In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 5 a 1)

῾ Η δὲ γραμμὴ συνεχής ἐστι.

Εἰκότως· ἕκαστον γὰρ αὐτῆς μόριον συνάπτει πρὸς ἄλλο κοινῷ ὅρῳ [*](1 ἐπὶ μὲν γὰρ τῶν F 3 συναργές F 4 διωριμένων (sic) F 6 γε] γὰρ M 8 ἐστὶν ὁ ἂρ. colloc. M τὰ δὲ πέντε καὶ πέντε M 11 πρότερον περὶ τοῦ λόγου δείκνυ- σιν ὅτι ὁ λόγος ποσόν ἐστιν, εἶθ’ οὕτως ὅτι καὶ διωρισμένον ἐστὶν ὁ λόγος δείκνυσιν ἀλλὰ πρῶτον M 12 ποσὸν] τὸ ποσὸν M: om. F 13 ποσοῦ F δὴ Paris. 1973: δὲ FM 14 post ὅτι additum καὶ del. F 17 πολλαπλάσιον M 18 ἀλλὰ] ἄξιον δὲ ζητήσεως M 21 ἐροῦμεν οὑν M 22 ἐπειδὴ — φησίν (24) eicias 23 λέγεται γὰρ — ἐνδιάθετος λόγος] ὁ προφορικὸς γὰρ καὶ ἐνδιάθετος λόγος λέγεται F 24 ante νὺν add. ὡσαύτως καὶ ὁ ψυχικός F 25 συνεχές M καὶ εἰκότως F 26 ἄλλο scripsi: ἄλλω F: evan. M)

58
τῷ σημείῳ. δεῖ δὲ λαβεῖν τὴν διαίρεσιν νῷ καὶ μὴ ἐνεργείᾳ, ἐπεὶ διαιρήσεις αὐτὴν καὶ οὐκ ἐάσεις εἶναι συνεχῆ.

[*](p. 5 a 3)

Τὰ γὰρ τοῦ ἐπιπέδου μόρια.

῾Ο μὲν γεωμέτρης ἐπίπεδον καλεῖ τὴν ἀποτεταμένην ἐπιφάνειαν, οἱ δὲ παλαιοὶ τὸ ἐπίπεδον ἐπὶ πάσης ἐπιφανείας ἔλεγον. ὁ δὲ κοινὸς ὅρος τῆς ἐπιφανείας, πρὸς ὃν τὰ μόρια αὐτῆς συνάπτουσι πρὸς ἄλληλα, ἐστὶν ἡ γραμμή. λέγεται δὲ καὶ τὸ σῶμα ποσὸν κατὰ τὰς τρεῖς δοαστασεις καὶ μόνον ἐπεὶ καθὸ ὑποκείμενόν ἐστι τοῖς συμβεβηκόσι καὶ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὂν δεκτικὸν τῶν ἐναντίων, τῇ οὐσίᾳ ὑποτάσσεται. συνῆπται δὲ τὸ ποσὸν τῇ· σωματικῇ οὐσίᾳ, διὸ καὶ εὐλόγως περὶ τούτου μετὰ τὴν οὐσίαν λέγει.

[*](p. 5 a 6)

Εστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων.

Ἤγουν τῶν συνεχῶν· ὁ γὰρ· παρεληλυθὼς χρόνος καὶ ὁ μέλλων συνάπτει πρὸς τινα κοινὸν ὄρον τὸν νυν.

[*](p. 5 a 8)

Πάλιν ὁ τόπος τῶν συνεχῶν.

τόπος δέ ἐστιν, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει λέγεται, πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον· οἷον τοῦ οἴνου τόπος ἡ τοῦ κεράμου κοίλη ἐπιφάνεια· οὐδὲ γὰρ ὅλος ὁ κέραμος· οὗτος γὰρ ἔχων [*](109r) κοιλότητα καὶ κυρτότητα ἐν τῇ κοιλότητι περιέχει τὸ τοῦ οἴνου σῶμα· κἂν γὰρ ξέσωμεν ἦς ἐκτὸς ἐπιφανείας μέρος τι ὡς σώζεσθαι τὴν ἐντός, οὐδὲν ἧττον περιέχεται ὁ οἶνος. ὃ οὖν λέγει, τοῦτό ἐστιν· εἰ πᾶν σῶμα ἐν τόπῳ, τὸ δὲ σῶμα συνεχὲς καὶ πρός τινα κοινὸν ὅρον τὰ μόρια αὐτοῦ συνάπτει, καὶ ὁ τοῦ σώματος ἄρα τόπος συνεχὴς καὶ πρός τινα κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· εἰ γὰρ μὴ συνάπτει τὰ τοῦ τόπου μόρια πρός τινα κοινὸν ὅρον, ἀλλὰ διῄρηνται ἀπ’ ἀλλήλων, ἔσται τι τῶν τοῦ σώματος μορίων μὴ ὂν ἐν τόπῳ, ὅπερ ἐστὶν ἄτοπον.

[*](p. 5 a 13)

Ἔτι τὰ μὲμ ἐκ θέσιν ἐχόντων.

Διελὼν τὸ ποσὸν εἴς τε τὸ διωρισμένον καὶ τὸ συνεχὲς καὶ ἐπισιαιρεῖς [*](1. 2 καὶ οὐκ ἐᾶς αὐτὴν M 4 ὁ μὲν γὰρ F ἐπιτεταμένην F 5 πάσης τῆς F 7 καὶ om. M τἀς om. M 8 ἐπεὶ eicias ante τοῖς συμβ. add. τὸ auifAa F ὃν om. M τῇ] ἐστι F 10. 11 μετὰτ. τ. οὐσ. π. τούτου colloc. M 12 ἔστι—τοιούτων] ὁ γὰρ νῦν χρόνος συνάπτει M 13 ἤγουν τῶν συνεχῶν] ἐκ τούτων δείκνυσι τὸν χρόνον τῶν συνεχῶν M 15 καὶ ὁ τόπος πάλιν F 16 ἐν τ. φ. ἀκρ.] τῆ φυσικὴ F (cf. Δ 4 p. 212a20) 18 ὅλως F 19 κυρτ. καὶ κοιλ. colloc. M 23 συνεχὲς M 24 μὴ γὰρ colloc. M τοῦ τόπου] τούτου M 25 ἔστι M 26 μορίων om. F 28 εἴς] πρός M)

59
διελὼν εἴς τε τὸ ἐκ θέσιν ἐχόντων τῶν μορίων καὶ μή, διαλεχθεὶς πρότερον περὶ τῶν | συνεχῶν καὶ διωρισμένων, νῦν τὴν ἐπιδιαίρεσιν ἐπισκέπτεται. [*](109v) δεῖ δὲ τὰ ἐξ ἐχόντων θέσιν τρισὶ τούτοις χαρακτηρίζεσθαι, τῷ τε ὑποκειμένῳ καὶ τῷ κεῖσθαι αὐτῶν τὰ μόριά που καὶ μὴ ἀφανίζεσθαι, τοῦτ’ ἔστιν ἔν τινι εἶναι, καὶ τῷ τάξιν ἔχειν πρὸς ἄλληλα.

[*](p. 5 a 22)

᾿ Επὶ δὲ τοῦ ἀριθμοῦ.

Τὰ γὰρ τοῦ τόπου μόρια κεῖται ἔν τινι, τῷ σώματι οὗ ἐστιν ὁ τόπος*

[*](p. 5 a 25)

Ἤ ποῖά γε πρὸς ἄλληλα συνάπτει τῶν μορίων. οὐδὲ τὰ τοῦ χρόνου.

οὐδὲ γὰρ ὅλος ὁ χρόνος ἅμα ὑφίσταται, ἀλλὰ κατὰ μόνον τὸ νῦν, ἐν δέ γε τῷ γίνεσθαι καὶ φθείρεσθαι μόνον τὸ εἶναι ἔχει. ὃ οὖν οὐχ ὑπομένει, πῶς ἔχοι τινὰ θέσιν λαβεῖν;

[*](p. 5 a 28)

᾿ Αλλὰ μᾶλλον τάξιν τινά.

τάξιν δὲ λέγει φυσικήν· πρότερον γὰρ τὸ νῦν τοῦ μέλλοντος, οὐκέτι δὲ τὸ μέλλον τοῦ νῦν πρότερον. καὶ τοῦτό ἐστι τάξις φυσική , ὅταν μὴ ἀνακάμπτῃ. πρὸς ἡμᾶς δὲ τάξις ἐστίν, ὅταν ἀδιαφόρως ἀνακάμπτῃ, οἷον † ῾ πρῶτος ὅδε τῶνδε᾿ ἀπὸ τῶν δεξιῶν ἀρξάμενοι τοῦ πρώτου, καὶ πάλιν εἰ βουληθείημεν ἀπὸ τῶν ἀριστερῶν ἀρξάμενοι εἰπεῖν.

[*](p. 5 a 23)

Καὶ ἐπὶ τοῦ ἀριθμοῦ δὲ ὁμοίως.

ἐπειδὴ ὁ ἀριθμὸς διττός, ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμῶν, ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς ὥσπερ καὶ ξέστης διττός, ὁ μὲν ὡς μετρῶν οἷον ὁ χαλτῶν [*](1 om. M μὴ eras. M ante διαλεχθεὶς add. καὶ F2 3. 4 ὑποκειμένω] ὑπομένειν M 4 καὶ τῶ κεῖσθαί που τουτέστιν ἔν τινι εἶναι καὶ σώζεσθαι αὐτῶν τὰ μόρια καὶ μὴ ἁφὰν. καὶ xdi τάξιν ἔχειν π. ἁ. M αὐτοῦ F 4. 5 τοῦτ᾿ — εἷναι post ὑποκειμένῳ collocaveris 6 δέ γε Aristot. 7 ὁ om. M 8 post τόπος defectum sigaavi 9 συνάπτει — χρόνου (10) om. M post μορίων fort, scholion interiit 11 ὅλος ἅμα ὁ χρ. colloc. M τὸν νῦν F 12 γε om. M γενέσθαι F μόνον εὐθὺς M ὃ] εἰ M 13 ἔχει M θέσιν λ. τινα colloc. M 14 μᾶλλον] μόνον F 15 δὲ om. M φυσ. λέγει colloc. M 16 καὶ τὸ μέλλον M 17 ἀνακάμπτῃ] ἀναστραφῇ M 18 πρῶτος — εἰπεῖν F: πρῶτος ὅσδε (sic) τῶνδε ἀπὸ τῶν δεξιῶν ἀρχόμενοι τούτου ἐροῦμεν, ἀλλὰ ἔξεστι καὶ τὸ ἀνάπαλιν ἐκ τῶν ἀριστερῶν ἀρχόμενοι εἰπεῖν M; locus sauari vix potest: οἷον ὅταν ἀπὸ τῶν δεξιῶν ἀρξάμενοι πρῶτον εἴπωμεν τὸν δεξιόν, πάλιν δὲ εἰ βουληθείημεν ἀπὸ τῶν ἀριστερῶν ἄρξασθαι τὸν ἀριστερὸν πρῶτον εἴπωμεν Philop. 22 καὶ supra scr. F μετρῶν Philop.: μέτρον F: μετρεῖν Μ 22. p. 60,1 χαλκὸς F)

60
κοῦς ξέστης, ὁ δὲ ὡς μετρούμενος οἷον οἴνου καὶ μέλιτος), ἐπεὶ οὗν ὁ ἀριθμὸς διττός. ὡς εἴρηται, ὁ μὲν ἐν τῇ ψυχῇ ὁ δὲ ἐν τοῖς αἰσθητοῖς, ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμὸς δῆλον ὅτι οὐκ ἄν εἴη ἐκ θέσιν ἐχόντων μορίων οὐ γὰρ ἔχει τινὰ θέσιν τὰ μόρια αὐτοῦ, ἀλλ’ ἔστι μόνον ἐν τῇ ψυχῇ νοητός), ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς οἷον ἐν τοῖς δέκα ἀνθρώποις ἢ ἵπποις ἐξ ἐχόντων θέσιν ἐστί· τὰ γὰρ μόρια αὐτοῦ κεῖταί που καὶ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα· διὰ τοῦτο οὕτως εἶπεν θέσιν δὲ οὐ πάνυ λάβοις ἄν, καὶ οὐκ εἶπεν ‘οὐδαμῶς λάβοις ἄν’.

[*](p. 5 a 33)

Καὶ ὁ λόγος δὲ ὡσαύτως.

Τοῦτ᾿ ἔστι καὶ ὁ λόγος τῶν μὴ ἐχόντων θέσιν ἐστίν· ἐπειδὴ γὰρ ἐν τῷ λέγεσθαι τὸ εἶναι ἔχει καὶ οὐδὲν αὐτοῦ τῶν μορίων μένει, ἵνα καί τινα θέσιν λάβῃ.

[*](p. 5 b 1)

Οἷον πολὺ τὸ λευκόν.

Ἔργον ἐπιστήμονος μὴ μόνον τὰ ὑποβεβλημένα αὐτῷ πράγματα σκοπεῖν, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν εἶναι, κατὰ ἀλήθειαν δὲ οὐκ ὄντα διεξέρχεσθαι καὶ διελέγχειν. ἐπεὶ οὖν τὸ λευκὸν δοκεῖ ποσὸν εἶναι λέγομεν γὰρ πολὺ καὶ ὀλίγον λευκόν, ἅπερ ἐστὶ τοῦ ποσοῦ, ἀλλὰ καὶ τὴν πρᾶξιν λέγομεν μακράν), φησὶν ὅτι κυρίως οὐκ εἰσὶ ταῦτα ποσά, ἀλλὰ κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ τὸ λευκὸν ἐν ἐπιφανείᾳ, ἐκείνης πολλῆς ἢ ὀλίγης οὕσης λέγομεν τὸ λευκὸν πολὺ ἢ ὀλίγον εἶναι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς πράξεως οἷον πόλεμος μακρὸς λέγεται κατὰ συμβεβηκός· ἐπειδὴ γὰρ ὁ πόλεμος ἔν τινι χρόνῳ γέγονεν οἷον ἐν δέκα ἔτεσι, λέγομεν | <δὲ> τὸν [*](110r) χρόνον μακρὸν εἶναι, διὰ τοῦτο καὶ τὴν πρᾶξιν κατὰ συμβεβηκὸς μακρὰν εἷναι λέγομεν. καὶ ἡ κίνησις πολλὴ λέγεται τῷ τὸν χρόνον πολὺν εἶναι· ὁ χρόνος γὰρ μέτρον ἐστὶ κινήσεως· μῆνα γὰρ λέγομεν τὴν τῆς σηλήνης ἀποκατάστασιν, ἐνιαυτὸν δὲ τὴν τοὐ ἡλίου, νυχθήμερον δὲ τὴν τοῦ παντὸς οὐρανοῦ· ἐὰν γάρ τις ἐρωτηθῇ πόση τίς ἐστιν ἡ πρᾶξις, τὸν χρόνον ἀποκρίνεται, οἷον δεκαετής. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐπιφανείας· ὅση γὰρ ἄν ἡ ἐπιφάνεια ᾖ, τοσοῦτον καὶ τὸ λευκὸν φήσειεν εἶναι· ἐὰν γὰρ ἐρωτη [*](1 post ξέστης add. εἰ τύχοι Μ οἴνου ξέστης ἢ καὶ μέλιτος M 2 ὁ δὲ — ψυχῆ (3) om. F 5 ἀριθμοῖς M ἔ τοῦτο δὲ F λάβη τις ἄν Γ’ 8 λάβης F 10 τοῦτ’ ἐστι καὶ ὁ λ.] φησὶ F 13 οἷον om. F 15 σκοπεῖν πρ. colloc. F 16 διελλἐγχειν F δοκεῖ τὸ λευκὸν colloc. M 17 λευκὸν καὶ πολὺ καὶ ὀλ. M ἅπερ] ἅτινα F τοῦ ποσοῦ ἐστι colloc. M 20 ἡ ὀλίγον εἶναι ἢ πολλὐ (sic) F δὲ om. F 21 ὁ πόλεμος F 21. 22 γὰρ ὁ πόλεμος om. F 22 λέγ. δὲ Philop.: καὶ διὰ τοῦτο λἐγ. F: λἐγ. Μ 23 χρόνον] πόλεμον F διὰ τοῦτο καὶ τὴν πρ.] ὁμοίως καὶ τὴν πρ. διὰ τοῦτο F 23. 24 λἐγ. μακράν εἶναι om.) M 24 καὶ ἡ κίνησις — πολὺν εἶναι] ὥστε τὰ κυρίως λεγόμενα ποσὰ μόνα τὰ εἰρημένα ἐστί, τὰ δ’ ἄλλα κατὰ συμβεβηκὸς λέγεται. tum lemma τῶ γε τὸν χρόνον πολὺν εἶναι M 24. 25 ὁ γὰρ χρ. M 26 τὴν τοῦ ἡλίου — τἠν τοῦ om. F 27 οὐρανοῦ om. M τις (prius) om. F 29 φησὶν M)

61
θῶμεν πόσον ἐστὶ τὸ λευκόν, λέγομεν δίπηχυ, ὅση ἐστὶν ἡ ἐπιφάνεια ἡ ἔχουσα τὸ λευκόν. ὥστε οὐκ αὐτὸ τὸ λευκὸν λέγομεν πολὺ ἢ ὀλίγον εἶναι, ἀλλὰ τὴν ἐπιφάνειαν· δύναται γὰρ τὸ ἐν πηχυαίᾳ ἐπιφανείᾳ λευκὸν μᾶλλον εἶναι λευκὸν τοῦ ἐν διπήχει, καὶ τότε οὐ λέγομεν λευκὸν πλέον, ἀλλὰ λευκὸν λευκοῦ μᾶλλον.

[*](p. 5 b 11)

Ἔτι τῷ τοσῷ οὐδέν ἐστιν ἐναντἴον.

Παραδοὺς ἡμῖν τὴν διαίρεσιν τοῦ ποσοῦ καὶ εἰπὼν ποῖά τέ ἐστι τὰ κυρίως ποσὰ καὶ ποῖα τὰ κατὰ συμβεβηκὸς λεγόμενα, βούλεται νῦν, ὥσπερ ἐπὶ τῆς οὐσίας πεποίηκεν, ἴδιον ἀποδοῦναι τοῦ ποσοῦ. |

[*](1. 2 ἡ ἔχουσα τὸ λευκόν] ἐν ἧ ἐστι τὸ λευκόν M 2 ὥστε — ἐπιφάνειαν (3)] ἡ πολὺ ἣ ὀλίγον ὡς πρὸς τὸ ὑποκείμενον M αὐτὸ Philop.: ἂν F 3 γὰρ] δὲ M τὸ ἐν πηχυαία ἐπιφ. Philop.: ἡ ἐν πήχει ἐπιφάνεια FM λευκὸν] λευκὴ οὖσα F 4 λευκὸν] λευκὴ F: om. M τοῦ] τῆς F τότε] ὅτι γε F 6 ἔτι ἔτι ποσῷ] τῶ δὲ ποσῷ M 7 παραδοὺς—ἀποδοῦναι τοῦ ποσοῦ (9)] Δύο ταῦτα ζητοῦμεν ἐνταῦθα, τουτέστι πῶς τῶ ἔτι δὲ ἐχρήσατο, ὡς δηλονότι καὶ ἑτέρου προαποδεδομένου πρὸς ἀποδ. F) ἰδίου, καὶ πάλιν πῶς ἐν τῶ τῆς οὐσίας λόγω φθάσας εἶπε τὸ ‘οὐδὲ τῶ ποσῷ ἐστὶν ἐναντίον᾿ καὶ ἐνταῦθα πάλιν αὐτοῦ ἐμνήσθη, καὶ ταῦτα φιλοσύντομος ὧν ἀεί. καὶ πρὸς μὲν τὸ πρῶτον φαμὲν ὅτι καὶ ἕτερον ἴδιον λεληθότως ἀποδέδωκε, τοῦτο δέ ἐστι τὸ καταμετρεῖσθαι. ἔλεγε γὰρ ὅτι ὁ λόγος μακρὰ καὶ βραχεία συλλαβὴ καταμετρεῖται) καὶ ὁ ἀριθμὸς δὲ τῶ ἀρτίῳ καὶ τῶ περιττῷ, καὶ ὁ χρόνος δὲ τύχη τύχη μηνὶ καὶ ἐνιαυτῶ. καὶ διὰ τοῦτο τῶ ἔτι ἐχρήσατο. πρὸς δὲ τὸ δεύτερον φαμὲν ὅτι ἐν τῶ τῆς οὐσίας λόγω τὸ ὅτι οὐ μόνω τῶ ποσῷ ὑπάρχει μὴ ἔχειν ἐναντίον ἔδειξεν, ἐνταῦθα δὲ ζητεῖ πότερον πρότερον F) παντὶ ὑπάρχει ὑπάρχειν F) ἡ μὴ παντί. λοιπὸν δεικνύομεν ὅτι οὐδέν ἐστιν ἐναντίον τῶ πολὺ καὶ ὀλίγω ἐκ τοῦ τὰ ἐναντία φθαρτικὰ εἶναι ἀλ- λήλων, τὸ δὲ πολὺ ἐκ τοῦ ὀλίγου συμπληροῦται. οὐκ ἄρα ἐστὶν ἐναντίον. μετὰ ταῦτα ζη- τοῦμεν, πῶς εἰ τῶ διωρισμένω ποσῷ τὸ πολὺ καὶ ὀλίγον κυρίως λέγεται, εὑρίσκομεν καὶ ἐπὶ τοῦ συνεχοῦς πολὺ καὶ ὀλίγον λεγόμενον, οἷον πολὺ τὸ σῶμα, πολὺ τὸ ὕδωρ, ἅπερ ἐστὶ συνεχῆ. καὶ λέγομεν πρὸς τοῦτο ὅτι τὸ συνεχὲς δύναται καὶ ἐνεργεία καὶ ἐπινοία διαιρεθῆναι, τὸ δὲ διαιρεθὲν οὐκέτι καὶ συνεχὲς εἶναι. διὰ τοῦτο τὸ μὲν πολὺ καὶ τὸ ὀλίγον ἐπὶ τῶν συνε- χῶν λέγονται, οἷον τὸ μέγα καὶ τὸ μικρὸν ἐπὶ τῶν διωρισμένων. οὔτε δὲ φαμὲν ἐπιδέχεσθαι ἐναντιότητα τὸ ποσόν, ὥσπερ ἐπὶ τῆς γραμμῆς φαμὲν ὅτι τὸ πάθος αὐτῆς ἐστιν ἡ εὐθύτης καὶ ἡ καμπυλότης, καὶ τοῦ ἀριθμοῦ τὸ ἄρτιον καὶ τὸ περιττόν, οὕτω φαμὲν πάθος εἶναι τοῦ ποσοῦ τὸ μέγα καὶ τὸ μικρὸν καὶ πολὺ καὶ ὀλίγον, ὅτι περὶ τὸ ποσὸν συμβαίνουσιν ἐν ἄλλω καὶ ἄλλω χρόνω, ὡς αὐτῶ τῶ ἀριστοτἐλει δοκεῖ ἐν τοῖς μετὰ τὰ φυσικὰ καὶ πλάτωνι καὶ πλωτίνω ἐν τοῖς ἐννεάσιν. ἔτι δὲ φαμὲν ὅτι τὰ μετρούμενα ἢ ἴσα μετροῦνται μετρῶνται F) ὡς δέκα ξύλα πήχεα δέκα πήχεσιν ἴσοις ἢ ἀνίσοις πήχεσιν μετροῦνται (ὡς— μετροῦνται F3), ἡ ἄνισα ἀνίσοις, ὡς ὅταν καὶ τὰ μετρούμενα καὶ τὰ | μετροῦντα ἄνισα ἑαυτῶν ὦσιν. μετὰ τοῦτο φησὶν ὁ ἀφιστοτέλης ὅτι μᾶλλον δοκεῖ ἡ ἐναντιότης περὶ τὸ ἄνω καὶ κάτω, ἐὰν ἄρα θέλωσι τινὲς ἐναντιότητα τοῦ ποσοῦ εἰπεῖν. πρὸς οὑς φαμὲν ὅτι τὸ ἄνω καὶ κάτω διττόν· ἡ γὰρ πρὸς ἡμᾶς ἢ πρὸς τὴν φύσιν. καὶ εἰ μὲν πρὸς ἡμᾶς εἴποιεν, λέγομεν ὅτι τὸ ἄνω πρὸς τὸ κάτω λέγεται καὶ τὸ κάτω ὡς πρὸς τὸ ἄνω, ὥστε τῶν πρός τι εἰσὶ καὶ οὐ τοῦ ποσοῦ. εἰ δὲ πρὸς τὴν φύσιν, ἐπειδὴ οὐδέποτε μεταβάλλεται τὸ (τῶ F) ἄνω καὶ γίνεται ἡ ἐναλλάξ, ἴδιον δὲ τῶν ἐναντίων τὸ μεταβάλλειν εἰς ἄλληλα, οὑκ ἄρα εἰσὶν ἐναντία. F)
62
[*](p. 5 b 14)

Εἰ μὴ τὸ πολὺ τῷ ὀλίγῳ.

[*](111r)

Ἐνταῦθα οἰκείως τὸν περὶ τούτων ἐξετάζει λόγον, εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία εἰσίν· ἐν γὰρ τῷ περὶ τῆς οὐσίας λόγῳ μνησθεὶς μόνον παρῆλθε, συγχωρήσας αὐτὰ ἐναντία εἶναι τῇ ἀντιπαραστάσει. ἔστι δὲ τοῦ ποσοῦ τὰ μὲν ὡρισμένα, τὰ δὲ ἀόριστα· ὡρισμένα μὲν ὡς τὸ δίπηχυ καὶ τὸ τρίπηχυ, ἃ καὶ κυρίως ποσά ἐστιν, ἀόριστα δὲ ὡς τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον. ἔστι δὲ τὸ μὲν μέγα καὶ μικρὸν ἀπὸ τοῦ συνεχοῦς μέγα γὰρ σῶμα καὶ μικρὸν λέγομεν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων συνεχῶν καὶ θέσιν ἐχόντων), τὸ δὲ πολὺ καὶ ὀλίγον ἀπὸ τοῦ διωρισμένου καὶ θέσιν μὴ ἔχοντος· πολὺς γὰρ ὁ χρόνος καὶ ὀλίγος λέγεται, ὁμοίως καὶ ὁ ἀριθμός. μός. διὸ καὶ ἐπὶ τῶν παραδειγμάτων γυμνάσας τὸ μέγα καὶ μικρὸν ἐπὶ τοῦ ὄρους ἔλαβε καὶ τῆς κέγχρου, ἅπερ ἦν τοῦ συνεχοῦς· σῶμα γὰρ ἑκάτερον.