In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 5 b 16)

Οὐδὲν γὰρ αὐτὸ καθ᾿ αὑ τὸ μέγα λεγεται ἤ μικρόν.

Πάλιν ἐνταῦθα κατὰ συγχώρησιν· εἰ γὰρ καὶ ἐναντία εἰσὶ τὸ μέγα καὶ τὸ μικρόν, οὐκ εἰσὶ ποσά, ἀλλὰ τῶν πρός τι· τὸ γὰρ μέγα τοῦ μικροῦ λέγεται μέγα καὶ τὸ μικρὸν τοῦ μεγάλου μικρόν. ὕστερον δὲ δείκνυσιν ὅτι οὐδὲ ἐναντία εἰσιν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται.

[*](p. 5 b 18)

Οἷον ὄρος μὲν μικρόν.

Εἰ γὰρ αὐτὸ καθ’ αὑτὸ ἐλέγετο τὸ μέγα καὶ τὸ μικρόν, οὐδέποτε τὸ μὲν ὄρος μικρὸν ἡ δὲ κέγχρος μεγάλη ἐλέγετο. οὐκοῦν τὸ μὲν ὄρος μικρὸν λέγομεν δηλονότι πρὸς ἄλλο ὄρος αὐτὸ παραβάλλοντες, τὴν δὲ κέγχρον μεγάλην ἄλλης δηλονότι μείζονα. οὐκ ἄρα αὐτὸ καθ’ αὑτὸ λέγεται μέγα ἢ μικρόν, ἀλλὰ πρὸς ἄλλο. τὸ δ’ αὐτὸ γυμνάζει καὶ ἐπὶ πολλῶν καὶ ὀλίγων, ἅπερ οὐκ εἰσὶ τοῦ ἀριθμοῦ, τοῦτ’ ἔστι τοῦ διωρισμένου, ἀλλὰ μᾶλλον τῶν πρός τι.

[*](1 μή τις F: μὴ ἄρα Aristot. πολὺ καὶ τῶ P 2 τὸν om. F εἰ om. F 2. 3 τὸ μέγα φησὶν τῶ μικρῶ ἐναντίον ἐστίν F 3 ἐν τῷ περὶ τῆς οὐσίας λ.] p. 3 b 29 μνημονεύσας M 5. 6 ὡς τὰ εἰρημένα ἅ καὶ κ. π. ἐστι, τὸ δίπηχυ καὶ τὸ τρίπηχυ M 8 γὰρ] δὲ M 11 καὶ (prius) om. M 12 κέχρου F (ubique) ἣν om. F 14 οὐδὲν — μικρόν] μεταβέβηκεν ἐπὶ τὸ πολύ καὶ ὀλίγον, ἅπερ ἦν τοῦ διωρισμένου καὶ μὴ ἔχοντος θέσιν καὶ μεταβαίνων γυμνάζει ἐπὶ πολλῶν καὶ ὀλίγων, ἅπερ ἐστὶ τοῦ ἀριθμοῦ, τουτέστι τοῦ διωρισμένου. ᾿ Αλλὰ τῶν πρός τι M οὐδὲν] οὐδὲ F 15 εἰσὶ] ἐστι M 16 τὸ (ante μικρόν) om. M 17 μέγα] μεῖζον M μεγάλου ἐστὶ μικρόν F 18 οὐδὲ] οὔτε F 21 ἡ δὲ — ἐλέγετο] τὴν δὲ κέγχρον μεγάλην ἐλέγομεν, ἀλλὰ τοὐναντίον M ἡ δὲ κέχρος δὲ F οὐκοῦν τὸ μὲν] νῦν δὲ καὶ M 22 post παραβάλλ. add. οὐκοῦν τὸ μὲν ὄρος μικρὸν λέγομεν δηλονότι ἄλλου ὄρους μικρότε- ρον M 23 μείζονος F 24 τὸ μέγα τι καὶ μικρὸν λέγεται M ἄλλο καὶ ἄλλο M τὸ δ’ αὐτὸ — πρός τι (26) om. M)
63
[*](p. 5 b 26)

Ἔτι τὸ μὲν δίπηχυ καὶ τρίπηχυ.

Ἄλλο ἐπιχείρημα κατασκευάζων τὸ μέγα καὶ τὸ μικρὸν μὴ εἶναι τοῦ ποσοῦ, ἀλλὰ μᾶλλον τῶν πρός τί <φησι>· φησὶ γὰρ ὅτι τὸ κυρίως καὶ πεπερασμένον ἐστίν, οἷον ἥδε ἡ γραμμὴ καὶ ποσόν ἐστι καὶ τῇ ἑαυτῆς φύσει πεπέρασται δίπηχυς οὖσα, φέρε εἰπεῖν, ἢ δεκάπηχυς. ὁμοίως καὶ τἆλλα ποσὰ ὡρισμένα εἰσί. τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶν ὡρισμένα, οὔτε πρὸς ἡμᾶς οὔτε καθ’ ἑαυτά, ἀλλ’ ἀόριστα. ὥστε τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶ τοῦ ποσοῦ.

[*](p. 5 b 30)

Ἔτι ἐάν τε τιθῇ τις ταῦτα.

Δείξας ὅτι τῶν πρός τί εἰσι καὶ οὐ τοῦ ποσοῦ, νῦν κατὰ ἀντιπαράστασιν συγχωρῶν φησιν ὅτι κἄν τοῦ ποσοῦ ὦσιν, ὅμως οὐκ εἰσὶν ἐναντία τὸ μέγα τῷ μικρῷ καὶ τὸ πολὺ | τῷ ὀλίγῳ.

[*](111v)
[*](p. 5 b 30)

οὐκ ἔστιν αὐτοῖς ἐναντίον.

Ὅ λέγει τοιοῦτόν ἐστι· δεῖ τὰ ἐναντία πρῶτον εἶναι καθ’ ἑαυτὰ ἀπολελυμένην ἔχοντα τὴν ὑπόστασιν, εἶτα οὕτως συνέρχεσθαι καὶ τὴν μάχην ἀναδέχεσθαι, τοῦτ’ ἔστιν ἀντικεῖσθαι, ὅπερ ἐπὶ τῶν πρός τι ἀδύνατον, διὸ οὔτε πολεμεῖ ἀλλήλοις, ἀλλὰ μᾶλλον καὶ συνεισάγει. ταύτῃ γὰρ διαφέρει τὰ πρός τι τῶν ἐναντίων, ὅτι τὰ μὲν ἐναντία πρῶτον καθ’ ἑαυτά ἐστιν, ἔπειτα συμβάλλει καὶ μάχεται, τὰ δὲ πρός τι ἀλλήλοις συντίκτεται. οὕτως οὖν κἄν μηδαμῶς ᾖ λευκόν, μένει τὸ μέλαν, τὸν δὲ πατέρα ἐὰν ἀφέλῃς, οἴχεται ὁ υἱός. ἐπεὶ οὖν τὸ μέγα καὶ τὸ μικρὸν οὐ καθ’ αὑτὰ ἀλλὰ πρὸς ἕτερον, ὁμοίως καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον, καὶ οὐκ ἄν αὐτὸ καθ’ ἑαυτὸ οὔτε τὸ μέγα οὔτε τὸ μικρὸν ὑποσταίη, δῆλον ὡς οὐκ εἰσὶν ἐναντία.

[*](p. 5 b 33)

Ἔτι δὲ εἰ ἔσται τὸ μέτα καὶ τὸ μικρόν.

Ἕτερον ἐπιχείρημα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· φησὶ γὰρ ὅτι εἰ τὸ μέγα καὶ τὸ μικρὸν φαίημεν εἶναι ἐναντία, συμβήσεται τὸ αὐτὸ [*](1 ἔτι οὗν F 2 κατασκευάζων Paris. 1973: κατασκευάζον FM 2. 6 τὸ (ante μικρὸν) om. F 3 φησί inserui ὅτι om. M 5 οὖσα om. M 7. 9 ἔστι M 10 τε τιῶ] τεθῇ F ταῦτα] αὐτὰ F 11 ἐστι M 12 συγχωρῶν om. F ὦσιν] εἰσίν codd. ὅμως οὐκ εἰσίν suppl. F3 14 ἐν αὐτοῖς F 15 πρῶτα M 17 τουτέστιν ἀντικ. post συνέρχεσθαι colloc. F 18 ante οὔτε addas οὔτε καθ’ ἑαυτά ἐστιν 19 διαφέρει post ἐναντ. colloc. M μὲν om. F 21 ᾖ] εἴη codd. 22 οἴχεται] οὐκέτι ἔσται M 20 δὲ om. M ἔστι M 27 ὅτι om. M 28 καὶ τὸ μικρὸν] τῶ μικρῶ M φαίημεν] φαίνει (sic) M ἐναντίον M ταὐτὸν M)

64
μέγα εἶναι καὶ μικρὸν πρὸς ἄλλο καὶ ἄλλο δηλονότι παραβαλλόμενον.. ὥστε τῶν ἐναντίων δεκτικὸν εἶναι κατὰ τὸν αὐτὸν χρόνον, καὶ ἔσται αὐτὸ ἑαυτῷ ἐναντίον, ὅπερ ἐστὶν ἀδύνατον. ὥστε τὸ μέγα καὶ τὸ μικρὸν οὐκ ἔστιν ἐναντία.

[*](p. 6 a 1)

Οἷον ἐπὶ τῆς οὐσίας· δεκτικὴ μὲν τῶν ἐναντίων.

Δεκτικὴ μὲν γὰρ ἡ οὐσία τῶν ἐναντίων ἐστίν, οὐ μέντοι κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ μέρει ἅμα τὰ ἐναντία ἐπιδέχεται· οὐδέποτε γὰρ ἔσται τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον ψυχρὸν καὶ θερμὸν ἢ λευκὸν καὶ μέλαν.

[*](p. 6 a 4)

Καὶ αὐτὰ ἑαυτοῖς συμβαίνει ἐναντία εἶναι.

ἐπιτείνων οὖν τὸ ἄτοπόν φησιν ὅτι εἰ ἔστι τὸ μέγα τῷ μικρῷ ἐναντίον, συμβήσεται οὐ μόνον τὸ αὐτὸ ἅμα κατὰ τὸν αὐτὸν χρόνον τῶν ἐναντίων εἶναι δεκτικόν, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ μάχεσθαι, ὅπερ ἀδύνατον· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτῷ μάχεται.

[*](p. 6 a 8)

ὐκ ἔστιν ἄρα τὸ μέγα.

Πρότερον ὑποθέμενος αὐτὰ ἐναντία εἶναι ἔδειξεν ὅτι ποσὰ οὐκ ἔστιν, ἔπειτα ὑπέθετο ποσὰ καὶ ἔδειξεν ὅτι οὐκ εἰσὶν ἐναντία. τὸ δὲ ἀληθὲς οὔτε ποσά ἐστιν οὔτε ἐναντία, τῶν δὲ πρός τι. ἀλλ’ εἴπερ ἄρα τῶν πρός τί ἐστι, δεῖ αὐτὰ εἶναι ἐν ἑτέρᾳ κατηγορίᾳ, ἵνα δέξηται τῶν πρός τι τὴν σχέσιν. ποῦ δ’ ἂν εἴη εἰ μὴ ἐν τῇ τοῦ ποσοῦ, εἴ γε ἐναντία οὐκ εστι;

[*](p. 6 a 12)

Μάλιστα δὲ ἡ ἐναντιότης.

Εἰ βούλεταί τις, φησίν, ἐν τῷ ποσῷ ἐναντιότητα θεωρῆσαι, λάβοι τὸ ἄνω καὶ τὸ κάτω· ταῦτα γὰρ καὶ πλεῖστον διεστήκασιν ἀλλήλων, τοῦτ’ ἔστι τὸν ὁρισμὸν τῶν ἐναντίων ἐπιδέχεται· οὕτω γὰρ καὶ ὁρίζονται τὰ ἐναντία [*](1 εἶναι μέγα M 2 ὥστε αὐτό ἑαυτὸ ἑαυτῶ ἐναντίον καὶ τῶν ἐν. (καὶ ἔσται om.) M εἶναι om. M 2. 3 αὐτὰ ἑαυτῶν ἐναντία F ὅπερ ἐστὶν ἀδ.] ἄτοπα F 4 ἐναντία Laur. 72,5: ἐναντίον FM 5 οἷον ἐπὶ τῆς οὐσίας om. M 6 γὰρ om. F 8 ἐστὶ M ἢ om. F 10 ante καὶ add. ἐπεὶ FM, quod eieci δ’ ἑαυτοῖς Aristot. 11 ἐπιτείνων οὖν] ὅπερ ἐπιτείνων M τῶ μέγα τὸ μικρὸν F 13 μάχεται M ἁδύν.] ἄτοπον M 14 αὐτῶ ἑαυτὸ F 15 καὶ οὐκ ἔστιν F 17 οὔτε ὑπέθετο F καὶ om. F 18 εἰσιν M 19 δεῖ] δεῖται M δέξωνται F 23 εἰ βούλ. τις, φησίν] ἐπειδήπερ ἀπέδειξε τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ἐν τοῖς προλαβοῦσι μήτε ποσὰ εἶναι μήτε ἐναντία, νῦν φησιν ὅτι εἰ βούλ. τις M ἐν τῶ ποσῷ] ἐπὶ τοῦ ποσοῦ M λάβη F: καὶ λάβοι M 24 γὰρ] δὲ F τουτέστι] καὶ F)

65
῾τὰ πλεῖστον ἐν τῷ αὐτῷ γένει ἀπ’ ἀλλήλων διεστηκότα.’ τούτω δὲ ἀρέσκεται· οὐ γὰρ ἔστιν ὅλως ἄνω καὶ κάτω, ἀλλὰ πέριξ καὶ μέσον, ἃ οὐκ ἔστιν ἐναντία ἀλλὰ τῶν πρός τι· τὸ γὰρ πέριξ μέσου τινὸς πέριξ λέγεται.

[*](p. 6 a 17)

Τὰ γὰρ πλεῖστον ἀλλήλων.

Ὅρα πῶς ἡ φύσις βουλομένη ἑνῶσαι τὰ ἐναντία, ὑπὸ τὸ αὐτὸ γένος [*](112r) αὐτὰ ἐποίησε· λευκοῦ γὰρ καὶ μέλανος ἐναντίων ὄντων γένος τὸ χρῶμα, καὶ θερμοῦ καὶ ψυχροῦ τὸ ποιόν. καὶ εἰς ἓν δὲ ὑποκείμενον τὴν μάχην ποιοῦνται.

[*](p. 6 a 19)

Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι.

εἰπὼν ὅτι ἴδιον τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον καὶ δείξας ὅτι παντὶ τοῦτο ὑπάρχει, οὐκ εἶπεν ὅτι οὐ μόνῳ δῆλον γὰρ ἦν ἐκ τῶν περὶ τῆς· οὐσίας εἰρημένων τοῦτο), ἀλλ’ ἐφ’ ἕτερον μεταβέβηκε τοῦ ποσοῦ ἵδιον, τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο εἰκότως. ὅπου γάρ ἐστιν ἐναντιότης, ἐκεῖ τὸ μᾶλλον καὶ ἧττον, ὅπου δὲ οὐκ ἔστιν, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον εὑρίσκεται· τὸ γὰρ μᾶλλον καὶ ἧττον ἐκ τῆς τῶν ἐναντίων μίξεως γίνεται. ἰστέον δὲ ὅτι καὶ τοῦτο πάλιν ἀποδοκιμάζει ὡς καὶ τῇ οὐσία ἁρμόζον καὶ ἐπὶ ἕτερον μεταβέβηκεν ἴδιον, ὃ καὶ κυρίως κέκληκεν ἴδιον.

[*](p. 6 a 26)

Ἵδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε.

οὐκ εἶπε περὶ τοῦ προαποδεδομένου ἰδίου ὅτι οὐκ ἔστι τοῦτο ἴδιον τοῦ ποσοῦ· δῆλον γὰρ ἦν ἐκ τῶν ῥηθέντων ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ. τοῦτο δὲ κυρίως ἴδιόν ἐστι τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. εἰ δὲ καὶ ἐπ’ ἄλλου τινὸς λέγομεν τὸ ἴσον τε καὶ ἄνισον, οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· οἷον ἴσον λέγομεν εἶναι τοῦτο τὸ λευκὸν σῶμα τούτῳ τῷ λευκῷ σώματι, καὶ ἄνισον δὲ ὡσαύτως, οὐ καθὸ λευκὸν ἀλλὰ καθὸ σῶμα· εἴποι δ’ ἄν τις τῶν ἀκριβῶς ἀκροωμένων ῾ πῶς ὁ ᾿ Αριστοτέλης 112ν τὸ σῶμα ἔταξεν ὑπὸ τὴν οὐσίαν καὶ πάλιν ὑπὸ τὸ ποσόν, καίτοι εἴπομεν ἐν τοῖς προοιμίοις ὅτι οὐδὲν τῶν ὄντων ὑπὸ δύο κατηγορίας ἀνάγεται;᾿ γεται;’ φαμὲν οὖν ὅτι κατ’ ἄλλο καὶ ἄλλο λαμβάνει τὸ σῶμα· ἔστι γὰρ [*](1 διεστῶτα M 1. 2 οὐκ ἀρέσκεται] ἀπαρέσκονται F 2 τὸ ἄνω καὶ τὸ κάτω M 3 πέριξ λέγ.] ἐστι πέριξ M 5 ἑνῶσαι βουλ. M 18 ἴδιον μεταβαίνει M ὅ — ἵδιον om. M 20 εἶπε τοῦτο F προαποδ.] ἀποδεδομένου F 21 τῆς om. F 22 ἐστι] ἀποδέδωκεν εἶναι F 24 λέγομεν ἴσον colloc. M εἶναι] ἐστὶ M 26 post σῶμα add. τοίνυν κυρίως ἴδιον τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον. φαμὲν οὖν τρία εἰσί. ταὐτὸν ἕτερον ἴσον καὶ ἄνισον ὅμοιον καὶ ἀνόμοιον. καὶ τὸ μὲν ταὐτὸν καὶ ἕτερον ἐπὶ τῆς οὐσίας ἁρμόσεις, ταὐτὸν γὰρ ἄνθρωπος ἀνθρώπω, ἕτερον δέ ἄνθρωπος ἵππω, τὸ δὲ ἴσον καὶ ἄνισον τοῦ ποσοῦ, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον τοῦ ποιοῦ, ἐξ ὧν καὶ αἱ λοιπαὶ γίνονται κατηγορίαι F εἴποι — θεωρ. ἔλαβεν (p. 66,3) eicias (cf. p. 58,7) εἴτη F 28 ἐν προοιμίοις F (supra id non invenitur) Comment. Arist. IV. 4 Ammon. in Cat. 5)

66
ἔνυλον σῶμα, οἷον φέρε εἰπεῖν λίθος ἢ ξύλον, ἔστι δὲ καὶ τὸ λόγῳ θεω- ρούμενον σῶμα <οἶον> μαθηματικόν. ἐν οὖν τῇ οὐσίᾳ τὸ ἔνυλον ἔλαβεν, ἐν δὲ τῷ ποσῷ τὸ λόγῳ θεωρούμενον ἔλαβεν· |