In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 11 b 1)

Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιοτητα.

Δεῖ εἰδέναι ὅτι αἱ κυρίως καὶ πρῶται κατηγορίαι τέσσαρές εἰσιν αἱ εἰρημέναι, οὐσία ποσὸν ποιὸν πρός τι, αἱ δὲ ἄλλαι ἓξ γίνονται ἐκ τῆς συμπλοκῆς τῆς οὐσίας πρὸς τὰς λοιπὰς τρεῖς· ἐκ γὰρ τῆς συμπλοκῆς τῆς οὐσίας καὶ τοῦ ποσοῦ ἐγένοντο δύο κατηγορίαι ἥ τε ποῦ καὶ ἡ ποτέ, καὶ πάλιν ἐκ τῆς μίξεως τῆς οὐσίας καὶ τοῦ ποιοῦ γίνονται ἕτεραι δύο τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἐκ δὲ τῆς συμπλοκῆς τῆς οὐσίας καὶ τῶν πρός τι γίνονται αἱ λοιπαὶ δύο κατηγορίαι τὸ κεῖσθαι καὶ τὸ ἔχειν. ἀποδοὺς δὲ τῶν τεσσάρων κατηγοριῶν τούς τε ὅρους καὶ τὰ παρακολουθήματα τῶν λοιπῶν ἓξ οὔτε τὰ ἴδια εἶπεν οὔτε τοὺς ὁρισμοὺς ἀπέδωκεν οὔτε τὴν εἰς τὰ εἴδη διαίρεσιν ὡς δυναμένων ἡμῶν ἐκ τῶν ῥηθέντων καὶ ταύταις ἐπιστῆσαι. δεῖ οὖν ἡμᾶς ἑκάστου τόν τε ὁρισμὸν ἀποδοῦναι καὶ τὴν εἰς τὰ εἴδη διαίρεσιν. ἔστιν οὖν ποιεῖν μὲν τὸ εἴς τι ἐνεργεῖν. τούτου δὲ εἴδη δύο· τὸ γὰρ ποιοῦν ἢ εἰς ἑαυτὸ ποιεῖ ὥσπερ ἡ ψυχὴ ἑαυτὴν γινώσκουσα ἢ εἰς ἕτερον ὡς τὸ θερμαίνειν. πάσχειν δέ ἐστι τὸ ὑπό τινος ἀλλοιοῦσθαι. ὁμοίως δὲ καὶ τούτου εἴδη δύο· ἣ γὰρ ὡς εἰς φθορὰν ἀγόμενον πάσχει ὡς τὸ καίεσθαι ἢ ὡς εἰς τελειότητα ἀναγόμενον, ὡς ὅταν εἴπωμεν πάσχειν τὴν ὅρασιν ὑπὸ τοῦ ὁρατοῦ. [*](1 εἴρηται] p. 78,11 3 Φωτίου περὶ τοῦ π. κ. π., tum post Photii expositionem ἀμμωνίου M 4 τὸ (ante πάσχειν) om. F 6 δεῖ εἰδέναι—διαίρεσιν (17) post τοιαῦτα (p. 93,6) colloc. F δεῖ δὲ M καὶ om. F 7 πρός τι ποιόν colloc. F 8 τῆς οὐσίας—τρεῖς] τῶν ἄλλων τεσσάρων F 10 δύο ἕτεραι γίν. colloc. F 11 τὸ om. F 12 τὸ (utrobique) om. M ἀποδοὺς—τούς τε (13)] διεξελθὼν δὲ περὶ τῶν τεσσ. κὰτ. καὶ ἀπδοὺς αὐτῶν τούς τε M 15 εἴδη] ἴδια Μ ταύτας M 16 τό τε ἴδιον τόν τε ὁρ. M 17 οὑν] τὸ F μὲν om. F ἐνεργοῦν F 19 πάσχειν δὲ] καὶ οάσχεθβ F 20 ὁμοίως δὲ καὶ τούτου] τούτου δὲ M ὡς om. M 21 εἰς (alt.) post τελ. coll. F 22 ἐναγόμενον M post ὁρατοῦ add. ποῦ δέ ἐστι τόπου δηλωτικόν. τούτου δὲ εἴδη ἕξ, ἄνω κάτω δεξιὰ ἀριστερὰ ἔμπροσθεν ὄπισθεν. μέμψαιτο δ’ ἄν τις κἀκείνους εὐκαίρως τοὺς οἰομένους κατὰ τὸν ἀριστοτέλη δεικνύναι μηδὲ τὰ γενικώτατα γένη ἀλλὰ κατὰ τὰ ἐλάττονα. πειρῶνται γὰρ οὗτοι τήν τε ποῦ καὶ τὴν ποτὲ κατηγορίαν ὑπὸ τὸ ποσὸν ἀνάγειν συλλογιστικῶς. φασὶ γὰρ ὅτι ἡ μὲν ποτὲ κατηγορία χρόνον σημαίνει, ἡ δὲ ποῦ τόπον, ὁ δὲ χρόνος καὶ ὁ τόπος ὑπὸ τὴν ποσότητα· πῶς οὑν οὐχὶ καὶ αἱ προειρημέναι κατηγορίαι ὑπὸ τὴν ποσότητα ἂν εἶεν; τούτου δὲ ἀληθοῦς ὄντος πῶς ἂν ἔτι ἀληθὲς εἴη τὸ τοῖς δέκα γενικωτάτοις περιέχεσθαι πάντα τὰ ὄντα, ὅπου γέ ἐστι καὶ τούτων ἐλάττω; πρὸς οὓς ῥητέον ὅτι ἡ ποτὲ κατηγορία χρόνον ὡς οἴεσθε οὐ σημαίνει, ἀλλὰ τὸ ἐν χρόνω, οὐ μὴν οὐδὲ ἡ ποῦ κατηγορία τόπον δηλοῖ, ἀλλὰ τὸ ἐν τόπω. οὐ ταὐτὸν δὲ ὁ χρόνος τῶ ἐν χρόνῳ εἷναι οὔθ’ ὁ τόπος τῶ ἐν τόπω εἶναι, καθάπερ καὶ τὸ ὑποκείμενον τῶ ἐν ὑποκειμένω, οὔτε ὅλως τὸ ἔν τινι τὸ αὐτὸ ἐκείνω τῶ ἐν ὧ ἐστιν. εἰ τοίνυν μήτε τὸ ποτὲ χρόνον σημαίνει ἀλλὰ τὸ ἐν χρόνω μήτε τὸ ποῦ τὸν τόπον ἀλλὰ τὸ ἐν τόπω, οὔτε δὲ τὸ ἐν τόπω οὔτε τὸ ἐν χρόνω ποσότητος, πῶς οὐχὶ ἀναγκαίως συναχθήσεται μήτε τὴν ποῦ κατηγορίαν μήτε τὴν ποτὲ ὑπὸ ποσότητα εἶναι; συσταῖεν γὰρ συλλογισμοὶ τοιοῦτοι· τὸ ποτὲ τὸ ἐν χρόνω σημαίνει, τὸ ἐν χρόνω οὐ ποσότητος, τὸ ἄρα ποτὲ οὐ ποσότητος, καὶ πάλιν τὸ ποῦ τὸ ἐν τόπω δηλοῖ τὸ ἐν τόπω οὐ ποσότητος, τὸ ποῦ ἄρα οὐ ποσότητος. λέλυται ἄρα τὸ σόφισμα. M 1 κεῖσθαι δέ ἐστιν] ἔστι δὲ καὶ τὸ κεῖσθαι F 2 δέ] γάρ F τὸ τοῦ χρόνου M 3 ποῦ δέ ἐστι— ὄπισθεν post ὁρατοῦ (p. 92,22) transp. M (cf. ibi notam) τὸ δὲ ποῦ ἐστι F 5 ἔχειν— τοιαῦτα om. M 9 ante σκοπός add. πεπλήρωται ὁ περὶ τῶν κατηγοριῶν λόγος καὶ ἄρχεται τοῦ μετὰ τὰς κατηγορίας τμήματος M σκοπός—ἀριστ.] ἔστι δὲ ὁ σκοπὸς ὡς εἴρηται M 10 ἐν om. F 11 ἀγν. ἡμῖν colloc. M 12. 13 καὶ γὰρ ἐμνημ.] ἐμνημ. γὰρ M 13 ἐν τοῖς πρός τι] potius ἐν τῷ ποσῷ, cf. 5b 15 sq. 14 τὰ (prius) om. F 15 τὰ ἀντικείμενα Philop.: ἀντικεῖσθαι FM 17 πραγματικῶς Laur. 72,5: πράγματι F: πραγματιωδῶς M 19 post ἀντίκ. add. ἡ ἐν πράγμασιν· ἐν μὲν λόγοις ἀντίκειται M 20 πράγματι F 21 ἢ ὡς] ἢ οὔ. ἢ ὡς M καὶ om. F 22 ἀριστερῷ M 23 ἀντίκ. καὶ ταῦτα fort. eicias)

93
κεῖσθαι δέ ἐστιν ἡ τοιάδε τοῦ σώματος θέσις, τούτου δὲ εὔη τρία, ἀνακεῖσθαι καθῆσθαι ἑστάναι. ποτὲ δέ ἐστι χρόνου δηλωτικόν, καὶ τούτου εἴδη τρία, ἐνεστὼς παρεληλυθὼς μέλλων. ποῦ δέ ἐστι τόπου δηλωτικόν, καὶ τούτου εἴδη ἕξ, ἄνω κάτω δεξιὰ ἀριστερὰ | ἔμπροσθεν ὄπισθεν. [*](130r) ἔχειν δέ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις· σημαίνει γὰρ τὸ ὑποδεδέσθαι τὸ ὡπλίσθαι καὶ ἄλλα τοιαῦτα. |