In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 11 b 16)

Περὶ δὲ τῶν ἀντικειμένων ποσαχῶς.

Σκοπός ἐστιν ἐνταῦθα τῷ Ἀριστοτέλει διδάξαι ἡμᾶς περὶ τῶν φωνῶν, ὧν ἐν τῇ διδασκαλίᾳ τῶν κατηγοριῶν ἐμνημόνευσεν, οὐ παντάπασι μὲν ἡμῖν ἀγνώστων οὐσῶν ἐκ τῆς συνηθείας, δεομένων δὲ ὅμως τινὸς διαρθρώσεως καὶ διδασκαλίας. καὶ πρῶτον περὶ τῶν ἀντικειμένων φησί· καὶ γὰρ ἐμνημόνευσεν ἐν τοῖς πρός τι τῶν ἀντικειμένων, ἡνίκα ἔλεγε τὸ μέγα τᾷ μικρῷ ἀντικεῖσθαι οὐχ ὡς τὰ ἐναντία, ἀλλ’ ὡς τὰ πρός τι. βούλεται τοίνυν διδάξαι ποσαχῶς λέγεται τὰ ἀντικείμενα καί φησιν ὅτι τετραχῶς ἀντίκειται, ἢ ὡς τὰ πρός τι ἢ ὡς τὰ ἐναντία ἢ ὡς στέρησις καὶ ἕξις ἢ ὡς κατάφασις καὶ ἀπόφασις. ἵνα δὲ πραγματικῶς τοῦτο μάθωμεν, πῶς τὰ ἀντικείμενα τετραχῶς λέγεται, λάβωμεν αὐτὰ ἐκ διαιρέσεως. τὰ ἀντικείμενα ἢ ἐν λόγοις ἀντίκειται ὡς κατάφασις καὶ ἀπόφασις, οἷον Σωκράτης περιπατεῖ —Σωκράτης οὐ περιπατεῖ, ἢ ἐν πράγμασι, καὶ τούτοις ἢ σχέσιν ἔχουσιν ἢ ὡς καθ’ αὑτὰ θεωρουμένοις· καὶ τὰ μὲν κατὰ σχέσιν λέγονται ἀντικεῖσθαι ὡς τὰ πρός τι οἷον δεξιὸν ἀριστερόν, τὰ δὲ οὐ κατὰ σχέσιν· ἀλλὰ καθ’ αὑτὰ ἀντίκειται, καὶ ταῦτα ἢ μεταβάλλει εἰς ἄλληλα ἢ οὐ μεταβάλλει,

94
καὶ εἰ μὲν μεταβάλλει, | ἀντίκειται ὡς τὰ ἐναντία οἷον τὸ μέλαν τῷ [*](132r) λευκῷ, εἰ δὲ μὴ μεταβάλλει, ἀντίκειται κατὰ στέρησιν καὶ ἕξιν οἷον ὡς ὄψις καὶ τυφλότης.

Τίνος δὲ ἕνεκεν ταύτῃ τῇ τάξει ἐχρήσατο; φαμὲν ὅτι ἀπὸ τῶν μαλακωτέραν ἐχόντων τὴν ἀντίθεσιν, λέγω δὴ τῶν πρός τι, ἤρξατο· ταῦτα γὰρ σχεδὸν οὐδὲ πέφυκεν ἄλληλα πολεμεῖν· ἀμέλει καὶ συνεισάγει ἄλληλα καὶ τοῦ ἑτέρου ὄντος πάντως ἐστὶ καὶ τὸ ἕτερον καὶ τοὐναντίον μὴ ὄντος τοὺ ἑτέρου οὐδὲ τὸ ἕτερον ἔσται. δεύτερον δέ φησι περὶ τῶν ἐναντίων· σφοδρότερον γὰρ ἀντίκειται τὰ ἐναντία· ταῦτα γὰρ ἀναιρεῖ ἄλληλα, καὶ τοῦ ἑτέρου ὄντος πάντως τὸ ἕτερον ἔφθαρται. ἔτι δὲ τούτων σφοδρότερα τὰ κατὰ στέρησιν καὶ ἕξιν· τὰ γὰρ ἐναντία εἰ καὶ ἀναιρεῖ ἄλληλα, ὡς ἐλέγομεν, ἀλλὰ καὶ εἰς ἄλληλα μεταβάλλει (λευκὸν γὰρ ἐκ μέλανος καὶ τοὐναντίον γίνεται), τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα οὐ μεταβάλλει εἰς ἄλληλα· οὔτε γὰρ τυφλός τις ἀναβλέψαι ἄν οὔτε φαλακρὸς φύσαι τρίχας. ἔτι δὲ τούτων σφοδροτέρα ἡ περὶ κατάφασιν καὶ ἀπό- φασιν ἀντίθεσις· αὕτη γὰρ μόνη ἐπὶ πάντων τῶν ὄντων θεωρεῖται, αἱ δ ἄλλαι οὐδαμῶς· ἡ γὰρ τῶν πρός τι ἀντίθεσις οὐκ ἐπὶ πάντων λέγεται· ἄν γὰρ τύχῃ τις μόνος ὤν, οὐ λέγεται δεξιὸς εἶναι ἢ ἀριστερός. οὔτε τὰ ἐναντία δὲ ἐπὶ πάντων· τῇ γὰρ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον καὶ ἡ φωνὴ οὐ λέγεται λευκὴ εἶναι ἢ μέλαινα κατὰ τὴν τῶν χρωμάτων ἐναντίωσιν. ὁμοίως οὔτε ἡ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις λέγεται ἐπὶ πάντων· ὁ γὰρ λίθος οὐ λέγεται τυφλὸς εἶναι ἡ ὄψιν ἔχειν ἢ φαλακρὸς εἶναι. ἡ δέ γε τῆς καταφάσεως καὶ ἀποφάσεως ἀντίθεσις ἐπὶ πάντων θεωρεῖται· λέγεται γὰρ ὁ Σωκράτης ἢ δεξιὸς εἶναι ἢ μὴ εἶναι δεξιός, καὶ ἡ οὐσί ἢ ἔχειν ἐναντίον ἢ μή, καὶ ὁ λίθος ἢ ὄψιν ἔχειν ἢ μὴ ὄψιν ἔχειν, ὁμοίως καὶ ἐπὶ πάντων δὲ τῶν ὄντων εὐπορήσεις καὶ καταφάσεως καὶ ἀποφάσεως [ταύτην τὴν ἀντίθεσιν ὑπάρχουσαν]. εἰκότως οὖν πρώτην μὲν εἶπε τὴν τῶν πρός τι, δευτέραν δὲ τὴν τῶν ἐναντίων, τρίτην δὲ τὴν κατὰ στέρησιν καὶ ἕξιν, τετάρτην δὲ τὴν κατάφασιν καὶ ἀπόφασιν.

[*](1 ὡς τὰ ἐναντία—ἀντίκειται (2) in mrg. suppl. F3 6 γὰρ σχεδὸν οὐδέ] καὶ γὰρ οὐδὲ F 8 δέ] τε M 10 ἀπόντος M πάντως om. M 11 σφοδρότερον F: compend. script. M post σφοδρ. add. γὰρ ἀντίκειται τὰ ἐναντία· ταῦτα γὰρ ἀναιρεῖ ἄλληλα, sed statim del. F εἰ καὶ om. F 12 ἀλλὰ om. M 14 ἀναβλέψαι scripsi: ἀνέβλεψεν F: ἀναβλέψῃ M 15 φύσαι] φύσει F: φύση M ἔτι] ἔστι F 16 θεωρεῖται scripsi: διαιρεῖ F: διαιρεῖται M (cf. v. 23) 19 καὶ ἡ] ἡ γὰρ F 20 εἶναι om. M κατὰ τὴν τῶν χρ. ἐναντ. om. F 21 ὀμοίως— πάντων] οὔτε ἐπὶ τῆς στερήσεως καὶ ἕξεως F οὔτε] an οὐδὲ ? 22 ἡ φαλακρὸς εἷναι eicias 23 γε om. F 24 ἢ (ante ἔχειν) om. F 25 ἢ (ante ὄψιν) om. F ὄψιν ἔχειν (post μὴ) om. F 25. 26 ὁμοίως καὶ om. F 26 εὐπορήσεως F 27 ταύτην—ὑπάρχουσαν ex Philopono irrepserunt. μὲν om. M εἶπε Philop.: εἶναι codd. 28 τὴν (ante τῶν) Vat. 2173: om. FM 29 δὲ om. F an τὴν 〈περὶ〉?)
95