὰ φροντιστήρια, ἕως πάλιν ἡ Βηρυτός ἀνεδομήθη. καὶ [*](P. 52) γέγονεν ἥκιστα μὲν ὁποία πρότερον ἲν, πλὴν ἀλλ’ ουχὶ ἐς ὅσον καὶ ἀγνοεῖσθαι ὡς ἐκείνη εἴη ἡ πάλαι. ἀλλ’ οὗτος μὲν ὁ τῆς πόλεως ἀνοικισμὸς καὶ ἢ τῶν διδασκαλείων ἐπάνοδος χρόνῳ ὕστερον ἔμελλεν ἔσεσθαι. τότε δὲ καὶ ἐν τῇ μεγάλῃ Ἀλεξανδρεία, τῇ πρὸς τῷ Νείλῳ ἱδρυμένῃ ποταμῷ, καὶ ταῦτα οὐκ εἰωθὸς σείεσθαι τὸ χωρίον, συναίσθησις τις τοῦ κλόνου ἐλαχίστη μὲν καὶ ἀφαυροτάτη καὶ οὐ πάμπαν ἀρίδηλος, γέγονε δὲ ὅμως ἅπαντες δὴ οὖν οἱ ἐπιχώριοι καὶ μάλιστα οἱ σφόδρα γεγηρακότες, ἐν θαύματι μεγάλῳ τὸ ξυνενεχθὲν ἐποιοῦντο, ὡς οὔπω πρότερον γεγενημένον, ἔμενέν τε οἴκοι ὅστις οὐδεὶς, ἀλλ’ ἀνὰ τὰς λεω- [*](Β) φόρους τὰ πλήθη ξυνέῤῥει, τῷ ἀπροσδοκήτῳ δή που κὼ παραδόξῳ πέρα τοῦ μετρίου καταπεπληγμένοι. ἐμοὶ δέ γε καί

[*](2. λειφθῆναι R., λελεῖφθαι vulg. 3. ἐνδαπίων R., ἐνδαπῶν vulg. 4. ὑποπεπιεσμένοι R. (Cl.), ὑποπιεσμένοι vulg. 7. διδασκαλεῖα edd. 9. ὑφηγηταὶ R. (Cl.), ἀφηγηταὶ vulg. μεθῆκτο R. 12. καὶ οm. R. 13. διδασκαλίων R. et vulg. 16. τις R. et Intpr. quis, τε vulg. 22. πέρα add. R. Lugd. mg. (CI.). Intpr. incisum integrum omisit.)
97

αὐτῷ ἐτύγχανον γὰρ αὐτοῦ διατρίβων παιδείας ἕνεκα τῆς [*](A. C. 554 I. I. 28) πρὸ τῶν νόμων,) δεδιέναι προσῄει, καὶ ταῦτα ἐπὶ λίαν σμικρᾷ τῇ κινήσει, λογιζομένῳ, ὅτι δὴ αὐτοῖς αἰ οἰκοδομίαι οὐκ ἰσχυραὶ οὐδὲ εὐρεῖαι τυγχάνουσιν οὖσαι, οὐδὲ οἷαι καὶ πρὸς βραχὺ ἀνασχέσθαι δονούμεναι, ἀλλ’ ἰσχναὶ ἄγαν καὶ ἀσθενεῖς ἐφ’ ἑνὶ γὰρ ὑραίνονται λίθῳ). ἀλλὰ γὰρ καὶ ὅ, τι λόγιμον ἐν τῇ πόλει, ἐδείμαινον καὶ οἶδε, οὑν τι που, οἶμαι, τὸ ἤδη παρῳχηκὸς, ἀλλ’ ὅτι αὐτοῖς καὶ ἐσαῦθις ταὐτὸ τοῦτο ξυμβήσεσθαι οὐκ ἄπο τρόπου ἐδόκει οἱ γὰρ τὴν αἰτίαν τοῦδε τοῦ πάθους ἀναθυμιάσεις τινὰς εἶναι λέγοντες ξηράς τε καὶ λιγνυώδεις, ὑπὸ τὰ [*](C) γλαφυρὰ τῆς γῆς εἰργομένας, καὶ τῷ μὴ διαπνεῖσθαι ῥᾳδίως σφοδρότερον ἔνδον περιδινουμένας, τὸ ἐπιπροσθοῦν ἅπαν σαλεύειν, [*](V. 38) λεύειν, ἕως τῇ βιαίᾳ φορᾷ τῆς στεγνότητος ἐνδιδούσης, ἐς τοὐμφανὲς ἀναχθεῖεν· οἱ δὴ οὖν τὰ τοιαῦτα φυσιολογοῦντες τὴν Αἰγυπτίαν φασὶ χώραν οὐ πώποτε σείεσθαι πεφυκέναι, ὡς δὴ χθαμαλήν τε ἀτεχνῶς καὶ ὑπτίαν καὶ ἥκιστα σηραγγώδη, ἐντεῦθέν τε οὐκ ἐμφορουμένην· εἰ δέ γε καὶ ὑποδέξαιτο, ἀλλ’ αὐτομάτως ὑπὸ χαυνότητος θαμὰ ἐξατμιζομένην. ἐπεὶ δὲ έν τῷ τότε ἥδε ἡ δόξα, εὖ ποιοῦσα, ἐπεφώρατό τε καὶ ἀπελήλεγκτο μὴ σφόδρα ἐν βεβαίῳ κειμένη, εἰκότως ἄρα ἐδεδίεσαν οἱ γενναῖοι, εἴγε πρὸς τοὐναντίον αὐτοῖς χωρήσει τοὐπίγραμμα, [*](D) καὶ κινδυνεύσοιεν τολοιπὸν οὐ γαιηόχου μόνον, ἀλλὰ καὶ ἐνο-

[*](1. τῆς πρὸς τῶν R. 2. τῶ κρᾶ R. 6. ὑφαίνοντο R. λόγιον coni. CI., Intpr. viri litteratissimi. 10. καὶ ὑπὸ vulg., R. et Intpr. copulam om. 11. ῥᾴδια R. 12. περιδονμένας (sic) R. 14. οἱ δὲ R. 20. εἰκότα R. 22. κινδυνεύσειεν R.)
98
[*](A. C. 554 I. I. 28)

σιχ́θονος πειρᾶσθαι τοῦ Ποσειδῶνος. ἴσως μὲν οὖν εἰ καὶ τι μέρος τῆς Αἰγύπτου κεκίνηται, ἀλλ᾿ οὐκ ἐπιλείψουσι τοὺς τὰ τοιαῦτα δεινοὺς καὶ ἕτεροι λόγοι, δι᾿ ὦν ἂν καὶ ὣς ἡ τῶν ἀτμῶν σφίσι κρατύνοιτο δόξα. ἐμοὶ δὲ δοκοῦσιν, ὡς μὲν οἶόν τε ἀνθρώπῳ τεκμηρίοις τισὶ χρωμένῳ τῶν ἀδήλων πέρι διανοεῖσθαι, οὐ πάμπαν διαμαρτεῖν τοῦ πιθανοῦ καὶ εἰκότος, τοῦ δέ γε [*](P. 53) ὄντος ἀληθοῦς πολλῷ ἀπολείπεσθαι. πῶς γὰρ ἄν τις ἐς τὸ ἀκριβὲς τὰ ἀφανῆ καὶ ὑπέρτερα διαγνοίη; ἀπόχρη δὲ ἡμῖν, εἴγε τοσοῦτο μόνον εἰδείημεν, ὡς θείῳ νῷ καὶ βουλῆ κρείττονι ἅπαντα δωτέτακται· φύσεως δὲ ἀρχὰς καὶ κινήσεις καὶ τὰς ἑκάστου τῶν γινομένων αἰτίας σκοπεῖν μὲν τῷ λόγῳ καὶ διερευνᾷν οὐ παντελῶς ἄχρηστονͅ ἴσως οὐδὲ ἄχαρι νομιστέον, τό γε μὴν οἴεσθαί τε καὶ πεποιθέναι ὡς ἔνεστιν ἐφικέσθαι τοῦ ὄντος, μή ποτε ἀλαζονεία εἴη τὸ χρῆμα, καὶ ἀμαθέστερον τῆς διπλῆς ἐκείνης ἀγνοίας. ἅλις μὲν οὖν τούτων ἔμοιγε. ὁ δὲ λόγος αὖθις ἐς αὐτὸν ἐπανίτω.

ις΄. Κατ᾿ ἐκεῖνο γὰρ τοῦ καιροῦ καὶ ἡ Κῶς ἡνῆσος, ἡ πρὸς τῷ τέρματι τοῦ Αἰγαίου κειμένη, [ἐσείσθη καὶ] ἐλάχιστόν τι [*](Β)μέρος αὐτῆς ἐσέσωστο, ἡ δὲ ἄλλη ἅπασα ἐπεπτώκει, ποικίλα τε αὐτῇ καὶ ἀνήκουστα προσεγένπο πάθη. ἥ τε γὰρ θάλαττα

[*](7. Num ὄντως ? 15. ἐπανίτω R. (Cl.), ἐπανείτω vulg. 16. γὰρ τοῦ ins. ex R. 17. ἐσείσθη καὶ addidi cum Intpr. insulae — terrae motu concussae pars minima servata est. 18. μέρος αὐτῆς R., αὐτ. μέρ. vulg. 19. ἀνύποιστα R., Intpr. fidem excedentibus malis. προσεγένετο R., ἐπεγένετο vulg.)
99

ἐπιπλεῖστον ἀρθεῖσα, κατέκλυσεν τὰ παράκτια τῶν οἰκημάτων, [*](A.C. 554 I. I. 27) καὶ διέφθειρεν αὐτοῖς χρήμασι καὶ ἀνθρώποις· τό τε μέγεθος τοῦ βρασμοῦ, ἐξαίσιον οἶον γεγενημένον, τὰ, ἔνθα οὐκ ἐνῆν ἀναρριχᾶσθαι τὸ ῥόθιον, ἅπαντα ἔρριψε καὶ κατέβαλεν. ἀπολώλασι δὲ χύδην σχεδόν τι ἅπαντες οἱ ἀστοὶ, εἴτε ἐν ἱεροῖς ἐτύγχανον πεφευγότες, εἴτε καὶ οἴκοι διαιτώμενοι, εἴτε καὶ ἄλλοσέ ποι ξυνειλημμένοι. ἐμοὶ γοῦν ἐκ τῆς Ἀλεξάνδρου ὑπὸ τὸν αὐτὸν χρόνον κατὰ τὸ Βυζάντιον ἀνακομιζομένῳ, καὶ ἐν τῇδε τῇ νήσῳ, οὕτω παρασχὸν, ἐν παράπλῳ γὰρ κεῖται,) κατάραντι, [*](C) οἰκτρόν τι πέφηνεν θέαμα, καὶ ὁποῖον οὐκ ἂν ἀποχρώντως ὑπογράψοι ὁ λόγος. ἅπαν μὲν γὰρ τὸ ἄστυ σχεδόν που χῶμά γε ἦν ἐπὶ μέγα ἠρμένον, καὶ λίθοι κείμενοι σποράδην, κιόνων τε τρύφη καὶ ξύλων κατεαγότων, καὶ κόνις πολλὴ ὕπερθεν φερομένη καὶ ἐπηλυγάζουσα τὸν ἀέρα, ὡς μηδὲ αὐτά που τὰ τῶν λεωφόρων χωρία ῥᾳδίως διαγινώσκεσθαι, πλὴν ὅσον ὑπονοῆσαι. ὀλίγα δὲ ἄττα δωμάτια εἱστήκεσαν ἀπαθῆ, καἰ ταῦτα οὐχ ὅσα τιτάνῳ τυχὸν καὶ λίθῳ καὶ ταύτῃ δὴ τῇ στερεμνιωτέρᾳ καὶ μᾶλλον μονίμῳ κατὰ τὸ εἰκὸς ὕλῃ ἐξείργαστο, μόνα δὲ τὰ ἐκ πλίνθου ἀπέφθου καὶ πηλοῦ

[*](5. δὲ om. R. 7. ἄλλοσέ ποι R. et Lugd. 2. m., ἄλλοσέ πη vulg. 8. χρόνον om. Par. 11. τὸ ἄστυ σχ. π. R., σχ. π. τ. ἄ. vulg. μηδὲ R., Intpr. ne vel, μηδὲν vulg. 16. δὲ add. R. et Lugd. 2. m., deest vulg. 19. ἀπέφθου habet R. cum vulg., neque id mutare ausus sum, etsi vix dubito rescribendum esse ἀνέφθου, quum illud alterum id quod decoctum est significet, crudum minime. Ταῖς ὀπταῖς πλίνθοις opponuntur ὠμαὶ, quod vocabulum quum nescio qua ratione motus ponere nollet Agathias, ἄνοπτον autem rem plane diversam significaret, occurrebat, τὸ ὠμὸν itidem contrarium esse τῷ ἑφθῷ. Neque ego nescius sum, ἀνεφθὸν non reperiri in lexicis glossariisve: hoc tamen minus moveor in Agathia: illud attendo, ἄπεπτον, quod unum rescribendum restaret, remotius a vulgata lectione esse, minusque aptum.)
100
[*](A.C. 554 I. I. 28)

ἀγροικότερον πεποιημένα. ἄνδρες δὲ σποράδην ὀλίγιστοι ἀνε- [*](D) φαίνοντο σκυθρωποί τε ἄγαν καὶ κατηφεῖς. καὶ ὥσπερ τελεώτατα τῷ σφετέρῳ βίῳ ἀπειρηκότες· πρὸς γὰρ τοῖς ἄλλοις δεινοῖς καὶ ἅπαν τὸ ἐπιχώριον ὕδωρ, τὴν τοῦ ἀκραιφνοῦς καὶ ποτίμου φύσιν ἀθρόον ἀφῃρημένον, ἐς τὸ ἁλμυρὸν ἠρέμα καὶ ἄποτον μετεβέβλητο. καὶ ἦν ἅπαντα τὰ τῇδε φευκτὰ καὶ ἀνατετραμμένα, ὡς μηδὲν ἕτερον ὑπολελεῖφθαι τῇ πόλει πρὸς εὐκοσμίαν, ἢ μόνον τὸ κλεινὸν τῶν Ἀσκληπιαδῶν ὄνομα [*](P. 54) τὴν ἐφ’ Ἱπποκράτει μεγαλαυχία,. οἰκτείρειν μὲν ὗν τὰ τοιά- [*](V. 39) δε οὐ πόρρω τοῦ ἀνθρωπείου τρόπου εἶναι δοκεῖ, θαυμάζειν δὲ ἀτεχνῶς καὶ καταπεπλῆχθαι, ἀνδρῶν ἂν εἴη οὐ μάλα τὰ παλαιὰ ἐπισταμένων, οὐδὲ ὅτι ἐσαεὶ τοῦτο δὴ τὸ τῆς ὅλης χωρίον ποικίλα παθήματα ὑποδέχεσθαι πέφυκε. πολλάκις γὰρ ἤδη καὶ πρότερον πόλεις γε ὅλαι σεισμῷ διεφθάρησαν, ὡς τοὺς ἀρχαίους· οἰκήτορας ἀποβαλοῦσαι ἡφ᾿ ἑτέροις αὖθις οἰκισταῖς ἀνορθωθῆναι.

ιζ'. Αἱ γοῦν Τράλλεις ἡ πόλις, ἥ ὲν τῇ Ἀσίᾳ νῦν χώρᾳ ἀγχοῦ που τοῦ Μαιάνδρου ποταμοῦ ἱδρυμένη, τὸ μὲν παλαιὸν Πελασγῶν γέγονεν ἀΠοικία, ὑπὸ δὲ τοὺς Αὐγού- B στου Καίσαρος χρόνους ἐσείσθη τε ἅπασα καὶ ἀνετράπη, καὶ

[*](6. μεταβέβλητο R. 7. τιὴ πόλει πρὸς εὐκ. R., πρὸς εὐκ. τ. π. vulg. 8. τὸ κλεινὸν τῶν Ἀσκλ. R., τὸ τῶν Ἀσκλ. κλ. vulg. 17. R., νῦν Ἀσία vulg. 19. Paphlagones h, l. habet Intpr., sed infra Pelasgos.)
101

οὐδὲν αὐτῆς ὅ, τι ἐσέσωστο. οὕτω δὲ τοῦ αστεος οἰκτρότατα [*](A. C. 554 I. I. 28) κειμένου, ἄγροικόν τινά φασι, τούτων δὴ τῶν γεηπόνων, Χαιρήμονα τοὔνομα, σφόδρα τὴν ψυχὴν ἁλῶναι τῷ πάθει, καὶ οὖν οὐκ· ἐνεγκόντα θαυμάσιόν τι ἡλίκον καὶ ἄπιστον ἔργον ἀνύσαι. μήτε γὰρ τῆς ὁδοῦ τὸ μῆκος ἢ τῆς πρεσβείας τὸ μέγεθος κατοῤῥωδήσαντα, μήτε ὅτι μεγίστοις, ὥσπερ εἰκὸς, ὁμιλήσειν ἤμελλεν κινδύνοις, καὶ ταῦτα ἐπ᾿ ἀδήλῳ τῇ τύχῃ, μήτε τῶν οἴκοι τὴν ἐρημίαν, μήτε ἄλλo τι τῶν, ὁπόσα διανοούμενοι ἄνθρωποι μεταμανθόνουσι τὰ δοκηθέντα, ἀφικέσθαι, μὴ ὅτι ἐν ῾Ρώμη, ἀλλὰ γὰρ καὶ ἐς τῶν Κανταβρινῶν τὴν χώραν, [*](C) ἀμφ᾿ αὐτὰς δή που τὰς τοῦ Ὠκεανοῦ ἠϊόνας, (ἐτύγχανεν γὰρ αὐτοῦ που ὁ Καῖσαρ ἐν τῷ τότε πρός τι τῶν ἐθνῶν διαμαχóμενος,) ἀγγεῖλαί τέ οἱ τὰ ξυνενεχθέντα, καὶ οὕτως ἑλεῖν τὸν βασιλέα, ὡς αὐτίκα δὴ μάλα ὑπατικοὺς ἑπτὰ τῶν ἐν τοῖς μάλιστα εὐπατριδῶν τε καὶ εὐδαιμόνων ἀνδρῶν ἐκ τῆς ῾Ρώμης ἀπολεξάμενον, ἅμα τῷ σφετέρῳ πλήθει στεῖλαι ἐς τὴν ἀποικίαν, καὶ τοὺς, ὡς τάχιστα ἐν τῷ χώρῳ γενομένους, χρήματά τε πλεῖστα ὅσα ἐπιδόντας καὶ σπουδῇ χρησαμένους, ἀναδομῆσαι αὖθις τὴν πόλιν, καὶ ἐς τὸ μέχρι τοῦδε σωζόμενον [*](D) ἀπεργάσασθαι σχῆμα. νῦν οὖν οἱ ἐκείνῃ ἀστοὶ Πελασγοὶ μὲν

[*](1. αὐτοῖς ἔτι R. 10. ἀλλὰ γὰρ καὶ R., ἀλλὰ καὶ vulg. κανταβρηνῶν R., Κανταβαρηνῶν vulg. Agathias, cui parum de Cantabris innotuerat , ex verbis epigrammatis Κάνταβριν ἐς γᾶν finxit sibi Cantabrinos. 14. ὑπατικοὺς correxi, Intpr. consulares, ὑπάτους R. et vulg. ἐπὶ τὰ R., sed in marg. ἑπτὰ. 18. ἀναδομῆσαι R. et Lugd., ἀνοικοδομῆσαι edd.)
102
[*](A.C. 554 I. I. 28)

οὐκέτι ἂν δικαίως κληθεῖεν, Ῥωμαῖοι δὲ μᾶλλον, εἰ καὶ τὼ τῆς φωνῆς ἐς τὸ ἑλληνικόν τε καὶ ἀττικώτερον μετεβάλοντο. πῶς γὰρ οὐκ ἤμελλον προσοικοῦντες τὴν Ἰωνίαν; ταῦτα δὲ οὕτω ξυνενεχθῆναι δηλοῖ μέν που καὶ ἡ πάτριος τοῦ ἄστεος ἱστόρια, οὐχ ἤκιστα δὲ τοὐπίγραμμα, ὅπερ ἔγωγε ἐκεῖσε ἐλθὼν ἀνελε·ξάμην. ἔν τινι γὰρ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν, ὅθεν δὴ ὢν ἐτύγχανεν ὁ Χαιρήμων, Σιδηροῦς δὲ ὄνομα τῷ ἀγρῷ ἐκείνῳ,) βωμὸς ἵδρυται ἀρχαιότατος, ἐν ᾦ δὴ πάλαι, ὡς ἔοικε, τοῦ Χαιρήμονος ἄγαλμα ἐφειστήκει. νῦν γὰρ οὐδὲν ὁτιοῦν ἐν αὐτῷ φαίνεται. ἐγκεχάρακται δὲ ὅμως ἔτι τὸ ἐλεγεῖον τῷ βωμῷ ὧδέ πως ἔχον· [*](P. 55)

  • Κλασθείσας πάτρας σεισμῷ ποτε, Κάνταβριν ἐς γᾶν
  • Χαιρήμων ἔπτα, πατρίδα ῥυσόμενος.
  • Καίσαρι δ’ εἱλιχθεὶς περὶ γούνασι, τὰν μεγάλαυχον
  • Ωρθωσε Τράλλιν, τὰν τότε κακλιμέναν·
  • Ἀνθ’ ὧν συγγενέες τοῦτο βρέτας, ὄφρ’ ἐΠί βωμῷ,
  • Οἶα δίκα κτίσταν, τάνδε φέροιτο χάριν.
  • καὶ τὰ μὲν τῶν Τράλλεων πέρι ὧδέ πως ἔχειν πεπίστευται. πολλὰς δὲ κατ’ ἐκεῖνο τοῦ καιροῦ καὶ ἄλλας πόλεις ἐν τῇ Ἀσίᾳ, Ἰωνικός τε καὶ Αἰολίδας, παραπλήσια παθεῖν ξυνηνέχθη.

    [*](B)

    ιη'. πλὴν ἀλλ’ ἔμοιγε νῦν τὰ τοιαῦτα παρέντι, καὶ αὖθις

    [*](1. εὐδικαίως R. 12. Καντάβαριν R. 13. ῥυσσόμενος R. 15. τότε scripsi, πότε R. et vulg., Intpr. olim. 16. συγγενέες Lugd., Intpr. propinqui, συγγενὶς R., συγγενές οἱ vulg. 17. οἴα δίκα κτίσταν R., δίκα etiam Inter., dum vertit merito, οἷα δὴ κτίστας vulg.)
    103

    τοὐ προτέρου λόγου ἐχομένῳ, ἐπὶ τὴν τῶν Λαζῶν χώραν καὶ [*](A. C. 554 I. I. 28) τοὺς περσικοὺς πολέμους ἰτέα, ἔπει καὶ κάτα τοὺς αὐτοὺς χρόνους ἐπράσσετο ἕκαστα. Ῥωμαίοις γὰρ καὶ πέρσαις ἤδη μὲν [*](Β) ἐκ πλείστου μέγιστος πόλεμος ξυνειστήκει, καὶ θαμὰ τὴν ἀλλήλων ἐδῄουν καὶ ἐλυμαίνοντο, νῦν μὲν εἰσβολὰς ἀκηρύκτους μηχανώμενοι καὶ ἐφόδους, νῦν δὲ πολλῷ στρατῶ ἐς ἐμφανεῖς [*](V. 40) παρατάξεις χωροῦντες. ὀλίγῳ δὲ ἔμπροσθεν ἐκεχειρίαν ἐπεποίηντο, ἐφ’ ᾧ μέντοι οὐ τελεωτάτην ἄγειν εἰρήνην, οὐδὲ ὥστε πάντοθι τῶν κινδύνων πεπαῦσθαι, ἀλλ’ ὅσον μόνον ἀνὰ τὴν ἕω καὶ τὰ τῆς Αρμενίας ὅρια ἑκατέρῳ γένει ἐσπεῖσθαι, ἀμφὶ δὲ τὴν Κολχίδα γῆν τὸν πόλεμον διαφέρειν. οἱ δὲ Λαζοί Κόλχοι τοπαλαιὸν ὠνομάζοντο, καὶ οὗτοι ἐκεῖνοι τυγ χάνουσιν ὄντες. [*](C) τοῦτό τε οὐκ ἄν τις ἀμφιγνοήσειε τεκμαιρόμενος τῷ τε Φάσιδι κω Καυκάσῳ καὶ τῇ περὶ ταῦτα ἐκ πλείστου οἰκήσει. λέγεται δὲ τοὺς Κόλχους Αἰγυπτίων εἶναι ἀποίκους. φασὶ γὰρ πολλῷ ἔμπροσθεν τοῦ ἐπίπλου τῶν ἀμφὶ τὸν Ἰάσονα ἡρώων, καὶ πρό γε τῆς τῶν Ἀσσυρίων ἐπικρατείας καὶ τῶν Νίνου τε καὶ Σεμιράμιδος χρόνων Σέσωστρίν τινα βασιλέα Αἰγύπτιον μεγίστην στρατιὰν ἐκ τῶν ἐπιχωρίων ἀγείραντα, καὶ ἅπασαν τὴν Ἀσίαν ἐπελθόντα καὶ καταστρεψάμενον, ἀλλὰ καὶ ἐν τῷδε ἀφικέσθαι τῷ χώρῳ, ἀπόμοιράν

    [*](D)[*](4. ξυνειστήκει R., ξυνενειστήκει vulg. 5. ἐλυμ. κ. ἐδῄουν R. 6. ἀν’ ἐμφανεῖς R. 9. πάντοθεν R. τὴν ἕσω R. 12. ὀνομ. vulg. 13. τοῦτό γε R., καὶ ὅτι—τοῦτό γε coni. CI. ἀμφαγνοήσειε R. 14. ἰπὶ πλείστου R., Intpr. accolas effuse circumiectos. 16. Ἰάσονα R., Ἰάσωνα vulg. 17. πρό γε R., antequam Ass. rerum potirentur, πρός γε vulg.)
    104
    [*](A. C. 554 I. I. 28)

    τε ἐνταῦθα καταλιπεῖν τοῦ ὁμίλου, καὶ τοίνυν ἐνθένδε τὸ τῶν Κόλχων κατάγεσθαι γένος. τοῦτο δὲ Διόδωρός τέ φησιν ὁ Σικελιώτης καὶ ἄλλοι ὡς πλεῖστοι τῶν παλαιῶν ἱστοριογράφων. οἳ δὴ οὖν, εἴτε Λαζοὶ, εἴτε Κόλχοι, εἴτε Αἰγύπτιοι μετανάσται, περιμάχητοι ἐν τῷ καθ᾿ ἡμᾶς γεγένηνται χρόνῳ, καὶ πλεῖστοι ὅσοι ἀγῶνες τῆς τούτων γε ἕκατι καταβέβληνται χώρας. Χοσρόης τε γὰρ ὁ Περσῶν βασιλεὺς ἤδη πολλὰ καὶ ἐπικαιρότατα τῶν ἐκείνῃ χωρίων σφετερισάμενος καὶ κατέχων, οὐκ ᾤετο δεῖν μεθιέναι, ἀλλὰ καὶ τὰ λοιπὰ χειρώσασθαι διενοεῖτο, Ἰουστινιανῷ τε τῷ ῾Ρωμαίων αὐτοκράτορι καταπροέσθαι Γουβάζην [*](P. 56) τὸν Λαζῶν ἐν τῷ τότε βασιλέα, καὶ ἅπαν τὸ ἔθνος, κατηκόους ὄντας καὶ εὔνους καὶ τὰ ἐς θεὸν ὁμογνώμονας, οὐκ ἀνεκτὰ ἐδόκει οὐδὲ ὅσιον. μᾶλλον μὲν οὖν καὶ ἐπειρᾶτο παντὶ σθένει ἀπώσασθαι ὡς τάχιστα τοὺς πολεμίους. ἐλογίζετο γὰρ καὶ ἐδεδίει, ὡς εἰ τῷ πολέμῳ κρατήσαιεν οἱ Πέρσαι, καὶ ἁπάσης ἐπιλάβοιντο τῆς χώρας, οὐδὲν ἔσται τὸ κωλύον αὐτοὺς ἀνὰ τὸν Εὔξεινον πόντον ἀδεῶς ναυτιλλομένους, τὰ ἐνδότατα τῆς ῾Ρωμαίων ἀρχῆς ἀνιχνεύειν. τοιγάρτοι στράτευμά τε μέγιστον καὶ ἀλκιμώτατον ἐνταῦθα ἔταξεν, καὶ στρατηγοὺς επέστησεν τοὺς ἀρίστους. Βέσσας τεγὰρ καὶ Mαρτῖνος καὶ Βούζης ἡγεῖτο, [*](B) ἄνδρες ἐν τοῖς μάλιστα γεγενημένοι καὶ πολέμους συχνοὺς

    [*](6. γε om. R. ἕκατι καταβ. χώρ. R., χ. ἕκ. κατ. vulg. 11. τῶν Λαζῶν R. Pro ἐν τῷ τότε R. ἐς τόν τε. 12. Post ὁμογνώμονας lacuna fuerat in R. usque ad οὐδὲ, in qua recentior manus scripsit: ἐδόκει, et in marg. εἶναι. 16. ἀμφὶ ἀνὰ τ. E. R. 18. στράτ. τε μέγ. κ. ἀλκ. R., στράτ. μέγ. τε κ. ἀλκ. vulg.)
    105

    ἀγωνισάμενοι. ἔσταλτο δὲ καὶ Ἰουστῖνος ὁ Γερμανοῦ, νεάζων [*](A.C. 554 Ι. Ι. 28) μὲν ἔτι κομιδῇ, τὰ δὲ πολέμια ἤδη πεπαιδευμένος.

    ιθ΄. Μερμερόης δὲ, ὁ τῶν Περσῶν στρατηγὸς, ἐπειδὴ πρότερον Ἀρχαιοπόλει τε δὶς προσβαλὼν ἀπεκέκρουστο, καὶ· ἄττα ἐπεπράχει, ὃ δὴ ἔγωγε παρίημι, ἀποχρώντως γάρ που Προκοπίῳ τῷ ῥήτορι τὰ μέχρι τῶνδε ἀναγέγραπται,, τότε δὴ αὖθις ἐνθένδε γάρ μοι ἀρχομένῳ τὰ ἐφεξῆς ἁρμοστέον,) ἀφῖκτο μὲν ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τὸ φρούριον, ἐβούλετο δὲ τὴν ἐς Τήλεφιν δυσχωρίαν παραμειψάμενος, εἴσω τοῦ Φάσιδος γενέσθαι ποταμοῦ, καὶ τῷ ἀπροσδοκήτῳ τοὺς Ῥωμαίους ἐκπλήξας, διὰ πείρας ἐλθεῖν, εἴ πως ἂν ἔνια γοῦν τῶν τῇδε πολισμάτων παραστήσασθαι δυνηθείη. ταῦτα δὲ αὐτῷ πράττειν ἐκ τοῦ ἐμφανοῦς πορευομένῳ καὶ ἐπιόντι ἀμήχανα ἦν. Μαρτῖνος γὰρ ὁ στρατηγὸς ἅμα τῇ ἀμφ’ αὐτὸν στρατιᾷ ἐς τὴν Τήλεφιν ἱδρυμένος, φρούριον δὲ τοῦτο καρτερόν τε καὶ ἐχυρώτατον,) διεφύλαττεν ἐπιμελέστατα τὰς εἰσόδους. ἔστι δὲ καὶ ἄλλως τὸ χώριον δύσβατόν τε καὶ ἀπρόσοδον. φάραγγές τε γὰρ καἰ πέτραι ἀπερρωγυῖαι καὶ ἐς ἀλλήλας ἐπικλινόμεναι στενωτάτην ἀτεχνῶς τὴν ὑποκειμένην ἀτραπὸν ἐκτελοῦσιν. ἄλλοθεν δὲ οὐκ ἔστιν ὁτῳοῦν εἰσιτητέα. τὰ γὰρ ἐχόμενα D πέδια ἰλυώδη γέ εἰσι δεινῶς καὶ τελματώδη, λόχμαι τε δεσεῖαι καὶ δρυμοὶ ἀνέχουσιν, ὡς καὶ εἰνὶ ἀνδρὶ, καὶ τούτῳ

    [*](1. δὲ καὶ R., δέ τε καἰ vulg. 4. Ἀρχαιοπόλει R. Ἀρχαιπόλει edd. 5. ἐγὼ R. που add. ex R. 8. Kutais est, Imiretiae oppidum regium. 18. γὰρ om. R. 23. δρυμοὶ R., δρυμὰ vulg.)
    106
    [*](A. C. 554 Ι. Ι. 28)

    εὐζώνῳ, ἄπορον εἶναι τὸ χρῆμα, μή τοί γε πλήθεσιν ὡπλι- σμένοις. πλὴν ἀλλὰ καὶ ὣς οἱ Ῥωμαῖοι οὐδὲν ὁτιοῦν πόνου [*](V. 41) ἀνιέντες, εἴ πού τι εὗρον τῶν τόπων σφαλερόν τε καὶ βάσιμον, αὐτίκα ξύλοις τε καὶ λίθοις περιέφραττον, καὶ θαμὰ ἐν τοῖσδε ἐμόχθουν. διαπορουμένῳ δὴ οὖν ἐν τοῖς παροῦσι τῷ Μερμερόῃ καὶ πλεῖστα διαλογιζομένῳ, προσῆλθεν διανοεῖσθαι, ὡς εἰ γε ὁτῳδηοῦν τρόπῳ διαλύσοι ἦν φρουρὰν τῶν Ῥωμαίων, καὶ ἠρέμα ἀπώσοιτο, οὐ πάμπαν αὐτῷ τὰ ἐς τὴ,ν διάβασιν [*](P. 57) ἀνήνυτα ἔσται. πολεμίων μὲν γὰρ τῷ χώρῳ ἐνδελεχέστατα ἐφεδρευόντων, οὐχ οἷόν τε ἦν ἅμα ἀμφοτέρων κρατῆσαι. ἐκείνων δὲ ἀνιέντων, ἀλλὰ μόνην γε τὴν δυσχωρίαν ἀκέσασθαι, καὶ τὸ δυσέμβολον τῆς πορείας ἐς τὸ εὐέφοδον ἁμωσγέπως μετασκευάσαι, οὐ λίαν ἀδύνατα εἶναι ἡγεῖτο. ἤλπιζε γὰρ τὴν ὕλην ἐκτέμνων τῇ πολυχειρίᾳ καὶ ἀνακαθαίρων, καὶ τῶν πετρῶν ὅ, τι ἀντίξουν διακολάπτων καὶ παραιρούμενος, οὐ χαλεπῶς διαβήσεσθαι. ὡς ἂν οὖν ταῦτα διαπράξοιτο, ἐπενόει τοιάδε. ἐσκήπτετο ἀθρόον νόσῳ τινι δεινῇ τε καὶ ἀνηκέστῳ ἑαλωκέναι, καὶ οὖν ἀνεκέκλιτο δυσφορῶν δῆθεν καὶ ἀσχάλλων καἰ τὸ [*](B) ξυμπεσὸν ὀλοφυρόμενος· ὅ τε λόγος οὗτος ἀνὰ πᾶν αὐτίκα ἐφοίτα τὸ στράτευμα, ὡς ὁ στρατηγὸς πονήρως τε ἔχοι, καὶ ὅσον οὔπω ἀπολεῖται· ὅσους τε αὐτῶν ἤρεσκεν μισθαρνεῖν τοῖς

    [*](2. οὐδέν τι οὖν R. 7. διαλύσοι Cl., διαλύσει R. et vulg. 10. ἄμα ἀμφ. R., ἀμφ. ἅμα vulg. 12. εὐέροδον R. corr. in mg. pro εὐέφοστον, εὔοδον vulg. 13. εἶναι add. ex R. 17. δεινῇ τ. κ. ἀνηκ. ἑαλ. R. ἑαλ. δ τ. κ. ἀν. vulg. 20. ἐφοίτα R., ἐχώρει vulg. 21. ὅσους δὲ Suid, s. v. μισθαρνεῖν. ἐπὶ τῇ τ. οἰκ. προδ. τοῖς ἐναντ. R.)
    107

    ἐναντίοις ἐπὶ τῇ τῶν οἰκείων προδοσίᾳ, καὶ λάθρα ἐξάγειν τὰ [*](A. C. 554 I. I. 28) ἀπόῤῥητα, οὗτοι δὲ τὸ μὲν ἀτρεκὲς οὐκ ἐγίγνωσκον· (ἀσφαλέστατα γὰρ τὸ βούλευμα ἐκρύπτετο, καὶ οὐδὲ ἐς ἅπαντας τοὺς φιλτάτους ἐξέπιπτε·) μόνοις δὲ τοῖς ἐν τῷ ὁμίλῳ περιαγομένοις ἐξηπατημένοι τοῖς ῾Ρωμαίοις διήγγελλον. οἱ δὲ ῥᾳδίως ἐπείθοντο, οὐ τοσοῦτον, οἶμαι, τῇ ἀγγελίᾳ, ὁπόσον τῷ βουλομένῳ τῆς γνώμης.

    κ΄. Εὐθὺς δὴ οὖν τὸ ἐνεργόν τε καὶ σύντονον τῆς φροντίδος ὑποχαλῶντες, οὐκέτι λίαν ἀκριβῆ τὴν φυλακὴν ἐποι- [*](C) οῦντο. ὀλίγαι τε παρῳχήκεσαν ἡμέραι, καὶ ὁ Μερμερόης ὡς δὴ τεθνηκὼς ἀπηγγέλλετο. ἔκρυπτε γὰρ ἑαυτὸν ἔς τι δωμάτιον, ὡς καὶ παρὰ τοῖς οἰκειοτάτοις τήνδε νικῆσαι τὴν δόξαν. τότε δὴ οὖν καὶ μᾶλλον τοῖς ῾Ρωμαίοις περιττόν τι ἐδόκει ἀγρυπνεῖν τε καὶ ἐπιπολὺ διαπονεῖσθαι. καὶ τοίνυν μεθέντες τὰς περιφράξεις καὶ τὴν ἐν τούτοις ἀπεργασίαν, ἐς τὸ ἀνειμένον μετέβαλλον, παννύχιόν τε καθεύδοντες καὶ ἐς τὰς ἐπαύλεις τῶν ἀγρῶν διαιτώμενοι, καὶ οὔτε κατασκόπους ἔστελλον, οὔτε ἄλλο τι ἔπρασσον τῶν δεόντων. ᾤοντο γὰρ ὡς οὐκ ἄν ποτε οἱ Πέρσαι, ἀστρατήγητοι δῆθεν γεγονότες, ἐπ᾿ αὐτοὺς ἥξουσι, [*](D) μᾶλλον μὲν οὖν καὶ ὡς ποῤῥωτάτω φευξοῦνται. ταῦτα δὲ γνοὺς ὁ Μερμερόης ἀνακαλύπτει ἐξαπιναίως τὸν δόλον καὶ ἐπιφαίνεται τοῖς Πέρσαις ὁποῖος καὶ πρότερον, καὶ εὐθὺς, ὡς

    [*](2. δὲ om, R. 11. ἔς τι δωμάτιον R. et Intpr. in domicilio quodam, ἐπὶ δωμ. vulg.)
    108
    [*](A. G. 554 I. I. 28)

    εἶχε προθυμίας, ἅπαντας κινήσας, καὶ τὴν χαλεπότητα τῆς πο- ρείας εὖ διαθεὶς, ᾖ πάλαι διενοεῖτο, παραγέγονεν ἀγχοῦ τοῦ φρουρίου. καὶ ἤδη ἐπέλαζε τοῖς Ῥωμαίοις κατεπτηχόσι τῷ παραλόγῳ καὶ οἵοις οὐκέτι ἀμύνεσθαι. τότε δὴ οὖν ὁ Μαρτῖνος ἔγνω καταλιπεῖν τὸ χώριον, πρὶν τελεώτατα παρελθεῖν εἴσω τὸν Μερμερόην, καὶ μέγα τι κακὸν τοὺς τῇδε [*](p. 58) ἐργάσασθαι. πῶς γὰρ ἐνῆν αὐτοὺς ὀλίγους γε ὄντας ἐνεγκεῖν τὰ πλήθη τῶν πολεμίων, καὶ μὴ οὔχι αὐτοβοεὶ διαφθαρῆναι; οὕτω δὴ οὖν καταστρατηγηθέντες ὑπὸ τῶν βαρβάρων, καὶ αἰσχίστην ποιούμενοι τὴν ἀναχώρησιν, ἠπείγοντο τοῖς ἄλλοις ἀναμιχθῆναι στρατεύμασιν. ἐτύγχανον γὰρ οἱ ἀμφὶ Βέσσαν τε καὶ Ἰουστῖνον ἐν πεδίῳ τινι στρατοπεδευόμενοι, οὐ πόῤῥω Τηλέφεως κειμένῷ, ἀλλὰ μόνοις σταδίοις ἑπτὰ διεστηκότι. ἐστι δὲ οὐδὲν ὁτιοῦν ἄλλο ἐνταῦθα, ἤ μόνα χυτρῶν πωλητήρια, ὡς καὶ τὴν προσηγορίαν ἐντεῦθεν τῷ χώρῳ εἰλῆφθαι· [*](Β) Ὀλλάρια γὰρ, ὡς ἂν Δατῖνόςτις φήσοι, ἐπωνόμασται· δύναται [*](V. 42) δὲ τοῦτο τῇ Ἑλλήνων φωνῇ Χυτροπώλια. ἤδη δὲ πολλῶν ἅμα τῷ Μαρτίνῳ προτερησάντων καὶ ἐν τῷ ἀσφαλεῖ γενομένων, ἐβουλεύοντο ἅΠαντες οἱ στρατηγοὶ, ἐνταῦθα τοὺς δυσμενεῖς ἐκδεξάμενοι στήσεσθαι τε ἐς παράταξιν, καὶ διακωλύειν αὐτοὺς ἀνὰ τὰ πρόσω ἰόντας. ἦν δέ τις τῶν ἐπισημοτάτων ἐν τοῖς ταξιάρχαις Θεόδωρος ὄνομα, τὸ μὲν γένος ἕλκων ἐκ τοῦ

    [*](8. διαφθαρῆναι ὑπὸ δέους Suid. s. ν. αὐτοβοεὶ. 14. μόνα R., μόνον vulg. 15. ἐντεῦθεν τῷ χώρῳ R., τῷ χώρῳ ἐνθένδε vulg. 16. Ὠλλάρια Par. τις ins. ex R. 20. στήσασθαι R.)
    109

    ἔθνους τῶν Τζάνων, παρὰ Ῥωμαίοις δὲ τεθραμμένος, καὶ [*](Α. C.554 I. I. 28) ἤδη τὸ βαρβαρικὸν τοῦ τρόπον, εἰ καὶ πάτριον ἦν, ἀποσκευασάμενος καὶ ἐς τὸ ἀστειότατον μετακοσμήσας. οὗτος δὴ οὖν ὁ Θεόδωρος ἅμα τῇ οἰκείᾳ δυνάμει, εἵποντο γὰρ αὐτῷ οὐ [*](C) μείους ἢ πεντακόσιοι ἄνδρες τῶν ὁμοφύλων,) ἀμφὶ Τήλεφιν εντι ἐμεμενήκει, εἰρημένον αὐτῷ ὑπὸ Μαρτίνου, μὴ πρότερον ἐνθένδε χωρῆσαι, πρὶν ἂν θεάσοιτο ἅπαντας τοὺς πολεμίους εἰσβεβληκότας εἰκάσοι τε αὐτοὺς, ὡς ἔνεστιν, ὅσοι εἷεν, καὶ ποίη ὅπως ἔχουσιν ὁρμῆς τε καὶ γνώμης.

    κα΄. Ὁ δὲ, ἦν γὰρ ἐς ἅπαντα δραστήριός τε καὶ θαῤῤαλέος,) καὶ δὴ κατὰ ταῦτα ἐποίει· καὶ εἶτα, ἐπειδὴ παρόντα εἶδε τὰ πλήθη τῶν περσῶν ἐντὸς τοῦ φρουρίου, ἔγνω τε αὐτοὺς οὐ μέχρι τοῦδε στησομένους ἀλλὰ καὶ σφόδρα πολεμησείοντας, αὐτίκα ᾤχετο. εὑρὼν δὲ κατὰ τὴν πορείαν πολλοὺς τῶν Ῥωμαίων οὐκ εὐθυδρομήσαντας ἐς τὰ χυτροπώλια, ᾑπερ διετέτακτο, ἀλλ’ ἐν οἰκήμασι Λαζικοῖς εἰσπηδήσαντας, καὶ [*](D) ἀφαιρουμένους ἔλυμόν τε καὶ ζειὰς καὶ ἄλλα ἀττα τῶν ἐδωδίμων, ἀπελαύνειν τε αὐτοὺς ἐπειρᾶτο καὶ κατεμέμφετο τῆς παρανοίας, ὡς οὐκ εἰδότας οὗπερ τυγχάνουσιν ὄντες κακοῦ. ὅσον μὲν οὖν ἦσαν αὐτῶν οὐ λίαν λίχνοι τε καὶ ἀκόλαστοι, οὗτοι δὲ μεταμαθόντες τὸ λῷον ξυνείποντό τε αὐτῷ καὶ βάδην ἀπεκομίζοντο· πλὴν ἀλλ’ οὐ γεγένηται χώρα τῷ Θεοδώρῳ σχ-

    [*](5. ἡ πεντακόσιοι — πρότερον ἐνθένδε om. R., lacunae signo in margine posito. 15 εὐθυδραμήσαντας R. 17. τε R. Lugd., γε edd. 18. παρανοίας R., παροινίας vulg. 20. ἤσαν et οὐ λίαν add. ex R. et Intpr. qui gulae erant non admodum dediti. 21. δὲ μεταμαθόντες R., δὴ μαθόντες vulg.)
    110
    [*](A. C. 554 I. I. 28)

    λαίτερον διαγγεῖλαι τοῖς στρατηγοῖς τὴν ἐπήλυσιν τοῦ Μερμερόου. ἐνίων γὰρ ἔτι ἐκ τοῦ στρατοῦ τῇ ἁρπαγῇ ἐγκειμένων καὶ οὐκ ἀνιέντων, ἐπιφοιτῶσιν ἀθρόον οἱ Πέρσαι, καὶ ὀλίγους μὶν αὐτῶν ἔκτεινον· οἱ δὲ ἄλλοι δρομαῖοι ἔφυγον, καὶ δὴ ἐξαπιναίως ἐσπίπτουσιν ἀνὰ τὸ στρατόπεδον ξὺν οἰμωγῇ καὶ θορύβῳ, ὡς ἅπαντας ξυνταραχθῆναι τῷ αἰφνιδίῳ, καὶ πέρα [*](Ρ. 59) τοῦ μετρίου δειμαίνοντας ἐς ὑπαγωγὴν μετανίστασθαι. οἱ δὲ στρατηγοὶ, (οὔπω γὰρ αὐτοῖς ἐς φάλαγγα ὁ στρατὸς ἐτετάχατο,) δεδιότες καὶ οἳ, μὴ σφίσιν οὐ παρεσκευασμένοις ἐπισταῖεν οἱ βάρβαροι, περιεφρόνουν μὲν τὰ πρότερον δοκηθέντα, οὐκ εἶχον δὲ ὅ, τι καὶ γένοιντο· οὔτε γὰρ βουλεύσασθαι αὐτοῖς περὶ τῶν παρόντων ὁ καιρὸς ἐνεδίδου καὶ τὸ ἤδη καταπεπλῆχθαι τὰς γνώμας. εὐθὺς οὖν ἄραντες ἐκ τοῦ πεδίου, καὶ ἅπαντα ἐπαγόμενοι τὰ στρατεύματα, ᾤχοντο ἀγεννῶς καὶ ἀκόσμως, καὶ οὐ πρότερον ἐπαύσαντο θέοντες, πρὶν ἐς τὴν Νῆσον ἱκέσθαι. ἄπεστι δὲ ἡ Νῆσος ἥδε Τηλέφεως πέντε μάλιστα παρασάγγαις. τοσαύτην ἄρα οἱ γενναῖοι αὐθημερὸν πο- [*](B) ρείαν διήνυσαν, ὠκύτατα πεφευγότες. ἔστι γὰρ ὁ παρασάγγης, ὡς μὲν Ἡροδότῳ δοκεῖ καὶ Ξενοφῶντι, τριάκοντα στάδια, ὡς δὲ νῦν Ἴβηρες καὶ Πέρσαι φασὶν, ἐν ἑνὶ μόνῳ τῶν εἴκοσι πλείονα. Λαζοί δὲ οὕτω μὲν καὶ αὐτοὶ ὁμολογοῦσιν; οὐ μὴν δὲ τῷ ὀνόματι χρῶνται, ἀλλὰ ἀναπαύλας καλοῦσι, καὶ, οἶμαι, εἰκό-

    [*](1. ἐπιήλυσιν R. 8. ὁ στρατηγὸς R. 9. παρασκευασμένοις R. 12. τὸ R. (Cl.), τῷ vulg. 20. ἐν mutandum non esse docebit Index. 21 οὐ μὴν δὲ — καλοῦσι om. R. et Intpr.)
    111

    τως, οἷ γὰρ παρ᾿ αὐτοῖς ἀχθοφόροι, ἕκστον παρασάγγην [*](A. C. 554 I. I. 28) χιστον καὶ καθόσον τοῦτο δρῶσιν, ἐς τοσοῦτον τὰς ὁδοὺς διαμετροῦν- ται καὶ κατατέμνουσιν. εἴτε δὴ οὖν οὕτως, εἴτε ἐκείνως τὸν παρασάγγην κλητέον, πεντήκοντά γε καὶ ἑκατὸν σταδίοις ἐκ [*](C) τοῦ φρουρίου ἡ Νῖσος διείργεται. ἔπι δὲ τὸ χώριον ἐπιεικῶς ἐχυρὸν, καὶ οὐκ εὐέφοδον, ταῖς τῶν ποταμῶν περιβαλλόμενον δίναις. ἔ τε γὰρ Φάσις καὶ ὁ Δοκωνòς, ἐκ τοῦ Καυκάσου διακριδὸν καταῤῥέοντε καὶ πολλῷ τὰ πρῶτα ἐνταῦθα τῆς τῶν τόπων θέσεως ἀναγκαζούσης ἠρέμα πλησιάζετον ἀλλήλοιν καὶ οὐκέτι ἄποθεν φέρεσθον, ὥστε [*](V. 43) ἀμέλει τῶν Ῥωμαίων διώρυχα τινα μηχανησαμένων, καὶ ἐκ τοῦ Φάσιδος ἐκροὴν εἰς τὸν Δοκωνὸν μετοχετευοάντων, τουτῳ δὴ τῷ τρόπῳ ἐς τὰ πρὸς τῆς ἕω τετραμμένα τῆς Νήσου ἡνῶσθαι ἄμφω τὼ ποταμὼ, καὶ ξυνειλῆφθαι τὸν χῶρον. ἐντεῦθεν δὲ αὖθις καμπάς τε καἰ περιελιγμοὺς ποιουμένω, οὐκ [*](D) ἐλάχιστόν τι χρῆμα τοῦ πεδίου εἴσω ἀπολαμβάνετον. προΪοόντε δὲ ἀνὰ τὸ πρόσω, ἐς δυόμενον ἥλιον ξυμβάλλετον αὐτομάτως καὶ ἀναμίγνυσθον τελεώτατα, ὡς ταύτῃ γε ἅπαν τὸ μεταξὺ νῆσον ἐς τὸ ἀκριβὲς ἐκτελεῖσθαι. ἐνταῦθα μὲν οὖν οἱ Ῥωμαῖοι ἐτύγχανον ξυνειλεγμένοι.

    [*](1. παρ’ αὐτῷ R. 5. οὕτως om. R. 7. Post ἔστι δὲ add. τοῦτο R. 8. οὐκ om. R. περιβαλλόμενον, (quod coni. Bon. Vulc.,) R. et Intpr. aquis — circumactus, παραβαλλόμενον vulg. 9. Deconus Intpr. 10. καταῤῤέοντες et διεστηκότες R. 1. m. 14. ἐκροὴν R., ἐκρόον vulg. 15. τῆς R., τῇ vulg. 17. περιελιγμὰ R. 18. πρΪόντεσ R. 19. δυόμενον ἥλ. R., δυόμ. τὸν ἥλ. vulg. συμβ. R. 20 ἀναμίψυσθαι. R.)
    112
    [*](Α. C.554 I. I. 28)

    κβ’. Ὁ δὲ Μερμερόης ἐς τὰ Χυτροπώλια παραγενόμενος, καὶ πολλὰ τῆς ἀνανδρίας ἐπιτωθάσας τοὺς οὐκ ἀίοντας καὶ λοιδορησάμενος, ἔγνω μὴ περαιτέρω ἰέναι, μηδὲ τῇ Νήσῳ προσβάλλειν. οὔτε γὰρ τὰ ἐπιτήδεια ἐκπορίζεσθαι τοσούτῳ στρατῷ ἐν μέσῃ τῇ πολεμίᾳ οἶός τε ἦν, οὔτε ἄλλως [*](P.60) αστο ἐς πολιορκίαν. τοιγάρτοι ἀποπορευτέα μὲν αὖθις αὐτῷ ἐπὶ Τήλεφίν τε καὶ τὴν ἐκείνῃ δυσχωρίαν οὐ μάλα ἐδόκει, ξύλοις δὲ καὶ ἀκάτοις, ἃ δὴ ἐς τοῦτο ἐπεποίηντο, ζεύξας τὰς τοῦ Φάσιδος ὄχθας καὶ οἶον γέφυραν τεκτηνάμενος, διεβίβασεν ἀδεῶς ἅπαν τὸ στράτευμα, οὐδενὸς ἐνοχλοῦντος. καὶ δὴ τοὺς εἰς Ὀνόγουριν Πέρσας ἱδρυμένους τὸ φρούριον, ὃ δὴ πρότερον αὐτὸς ἐν τῇ Ἀρχαιοπόλεως Περιοικίδι ἐπιτείχισμα κατὰ τῶν Ῥωμαίων κατεστήσατο, ἀλλὰ τούτους γε τοὺς πέρσας ἐπιθαρσύνας, καὶ ἑτέραν δύναμιν ἐμβαλὼν, καὶ ἅπαντα τὰ τῇδε, ὡς ἐνῆν, κρατυνάμενος, πάλιν ἔς τε Κοτάϊσιν Κοτάΐσιν χείρισιν ἐπανῆκεν. αὐτίκα δὲ νόσῳ τινι πεπιεσμένος καὶ διατεθεὶς χαλεπώτατα, τὸ μὲν πλεῖστον τοῦ στρατοῦ καὶ ἀλκιμώτατον αὐτοῦ καταλέλοιπεν διαφυλάξοντας τὰ οἰκεῖα, αὐτὸς [*](B) δὲ ἐς Ἰβηρίαν τὴν χώραν μετῆλθεν. καὶ τοίνυν ἐς πόλιν Μεσχοθὰ οὕτω καλουμένην μόλις ἠγμένος, καὶ οὐκ ἐνεγκὼν τὸ

    [*](7. Pro ἐπὶ Τηλ. — δυσχωρίαν Suid. s. v. ἀποπορευτέα inepte: τῶν ἐπὶ Φάσιν ποταμῶν καὶ τῶν ἐκείνῃ δυσχωριῶν. Τήλεφιν R., Τήλεφον vulg. 8. ξύλοις δὲ καὶ ἀκάτοις, ἅ δὴ R., Intpr. parvis navigiis — cratibus pluteisque superimpositis, phasidis ripas — iungit., ξύλα δὲ καὶ ἀκάτους, αἳ δὴ vulg. ἐπεποίηντο R., πεποίηντο vulg. 9. διεβίβασεν R., διεβίβαζεν vulg. 11. Ὀνόγουριν R. et Intpr., Ὀνούγουριν vulg. 18. καἰ οἰκεῖα R. 19. Ad μετῆλθεν add. Intpr. in hiberna. Μεσχιθὰ R., Mischita Intpr., Μεσχισθὰ vulg.)
    113

    πᾶρος, τότε δὴ τέθνηκεν ὡς ἀληθῶς ὁ Μερμερόης, ἀνὴρ ἐν [*](A.C. 554 I. I. 28) τοῖς μάλιστα παρὰ Πέρσαις γεγενημένος, καὶ δεινὸς μὲν ἐς εὐβουλίαν, ἄριστος δὲ τὰ πολέμια, καὶ σφόδρα τὴν ψυχὴν ἀνδρειότατος· ὃς δὴ γηραιὸς ὢν ἤδη, καὶ ἐκ πλείστου ἄμφω τὼ πόδε πεπηρωμένος, καὶ οἷος μηδὲ ἐφ’ ἵπΠου ὀχεῖσθαι, ὅμως ἐμόχθει ὡσπερ τις νεανίας ῥωμαλεώτατος, καὶ οὐκ ἀπηγόρευεν πρὸς τοὺς πόνους, ἀλλὰ φοράδην ἐς τὰς παρατάξεις ἐφοίτα , καὶ ταύτῃ τοὺς μὲν ἐναντίους κατέπληττεν, τοὺς δὲ [*](C) οἰκείους παραινῶν καὶ ἐγκελευόμενος, καὶ τὰ πρακτέα ὀρθῶς διατάττων, πολλὰς ἀνεδήσατο νίκας. οὕτως ἄρα τὸ στρατηγεῖν οὐ σώματος ῥώμῃ, μᾶλλον μὲν οὖν φρονήσει δοτέον. τότε δὴ τὸ σῶμα τοῦ Μερμερόου οἱ ἀμφ’ αὐτὸν ἀνελόμενοι, καὶ ἐκτός που τοῦ ἄστεος ἀποκομίσαντες, οὕτω δὴ ἔρημόν τε καὶ ἀκάλυπτον κατὰ τὸν πάτριον ἔθεντο νόμον, κυσί τε ἅμα καὶ τῶν ὀρνέων τοῖς ὅσα μιαρὰ καὶ νεκροβόρα, παρανάλωμα γενησόμενον.

    κγ΄. Ὡδε γὰρ τὰ ἐς τὴν ταφὴν οἱ Πέροαι νομίζουσι, ταύτῃ τε τῶν σαρκῶν ἀφαιρουμένων, γυμνὰ δὴ τὰ ὀστᾶ πύθεται σποράδην ἀνὰ τὰ πεδία περιεῤῥιμμένα. θήκῃ γάρ τινι ἢ λάρνακι τούς τεθνεῶτας, ἢ καὶ τῇ γῇ καταχωννύναι [*](D) ἥκιστα θέμις αὐτοῖς. ἐφ’ ὅτῳ δὲ ἂν σώματι μὴ θᾶττον καταμὴ

    [*](5. ἐφ’ ἵππου Suid. s. v. γηραιός. 6. ἐμόχθει et καὶ ante οὐκ om. Suid. probante B. Vulcanio. ῥωμαλεότατος R. 8. ἐναντίον R. κατέπλητε Sph. Par. τοῖς δὲ οἰκείοις R. 15. σαρκοβόρα legit Intpr. : sarcovoris. 16. γὰρ R. (Cl.), καὶ vulg.)
    114
    [*](Α. C. 554 I. I. 28)

    πταῖεν οἱ ὄρνις, ἤ οἱ κύνες οὐκ αὐτίκα ἐπιφοιτῶντες διασπαράξαιεν, τοῦτον δὴ ἡγοῦνται τὸν ἄνθρωπον βέβηλον γεγονέναι τοὺς τρόπους, καὶ τὴν ψυχὴν ἄδικον καὶ βαραθρώδη, καὶ τῷ κακῷ δαίμονι ἀνειμένην. τότε δὴ οὖν καὶ μᾶλλον οἱ ἐπιτήδειοι τὸν κείμενον ὀλοφύρονται, ὡς τελεώτατα τεθνηκότα, καὶ οὐ μετὸν αὐτῷ τῆς κρείττονος μοίρας. ὃς δὲ ἂν τάχιστα καταβρωθείη, μακαρίζουσι τῆς εὐδαιμονίας, καὶ τὴν ψυχὴν ὑπεράγανται ὡς λίαν ἀρίστην καὶ θεοείκελον καὶ ἐς τὸν τοῦ ἀγα- [*](P. 61) θοῦ χῶρον ἀναβησομένην. οἱ δὲ πολλοὶ καὶ ἀσημότεροι εἴ που ἐν στρατοπέδῳ τύχοιεν νόσῳ τινι δυσκολωτάτῃ πεπιεσμένοι, [*](V.44) ἔμπνοι ἔτι ἄγονται καὶ νηφάλιοι. ἐπειδὰν δέ τις οὕτως ἐκτεθείη, ἄρτου τρύφος αὐτῷ καὶ ὕδωρ καὶ βακτήρια ξυμπαράκεινται· καὶ μέχρι μὲν οἷός τε εἴη τῆς ἐδωδῆς ἀπογεύεσθαι, ναί τι δυνάμεως αὐτῷ ὑπολείποιτο, ὁ δὲ ἀμύνεται ταύτῃ δὴ τῇ βακτηρίᾳ τὰ ἐπιόντα τῶν ζώων, καὶ ἀΠοσοβεῖ τοὺς δαιτυμόνας. εἰ δὲ οὔπω μὲν πάμπαν διαφθαρείη, νικῴη δὲ ὅμως τὰ τῆς νόσου ὡς μηκέτι κινεῖσθαι τὼ χεῖρε, τότε δὴ τὸν δείλαιον ἡμιθνῆτα καὶ ἄρτι ψυχοῤῥαγεῖν ἀρχόμενον κατεσθίουσι, καὶ προαφαιροῦνται τὴν ἐλπίδα τοῦ ἴσως ἂν καὶ περιέσεσθαι [*](Β) πολλοὶ γὰρ ἤδη ἀναρρωσθέντες ἀπενόστησαν ἐς τὰ οἰκεῖα, καθάπερ ἐν σκηνῇ καὶ τραγῳδίᾳ ἐκ τῶν σκότου πυλῶν ἀφιγμένοι, ἴσχνω τινες καὶ ἑτερόχρωτες καὶ οἶοι δεδίττεσθαι τοὺς ἐντυγ-

    [*](6. ὅς δὲ R., ὁ δὲ vulg. 8. Λὰ τοῦ ἀγαθοῦ Bon. Vulc. δαίμονος addendum censebat. 11. ἐξάγονται coni. Bon. 12. ξυμπαράκεινται R., ξυμπαράκειται vulg. 14. ταύτῃ δὲ (scrib. δὴ) τῇ βακτ. R., δὴ τ. βακτ. ταύτῃ vulg. 16 πάμπαν add. ex R.)
    115

    χάνοντας. εἰ δέ τις οὕτως ἐπανήξει, ἐκτρέπονταί γε αὐτὸν ἅπαντες, [*](A.C.554 I. I. 28) καὶ ἀποφεύγουσιν ὡς ἐναγέστατον, καὶ ὑπὸ τοὺς χθονίους ἔτι τελοῦντα, καὶ οὐ πρότερόν οἱ ἐφεῖται τῶν ξυνηθῶν μεταλαχεῖν διαιτημάτων, πρὶν ὑπὸ τῶν μάγων ἀποκαθαρθείη τὸ μίασμα δῆθεν τοῦ ἐλπισθέντος θανάτου, καὶ οἷον ἀνταπολάβοι τὸ αὖθις βιῶναι. καἰ εὔδηλον μὲν ὅτι δὴ τῶν ἀνθρωπείων ἐθνῶν ὡς ἕκαστο, εἰ γε ὁτῳδηοῦν νόμῳ ἐκ πλείστου νενικηκότι ἐμβιοτεύσαιεν, τοῦτον δὴ ἄριστον ἡγοῦνται καὶ θεσπέσιον, καὶ εἴπου τι παρ’ ἐκεῖνον πράττοιτο, φευκτόν τε αὐτοῖς [*](C) εἶναι δοκεῖ καὶ καταγέλαστον καὶ ὁποῖον ἤδη καὶ ἀπιστεῖσθαι. ἐξεύρηνται δὲ ὅμως αἰτίαι τοῖς ἀνθρώποις καὶ λόγοι τῶν οἰκείων πέρι νόμων ἄλλοθι ἄλλοι, τυχὸν μὲν ἀληθεῖς, τυχὸν δὲ κὼ ἐς τὸ πιθανώτερον ἐσκευασμένοι. καὶ οὐδὲν οἶμαι θαυμαστὸν, εἰ καὶ πέρσαι τὰ παρὰ σφισιν αὐτοῖς ἔθη αἰτιολογοῦντες, ἀμείνονα πειρῶνται τῶν ἑκασταχοῦ ἀποφαίνειν· ἐκεῖνο δὲ καὶ λίαν θαυμάσαιμι ἂν, ὅτι δὴ οἱ παλαίτατοι τῆς χώρας οἰκήτορες, εἶεν δ’ ἂν οὗτοι Ἀσσύριοι τε καὶ Χαλδαῖοι καί Μῆδοι, ἀλλ’ ἐκείνοις γε οὐ ταὐτὰ ἐδόκει. καὶ γὰρ ἀμφὶ Νίνον τὴν πόλιν καὶ ἀνὰ τὴν Βαβυλωνίαν χώραν καὶ πρός γε ἐν τῇ Μηδικῇ τύμβοι τε καὶ θῆκαι τῶν πάλαι τεθνεώτων ἵδρυντο, [*](D) οὐκ ἄλλον τινὰ ἡ τὸν ἡμέτερον ἀποσώζουσαι τρόπον, καὶ εἶτε

    [*](3. τελοῦντα R. Lugd. Intpr., τελοῦνται edd. 4. ἀποκαθαρθείη R., ὑποκαθαρθείη vulg. 6. ἀνταπολάβοιτο αυθις R. 8. τοῦτο δὲ R. 9. ἐκεῖνο R. 14. παρὰ σφίσιν σφίσιν R., παρ’ αὐτοῖς vulg. 18. Νίνον R. cum Herodoti Strabonisque libris, Νίνον vulg. 21. ἄλλως R. ἤ R., καὶ vulg.)
    116
    [*](A.C. 554 Ι. Ι. 28)

    σώματα, εἴτε κόνις ἦν τὸ κρυπτόμενον, ὡς δὴ πείνων τὸν παρ’ Ἕλλησι νόμον πυρποληθέντων, οὐδαμῶς ὅμοια γε ταῦτα τοῖς νῦν γιγνομένοις ἐτύγχανον ὄντα.

    κδ΄. Οὔκουν ἐκεῖνοι γε ὧδε ἐγίγνωσκον, οὔτε περὶ ταφὰς, οὐμενοῦν ἀλλ’ οὐδὲ ἐς τὴν τῆς εὐνῆς παρανομίαν ὁποῖα οἱ νῦν ἀκολασταίνουσιν, οὐ μόνον ἀδελφαῖς τε καὶ ἀδελφιδαῖς ἀνέδην μιγνύμενοι, ἀλλὰ πατέρες τε θυγατράσι, καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, ὦ νόμοι γε καὶ φύσις. υἱοὶ ταῖς τεκούσαις. ὅτι γὰρ αὐτοῖς καὶ τοῦτο κεκαινοτόμηται, ἐκεῖθεν [*](Ρ.62) ἄν τις σαφέστατα διαγνοίη. λέγεται γάρ ποτε Σεμίραμιν τὴν πάνυ τὴν Ἀσσυρίαν εἰς τοῦτο ἀκρασίας ἠγμένην, ὡς Νινύᾳ τῷ παιδὶ ἐθελῆσαι ξυνελθεῖν ἐς ταὐτὸ, καὶ ἤδη πειρᾷν τὸν νεανίαν. τὸν δὲ ἀπανήνασθαι καὶ χαλεπῆναι, καὶ τελευτῶντα, ἐπειδὴ αὐτὴν ἑώρα σφαδάζουσαν καὶ ἐγκειμένην, ἀποκτεῖναί τε τὴν μητέρα, καὶ τόδε τὸ ἄγος ἀντ’ ἐκείνου ἑλέσθαι. καίτοι εἰ νόμῳ ταῦτα ἐφεῖτο, οὐκ ἄν, οἶμαι, ὁ Νινύας ἐς τόδε ὠμότητος ᾔει. καὶ τι δεῖ τὰ λίαν παλαίτατα λέγειν; ὀλίγῳ γὰρ ἔμπροσθεν τῶν Μακεδονικῶν καὶ τῆς τῶν περσῶν καταλύσεως, Ἀρταξέρξην φασὶ τὸν Δαρείου, Παρυσάτιδος τῆς μητρὸς παραπλήσια [*](Β) τῇ Σεμιράμιδι παθούσης, καὶ ξυγγενέσθαι οἱ ἱεμένης, ἀποκτεῖναι μὶν αὐτὴν ἥκιστα, ἐκκλῖναι δὲ ὅμως ξὺν ὀργῇ

    [*](4. Vulg. οὐκοῦν. — Utrumque e magorum moribus invaluit, Parthis, puto, dominantibus: Herod. I. 140. Catull. 5. ἐν τὴν (sic) R. 15. ἐκείνου R., idquc coni. B. Vulcanius, ἐκείνης vulg. Intpr. patrare id maluisse, quam scelus committere. 19. μητέρος edd. 20. παθούση R. ἰεσομένης R)
    117

    καὶ ἀποσείσασθαι, ὣς οὐχ ὅσιον ὂν τοῦτό γε, οὐδὲ πάτριον, [*](Α C. 554 Ι. Ι. 28) οὐδὲ τῷ βίῳ ξυνειθισμένον. πέρσαις δὲ τοῖς νῦν τὰ μὲν προτερα ἔθη σχεδόν τι ἅπαντα παρεῖται ἀμέλει καὶ ἀνατέτραπται, ἀλλοίοις δέ τισι καὶ οἶον νενοθευμένοις χρῶνται νομίμοις, ἐκ τῶν Ζωροάστρου τοῦ Ὀρμάσδεως διδαγμάτων κατακηληθέντες. κηληθέντες. οὗτος δὲ ὁ Ζωρόαστρος, ἤτοι Ζαράδης (διττὴ ἐπ’ αὐτῷ ἡ ἐπωνυμία), ὁπηνίκα μὲν ἤκμασεν τὴν ἀρχὴν, καὶ τοὺς νόμους ἔθετο, οὐκ ἔνεστι σαφῶς διαγνῶναι. Πέρσαι δὲ [*](V. 45) αὐτὸν οἱ νῦν ἐπὶ ‘Υστάσπεω, οὕτω δή τι ἁπλῶς, φασὶ γεγονέναι, [*](C) ὡς λίαν ἀμφιγνοεῖσθαι καὶ οὐκ εἶναι μαθεῖν, πότερον Δαρείου πατὴρ, εἴτε καὶ ἄλλος οὗτος ὑπῆρχεν Ὑστάσπης. ἐφ’ ὀστῷ δ’ ἂν καὶ ἤνθησε χρόνῳ, ὑφηγητὴς αὐτοῖς ἐκεῖνος, καὶ καθηγεμὼν τῆς μαγικῆς γέγονεν ἁγιστείας, καὶ αὐτὰς δὴ τὰς προτέρας ἱερουργίας ἀμείψας, παμμιγεῖς τινας καὶ ποικίλας ἐνέθηκε δόξας τὸ μὲν γὰρ παλαιὸν Δία τε καὶ Κρόνον καὶ τούτους δὴ ἅπαντας τοὺς παρ’ Ἕλλησι θρυλλουμένους ἐτίμων θεοὺς, πλήν γε ὅτι δὴ αὐτοῖς ἥ προσηγορία οὐχ ὁμοίως ἐσωζετο. ἀλλὰ Βῆλον μὲν τὸν Δία τυχὸν, Σάνδην τε τὸν Ἡρακλέα, καὶ Ἀναίτιδα τὴν Ἀφροδίτην, καὶ ἄλλως τοὺς ὕλλους ἐκάλουν, ὥς που Βηρωσσῷ τε τῷ Βαβυλωνίῳ, καὶ Ἀθηνοκλεῖ, [*](D) καἰ Σιμάκῳ, τοῖς τὰ ἀρχαιότατα τῶν Ἀσσυρίων τε καὶ

    [*](2. πρότεραR. et Intpr. priscos mores, πρότερον vulg. 5. οροάστρου R. Ὀρμάσδεος R., Intpr. Orimasdei. 6. Ζορόαστρος R. et Intpr., Ζωρόαδος vnlg. 15. ἐνέθηκε R. ac fort. Lugd., ἀνέθηκε edd. 16. τούτους δὴ R. et Lugd., τούτους δὲ edd. 21. Σιμάκῳ Lugd., Σειμάκῳ R., Συμμάχω Intpr. et Par.)
    118
    [*](A. C. 554 Ι. Ι. 28)

    Μηδῶν ἀναγραψαμένοις, ἱστόρηται· νῦν δὲ ὡς τὰ πολλὰ τοῖς καλουμένοις Μανιχαίοις ξυμφέρονται, ἐσόσον δύο τὰς πρώτας ἡγεῖσθαι ἀρχὰς, καὶ τὴν μὲν ἀγαθήν τε ἅμα καὶ τὰ κάλλιστα τῶν ὄντων ἀποκυήσασαν, ἐναντίως δὲ κατ’ ἄμφω ἔχουσαν τὴν ἑτέραν· ὀνόματά τε αὐταῖς ἐπάγουσι βαρβαρικὰ καί τῇ σφετέρᾳ γλώττη πεποιημένα. τὸν μὲν γὰρ ἀγαθὸν, εἴτε θεὸν εἴτε δημιουργὸν, Ὀρμισδότην ἀποκαλοῦσιν, Ἀριμάνης δὲ ὄνομα τῷ κακίστῳ καὶ ὀλεθρίῳ. ἑορτήν τε πασῶν μείζονα [*](P. 63) τὴν τῶν κακῶν λεγομένην ἀναίρεσιν ἐπελοῦσιν, ἐν ᾗ τῶν τε ἑρπετῶν πλείστα καὶ τῶν ἄλλων ζώων ὁπόσα ἄγρια καὶ ἐρημονόμα κατακτείνοντες, τοῖς μάγοις προσάγουσιν, ὥσπερ ἐς ἐπίδειξιν εὐσεβείας. ταύτῃ γὰρ οἴονται τῷ μὲν ἀγαθῷ κεχαρισμένα διαπονεῖσθαι, ἀνιᾷν δὲ καὶ λυμαίνεσθαι τὸν Ἀριμάνην. γεραίρουσι δὲ ἐς τὰ μάλιστα τὸ ὕδωρ, ὡς μηδὲ τὰ πρόσωπα αὐτῷ ἐναπονίζεσθαι, μήτε ἄλλως ἐπιθιγγάνειν, ὅτι μὴ ποτοῦ τε ἕκατι καὶ τῆς τῶν φυτῶν ἐπιμελείας.

    κε'. πολλοὺς δὲ καὶ ἄλλους θεοὺς ὀνομάζουσι καὶ ἱλάσκονται· τοῦτο Ἑλληνικόν. θυσίαις τε χρῶνται καὶ ἀφαγνισμοῖς καὶ μαντείαις· καὶ τοῦτο Ἑλληνικόν. τὸ δὲ πῦρ αὐτοῖς τίμιόν τε εἶναι δοκεῖ καὶ ἁγιώτατον, καὶ τοίνυν ἐν οἰκίσκοις [*](B) τισὶν ἱεροῖς τε δῆθεν καὶ ἀποκεκριμένοις ἄσβεστον οἱ μάγοι φυλάττουσι, καὶ ἐς ἐκεῖνο ἀφορῶντες τάς τε ἀπορρήτους τεκαλ.

    [*](2. Μανιχαίοις R., Μανιχ. καλ. vulg. 4. κατ’ ἄμφω R., καὶ κατ’ ἄμφω vulg. 5 αὐταῖς R., αὐτοῖς vulg. 7. Ὀρμισδάτην R., Intpr. Hornusdatim, Ὀρμισδαστην vulg.)
    119

    λετὰς ἐκτελοῦσι, καὶ τῶν ἐσομένων πέρι ἀναπυνθάνονται. τοῦτὸ [*](A.C. 554 Ι. Ι. 28) δὲ, οἶμαι, τὸ νόμιμον ἢ παρὰ χαλδαίων ἢ ἔξ ἑτέρου του ἀνελέξαντο γένους. οὐ γὰρ δὴ τοῖς ἄλλοις ξυμβαίνει. ὧδέ πως ἄρα|αὐτοῖς ἡ δόξα, ἐκ πλείστων ὅσων ἐθνῶν ἠρανισμένη, ὡς ποικιλώτατα ξύγκειται. καὶ μοι τοῦτο οὐκ ἄπο τρόπου δοκεῖ γεγενῆσθαι. ἄλλην γὰρ οὕτω πολιτείαν οὐκ οἶδα ἐς πλείστας μορφάς τε καὶ σχήματα μεταβαλοῦσαν, καὶ ἐν ταὐτῷ μένειν ἐπιπλεῖστον οὐ διαρκέσασαν, ἀλλὰ μυρίων ἐθνῶν ἄλλοτε ἄλλων ἐπικράτειαν δεξαμένην• τῷ τοι ἄρα καὶ εἰκότως πολλῶν ὶδεῶν [*](C) τε καὶ νόμων γνωρίσματα σώζει. πρῶτοι μὲν γὰρ ὦν ἀκοῇ ἔσμεν Ἀσσύριοι λέγονται ἅπασαν τὴν Ἀσίαν χειρώσασθαι, πλὴν Ἰνδῶν τῶν ὑπὲρ Γάγγην ποταμὸν ἱδρυμένων. Νῖνός τε πρότερον φαίνεται καὶ βασιλείαν ἐνταῦθα βεβαίαν καταστησάμενος, Σεμίραμις τε αὖ μετ’ ἐκεῖνον, καὶ ἑξῆς ἅπαντες οἱ τούτων ἀπόγονοι μέχρι καὶ ἐς Βελεοῦν τὸν Δερκετάδου. ἐς τοῦτον γὰρ δὴ τὸν Βελεοῦν τῆς τοῦ Σεμιραμείου φύλου διαδοχῆς παυσαμένης, Βελητάρας τις ὄνομα, φυτουργὸς ἀνὴρ καὶ τᾶν ἐν τοῖς βασιλείοις κήπων μελεδωνὸς καὶ ἐπιστάτης, ἐκαρ -

    [*](6. ἄλλην γ. οὕτω πολ. οὐκ οἴδα. Sic R. et vulg. Intpr. Iegisse videtur ἄλλ. γ. πολ. οὔπω οἶδα, aut ἄλλ. γ. οὔπω πολ. οὕτως οἴδα, nam vertit: nondum enim aliam rem p. vidi. 7 μεταβαλούσας R. Νῖνος R., Νίνος vulg. βεβαίαν add ex R., Intpr. videtur tunc primum imperium obfirmasse. 15. Βελεοῦν R., Βελλεοῦν vulg. Intpr. eum vocat Belum Decortari. Quidquid scripserit Agathias, illud dubio caret eundem esse, qui in Canone Eusebii et atpud Syncellum Belochus vocatur; secundum Syncellum XIX. Assyriorum rex, cui successerit Balatorus, apud S. Hieronymum Bellepares: Eusebio, qui cuncta fraudibus turbavit, Balaeus dictus. ἐς τοσοῦτον R. 17. Βελητάρας R., Intpr. Belitaras, Βελητάραν vulg.)
    120
    [*](A. C. 554 I. I. 28)

    πώσατο παραλόγως τὴν βασιλείαν, καὶ τῷ οἰκείῳ ἐνεφύτενσε γένει, ὥς που Βίωνι γέγραπται καὶ Ἀλεξάνδρῳ τῳ Πολυΐστο- [*](D) ρι, ἕως ἐς Σαρδανάπαλον, ὡς ἐκεῖνοι φασι, τῆς ἀρχῆς ἀπομαρανθείσης, Ἀρβάκης ὁ Μῆδος καὶ Βέλεσυς ὁ Βαβυλώνιος ἀφῄρηνται αὐτὴν τοὺς Ἀσσυρίους, καθελόντες τὸν βασιλέα, καὶ ἐς τὸ Μηδικὸν μετέστησαν ἔθλος, ἕξ τε καὶ τριακοσίων [*](V.46) ἤδη πρὸς τοῖς χιλίοις, ἢ καὶ ὀλίγῳ πλειόνων, ἐτῶν παρῳχηκότων, ἐξ οὗ τὰ πρῶτα ὁ Νῖνος τῶν ἐκείνῃ κατέσχεν πραγμάτων. οὕτω γὰρ Κτησίᾳ τῷ Κνιδίῳ τοὺς χρόνους ἀναγραψαμένῳ καὶ Διόδωρος ξύμφησιν ὁ Σικελιώτης. Μῆδοι τοίνυν αὖθις ἐκράτουν, καὶ ἅπαντα τοῖς ἐκείνων ἐτάττοντο νόμοις ἔτη [*](P.64) δὲ καὶ τούτων ἐν τῇ ἀρχῇ διανυσάντων οὐ μεῖον ἢ τριακόσια, Κῦρος ὁ Καμβύσου τὸν Ἀστυάγην καταπολεμήσας, ἐπὶ Πέρσας τὴν ἡγεμονίαν μετήγαγε. πῶς δὲ οὐκ ἤμελλεν, Πέρσης τε ὢν αὐτὸς ἰθαγενὴς, καὶ ἅμα χαλεπαίνων τοῖς Μήδοις διὰ τὰς ξὺν Ἀστυάγει παρατάξεις; κρατήσαντες δὲ καὶ οἱ Περσικοὶ βασιλεῖς ὀκτώ τε καὶ εἴκοσι καὶ διακόσια ἔτη, καὶ μέντοι καὶ ἡ τούτων ἀρχὴ τελεώτατα διεῤἡύη, στρατῷ ἐπηλύτῃ καὶ βασιλεῖ ἀλλοτρίῳ καταλυθεῖσα. Ἀλέξανδρος γὰρ ὁ Φιλίππου Δαρεῖον ἀποκτείνας τὸν Ἀρσάμου, τὸν βασιλέα, καὶ ἅπασαν τὴν Περσίδα παραστησάμενος, ἐς Μαχεδονικὴν τὰ πράγματα

    [*](3. Intpr. post Σαρδ. addit sub quo, quasi legisset ἐφ᾿ οὗ. 4. Βέλεσυς R., Bέλεσσυς vulg. 7. ἢ καὶ R., Intpr. aut, καὶ vulg. — Secundum Syncellum 1460, 8. ἐξ οὗ R., ἀφ᾿ οὗ vulg. τῶν ἐκείνων R. 11. ἔτι R. pro ἔτη. 14. Intpr. cum Persa is esset, Persiaeque insuetus.)
    121

    μπέθηκε πολιτείαν. οὕτω γὰρ ἦν μεγαλουργὸς ἐς τὰ μάλιστα [*](A. C. 554 I. I. 28) καὶ ἀμαχώτατος, ὡς, ἐπειδὴ αὐτὸν καὶ ἀποβιῶναι ζυνέβη, ὅμως τοὺς ἐκείνου διαδόχους, Μακεδόνας γε ὄντας, κατασγεῖν [*](B) ἐπιπλεῶτον τῆς ἀλλοδαπῆς καὶ ὀρνείας , καὶ ἐπὶ μέγα δυνάμεως ἀφικέσθαι. καὶ οἶμαι ἄχρι καὶ ἐς τόδε τοῦ καιροῦ ἦρχον ἂν καὶ ἐπεκράτουν , τῇ τοῦ οἰκιστοῦ κρατυνόμενοι δόξῃ, εἰ μὴ ἐς ἀλλήλους στασιάσαντες, καὶ θαμὰ κατά τε σφῶν αὐτῶν καὶ πρὸς Ῥωμαίους παραταξάμενοι, τοῦ πλείονος ἕκατι , διέλυσαν τὰς οἰκείας δυνάμεις, καὶ οὐκέτι ἀνάλωτοι τοῖς πέλας ἐδóκουν. τοιγάρτοι ̀ἄρξαντες οὐ λίαν ἐλάττονα χρόνον τῶν Μηδων , ὅτι μὴ ἑπτὰ ἔτεσι δέοντα, (πειστέον γὰρ κἀνταῦθα τῷ Πολυΐστορι,) ἐς τοσοῦτον δὴ οὖν κρατήσαντες, Παρθυαῖοί [*](C) γε αὐτοὺς, ἔθνος κατήκοον καὶ ἥκιστα ἐν τῷ πρὸ τοῦ ὀνομαστότατον, στότατον, παρέλυσαν τῆς ἀρχῆς τοὺς Μακεδόνας. καὶ εἶτα ἐκεῖνοι τῶν ὅλων πλὴν Αἰγύπτου ἡγοῦντο , Ἀρσάκου μὲν πρότερον τῆς ἀποστάσεως ἀρξαμένου, ὡς καὶ Ἀρσακίδας τοὺς μετ᾿ αὐτὸν ὀνομάζεσθαι, Μιθριδάτου δὲ οὐ πολλῷ ὕστερον ἐς μέγα τι κλέος τὸ Παρθυαίων ὄνομα ἐξενεγκόντος.

    κς'. Ἑβδομήκοντα δὲ ἐτῶν ἤδη ἐπὶ διακοσίοις παρῳχηκό-

    [*](12. κρατήσαντας et 16. ἀρξαμένους sph. Par. 19. Ab Arsacis initiis usquc ad interitum Artabani anni 476. numerantur: vid. Ste. Croix ad Tacit. ed. Oberlin. Τ. ΙΙ p. 872. Unde aliquis coniiciat ἑβδομήκοντα ἐπὶ τετρακοσίοις emendandum esse. Verumtamen nihil mutare ausim , quum propter conscnsum R. et Intpr. cum Lugdunensi , tum vero praesertim propter temporis summam, quod Agathias Macedonum imperio tribuit. Quos quum septem tautum annis minus quam Medos Asiam tenuisse nouit, Medos antem per 3οο. annos imperasse, sequitur illuin sibi persuasisse, Parthorum imperium anno demum 44. a. Chr. n. exortum esse. Ita vero Macedonum annos a primo Alexandri post patrem regnantis , non a Darii regno everso supputavit. Ac Polyhistorem quoque auctorem falso fert, qui Sulla rem Romanam tenente florebat.)
    122
    [*](Α C. 554 Ι. Ι. 28)

    τῶν ἀπὸ Ἀρσάκου τοῦ προτέρου ἐς Ἀρτάβανον τὸν ἔσχατον βασιλέα, ἡνίκα τὰ ‘Ρωμαίων πράγματα ὑπὸ Ἀλεξάνδρῳ τῷ Μαμαίας παιδὶ ἐτετάχατο, κατ’ ἐκεῖνο δὴ τοῦ καιροῦ τὸ Χοσ- [*](D) ῥόου τοῦ καθ’ ἡμᾶς βασιλεύειν ἤρξατο γένος, ἡ τε μέχρι καὶ νῦν παρὰ πέρσαις κατέχουσα πολιτεία ἐν τῷ τότε ἀρχὴν εἴληφε καὶ οἶον κατάστασιν πρώτην. Ἀρταξάρης γάρ τις τοὔνομα, Πέρσης ἀνὴρ, ἄδοξος μὲν τὰ πρῶτα καὶ ἀφανέστατος, ἄλλως δὲ μεγαλουργὸς καὶ δραστήριος, καὶ δεινὸς κινῆσαι τὰ καθεστῶτα, ξυνωμότας ἄγειρας καὶ ἐπιθέμενος, Ἀρτάβανον μὲν ἀναιρεῖ τὸν βασιλέα, ἑαυτῷ δὲ Περιθείς τὴν κίδαριν, καὶ τὴν Παρθικὴν δύναμιν καταλύσας, αὖθις τοῖς πέρσαις τὴν ἀνενεώσατο βασιλείαν. ἦν δέ γε οὗτος τῇ μαγικῇ κάτοχος [*](Ρ.65) ἱερουργίᾳ καὶ αὐτουργὸς τῶν ἀπορρήτων. ταῦτά τοι καὶ τὸ μαγικὸν φῦλον ἐγκρατὲς ἐξ ἐκείνου γέγονε καὶ ἀγέρωχον, ὂν μὲν ἤδη καὶ πρότερον, καὶ ἐκ παλαιοῦ τήνδε τὴν ἐπίκλησιν αποσωζον, οὔπω δὲ ἐς τοῦτο τίμης τε καὶ παρρησίας ἠρμένον, ἀλλ’ ὁποῖον ὑπὸ τῶν ἐν τέλει ἐστιν ᾖ καὶ περιορᾶσθαι δῆλον δέ· οὐ γὰρ ἂν οἱ ἀμφὶ Δαρεῖον Πέρσαι, Σμέρδιος πάλαι τοῦ μάγου μετὰ Καμβύσην τὸν Κύρου τὴν βασίλειαν ὑποσυλήσαντος, συμφορὰν ἐποιοῦντο τὸ γεγενημένον, καὶ αὐτόν τε τὸν Σμ́ρ-

    [*](9. ξυνομότας R. 16. ἠγμένον R. 19. τοῦ Κύρου R.)
    123

    διν ἀπέκτειναν, καὶ πολλοὺς τῶν ὅσοι ὁμογνώμονες ἐκείνῳ [*](A.C. 554 I. I. 28) ἐτύγχανον ὄντες, ὡς οὐκ ἐξὸν τοῖς μάγοις τῷ βασιλείῳ θώκῳ ἐνωραΐζεσθαι καὶ ἱζάνειν. οὕτω δὲ αὐτοῖς οὐ μιαροὶ ἔδοξαν εἶναι οἱ φόνοι, μᾶλλον μὶν οὖν καί μείζονος ἄξιοι μνημης, [*](Β) ὥστε ἀμέλει τὴν στάσιν ἐκείνην Μαγοφόνια ἑορτὴν ὀνομασθῆναι, [*](V. 47) νᾶι, καὶ θυσίας ἐπιτελεῖσθαι χαριστηρίους. νῦν δὲ τιμῶσιν αὐτοὺς ἅπαντες καὶ ὑπεράγανται, καὶ τά τε κοινὰ ταῖς τούτων βουλαῖς καὶ προαγορεύσεσι διατάττεται, καί ἴδιᾴ ἑκάστῳ τῶν συμβαλλόντων, ἢ δίκην λαγχάνοντι, ἐφίστανται διασκοποῦντες τὰ ποιούμενα, καὶ ἐπικρίνοντες, καὶ οὐδὲν ὁτιοῦν παρὰ Πέρσαις δόξειεν ἂν ἔννομον τε εἶναι καὶ δίκαιον, ὅγε μὴ ὑπὸ μά γου ἐμπεδωθείη.

    κζ΄. Λέγεται δὲ τὴν τοῦ Ἀρταξάρου μητέρα Παβέγ̣ῳ ξυνῳκηκέναι, παντάπασι μὲν ἀσημοτάτῳ καὶ σκυτοτόμῳ τὴν τέχνην, τῆς δὲ τῶν ἀστέρων πορείας δαημονεστάτῳ, καὶ οἵῳ C ῥᾳδίως τὰ ἐσόμενα διασκοπεῖσθαι· ἄνδρα δὲ στρατιώτην Σάσανον ὄνομα, διὰ τῆς Καδουσαίων, οὕτω ξυνενεχθὲν, πορευόμενον χώρας, ἐπιξενωθῆναί τε τῷ Παβέκῳ, καὶ ἐς τὸ ἐκείνου δωμάτιον καταχθῆναι· τὸν δὲ ὁτῳδηοῦν τρόπῳ, ἅτε, οἶμαι, μάντιν, ἐπιγνόντα ὡς ἡ τοῦ ξένου γονὴ ἀρίστη τε ἔσται καὶ ἀρίδηλος, καὶ ἐπὶ μέγα εὐδαιμονίας χωρήσει, ἀλύειν μὲν καὶ

    [*](2. ἐξῆν ἐξῆν R. βασιλεῖ Lugd. θώκῳ R., θάκῳ vulg. 8. προαγορεύσεσι R., Intpr. praedictionibus, προσαγοσεύσεσι vulg. 9. ἤ R., εἰς vulg.)
    124
    [*](Α. C. 554 Ι. Ι. 28)

    ὀλοφύρεσθαι, ὅτι δὴ αὐτῷ οὔτε θυγάτηρ ὑπῆν, οὔτε ἀδελφὴ, οὐμενοῦν οὐδὲ ἄλλο τι γύναιον ὡς ἐγγύτατα ξυνημμένον. τέλος [*](D) δὲ ξυγκατακλῖναί οἱ τὴν γαμετὴν ναὶ τῆς εὐνῆς ἐπιχωρῆσαι, ὑπεριδόντα μάλα γενναίως τοῦ αἴσχους, καὶ τῆς παραυτίκα λώβης τε καὶ ἀτιμίας τὴν μέλλουσαν τύχην ἀνταλλαξάμενον. οὕτω τε φύντα τὸν Ἀρταξάρην, τραφῆναι μὲν ὑπὸ τῷ Παβέκῳ· ἐπεὶ δὲ νεανίας γενόμενος καρτερώτατα τὴν βασιλειᾶν κατέσχεν, ἔριν εὐθὺς καὶ νεῖκος ἐξαίσιον ἀναφανδὸν Σασάνῳ τε καὶ Παβέκῳ ἀναῤῥαγῆναι. ἑκάτερον γὰρ ἐθέλειν πρὸς αὐτοῦ τὸν παῖδα ἐπονομάζεσθαι. μόλις δὲ ἄμφω ξυμβῆναι, ἐφ’ [*](P. 66) ᾡ δῆτα υἱὸν μὲν αὐτὸν Παβέκου καλεῖσθαι, ἐκ σπέρματος δὲ ὅμως Σασάνου τεχθέντα. οὕτω μὲν τὸν Ἀρταξάρην γενεαλογοῦντες γοῦντες οἱ Πέρσαι, ἀληθῆ ταῦτά φασι καθεστάναι, ὡς καὶ ἐν ταῖς βασιλείοις διφθέραις ἀναγεγραμμένα ἐγὼ δὲ ἁπάντων τῶν ἐφεξῆς ἀπογόνων, ὅσοι δὴ τὴν ἀρχὴν διεδέξαντο, τά τε ὀνόματα μάτα ὀλίγῳ ὕστερον φράσω, καὶ πρός γε ὁπόσον ἕκαστος ἐκράτησεν χρόνον· καίτοι ἅπασι τοῖς μέχρι νῦν χρονογράφοις παρεῖται, καὶ οὐ περιπλείστου γεγένηται τὰ τοιαῦτα διερευ- νήσασθαι ἀλλὰ τοὺς μὲν Ῥωμαίων βασιλεῖς ἀπὸ Ῥωμύλου τυχὸν, καὶ ἔτι πρότερον ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου ἀρχόμενοι, μέχρις Ἀναστασίου τε καὶ Ἰουστίνου τοῦ πρεσβυτέρου ἀπαρι- [*](Β) θμοῦνται· τοὺς δὲ παρὰ Πέρσαις φημὶ δὲ τούτους ἐκείνους, ὁπόσοι δὴ μετὰ τὴν Παρθυαίων κατάλυσιν ἔτυχον βεβασιλευ-

    [*](16. ἕκαστος ἐκρ R., ἐκρ. ἔκ. vulg. 21. πρεσβυτέρου R., πρεσβύτου vulg.)
    125

    κότες,) οὐκ ἔτι ὁμοίως ἀντιτιθέντες τοὺς χρόνους διευκρινήσαντο, [*](Α.C. 554 Ι. Ι. 28) δέον οὕτω ποιεῖν. ἐμοὶ δὲ τὸ ἀκριβὲς καὶ τούτων πέρι ἀναλέλεκται ἐκ τῶν παρὰ σφισιν ἐγγεγραμμένων, καὶ οἶμαι τῇ παρούσῃ ξυγγραφῆ μάλα προσήκειν ἁπάντων ἐπιμνησθῆναι· καί τοίνυν προι·ὼν ἐπιμνήσομαι, ἥνικα ἂν δεῖν οἰηθείην, εἰ καὶ ὀνομάτων πολλῶν καὶ τούτων βαρβαρικῶν οὕτω δή τι ψιλῶς καταλόγους ποιεῖσθαι δεήσει, καὶ ταῦτα ἐνίων οὐδενóτι ἀξιαφήγητον εἰργασμένων· τοσοῦτον δὲ μόνον πρὸς τὸ παρὸν εἴποιμι ἂν τοῦ σαφοῦς γε ἕκατι καὶ ἐς πλεῖστα χρησίμου, ῶς [*](C) ἐννέα τε κὼ δέκα καὶ πρός γε τριακόσιοι ἐνιαυτοὶ τελευτῶσιν ἐς τὸ πέμπτον τε καὶ εἰκοστὸν ἔτος τῆς Χοσρόου τούτου βασιλείας. καθ’ ὅν δὴ χρόνον οἵ τε ἐν τῇ Κολχίδι χώρᾳ πόλεμοι διεφέροντο, καἰ τὸν Μερμερόην ἀποβιῶναι ξυνηνέχθη. διήνυστο δὲ ἄρα ἐν τῷ τότε, Ἰουστινιανῷ βασιλεῖ ὀκτώ τε καὶ εἴ- κσοιν ἔτη Ῥωμαίων κρατοῦντι.

    [*](7. ἀξιαφήγηται R. 8. τοσοῦτον R., τοσοῦτο vulg. 10. ἐννέα τε καὶ δέκα R., ἐννεακαίδεκα vulg. — Pagius Crit. in Βaron. Annales Τ. II. p. 602. h. 1. annum ab instituto regno Persico cum Iustiniani et Chosrois annis non convenire bene intellexit. Sed idem quum Mermerois mortem anno p. Chr. n. 552. assignet, quippe quo anno Procopii Persicarum rerum historia desinat, omnes numeros in loco nostro corruptos esse censet, et 327. pro 319., 22. pro 25. et 26. pro 28. rescribi iubet. Verum ipse Agathias Ρ. 55. B. Persica bella, mox enarranda, κατὰ τοὺς αὐτοὺς χρόνους cum superioribus h. e. cum ingenti terrae motu evenisse profitetur; hunc autem anno Chr. 554. accidisse quum tota temporum ratio evincit, tum ipse Pagius Baronium corrigens p. 615. ostendit. Et hic quidcm annus idem ille est, quem Agathias h. I. a Chosrois initio regni proficiscens vicesimum quintum, a Iustiniani vicesimum octavum esse dicit. Nihil igitur in his mutandum, sed aperte huic anno etiam annus regni Persici accommodandus est, quod facillime fiet, si pro ἐννέα τε καὶ δέκα restituimus: ἐννέα τε καὶ εἴκοσι; nisi forte in hunc errorem ipse Agathias male ducendis rationibus inciderit (adnot. Clas.). 13. τὸν Μερμ. R., τ. μὲν Μερμ. vulg.)
    126
    [*](A. C. 554 I. I. 28)

    κη΄. Ἀλλὰ γὰρ βραχέα ἄττα περὶ Χοσρόου διεξελθὼν, αὐτίκα ἔγ̀ωγ, ἀνὰ τὰ πρότερα καὶ δὴ ἐπανήξω. ὑμνοῦσι γὰρ αὐτὸν καἰ ἄγανται πέρα τῆς ἀξίας, μὴ ὅτι οἱ Πέρσαι, ἀλλὰ [*](D) καὶ ἔνιοι ὦν Ῥωμαίων, ὡς λόγων ἐραστὴν, καὶ φιλοσοφίας [*](V.48) τῆς ἡμῖν ἐς ἄκρον ἐλθόντα, μεταβεβλημένων αὐτῶ ὑπό του ἐς τὴνΠερσιδα φωνὴν τῶν Ἑλληνικῶν ξυγραμμμάτων. καὶ τοίνυν φασὶν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλόρου, τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων, καὶ οὔτε ὁ Τίμαιος αὐτόν ἀποδράσειεν ἂν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται, κιλτπι, καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων, οὔτε ὁ Γοργίας, οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν τε καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος, οἶμαι, ὁ Παρμενίδης. ἐγὼ δὲ οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων καὶ ἐλευθέριον, καὶ [*](P.67) πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον, ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσοτάτῃ ἀποσωθῆναι; πῶς δὲ ἂν ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παιδων καὶ κολακείᾳ πολλῇ γεγανωμένος, δίαιτάν τελαχὼν ἐς ὄ, τι βαρβαρικωτάτην καὶ πρὸς

    [*](1. διελθὼν R. 8. ὁ ante Παιανιεὺς om. Suid. s. v. Xοσρὀης. τὸν Ὀ. R. et Suitl., τῶν Ὀ. vulg. 10. γραμματικῇ R. 13. τε add. ex R. οἴμαι om. Suid. 15. μὲν om. idem. 16. καὶ anle ἐλευθ. om. idem. 18. ἀμουσοτατῃ R., ἀμουσοτάτῳ vulg., ἀμουσότητι Suid. 19. ἂν delet Suid. γεγαννυμένος Suid. l. l. et s, h. ipsa voce. 2ο. βαρυτάτην Suid.)
    127

    πολέμους ἀεὶ καὶ παρατάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς, [*](A.C. 554 Ι. Ι. 28) ἤμελλε μέγα τι καὶ λόγου ἄξιον ἐν τοῖσδε ἀπόνασθαι τοῖς διδάγμασι καὶ ἐνασκηθῆναι; εἰ μὲν οὖν ἐπαινοίη τις αὐτὸν, ὅτι δὴ βασιλεύς γε ὢν καὶ Πέρσης ἐρνῶν τε τοσούτων καὶ πρά- ξεων μέλον αὐτῷ, ὁ δὲ ἐφίετο γοῦν ὅμως ἀμηγέπη ἀπογεύεσθαι λόγων, καὶ τῇ περὶ ταῦτα γάννυσθαι δόξη, ξυνεπαινέσαιμι ἂν κὼ ἔγωγε τὸν ἄνδρα, καὶ μείζονα θείην τῶν ἄλλων βαρβάρων. ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι, καὶ μονονουχὶ [*](Β) τοὺς ὅπη ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγιωσκειν, ὁποῖον τὸν ἄγαν πεπαιδευμένον οἱ ἐκ του περιπάτου ὁρίζονται· οἱ δὴ οὖν ταῦτα οἰόμενοι ἐκείνῃ ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνη δὲ τῇ τῶν Πολλῶν ἑπόμενοι φήμῃ.

    κθ'. Ἀνὴρ γάρ τις Σύρος τὸ γένος , Οὐράνιος ὄνομα, κατὰ τὴν βασιλέως πόλιν ἠλᾶτο, τέχνην μὲν ἐπαγγελλόμενος τὴν ἰατρικὴν μετιέναι, τῶν δὲ Ἀριστοτέλους δογμάτων οὐδὲν μὲν ἐς τὸ ἀκριβὲς ἐγίγνωσκεν, ἐκομψεύετο δὲ ὡς πλεῖστα εἰδέναι, βρενθυόμενος τῷ δύσερις εἶναι παρὰ τοὺς ξυλλόγους. [*](C) πολλάκις γὰρ ἰὼν πρὸ τῆς βασιλείου στοᾶς, καὶ ἐν τοῖς τῶν

    [*](2. ἔμελλε ἔμελλε Suid. 2. ἀπόνασθαι R. et Suid., ἀπώνασθαι vulg. 4. τε om. Suid. 8. ἀὐτὸν R. et Suid., σοφ. αὐτ. vulg. 9. ὅπη ποτὲ R., ὅποι ποτὲ vulg. ὑπερβαλλόμενον R. et Suid. Suid., ὑπερβαλόμενον vulg. καὶ ins. ex R. et Suid. 10. διαγιγνώσκειν R., διαγινώσκειν vulg. 11. ὁποῖον — οἰόμενοι om. Suid. 12. ἐκείνῃ R., ἐκεῖνοι vulg. 15. Οὐράνιος ὄνομα, Σορὸς τὸ γένος Suid. s, v. Οὐράνιος. 16. μὲν om. Suid, 17. δὲ om. idem. 19. παρὰ R. et Suid., περὶ vulg.)
    128
    [*](A.C.554 I.I.28)

    βιβλίων πωλητηρίοις, διεπληκτίζετο καὶ ἐμεγαληγόρει πρὸς τοὺς αὐτόθι ἀγειρομένους, καὶ ταῦτα δὴ τὰ εἰθισμένα ῥημάτια μάτια τοῦ κρείττονος πέρι ἀνακυκλοῦντας, ὁΠοῖον δή τι αὐτοῖς ἡ τε φύσις εστι καί ἡ οὐσία, καὶ τὸ πάθητον καὶ τὸ ἀξύγχυτον καὶ ἄλλα τοιάδε. τούτων μὲν οὖν οἱ πλεῖστοι οὐδὲ ἐς γραμματιστοῦ, οἶμαι, φοιτήσαντες, οὐδὲ μὴν βίῳ ἀρίστῳ ἐκδεδιῃτημένοι, ἔπειτα ῥᾴδιόν τι ἡγοῦνται καὶ προχειρότατον, ὑπερβάθμιον, [*](D) τὸ λεγόμενον, πόδα τείνειν, καὶ θεολογίας ἐφάπτεσθαι, πράγματος οὕτω μακαρίου τε καὶ ἀνεφίκτου, καὶ μείζονος ἢ κατ’ ἀνθρώπους, καὶ μόνῳ τῷ ἀγνοεῖσθαι θαυμαζομένου. τοιγάρτοι τὰ πολλὰ περὶ δείλην ὀψίαν ἀπὸ κραιπάλης, ὡς τὸ εἰκὸς, καὶ ἀκολασίας ξυναλιζόμενοι, οὕτω δὴ ἐκ τοῦ παρείκοντος ἐκείνων τῶν ὑπερτέρων ἀπάρ χονται λῴων καὶ ζητήσεως θεσπεσίας, ἀεί τε περὶ ταὐτὰ στενολεσχοῦντες, οὔτε πείθονται ὑπο σφων οὔτε ἄλλως μεταμανθάνουσι τὰ προεγνωσμένα, ὁποῖα ἀττα καὶ τύχοιεν ὄντα. εχονται δὲ διαπαντὸς τῶν ἀυτῶν οἱ αὐτοὶ, καὶ τελευτῶντες τῆς φιλονεικίας χαλεπαίνουσι κατ’ [*](P. 68) ἀλλήλων, καὶ ἀναφανδὸν διαλοιδοροῦνται, φωνὰς ἀσχήμονας ἀφιέντες, ὥσπερ ἐν κύβοις διαμαχόμενοι. οὕτω τε λύπαι

    [*](3. ἀνακυκλῶν Suid., Intpr. ἀνακαλοῦντας legisse videtur, nam vertit: his, qui se circumsisterent, postulantibus. αὐτῷ Par., Intpr. qualis nam illi natura. 4. τὸ ante ἀξύγχυτον inser. ex R. et Suid. 5. καὶ ἄλλα τοιάδε om. Suid. Pro τούτων μὶν οὖν ιδεμ ὡν. γραμματιστοῦ R. Lugd. Suid., γραμματικοῦ edd. 6. οὐ μὴν Suid. ἐκδεδιῃτημένον R. 9. ἤ om. R. 14. ταῦτα R.)
    129

    αὐτοῖς ὁ ἀγὼν, καὶ μόλις ἀπαλλάττονται, ὀνήσαντες μὲν οὐδ’ [*](Α.C. 554 Ι. Ι. 28) ὁπωστιοῦν ἢ ὀνηθέντες , ἔχθιστοι δὲ ἀντὶ φίλων γεγενημένοι. ἐν τούτοις δὲ τὰ πρῶτα λαχὼν ὁ Οὐράνιος, ὥσπερ ὁ παρ’ Ὁμήρῳ Θερσίτης, ἐκολῴα καὶ μακρηγορῶν οὐκ ἀνίει. καίτοι [*](V.49) οὐδὲν αὐτῷ περὶ θεοῦ βεβαίως ἐδόκει, οὐδὲ ἠπίστατο ὅπως χρὴ ἐν τούτοις ἀντιφέρεσθαι τὰ εἰκότα· ὅμως νῦν μὲν τῇ πρώτη θέσει τῶν πεύσεων ἐναντιούμενος, νῦν δὲ πρὶν ἀποκρίνεσθαι ἀντερωτῶν τὰς αἰτίας τῶν προβλημάτων, οὐ ·ξυνεχώρει ἐν κώμῳ ἰέναι τὸν λόγον, ἀλλὰ διετάραττεν τὸ σαφὲς, καὶ τὴν εὕρεσιν ἀνεσόβει. ἠβούλετο μὶν γὰρ τὴν ἐφεκτικὴν καλουμένην Β ζηλοῦν ἐμπειρίαν, κατά τε Πύῤῥωνα καὶ Σέξτον τὰς ἀποκρίσεις ποιεῖσθαι, καὶ τέλος ἔχειν τὴν ἀταραξίαν τῷ μηδὲν ὁτιοῦν οἴεσθαι ληπτὸν καθεστάναι· πλὴν ἀλλ’ οὐδὲ ἀποχρώντως ἐμεμαθήκει ἢ ὅσον ἀπομάξασθαι σποράδην καὶ ἐλάχιστόν τι θηρᾶσαι, καὶ τοὺς οὐδαμῶς παιδείας μετειληχότας ἐξαπατᾷν δύνασθαι καὶ παράγειν. ὢν δὲ ἄρα ἐν λόγοις ἀμαθὴς, ἀλλὰ ἀμαθέστερός γε ὑπῆρχεν τὸν βίον. ἐς γὰρ τὰ δώματα τῶν εὐδαιμόνων ἰὼν, καὶ σιτούμενος ἀφειδῶς τὰ ποικιλώτερα τῶν ἐδωδίμων, θαμά τε ὁμιλῶν τῇ θηρικλείῳ, καὶ λόγοις χρώμενος ὑπὸ μέθης αἰσχροῖς τε ἄγαν καὶ ἀκολάστοις, [*](C) γέλωτα ὠφλίσκανεν πλεῖστον, ὡς χαἰ παίεσθαι τυχὸν

    [*](4. μακρηγορῶν et ἀνίει R., μακρηγοροῦν et ἀνῄει vulg. 7. ἀποκρίνεσθαι R., ἀποκρίνασθαι vulg. II. Σέξστον R. 12. τοῖς μηδὲν R. 13. λοιπὸν R. 16. ἄρα R., ἄρ’ vulg. 18. ποικιλότερα R.)
    130
    [*](A. C. 554 Ι. Ι. 28)

    ἐπὶ κόῤῥης, καὶ τοῖς ἐκπώμασιν ὥσπερ τινὶ ἑωλοκρασίᾳ τὸ πρόσωπον καταῤῥαίνεσθαι, καὶ εἶναι κοινὸν ἄθυρμα τῶν οὐ μεῖον ἢ οἱ γελωτοποιοὶ καὶ μιμολόγοι ἀλλὰ γὰρ τοιόσδε ὢν ὁ Οὐράνιος, ἧκέν ποτε παρὰ τοὺς Πέρσας ὑπὸ Ἀρεοβίνδου τοῦ πρεσβευτοῦ ἀπηγμένος. ἅτε δὴ ἀπατεὼν καὶ κόθορνος, καὶ οἷος τὴν οὐκ οὖσαν ἑαυτῷ περιποιεῖν εὐκοσμίαν, αὐτίκα ὅγε στολὴν μὲν ἠμπίσχετο σεμνοτάτην, ὁποίαν παρ’ ἡμῖν οἱ τῶν λόγων καθηγηταὶ καὶ διδάσκαλοι ἀμφιέννυνται, οὕτω δὲ, σοβαρῷ δῆθεν καὶ ἐμβριθεῖ τῷ προσώ- [*](D) πῳ, ἐσεφοίτα ὡς τὸν Χοσρόην. ὁ δὲ τῷ παραδόξῳ θεάματι καταπεπληγμένος, καὶ ἱερόν τι εἶναι εἰκάζων τὸ χρῆμα, καὶ φιλόσοφον αὐτὸν ὡς ἀληθῶς ὑποτοπήσας, οὕτω γὰρ αὐτοῦ καὶ ὠνομάζετο,) ἄσμενός τε εἰδεν καὶ φιλοφρόνως ἐδεξιοῦτο. καὶ εἶτα ξυγκαλεσάμενος τοὺς μάγους, ἐς λῴους αὐτῷ καθίστατο γενέσεως τε καὶ φύσεως πέρι, καὶ εἰ τόδε τὸ πᾶν ἀτελεύτητον ἔσται, καὶ πότερον μίαν τὴν ἁπάντων ἀρχὴν νομιστέον.

    λ΄. Τότε δὴ οὖν ὁ Οὐράνιος καίριον μὲν οὐδὲν ὁτιοῦν [*](Ρ. 69) ἔλεγεν, οὐδέ γε τὴν ἀρχὴν διενοεῖτο · μόνῳ δὲ τῷ θρασύς τε εἶναι καἰ στωμυλώτατος, καθάπου φησιν ὁ ἐν Γοργίᾳ Σωκράτης „οὐκ εἰδὼς ἐν οὐκ· εἰδόσιν” ἐνίκα. οὕτω τε εἷλεν τὸν βασιλέα ὁ βώμαξ ἐκεῖνος καὶ ἔμπληκτος, ὡς χρημάτων τέ οἱ δω-

    [*](5. Ἀρεοβίνδου R. Suid. s. v. Οὐράνιος et Ιntpr., Ἀρεβίνδου vulg. ἀπηγμένος Suid., Intpr. ductus, ἀφιγμένος R. et vulg. 7. μὶν om. R. ἠμπίσχετο R., ἀμπίσχεται vulg. 8. ἀρ’ ἡμῖν R. ἀμφιέννυται edd. 10. ὡς om. R. 12. αὐτός που coni. Bon. Vulc. pro αὐτοῦ. 19. στωμυλότατος R.)
    131

    ρήσασθαι πλἧθος, καὶ κοινῆς μεταδοῦναι τραπέζης, καὶ ἀπάρ- [*](Α. C. 55 Ι. Ι. 28) ξασθαι φιλοτησίας, οὔπω τοῦτο ἐπ᾿ ἄλλῳ τῳ γεγενημένον, ἐπόμνυσθαί τε πολλάκις ἦ μὴν οὐπώποτε τοιόνδε ἄνδρα ἑωρακέναι. καίτοι πρότερον ἀρίστους ὡς ἀληθῶς ἐτεθέατο φιλοσόφους, ἐνθένδε ὡς αὐτὸν ἀφικομένους. οὐ πολλῷ γὰρ ἔμπροσθεν Δαμάσκιος ὁ Σύρος καὶ Σιμπλίκιος ὁ Κίλιξ, Εὐλαιμιóς τε ὁ Φρὺξ, καὶ Πρισκιανὸς ὁ Λυδὸς, Ἑρμείας τε καὶ Διογένης [*](B) οἱ ἐκ Φοινίκης, καὶ Ἰσίδωρος ὁ Γαζαῖος, οὗτοι δὴ οὖν ἅπαντες τες τὸ ἄκρον ἄωτον, κατὰ τὴν ποίησιν, τῶν ἐν τῷ καθ᾿ ἡμᾶς χρόνῳ φιλοσοφησάντων, ἐπειδὴ αὐτοὺς ἡ παρὰ Ῥωμαιοις κρατοῦσα ἐπὶ τῷ κρείττονι δόξα οὐκ ἤρεσκεν, ᾤοντό τε τὴν Περσικὴν πολιτείαν πολλῷ· εἷναι ἀμείνονα· τούτοις δὴ τοῖς ὑπὸ τῶν πολλῶν περιᾳδομένοις ἀναπεπεισμένοι, ὡς εἴη παρ᾿ ἐκείνοις δααιότατον μὲν τὸ ἄρχον, καὶ ὁποῖον εἶναι ὁ Πλάτωνος βούλπαι λόγος, φιλοσοφίας τε καὶ βασιλείας ἐς ταὐτὸ ξυνελθούσης, σῶφρον δὲ ἐς τὰ μάλιστα καὶ κόσμιον τὸ κατήκοον, [*](C) καὶ οὔτε φῶρες χρημάτων, οὔτε ἅρπαγες ἀναφύονται, ἀτὰρ οὐδὲ τὴν ἄλλην μετιόντες ἀδαιαν, ἀλλ᾿ εἰ καί τι τῶν τιμίων κτημάτων ἐν ὁτῳδηοῦν χώρῳ ἐρημοτάτῳ καταλειφθείη, ἀφαιρεῖται ὅστις οὐδεὶς τῶν ἐντυγχανόντων, μένει δὲ οὕτως, εἰ καὶ [*](V.50) ἀφύλακτον ᾖ , σωζόμενον τῷ λελοιπότι ἐστ᾿ ἂν ἐπανήκοι· τούτοις δὴ οὖν ὡς ἀληθέσιν ἀρθέντες, καὶ πρός γε ἀπειρημένον αὐτοῖς ἐκ τῶν νόμων ἀδεῶς ἐνταῦθα ἐμπολιτεύεσθαι, ὡς τῷ καθε-

    [*](3. μὴν R. Lugcl. (Cl.), μὲν edd. 6. Eulamium omnes vocant. 10. αὀτοῖς R. 20. οὕτως R., οὕτω vulg. 22. οὖν om. R.)
    132
    [*](A.C. 554 Ι. Ι. 28)

    στῶτι οὐχ ἑπομένοις, οἱ δὲ αὐτίκα ἀπιόντες, ᾤχοντο ἐς ἀλλο- δαπὰ καὶ ἄμικτα ἤθη, ὡς ἐκεῖσε τολοιπὸν βιωσόμενοι. πρῶτον μὶν οὖν τοὺς ἐν τέλει ἀλαζόνας μάλα εὑρόντες καὶ πέρα [*](D) τοῦ δέοντος ἔξωγκωμένους, ἐβδελύττοντό γε αὐτοὺς καὶ ἔπειτα δὲ ἰωρῶν, ὡς τοιχωρύχοι τε πολλοὶ καὶ λωποδύται, οἱ μὲν ἡλίσκοντο, οἱ δὲ καὶ διελάνθανον, ἅπαν δὲ εἶδος ἀδικίας ἡμαρτάνετο. καὶ γὰρ οἱ δυνατοὶ τοὺς ἐλάττονας λυμαίνονται, ὠμότητι τε πολλῇ χρῶνται κατ’ ἀλλήλων κὼ ἀπανθρωπίᾳ· καὶ τὸ δὴ πάντων παραλογώτερον· ἐξὸν γὰρ ἑκάστῳ μυρίας ὅσας ἄγεσθαι γαμετὰς, καὶ τοίνυν ἀγομένοις ἀλλὰ μοιχεῖαι γε ὅμως τολμῶνται. τούτων δὴ οἶν ἁπάντων ἕκατι οἱ φιλόσοφοι ἐδυσφόρουν καὶ σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς μεταστασεως.

    λα'. Ἐπεὶ δὲ καὶ τῷ βασιλεῖ διαλεχθέντες ἐψεύσθησαν [*](Ρ.70) τῆς ἐλπίδος, ἄνδρα εὑρόντες φιλοσοφεῖν μὲν φρυαττόμενον, οὐδὲν δὲ ὁ, τι καὶ ἐπαΐοντα τῶν αἰπυτέρων, ὅτι τε αὐτοῖς οὐδὲ τῆς δόξης ἐκοινώνει, ἕτερα δὲ ἅπα ἐνόμιζεν ὁποῖα ἤδη μοι εἴρηται, τήν τε τῶν μίξεων κακοδαιμονίαν οὐκ ἐνεγκόντες, ὡς τάχιστα ἐπανῄεσαν. καίτοι ἔστεργέ τε αὐτοὺς ἐκεῖνος κὼ μέ νεῖν ἠξίου, οἱ δὲ ἄμεινον εἶναι σφισιν ἡγοῦντο, ἐπιβάντες μόνον

    [*](2. πρώτα R. 4. ἐξωγκωμένους R. et Lugd., ἐξογκ. edd. αὐτοὺς R. (Cl.), αὐτὸν, superscripto ῶ, Lugd. et in mg. αἰτοὺς, αὐτὸν edd. 5. δὲ add. ex R. 6. ἅπαν δὲ R., ἅπαν τε Lugd., ἅπαντες edd. 7. λυμαίνονται R., ἐλυμαίνοντο vulg. 9. ἔξεστι R. 14. ψεὐσθησαν R.)
    133

    τῶν Ῥωμαϊκῶν ὁρίων, αὐτίκα, οὕτω παρασχὸν, καὶ τεθνάναι, [*](A. C. 554 I. I. 28) ἢ μένοντες παρὰ Πέρσαις τῶν μεγίστων γερῶν μεταλαυχάνειν. οὕτω τε ἅπαντες οἴκαδε ἀπενόστησαν, χαίρειν εἰπόντες τῇ τοῦ βαρβάρου φιλοξενίᾳ. ἀπώναντο δὲ ὅμως τῆς ἐκδημίας, οὐκ ἐν βραχεῖ τινι καὶ ἠμελημένῳ, ἀλλ’ ὅθεν αὐτοῖς ὁ ἐφεξῆς βίος εἰς τὸ θυμῆρές τε καὶ ἥδιστον ἀπετελεύτησεν. ἐπειδὴ γὰρ [*](B) κατ’ ἐκεῖνο τοῦ χρόνου Ῥωμαῖοί τε καὶ πέρσαι σπονδὰς ἔθεντο κω ξυνθήκας, μέρος ὑπῆρχε τῶν κατ’ αὐτὰς ἀναγεγραμμένων, τὸ δεῖν ἐκείνους τοὺς ἄνδρας εἰς τὰ σφέτερα ἤθη κατιόντας βιοτεύειν ἀδεῶς τολοιπὸν ἐφ’ ἑαυτοῖς, οὐδὲν ὁτιοῦν πέρα τῶν δοκούντων φρονεῖν, ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένους. οὐ γὰρ ἀνῆκεν ὁ Χοσρόης μὴ οὐχὶ καὶ ἐπὶ τῷδε συστῆναι καὶ κρατεῖν τὴν ἐχεχειρίαν. λέγεται δὲ αὐτοῖς κατὰ τὴν ἀποπορείαν θαυμάσιόν τι ἡλίκον καὶ μνήμης ἄξιον ξυνενεχθῆναι. καταλύσαντες γὰρ ἐν ἀγρῷ τινι Περσικῷ, ἐθεάσαντο [*](C) σῶμα νεκρὸν ἀνθρώπου νεοθανοῦς, οὕτω πως ἄταφον ἐῤῥιμμένον. οἱ δὲ τὴν παρανομίαν τοῦ βαρβαρικοῦ νόμου κατελεήσαντες, κὼ οὐχ ὅσιον εἶναι ἡγούμενοι περιϊδεῖν τὸ ἀδικουμένην τὴν φύσιν, περιέστειλάν τε τὸ σῶμα ὡς οἶόν τε ἦν διὰ τῶν θεραπόντων, καὶ τῇ γῇ καταχώσαντες ἔθαψαν. ὡς δὲ ἐκάθευδον ἅπαντες ἐκείνης τῆς νυκτὸς, ἔδοξέ τις αὐτῶν,

    [*](12. ἐπὶ τῷδε R., ἰπὶ τῷ vulg. 19. Ante τὸ σῶμα R. ins. καὶ.)
    134
    [*](A. C. 554 I. I. 28)

    οὐκ οἶδα δὲ ὅστις, (οὐ γὰρ ἔχω τουννομα φράσαι,) ἔδοξε γοῦν ὅμως ὁρᾷν κατ᾿ ὄναρ ἄνδρα πρεσβύτην, γνώριμον μὲν οὐδαμῶς, οὐδ᾿ ὅσον εἰκάσαι, ἄλλως δὲ σεμνὸν καὶ αἰδοῖον, καὶ φιλοσοφίαν ἀσκοῦντι ἐμφερῆ τῷ τε σχήματι τῆς στολῆς καὶ τοῦ πώ- [*](D) γωνος τῷ λίαν ἐκκρεμεῖ καὶ ἀφειμένῳ, ἐμβοᾷν τε αὐτῷ καθάπερ ἐγκελευόμενον καὶ παραινοῦντα τόδε τὸ ἔπος·

  • Mὴ θάψῃς τὸν ἄθαπτον, ἔα κυσὶ κύρμα γενέσθαι.
  • Γῆ πάντων μήτηρ μητροφθόρον οὐ δέχετ᾿ ἄνδρα.
  • ἀφυπνισθεὶς δὲ ἀθρόον ὑπὸ τοῦ δέους, ἀπήγγειλε τοῖς ἄλλοις τὸν ὄνειρον. οἱ δὲ τὸ μὲν παραυτικα διηπόρουν, ἐς ὅ, τι ανρα καί ἀποβαίη. ἐπεὶ δὲ εἰς τὸ περίορθρον ἀναστάντες ἐβάδιζον ἀνὰ τὰ πρόσω , παρέρποντες ἐκεῖνο τὸ χωρίον, οὕτω τῆς τῶν [*](P. 71) τόπων θέσεως ἀναγκαζούσης, οὖ δὴ αὐτοῖς τὰ ἐπὶ τῇ ταφῇ έσγεδίαστο , εὑρίσκουσι τὸν νεκρὸν γυμνὸν αὖθις ὕπερθεν κείμενόν, ὡς δὴ τῆς γῆς αὐτὸν τρόπῳ τινι αὐτομάτῳ τοὐμφανὲς ἀναβαλούσης , καὶ διαφυλάττειν ἀβρῶτα μὴ ἀνασχομένης. [*](V. 51) καταπλαγέντες δὲ τῷ παραλόγῳ τῆς θέας, εἴχοντο τῆς ποὸείας, μηδὲν ὁτιοῦν τολοιπὸν ἐπ᾿ αὐτῷ δράσαντες τῶν σφίσι νενομισμένων. ἀνελογίζοντο γὰρ τὸν ὄνερεον, καὶ ὡμ-

    [*](1. δὲ om. R. 2. κατ᾿ ὄναρ add. ex R., vulg. et Intpr. om. 3. ὅσον R., ὡς vulg., ὃς Lugd. 4. ἀσκοῦντι R. (CI.), dσκοῦντα vulg. 6. ἐγκελευόμενον καὶ παρ. R., παρ. κ. ἐγκελ. vulg. 9. ἀπήγγειλε R., ἀπήγγελλε vulg. 14. ὕπερθεν κείμενοι R., ὑπερκείμενον vulg., Iutpr. in ari superjicie iacentem. 16. ἀναβαλούσης edd. ex mg. Lugd., ἀναλαβούσηςR. et Lugd.)
    135

    λόγουν ἐντεῦθεν ὅτι δὴ οἱ πέρσαι ποινὴν ἔχουσι καὶ τιμωρίαν [*](A. C. 554 I. I. 28) τῆς ἐπὶ ταῖς μητράσιν ἀκολασίας, τὸ ἄταφοι μένειν , καὶ ὑπὸ τῶω κυνῶν ἐνδίκως διασπαράττεσθαι.

    λβ΄. Τούτων δὲ τῶν ἀνδρῶν ἐς πείραν ἐλθὼν ὁ Χοσρόης, ὅμως τὸν Οὐράνιον πλέον ἀγάμενος ἦν καὶ ἐπόθει. αἴτιον δὲ [*](B) τούτου ὅπερ, οἶμαι, φύσει τῷ γένει πρόσεστι τῷ ἀνθρωπείῳ. πεφύκαμεν γὰρ ἅπαντες τὰ μὲν καθ’ αὑτοὺς καὶ παραπλήσια φίλα ἡγεῖσθαι καὶ κάλλιστα, ἀλεείνειν δὲ καὶ ἐκτρέπεσθαι τὸ ὑπερβάλλον. τοιγάρτοι καὶ ἐνταῦθά οἱ ἐπανελθόντι γράμματά τε κεχαρισμένα ἔστελλεν, καὶ διδασκάλῳ ἐχρῆτο. ὁ δὲ οὐκέτι ἐφαίνετο ἀνεκτὸς, βρενθυόμενος τῇ τοῦ βασιλέως φιλίᾳ, ὡς καὶ ἀποκναίειν ἅπαπας ἔν τε τοῖς ξυμποσίοις καὶ ἀνὰ τοὺςσυλλογους, μηδέν τι ἕτερον ᾄδειν ἐθέλων, ἢ ὅπως αὐτὸν ἐγέραιρεν ὁ Χοσ- [*](C) ρόης, καὶ ὁποῖα ἄττα διελεγέσθην. καὶ πολλῷ σκαιότερος ἐπαὄνῆκεν ἡμῖν ὁ γεννάδας ἢ πάλαι ὑπῆρχεν, ὥσπερ τοῦδε ἕνεκα μόνου τοσαύτην ὁδὸν ἀναμετρήσας. ὅμως, καίτοι φαυλότατος γε ὢν καί καταγέλαστος, ἀλλὰ τῷ πολλάκις ὑμνεῖν τὸν βάρβαρον καὶ δι᾿ ἐπαίνου ποιεῖσθαι, αὐτὸς δή που κατὰ τὸ μᾶλλον ἔπεισε τοὺς πολλοὺς ὡς εἴη σφόδρα πεπαιδευμένος. οἱ γὰρ ἀταλαιπώρως ἅπαντα προσιέμενοι, καὶ ἀμφὶ ταῦτα δὴ τὰ ξένα καἰ παραλογώτερα τῶν ἀκουσμάτων διακεχηνότες, ῥᾳδίως ὑπή- [*](D) γοντο ἐπικομπαζσντί τε αὐτῷ καὶ σεμνολογουμένῶ, μήτε ὅστις

    [*](11. ἀνεκτῶς R. 15. γεννάδᾳ R., γενναῖος vulg.)
    136
    [*](A.C. 554 I. I. 28)

    ὁ ἐπαινῶν, μήτε ὅντινα ἐπαινοίη, καὶ ἐφ’ ὅτῳ, διασκοποῦντες. ἐς μὲν γὰρ στρατευμάτων παρασκευὴν καὶ ὅπλων εὐκοσμίαν, καὶ τὸ διαπαντὸς ἐν τοῖς πολέμοις διαπονεῖσθαι, δικαίως ἄν τις θαυμάσειε τὸν Χοσρόην, ὡς οὔτε ὅκνῳ εἴξαντα πώποτε, οὔτε τῇ τοῦ γήρως ἀσθενείᾳ· λόγων δὲ πέρι καὶ φιλοσοφίας τοιοῦτον αὐτὸν ἡγητέον ὁποῖον εἶναι εἰκὸς ἄνδρα ξυνόμιλόν τε καί ἀκροατὴν Οὐρανίου ἐκεινοῦ ἀποδεδειγμένον.

    [*](1. ἐφ’ ὅτε R. 7. ἐκείνον (sic) R.)