In Porphyrii Isagogen Sive Quinque Voces

Ammonius

Ammonius. In Porphyrii Isagogen Sive Quinque Voces, Commentaria in Aristotelem Graeca, Vol 4.3. Busse, Adolf, editor. Berlin: Reimer, 1891.

[*](ed. pr. 2r)

Μέλλοντας ἡμᾶς ἄρχεσθαι φιλοσόφων λόγων ἀναγκαῖόν ὲστι μαθεῖν τί ποτέ ἐστι φιλοσοφία. δεῖ γὰρ τὸν ἀρχόμενόν του πρότερον μαθεῖν τί μανθάνομεν δὲ τὰ πράγματα ἐκ τῶν ὁρισμῶν. καὶ πῶς δυνατὸν δι’ ὁρισμοῦ μαθεῖν πρᾶγμα ἀγνοουμένου τοῦ τί ἐστιν ὁρισμός; ὁρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος δεικνὺς τὴν τοὐ πράγματος φύσιν. ὁρισμὸς δὲ λέγεται ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς χωρίοις ὅρων· ὥσπερ γὰρ ἐκεῖνοι περιλαμβάνουσι τὸ χωρίον καὶ χωρίζουσι τῶν ἀλλοτρίων, οὕτω καὶ οἱ ὁρισμοὶ περιλαμβάνουσι τὸ πρᾶγμα καὶ χωρίζουσι τῶν ἄλλων ἀπάντων. δεῖ τοίνυν ὁρισμὸν τῆς φιλοσοφίας εἰπεῖν, ὥσπερ καὶ τῆς γραμματικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμανθάνομεν, ὅτι γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων· ὁμοίως καὶ ῥητορικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμάθομεν, ὅτι ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν· δεῖ οὖν καὶ τῆς φιλοσοφίας τὸν ὁρισμὸν μαθεῖν, αὕτη γάρ ἐστιν ἡ καὶ ταῖς ἄλλαις ἐπιστήμαις τε καὶ τέχναις τοὺς ὁρισμοὺς παρέχουσα.

Πᾶσά οὖν ἐπιστήμη καὶ πᾶσα τέχνη ὑποκείμενόν τι ἔχει καὶ τέλος. ὑποκείμενον μὲν οὖν ἐστι περὶ ὃ καταγίνεται, τέλος δὲ οὗ στοχάζεται καὶ [*](1 Titulus codicibus aliis alius praebetur; inscripsi ex antiquissimo D: ὑπόμνημα εἰς τὰς πέντε φωνὰς ἀπὸ φωνῆς ἀμμωνίου τοῦ μικροῦ τοῦ ἑρμείου Ε : προλεγόμενα τῆς πορφυρίου εἰσαγωγῆς ἀπὸ φωνῆς ἀμμωνίου φιλοσόφου τοῦ μικροῦ τοῦ ἑρμείου M: [προ]λεγόμενα τῆς πορφυρίου εἰσαγωγῆς ἀπὸ φωνῆς ἀ[μμωνίου] V: ὑπόμνημα εἰς τὰς πέντε φωνὰς ἀπὸ φωνῆς ἀμμωνίου μικροῦ τοῦ ἑρμείου p 2 φιλοσόφων ἄρχεσθαι colloc. p 3 πρότερον Dp: πρῶτον EM: oblitt. V 4 καὶ D: om. EMVp ἀντιλήψεται DMV: ἀνθέξεται Ep 5 δὲ DEp: γὰρ MV 6 ὁ ὁρισμός (prius) E 11. 12 ὁρισμὸν ἐμανδάνομεν DEp: ὅρον ἐμάθομεν M: oblitt. V 12 παρὰ] περὶ D post ποιηταῖς add. τε MVp: om. DE 13 post ὁμοίως add. δὲ Ep: om. DM: locus oblitt. V 14 τεχνικὴ om. D 17 τε om. Ep 18 πᾶσα (alterum) om. Ep τι om. E 19 μὲν om. M)

2
δ βούλεται κοσμεῖν· οἷον ὁ ἰατρὸς ἔχει ὑποκείμενα μὲν τὰ ἀνθρώπεια σώμάτα [*](2r) περὶ γὰρ ταῦτα καταγίνεται), τέλος δὲ τὸ ὑγιάσαι ταύτα τούτου γὰρ στοχάζεται) ὁμοίως καὶ ὁ τέκτων ὑποκείμενον μὲν ἔχει τὸ ξύλον, τέλος δὲ τὸ ποιῆσαι ἀβάκιον. οἱ ὁρισμοὶ οὖν λαμβάνονται ἢ ἐκ τοῦ ὐποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ καὶ ἀπὸ συναμφοτέρου· ἐκ μὲν τοῦ ὑποκει- μένου ὡς ὅταν εἴπωμεν ’ἰατρική ἐστιν τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη’, ἐκ δὲ τοῦ τέλους ὡς ὅταν εἴπωμεν ‘ὑγείας περιποιητική’, ἐκ δὲ τοῦ συναμφοτέρου ‘τέχνη τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη ὑγείας περιποιητική’. ὁμοίως δὲ καὶ ἡ ἀστρονομία ἐπιστήμη οὖσα ἔχει ὑποκείμενον τὰ οὐράνια σώματα, τέλος δὲ τὸ γνῶναι τὰς κινήσεις αὐτῶν. μάθωμεν οὖν καὶ τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς· καὶ οὕτω δυνησόμεθα τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι. ἰστέον οὖν, ὅτι αἱ μὲν ἄλλαι ἐπιστῆμαι καὶ τέχναι περί τινα μερικὰ καταγίνονται, οἷον ἡ τεκτονικὴ περὶ μόνα τὰ ξύλα, ἡ ἀστρονομία περὶ μόνα τὰ οὐράνια, μόνη δὲ ἡ φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται, τέλος δὲ ἔχει οὐ ποιῆσαι ταῦτα ἀλλὰ γνῶναι αὐτά. παραλαμβάνονται οὖν τῆς φιλοσοφίας ὁρισμοὶ πολλοί· πολλοὶ γὰρ καὶ πολλαχῶς ὡρίσαντο τῶν παλαιοτέρων αὐτὴν. ἵνα δὲ μὴ [*](2v) τοῖς φιλαιτίοις ἀκαίρου φιλοτιμίας ἐν τῷ παρόντι δῶμεν ἔγκλημα τοὺς ἑκάστου διεξιόντες ὅρους, ἀπόχρη πέντε ἢ ὀλίγῳ πλείους ἐπελθεῖν. δύο μὲν οὖν εἰσιν ἐκ τοῦ ὑποκειμένου δύο δὲ ἐκ τοῦ τέλους καὶ ἕτερος ἐκ ἵης ὑπεροχῆς, ἧς ἔχει πρὸς τὰς ἄλλας τέχνας.

Ἔστιν οὖν ὁ πρῶτος οὗτος· “φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί”. τὸ ᾗ ἀντὶ τοῦ καθὸ ὄντα ἐστίν· οὐ γὰρ προτίθεται ὁ φιλόσοφος πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους εἰδέναι κατὰ ἀριθμόν, ἀλλὰ τίς ποτέ ἐστιν ἡ τοῦ ἀνθρώπου φύσις. τὴν γὰρ οὐσίαν ἑκάστου πράγματος [*](1 κοσμεῖν] σκοπεῖν V ὁ ἰατρὸς DMV: ἰατρὸς Ε: ἡ ἰατρικὴ p ἔχει ὑποκείμενα μὲν D: ἔχει ὑποκείμενα E: ἔχει ὑποκείμενον μὲν M: ἔχει ὑποκείμενον (μὲν oblitt.) V: ὑποκείμενον ἔχει p ἀνθρώπεια DE : ἀνθρώπινα Mp: oblitt. V 2 τὸ ὑγιάσαι] τοῦ ὑγιᾶναι E 3 μὲν om. Ep τὸ ξῦλον D: τὰ ξύλα EMVp 4 τέλος δὲ ἔχει V ἀβάκιον MV: ἀββάκιον Dp: κράββατον E οἱ οὖν ὁρισμοὶ colloc. Mp 5 ἢ (ante καὶ) om. E συναμφοτέρου Ε: συναμφοτέρων (compend.) D: τοῦ συναμφοτέρου MVp (cf. V. 8) 6 ἐστιν om. M ἀνθρώπεια M 7 καταγομένη M ὡς ὅταν εἴπωμεν om. D (fort, recte) 8. 9 ἐκ δὲ τοῦ συναμφοτέρου—περιποιητική om. M 8 ἀνθρώπεια V 10 scribas ὑποκείμενα μὲν (cf. v. 1) 11 καὶ (post οὖν) D: om. EMVp 12 αὐτῆς τὸν ὁρισμὸν colloc. EMp: oblitt. V οὖν D: τοίνυν EMVp αἱ μὲν] οὐ μόνον Ε 13 post ἄλλαι add. πᾶσαι MV ἡ om. EM 14 ἡ ἀστρ. D: ἡ δὲ ἀστρ. EMp: oblitt. V ἡ (ante φιλοσοφία) om. E 15 ταῦτα DEM: om. p: oblitt. V 16 ante ὁρισμοὶ add. oi EMVp: om. D 17 καὶ D: om. EMVp 19 ὀλίγῳ πλείους ἐπελθεῖν] ὀλίγα πρὸς ἐπελθεῖν D: ὀλίγα προσελθεῖν E1: ὀλίγω πλείω διελθεῖν Ε2: ὀλίγα προσεπελθεῖν M: ὀλίγω προσελθεῖν V: ὀλίγῳ πλείους προσεπελθεῖν p 20 οὖν om. Ερ ἕτερ.] an πέμπτος? 21 ἧς D: ὃν Ε: ἢν Mp: oblitt. V post τέχνας add. καὶ ἕτερος ἐξ ἐτυμολογίας p 22 post πρῶτος add. ὁρισμὸς p 23 τὸ ἡ DM: τῆ ἦ Ε: τὸ δὲ ᾖ p: oblitt. V post ᾖ add. οὐκ ἀκαίρως πρόσκειται ἀλλ’ M καθὸ] καθὰ p γὰρ superscr. D 24 κόσμῳ] κοινῶ D τοὺς ἀνθρώπους τοὺς ἐν τῶ κόσμω V)

3
καὶ τὸ εἶναι σκοπεῖ ὁ φιλόσοφος. τινὲς δὲ ὁρίζονται οὕτως· “φιλοσοφία [*](2v) ἐστὶ θείων τε καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις”. καὶ δῆλον ὅτι ὁ αὐτός ἐστι τῷ πρὸ αὐτοῦ, διαφέρει δὲ μόνῳ τῷ σαφεῖ τε καὶ ἀσαφεῖ· διεῖλε γὰρ τὰ ὄντα εἰς τά θεῖα καὶ ἀνθρώπινα τὰ μὲν ἀίδια εἰπὼν θεῖα, τὰ δὲ ἐν γενέσει καὶ φθορᾷ εἰπὼν ἀνθρώπινα. οὗτος οὖν ὁ ὁρισμὸς καὶ ὁ πρῶτος ἐκ τοῦ ὑποκειμένου ἀποδίδονται, διενηνόχασι δὲ ἀλλήλων, ὡς εἴρηται, τῷ σαφεῖ τε καὶ ἀσαφεῖ. ἔστι δὲ καὶ τοιοῦτος ὁρισμὸς ἀπὸ τοῦ τέλους ὁ λέγων ‘‘φιλοσοφία ἐστὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθφώπῳ.” οὕτω γὰρ ὁ Πλατῶν ὡρίσατο. ὁ γὰρ θεὸς διττὰς ἔχει τὰς ἐνεργείας, τὰς μὲν γνωστικάς, καθ’ ἃς τὰ πάντα γινώσκει, ὡς καὶ οἱ ποιηταὶ σημαίνουσι λέγοντες
  1. θεοὶ δέ τε πάντα ἴσασι,
τὰς δὲ προνοητικὰς τῶν καταδεεστέρων καθ’ ἃς τοῦ κόσμου ὅλου προνοεῖται, ὡς καὶ οἱ ποιηταί φασι
  1. θεοὶ δωτῆρες ἐάων.
ὁ δὲ φιλόσοφος κατ’ ἄμφω βούλεται ἐξομοιοῦν ἑαυτὸν τῷ θεῷ· βούλεται γὰρ καὶ θεωρητὴς εἶναι τῶν πάντων (πάντα γὰρ ἐπισκέπτεται) καὶ μέντοι καὶ πρόνοιαν τῶν καταδεεστέρων ποιεῖται (ό γάρ τοι πολιτικὸς φιλόσοφος δικάζει καὶ νόμους τίθησιν)· ὥστε εἰκότως ἡ φιλοσοφία ὁμοίωσίς ἐστι θεῷ. τὸ δὲ “κατά τὸ δυνατὸν ἀνθρώπῳ” καλῶς πρόσκειται· οὕτε γὰρ ἡ γνῶσις ὁμοία οὔτε ἡ πρόνοια ἡ αὐτή
  1. ἐπεὶ οὕ ποτε φῦλον ὁμοῖον
  2. ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων·
ὧν γὰρ αἱ οὐσίαι διάφοροι, τούτων καὶ αἱ τελειότητες διάφοροι ὑπάρχουσι. καὶ ἔστιν ἰδεῖν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ζῴων· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος καὶ ὁ ἵππος διάφορον ἔχουσι τὴν οὐσίαν, διάφορον ἔχουσι καὶ τὴν τελειότητα· τητᾷ· ἀνθρώπου μὲν γὰρ τελειότης τὸ μετὰ λόγου καὶ φρονήσεως ζῆν, ἵππου δὲ τὸ ὀξέως θεῖν καὶ ἐν πολέμοις ἐπιτήδειον εἶναι. καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀλόγοις πολλὴ διαφορὰ ὑπάρχει τῶν τελειοτήτων, ἐπειδὴ καὶ τῆς [*](1 τινὲς δὲ ὁρίζονται οὕτως MV: ὁ δὲ πλατῶν οὕτως ὁρίζεται τὴν φιλοσοφίαν DEp: sed hanc definitionem Platonis non esse David Eliasque testantur ac ne Ammonium quidera iam hie Platonem appellare apparet ex v. 9 οὕτω γὰρ ὁ Πλατῶν ὡρίσατο. atque etiam Πυθαγόρας, quod cod. Laur. 72,7 pro Πλατῶν praebet atque David Eliasque commeudant, hoc loco scribere vetamur, quod etiam prima definitio ab Pythagora profecta esse dicitur 2 γνῶσις aute θείων coUoc. EMVp (fort, rectius) 3 ὁ om. Ε μόνῳ om. MV 4 τὰ (ante θεῖα)] τε p 9 ἀνθρώποις V ὁ Πλατῶν] cf. Theaet. p. 176 Α.Β 10 καθ‘ ἃς D: καθὸ EMVp τὰ om. V 12. 15 δεοὶ x. τ. λ.] cf. Hom. δ 379. θ 325 τε suppl. Ε 2 13 τοῦ ὅλου κόσμου colloc. M 15 δοτῆρες DEM 16 βούλεται κατ’ ἄμφω ἑαυτὸν ἐξομοιοῦν colloc. EMVp 17 τῶν πάντων EMVp: ὁπάντων D ἐπισκέπτεται EMVp: σκέπτεται D (cf. p. 4, 11) 18 καὶ προνοητής, πρόνοιαν γὰρ τῶν καταδ. p γάρ] δέ E 19 post ὥστε add. οὖν D: om. EMVp εἰκότως ἡ φιλ. DM: ἡ φιλ εἰκότως Ep : ἡ φιλ. V ἐστι om. Ε 20 τὸ δὲ κατὰ τὸ] κατὰ δὲ τὸ D πρόκειται Ε 21 ἡ (ante πρόνοια) om. p 22 ἐπεὶ κτλ.] Hom. E 442 25 ἐπειδὴ] ἐπεὶ M 26 διάφορα (altero loco) E 29 δὲ EMVp; τούτοις D)
4
οὐσίας αὐτῶν· ἄλλη μὲν ὑπάρχει κυνὸς τελειότης, ἄλλη δὲ ἵππου. εἰ οὖν [*](2v) μᾶλλον ἐπὶ ἀνθρώπου τε καὶ θεοῦ. ἐπεὶ οὖν πολὺ διαφέρουσι κατὰ τὴν οὐσίαν, εἰκότως καὶ τὰς τελειότητας διαφερούσας ἔχουσι. καλῶς οὖν πρόσκειται τῷ ὅρῳ “τὸ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ " . ἔστιν οὖν ἡ φιλοσοφία ‘‘ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ’’. ἐκ ποίας δὲ αἰτίας ὥρμησεν οὕτως ὁρίσασθαι τὴν φιλοσοφίαν, ῥητέον. ἐπειδὴ γάρ, ὡς εἶπον, διτταί εἰσιν αἱ τοῦ θεοῦ δυνάμεις, αἵ τε γνωστικαὶ καὶ αἱ πρακτικαί, διτταὶ δὲ καὶ αἱ τῆς ἡμετέρας ψυχῆς, αἵ τε θεωρητικαὶ καὶ πρακτικαί. ὁ δὲ φιλόσοφος ἑκάτερον τῶν μερῶν τῆς ψυχῆς κοσμεῖν βούλεται τῇ πρὸς τὸν θεὸν μιμήσει. τὸ μὲν τὴν τῶν ὄντων Φύσιν ὅπως ἔγει ἐπισκεπτόμενος. τὸ δὲ τὰς παθητικὰς τῆς ψυχῆς κοσμῶν δυνάμεις καὶ τῶν ἄλλων ἀπιμελούμενος, εἰκότως ὁ Πλάτων ὁμοίωσιν εἶναι θεῶ τὴν φιλοσοφίαν κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ὡρίσατο.

ἔστι δὲ καὶ ἄλλος ὁρισμὸς ἐκ τοῦ τέλους ὁ λέγων | “φιλοσοφία ἐστὶ [*](3r) μελέτη θανάτου”. ἐπεὶ δὲ ὁ προκείμενος ὅρος μελέτην θανάτου τὴν φιλοσοφίαν ὁρίζει, ῥητέον, ὅπως δεῖ τῆς τοῦ θανάτου μελέτης ἀκούειν. Κλεόμβροτος γάρ τις ὀνόματι ἐγκύψας τῷ Πλάτωνος Φαίδωνι καὶ ὅτι μὲμ δεῖ τὸν φιλόσοφον θάνατον μελετᾶν γνούς, ὅτῳ δὲ δεῖ τρόπῳ μὴ γνούς, ἀνελθὼν ἀπὸ τοῦ τείχους ἑαυτὸν κατεκρήμνισε. τούτου μαρτύριον ὁ τὸ εἰς αὐτὸ τὸ Ἀμβρακιωτικὸν μειράκιον ἐκθέμενος ἐπίγραμμα ποιητής· φησὶ γὰρ

  1. Εἴπας ‘ἥλιε, Χαῖρε’ Κλεόμβροτος Ἀμβρακιώτης
  2. ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην
  3. ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
  4. ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος.
διὰ τὴν ἐξ ἀγνοίας τοίνυν συμβᾶσαν τῷ νέῳ ἐγχείρησιν ἐπισκεπτέον ἄν εἴη, τί ποτε βούλεται ἡ ῥηθεῖσα τοῦ θανάτου μελέτη. καὶ γὰρ καὶ ό Πλατῶν παρακελεύεται μὴ ἐξάγειν ἑαυτόν. φησὶ γοῦν οὕτως· ‘ὁ μὲν οὖν [*](1 ἄλλο (utrobique) Ε1 μὲν γὰρ M 3. 4 ἐπεὶ—ἔχουσι eicias 3 πολὺ] πολλοὶ M 4. 5 . πρόκειται E 5 τὸ (alterum) om. Ε 6 7 post ὥρμησεν add. ὁ φιλόσοφος p 7 ῥητέον D: λεκτέον EMVp 8 αἱ (ante πρακτικαὶ) D: om. EMVp 9 δὲ (ante καὶ)] εἰσιν ρ αἱ om. EMVp 10 ἑκάτερον D: ἑκάτερα EMp: oWitt. V τούτων τῶν μερῶν M τὸν D: om. EMVp 11 ὅπως D : πῶς EMVp ἔχε. p: ἔχουσιν DEM: oblitt. V 12 κοσμῶν] κινῶν EM ἐπιμελόμενος M 14 ἀνθρώπῳ θρώπῳ om. E 16 μελέτην θανάτου τ. φ. D : τ. φ. ἐν μελέτη θανάτου Ep: τι φ. μελετην θανάτου M : oblitt. V 18 τῷ τοῦ πλάτωνος p (cf. Phaed. p. Α. 67 E) 19 τρόπῳ δεῖ colloc. Ep 20 ἀνελθὼν post τείχους colloc. V ἀπὸ D: ἐπὶ EMVp τείχεος E ὁ τὸ DMV: ὁ (in ras.) Ε2 p 21 ponas ἐπίγρ. ἐκθέμ. ἐπίγραμμα] Callimachi XXIII Wilam. 22 εἶπας libri Ammonii ὡμβρακιώτης Callim. (Anth. Pal. Vll 471) 23 ἥλατ’ DM: ἥλλατ‘ Ep: ἤλλατ’ V ἀίδην Ε2 Μ Dav. El.: ἅδην D: ἀίδου E1p: oblitt. V 24 οὐδὲν ἰδὼν] οὔτι παθὼν schol. Dionys. Thrac. p. 725 Dav. El. 25 ἓν τὸ—γράμμ‘ in lit. oblitt. M ἓν τὸ] ἐν τὸ] ἐν τῶ E γράμμ’] γραμματι EV 26 τῷ νέῳ συμβᾶσαν colloc. EMVp ἐγχείρισιν M σκεπτέον D (cf. p. 3, 27 καὶ (post γὰρ) Dp: om. EM: oblitt. V 28 φησὶ] cf. Phaed. p. 62 B γοῦν DE: οὖν MV: γὰρ p)
5
ἐν ἀπορρήτως περὶ αὐτῶν λεγόμενος λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ [*](3r) ἄνθρωποι καὶ οὐ δεῖ ἑαυτοὺς ἐκ ταύτης ἐξάγειν οὐδὲ ἀποδιδράσκειν, μέγας τίς μοι φαίνεται καὶ οὐ ῥᾴδιος διιδεῖν‘. οὐ δεῖ δὴ ἐξαίειν ἑαυτόν· ὥσπερ γὰρ ὁ ἐν φρουρᾷ ὑπάρχων καὶ καταδεθεὶς διά τι πλημμέλημα, εἰ βουληθείη ἀποδράσαι, ἀνατρέπει ὅσον ἐφ’ ἑαυτῷ τοὺς νόμους, οὕτω καὶ ὁ σπεύδων δων διαλῦσαι τὸν δεσμὸν τοὐ σώματος τὸν δεθέντα ὑπὸ τῆς προνοίας ἀνατρέπει τρέπει τοὺς δημιουργικοὺς νόμους· οὐ δεῖ οὖν θανατᾶν. εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, πῶς μελέτην θανάτου τὴν φιλοσοφίαν φαμέν, πρόσεχε τοῖς λεγομένοις, καὶ λυθήσεται ἡ ἀπορία. ἰστέον ὅτι τοῦ ἀνθρώπου συνθέτου ὄντος ἐκ ψυχῆς καὶ σώματος καὶ ὁ σύνδεσμος διττὸς καὶ ἡ τῆς ψυχῆς λύσις διττή· ἔστι γὰρ ὁ φυσικὸς λεγόμενος δεσμός, καθ’ ὃν τῇ ψυχῇ δέδεται τὸ σῶμα καὶ ζωοποιεῖται ἐξ αὐτῆς, ἔστι καὶ ὁ προαιρετικὸς δεσμός, καθ’ ὃν ἡ ψυχὴ τῷ σώματι δέδεται δουλεύουσα αὐτῷ κεκρατημένη ὑπ’ αὐτοῦ. διττὴ οὖν καὶ ἡ λύσις, ἡ μὲν τοῦ σώματος ἀπὸ τῆς ψυχῆς, ἡ δὲ τῆς ψυχῆς ἀπὸ ἰοῦ σώματος. καὶ ὁ θάνατος διττός, ὁ μὲν φυσικός, καθ’ ὃν πάντες οἱ ἄνθρωποι ἀποθνήσκομεν, τοῦτ’ ἔστι καθ’ ὃν χωρίζεται τὸ σῶμα ἀπὸ τῆς ψυχῆς, ὁ δὲ προαιρετικός, καθ’ ὃν οἱ φιλόσοφοι μελετῶσι χωρίζειν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. καὶ κατὰ τοῦτο λέγονται μελετᾶν θάνατον, τοῦτ’ ἔστι χωρισμὸν ψυχῆς ἀπὸ τοῦ σώματος. ἰστέον δὲ ὅτι οὗ πάντως τοῦ σώματος χωρισθέντος τῆς Ψυχῆς καὶ ἡ ψυχὴ χωρίζεται τοῦ σώματος· αἱ γὰρ φιλοσώματοι ψυχαὶ καὶ μετὰ θάνατον τὸν τῶν σωμάτων ἔτι περιέπουσιν ἔρωτα, καὶ τούτων εἶναί φασι τὰ φαινόμενα περὶ τοὺς τάφους σκιοειδῆ φαντάσματα. ἀλλ’ οὐδὲ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος χωριζομένης τὸ σῶμα παντελῶς Κωρίζεται τῆς ψυχῆς· οἱ γὰρ φιλοσόφως ζῶντες καὶ ἐν τῇ ζωῇ ὄντες ἔτι χωρίζουσιν ἑαυτοὺς ἰοῦ σώματος. ἔστιν οὖν ἡ φιλοσοφία μελέτη θανάτου, τοῦτ’ ἔστι μελέτη χωρισμοῦ ψυχῆς ἀπὸ τοῦ σώματος.

Ζητῆσαι δὲ λοιπὸν ἄξιον, ὡς εἰ τέλος ἔχει ἡ φιλοσοφία τὴν τῶν ὄντων γνῶσιν, πῶς τὸν ὁρισμὸν τὸν λέγοντα “γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί”, καὶ πάλιν “γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ”, ἐκ [*](1 λεγόμενος περὶ αὐτῶν colloe. Plat. αὐτὸν Ε 2 ἑαυτοὺς D : αὑτοὺς EMVp: ἑαυτὸν Plat. ἐκ ταύτης αὐτοὺς colloe. Μ ἐξάγειν] λύειν Plat. οὐδὲ EMVp Plat.: μηδὲ D 3 ῥᾴδιον P δὴ D: δὲ EMp: oblitt. V ἑαυτὸν D: έαυτοὺς EMp: oblitt. V 4 καταδεθεὶς Dp: κατατεθεὶς EMV 5 ἀποδρᾶσαι D: ἀποδράσαι EMVp 6 δοθέντα M 7 θανατᾶν D: Θαναθοῦν EMVp 8. 9 πρόσεχε τ. λεγ. D: πρόσεχε τ. λεγ. οὖν E: πρόσεχε οὖν τοῖς λεγ. MVp 11 διττή ἐστιν MV 12 ἔστι δὲ καὶ EMVp 13 τῷ σώματι δέδεται δουλεύουσα αὐτῷ D: δέδεται δουλεύουσα τῷ σώματι αὐτῷ Ep: δέδεται τῷ σώματι σώματι M: δέδεται τῷ σώματι δολεόυσα V κεκρατημένη D: καὶ κρατουμένη Ε: κεκρατουμένη Mp: oblitt. V 14 τῆς ψυχῆς DM: ψυχῆς Ep: oblitt. V 15 τοῦ σώματος DMV : σώματος Ep 17 ἀπὸ D: cm. EMp: locus oblilt. V 19 τῆς ψυχῆς Μ τοῦ DM: oin. Ep: locus oblitt. V (cf. V. 27) δὲ D: γὰρ EMp: oblitt. V 22 φαμὲν Ε περὶ] παρὰ Ε 24 παντελῶς D: πάντως EMp: oblitt. V 24. 25 οἱ γὰρ φιλόσοφοι ὡς ζῶντες Ε 28 τὴν om. V 29 γνῶσις] γνῶσιν Ε ᾖ] καθὸ E 30 τε θείων E)

6
τοῦ ὑποκειμένου φαμὲν καὶ οὐκ ἐκ τοῦ τέλους. ὡς γὰρ τὴν ἰατρικὴν [*](3r) ἐπιστήμην περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένην ἐκ τοῦ ὑποκειμένου φαμὲν ὁρίζεσθαι, ὅταν δὲ ὑγείας περιποιητικήν, ἐκ τοῦ τέλους, ὅτι τούτου στοχάζεται.. οὕτω δὴ καὶ ἐπὶ τῆς φιλοσοφίας, εἰ τέλος ἔχει τὴν τῶν ὄντων γνῶσιν, ἐκ τοῦ τέλους εἶναι λέγειν δεῖ τοὺς ἀποδιδομένους ὁρισμούς. ἐκεῖνο δὲ πρῶτον σκοπητέον, ὡς ἡ μὲν φιλοσοφία τὸ μέν τι ἔχουσα μέρος θεωρητικὸν τὸ δὲ πρακτικὸν διττὸν ἔχει καὶ τὸ τέλος· ὅταν γὰρ λέγωμεν εἶναι θανάτου μελέτην τὴν φιλοσοφίαν, ἐκ τοῦ πρακτικοῦ τέλους αὐτὴν ὁριζόμεθα, | ὅταν δὲ γνῶσιν τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἐκ τοῦ γνωστικοῦ, [*](3v) ὅταν δὲ ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ἐξ ἀμφοῖν. ἡ μὲν οὖν ἰστρικὴ μικτὴ οὖσα, ὅταν μὲν κατὰ μόνον τὸ θεωρητικὸν αὐτῆς ὁρίζηται, λέγεται ἐπιστήμη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη (καὶ εἰκότως ἐκ τοῦ ὐποκειμένου αὐτῆς τὸν ὁρισμόν φαμεν τοῦτον), ὅταν δὲ κατὰ τὸ οὗ ἔνεκεν τοιαύτῃ χρῆται θεωρίᾳ, ὑγείας εἶναι περιποιητική, καὶ ἐκ τοῦ τέλους εἶναι τοῦτον λέγομεν τὸν ὁρισμόν. ἡ δὲ φιλοσοφία ἁπλοῦν ἔχουσα τὸ θεωρητικὸν εἶδος αὐτοῦ γάρ καὶ μόνου ἕνεκεν γίνεται τοῦ γνῶναι τὰ πράγματα) οὐκ ἄν ἄλλον μὲν ἐκ τοῦ ὑποκειμένου δέξαιτο ὁρισμόν. ἄλλον δὲ ἐκ τοῦ τέλους. ἡ γὰρ γνῶσις τινῶν ἐστι γνῶσις· ἅμα οὖν καὶ ὅτι γνῶσις καὶ τινῶν γνῶσις συμπεριλήφεται. καὶ οἶμαί γε, εἴτε ἐκ τοῦ ὑποκειμένου τὸν τοιοῦτον ὁρισμὸν εἴτε ἐκ τοὺ τέλους εἴποι τις, οὐκ ἄν ἁμάρτοι, μᾶλλον μᾶλλον δὲ ἐξ ἀμφοῖν εἴη ἄν. ἀλλ’ ἴσως πρὸς διαστολὴν τῶν ἄλλων ὁρισμῶν, τοῦ τε λέγοντος “ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ οὐ προσδιορίζοντος ἐν τίσιν ἡ ὁμοίωσις, καὶ τοῦ λέγοντος “ μελέτη θανάτου” ἐκ τοῦ ὑποκειμένου τοὺς εἰρημένους ὅρους προσηγοπεύσαμεν.

Ἔστι δὲ καὶ ἄλλος τῆς φιλοσοφίας ὁρισμὸς Ἀριστοτέλους ἐκ τῆς ὑπεροχῆς αὐτῆς, ἧς ἔχει πρὸς τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας, λέγων “φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν”, τοιῷδέ τινι τρόπῳ πρὸς ταύτην ἰόντος τὴν ἀπόδοσιν. τῶν γνώσεων αἱ μέν εἰσι τέχναις πρέπουσαι, αἱ δὲ ἐπιστήμαις. αὗται δὲ αἱ τέχναι καὶ ἐπιστῆμαι [*](2 ἐπιστήμην EMp: τέχνην D: oblitt. V (cf. v. 12) 3 περιποιητική Μ; an περιπ. λέγωμεν? 6 μὲν (ante φιλοσ.) D: om. EMVp τι ex τοι corn Ε μέρος Taur. 129: μόνως D: μόνον EMVp 7.8 λἐγ. μελ. εἶναι θ. colloc. EMp: μελ. λέγ. εἶναι θ. V D γνῶσις D ἐστίν] εἰσίν V 10 ἀνθρώπῳ Vp: om. DEM post ἀμφοῖν afld. αὐτὴν ὁριζόμεθα M οὑν D : om. EMVp 11 ὁρίζεται DE 13 τὸν ὁρ. φαμὲν τοῦτον D: τὸν τοιοῦτον φαμὲν ὁρ. EMVp κατὰ τὸ EMVp: τοῦ D 14 ἕνεκεν DV: ἕνεκα EMp τοιαύτη Laur. 72,7: τῆ αὐτὴ DEMV: τῇ ἑαυτῆς p περιποιητική EM: περιποιητικήν Dp: oblitt. V 17 δέξαιτο scripsi: δέξηται libri 18 καὶ om. D 19 post τινῶν add. ἐστι p καὶ οἶμαι γε D : ὁμοῦ τε Ε καὶ οἶμαί γε ὅτι M : καὶ ἄμα (?) γε ὅτι V: καὶ ὁμοῦ τε p εἴτε] ἢ V 20 post τις add. ἄν EVp 21 ἂν εἴη colloc. M 22 τε om. E ἀνθρώπῳ MV: om. DEp (cf. v. 10) 23 ante οὐ add. καὶ EMVp: om. D οὐ] τοῦ V μελέτην D 24 ἐκ τοῦ] αὑτοῦ V 25 Ἀριστ.] cf. Metaph. Α 2 26 ἧς ἔχει D: τῆς EMVp τε καὶ MV 27 ἰόντος scripsi: ἰδόντος libri 28 εἰσι DMV: om. Ep 29 ταῖς τέχναις EMVp πρέπουσαι DEMV: πρέπουσιν p ταῖς ἐπιστήμαις p)

7
κατὰ μὲν τοὺς λόγους οὐδὲν διαφέρουσιν ἀλλήλων (οί γάρ ἑκάστης λόγοι [*](3v) καθ' ἑαυτοὺς μὲν ἄπταιστοί εἰσι), κατὰ δὲ τὴν ὔλην διαλλάττουσιν· αἱ μὲν γὰρ ἐπιστῆμαι περὶ τὰ ὡσαύτως ἔχοντα καταγίνονται, οἷον ἀστρονομία γεω- μετρία ἀριθμητική, αἱ δὲ τέχναι περὶ τὰ ὡς ἐπὶ τὸ πολὺ καὶ μετταβαλλόμενα. ὅθεν τῆς γεωμετρίας οἱ λόγοι ἄπταιστοι μένουσιν, ὣ ἔχει ἐκεΤνος ‘παντὸς κύκλου τὰ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν δ,-αστήματα ἴσα εἰσὶν ἀλλήλοισ’’ (τοῦτο γὰρ ὡσαύτως ἔχον ἐστίν), οἱ δὲ τῆς ἰατρικῆζ- πταίπταίουσίν, ὡς ὁ λέγων ‘τὰ ἐναντία τῶν ἐναντίων ἰάματα’, διὰ τὸ μὴ περὶ τὸ ὡσαύτως ἔχον ἀεὶ καταγίνεσθαι· πρῶτον μὲν γὰρ οὐδὲ πάντων τῶν νοση- μάτων ἰάματά ἐστι· τί γάρ, ἐάν ἡ νόσος ὀλεθρία ᾖ; ἄλλως τε ἔστιν ὅτε οὐ τὰ ἐναντία προσάγουσιν, ἀλλὰ τὰ ὅμοια, ὡς ἐπὶ τῶν κατὰ συμβεβηκός· πολλάκις γὰρ ψυχρὸν ὕδωρ ἐπιχεόμενον ἠτονηκυῖαν ἤδη θερμότητα ἀνεκαλέσατο. πάσαις τοίνυν ταῖς ἐπιστήμαις καὶ τέχναις ἡ φιλοσοφία τὰς ἀρχάς δίδωσι· τῇ μὲν γὰρ γεωμετρίᾳ τοὺς καθολικοὺς λόγους (φιλοσόφων γὰρ τὸ καθόλου ζητεῖν), ἄλλως τε ὁ γεωμέτρης τὸ σημεῖον ἀμερὲς λαμβάνει καὶ τὸ μέγεθος ἐπ’ ἄπειρον διαιρεῖ καὶ ταύταις ἀναποδείκτως ταῖς ἀρχαῖς κέχρηται, ὁ δὲ φιλόσοφος ταῦτα δείκνυσιν. ἐπειδὴ γάρ ύͅησι πᾶν τὸ περατοῦν τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει· τὸ γὰρ σῶμα τρεῖς ἔχον διαστάσεις περατοῦται ὑπὸ τῆς ἐπιφανείας, ἥτις ἔχει δύο διαστάσεις, μῆκος καὶ πλάτος (βάθος γάρ οὐκ ἔχει ᾦ λείπεται τοῦ σώματος), ἡ δὲ ἐπιφάνεια δύο ἔχουσα διαστάσεις περατοῦται ὑπὸ τῆς γραμμῆς, ἥτις μίαν ἔχει διάστασιν τὸ μῆκος μόνον, ἡ δὲ γραμμὴ περατοῦται ὑπὸ τοῦ σημείου, ὃ δῆλον ὅτι οὐχ ἕξει οὐδεμίαν διάσιασιν, ἀλλ’ ἔσται ἀμερές, εἴ γε, ὡς εἴρη- τᾶι, πᾶν πέρας τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει. ὅτι δὲ καὶ πᾶν μέγεθος -ἐπ’ ἄπειρόν ἐσ· τι διαιρετόν, δείκνυσι λαμβάνων, ὅτι ἡ τομὴ κατὰ σημεῖα γίνεται, ἅπερ οὐ συντίθενται οὐδὲ ποιοῦσι σῶμα. οὐκοῦν τὸ σῶμα τρεῖς ἔχει διαστάσεις κατὰ σημεῖα διαιρούμενον, οὐδὲν γὰρ ἀφαιρεῖται ἡ διαίρεσις τοῦ σώματος πλὴν τοῦ ποσοῦ τοῦ μεγέθους, τὸ δὲ ῳεῖς ἔχειν διαστάσεις οὐκ ἀφαιρεῖται· οὐκοῦν ὁ λόγος τοῦ σώλuατος ἐπιδέχεται τὴν [*](4r) εἰς ἄπειρον τομήν· εἰ δὲ ἡμῖν ἀδύνατός ἐστι διὰ τὴν σύμφυτον ἀσθένειαν ἀνυσθῆναι, οὐ διὰ τοῦτο ἀνῄρηται. τῇ δὲ ἰατρικῇ τὰ τέσσαρα στοιχεια· τῶν γὰρ φιλοσόφων ἀποδεικνύντων τέσσαρα εἶναι τῶν ἐν γενέσει σωμάτων [*](2 διαλάπουσιν DM1p 4 ἐπιπολὺ E καὶ D: om. KMV’p 5 ἐκεῖνος EM: ἐκεῖνος ὁ D: ἐκεῖνο p: oblilt. Y G διαστήματα p: ἀναστήματα codd. 9 ἔχον codd.: ἔχειν p γὰρ D: om. EMVp 10. 11 ἔστιν ὅτε οὐ τὰ Dp: ἔστιν οὖ οὐ πάντα τὰ EM: ἔστιν οὗ οὐ πάντως τὰ V 11 κατὰ συμβ. hand sanum 13 ταῖς τέχναις EMV^p Ι4 μὲν superset-. I) γὰρ (post μὲν) D: om. EMVp 19 δύο διαστάσεις om. M 20 ᾦ] ὃ MV 22 ὃ D: καὶ EMp: oblitt. Y 24 καὶ Dp: om.EM: oblitt. Y 24. 25 μἐ- Hθος πᾶν colioc. EM: oblilt. V λαμβάνον D 26 συντίθεται EMp: oblitt. Y 27 ἔχει] ἔχον MY κατὰ Ep: καὶ τὰ DMY : an καὶ κατὰ? διαι[)ο)̀́μ-cὶον Ep: διαι- διαιρούμενά DMY οὐδὲν] οὐδὲ EMV 27. 28 τοῦ σώματος ἡ διαίρεσις eolloc. EMVp 28 τοῦ μεγέθους D: τὸ μέγεθος EMYp: fort, eicias ἔχειν] ἔχον M ;’iO εἰς] ἐπ’ p ἡμῖν D: om. EMp: locus oblitt. Y 31 τὰ τέσσαρα στοιχεῖα EMp: τέσ- σαρα στοιχεῖα D: oblitt. V 32 γὰρ D: om. EMp: locus oblitt. V)
8
τὰ στοιχεῖα, ταῦτα δὴ τὰ πολυθρύλλητα, καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, [*](4r) ἐκεῖνοι ὡμολογημένον τοῦτο λαμβάνοντες ἐκ τούτων προσεχῆ στοιχεῖα τοὺς χείοις τούτους λαμβάνοντες. ἔτι μὴν καὶ ῥητορικῇ φιλοσοφία τὰς ἀρχὰς δίδωσιν· ἀναλόγως γὰρ τῇ τε ἐπαγωγῇ καὶ τῷ συλλογισμῷ τὸ παράδειγμα καὶ τὸ ἐνθύμημα ὁ ῥήτωρ λαμβάνει· ὥσπερ γὰρ ὁ συλλογισμὸς ἀληθής ἐστιν, ἐπειδὴ τὸ ἀναγκαῖον ἔχει, οὕτως καὶ τὸ ἐνθύμημα ἀληθὲς βούλεται εἶναι, μιᾷ μέντοι προτάσει τοὐ συλλογισμοῦ λείπεται, ὅθεν καὶ συλλογισμὸς ἀτελὴς λέγεται. συλλογισμὸς δέ ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι. τὸν αὐτὸν δὲ τρόπον ἀναλογεῖ καὶ τῇ ἐπαγωγῇ τὸ παράδειγμα· ὥσπερ γὰρ ἐκείνη τὸ ὡς ἐπὶ τὸ πολὺ ἔχει καὶ τὸ εἰκός, οὐ πάντως δὲ τὸ ἀληθές, οὕτω καὶ τὸ παράδειγμα. διαφέρει δὲ καὶ ταῦτα ἀλλήλων, ὅτι ἡ μὲν ἐπαγωγὴ λόγος ἐστὶν ἀπὸ τῶν μερικῶν τὰ καθόλου πιστούμενος, τὸ δὲ παράδειγμα ἀπὸ τῶν μερικῶν τὰ ἐπὶ μέρους πιστοῦται. καὶ τὰ ἐπιχειρήματα δὲ ἐκεῖθεν λαμβάνει· περὶ γὰρ τοπικῶν ὁ Ἀριστοτέλης ἐν τῇ λογικῇ διείλεκται καὶ ὅλως ῥητορικὰς τέχνας ἐπραγματεύσατο. οὐκοῦν καὶ ἡ ῥητορικὴ παρὰ φιλοσοφίας τὰς ἀρχὰς εἴληφεν, ἄλλως τε καὶ ὁ ῥήτωρ κέχρηται τῷ καλῷ καὶ τῷ δικαίῳ καὶ τῷ συμφέροντι οὐκ εἰδὼς ποῦ ποτε θεωρεῖται τὸ δίκαιον, οὐδὲ εἰ ταὐτόν ἐστι τῷ συμφέροντι· ἔστι γὰρ ὅπου εἰς ταὐτὸν αὐτὸ κομίζουσι τῷ δικαίῳ, ἔστι δ’ ὅτε καὶ διαιροῦσιν αὐτὸ καὶ ἐναντίον τίθενται· δείκνυται δὲ ὅτι ταῦτά ἐστι καὶ ἀντιστρέφει. καὶ γραμματικῇ δὲ ὁμοίως· περὶ γὰρ τόνους καὶ χρόνους καταγίνεται, ἅπερ ἐστὶ μουσικῆς, ἡ δὲ μουσικὴ φιλοσοφίας ἐστὶ μέρος. οὐ μόνον δὲ αἱ λογικαὶ τέχναι καὶ ἐπιστῆμαι δέονται φιλοσοφίας ἀλλὰ καὶ αἱ βάναυσοι λεγόμεναι τέχναι. ὁ γοῦν αἰκοδόμος μος τῇ καθέτῳ χρῆται πρὸς τὸ διακρῖναι, εἴτε ὄρθιός ἐστιν ὁ τοῖχος ἢ οὔ, τίς μέντοι ἡ κάθετος οὐκέτι οἶδεν. ὁ μέντοι φιλόσοφος οἶδεν εὐθὺς τὴν αἰτίαν· ἐρεῖ γὰρ ὅτι πάντα τὰ βάρη αὐτοφυῶς ἐπὶ τὸ κέντρον ὁρμᾷ, ὅθεν πρὸς ὀρθὰς γωνίας πανταχόθεν τὰ βάρη καταφέρεται, αἱ δὲ ὀρθαὶ [*](2 ἐκεῖνο (l eras.) Ε 3 χυμοὺς post φασι transpos. EMVp γεννᾶσθαι EMp: γενέσθαι D: oblitt. V πορρωτέροις D (fort, recte) 4 τούτους Dp: τούτοις Ε: ταῦτα MV γε μὴν p μὴν] μὲν Ε τῆ ῥητορ. ἡ φιλοσ. Mp: cf. v. 17. 22 5 τε om. D 7 ἔχει τὸ ἀναγκαῖον colloc. EMVp 9 λέγεται ἀτελής colloc. V δὲ iterat. D 10 τῶ] τὰ Ε (corr. m. 2) 11 τοῦτο παράδειγμα V γὰρ om. E 12 ἐπιπολὺ Ep 14 τὰ καθόλου DE2: τὸ καθόλου E1 MV 4 post πιστεύμενος add. οἷον ῥητορικὴ καὶ νομοθετικὴ καὶ ἡ δεῖνα καὶ ἡ δεῖνα τέχναι οὖσαι ὠφέλιμοί εἰσι τῷ βίῳ· τέχνη ἄρα οὖσα καὶ ἡ ἰατρικὴ ὠφέλιμός ἐστι τῷ βίῳ EMVp: om. D 16 διήλεκται p 17 ῥητορικὰς DEp: λογικὰς MV 18 τῆς φιλοσ. p ἀρχὰς EMVp: ἀφορμὰς (sed in lit.) D εἴληχεν V καὶ om. D 18. ᾦ τῷ καλῷ καὶ eicias τῷ δικαίῳ καὶ τῷ καλῷ colloc. EMVp 19 ποῦ ποτε D: ποῦ τε EM: πῶς καὶ ποῦ ποτε p: oblitt. V θεωρῆται MV 20 ὅπου] ἡ ποῦ M 21 κομίζουσι DE: νομίζουσι MVp τίθεται Ε1 22 ταῦτά ἐστι καὶ ἀντιστρ. D: ταῦτά ἐστιν ὅτε καὶ ἀντιστρ. EMVp γραμματικῇ scripsi: γραμματικὴ libri (cf. v. 4 p. 7,31) 23 γὰρ om. M 25 γοῦν D: γὰρ EMVp 26 ἢ D: εἴτε EMVp 29 καταφέρονται D)
9
γωνίαι ἀπαρέγκλιτοί εἰσι. καὶ ὁ τέκτων δὲ πρὸς τὸ εὐθὲς ποιῆσαι τὸ ξύλον [*](4r) τῇ στάθμῃ κέχρηται· τίς μέντοι ἡ ἰῆς εὐθείας φύσις, οὐκέτι οἶδεν. ἡ δὲ γεωμετρία μέρος τι οὖσα καὶ αὐτὴ φιλοσοφίας ἐρεῖ· εὐθεῖα γάρ ἐστιν ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται. ὁμοίως δὲ καὶ πάσας τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας ἀπὸ φιλοσοφίας τὰς ἀρχὰς ἐχούσας ἔστιν εὑρεῖν. ἔστιν οὗν ἡ φιλοσοφία τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν.

Ὁ μέντοι Πυθαγόρας φησὶ “φιλοσοφία ἐστὶ φιλία σοφίας” πρῶτος τῷ παρὰ τοῖς παλαιοτέροις ἐπιστὰς ἁμαρτήματι. ἐπειδὴ γὰρ ἐκεῖνοι σοφὸν ὠνόμαζον τὸν ἡντιναοῦν μετιόντα τέχνην, ὧν εἷς ἦν καὶ Ἀρχίλοχος λέγων

  1. τρίαιναν ἐσθλὴν καὶ κυβερνήτης σοφός,
καὶ ὁ ποιητὴς
  1. ἐπεὶ σοφὸς ἤραρε τέκτων
καὶ
  1. εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
μεθίστησι τὴν προσηγορίαν ταύτην ἐπὶ τὸν θεὸν ὡς μόνον ἐκεῖνον παλεῖσθαι σοφόν, τὸν θεόν φημι, σοφίαν τε καὶ τὴν τῶν ὄντων ἀιδίων ἔχοντα γνῶσιν. ὁρῶν δὲ τοὺς μὲν ἐπὶ ῥητορικὴν ἰοὺς δὲ ἐπὶ γραμματικὴν τοὺς [*](4v) δὲ ἐπὶ τὴν τῶν φυσικῶν ζήτησιν τρέχοντας, ἄλλους δ’ αὖ πάλιν ἐφ’ ἕτερα, προσαγοπεύει τοὺς τὴν τῶν φυσικῶν θεωρίαν ἀσκοῦντας φιλοσόφους οἱονεὶ φιλοῦντας τὸν σοφόν, ὅπερ ἠξίου καλεῖν τὸν θεόν, τὴν δὲ τούτων γνῶσιν φιλοσοφίαν ἀναλόγως τὴν φιλίαν τῆς σοφίας· σοφίαν γὰρ, ὡς ἤδη εἴρηται, τὴν τοὐ θεοῦ γνῶσιν ὠνόμαζε. ταῦτα Πυθαγόρας. εἰσὶ δὲ καὶ ἄλλοι τῆς φιλοσοφίας ὁρισμοί, ἀρκοῦσι δὲ καὶ οὗτοι.

ἐπειδὴ δὲ τἀν πρᾶγμα ἢ διαιρετόν ἐστιν ἢ ἀδιαίρετον, ἀνάγκη καὶ ἡμᾶς εἰπεῖν, πότερον ἡ φιλοσοφία διαιρετὴ ἢ οὔ. πρὸ δὲ τούτου δίκαιόν ἐστιν εἰπεῖν, τί ὅλως ἐστὶ διαίρεσις καὶ τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις· τὸν γὰρ περὶ διαιρέσεως διαλεγόμενον χρὴ πρότερον εἰπεῖν ὅ τι ποτέ ἐστι τούτων ἔκαστον. ἔστι μὲν οὖν διαίρεσις ἡ κατὰ πρώτην ἐπιβολὴν τομὴ [*](1 γωνίαι Dp: om. EM: locus oblitt. V εὐθὲς DEM: εὐθὺ Vp ποιῆσαι Dp: ποιεῖν EMV 3 τι MV: τε DEp 4 ἐφ’ ἐαυτῆς V Euclid. El. I def. 4: ὑφ’ ἑαυτὴν D: ἐφ’ ἑαυτὴν Ep: ἐφ’ ἑαυτῇ M καὶ D: om. EMYp 5. 6 ἐχούσας ἔστιν εὑρεῖν DMp : εὑρήσεις ἐχούσας E: oblitt. V 7 φησὶ EMV: ὅτι D: φησὶ ὅτι p 9 ὁντιναοῦν E ὁ ἀρχίλοχος EMVp (cf. fr. 45 Bergk II 4 p. 394) 10 λέγων om. V 11 κυβερνήτην σοφόν Bergk. 13 ἐπεὶ σοφὸς ἦρ. τ.] σοφός apud Homerum non invenitur: fort, spectat ᾦ 712 τούς τε κλυτὸς ἤραρε τέκτων); τέκτονες σοφοί occurrit apud Find. Pytb. 3. 113 15 εὖ εἰδῇ Hom. O 412 16 τὸν θεόν φημι D: τὸν θεὸν Ep: om. M: locus oblitt. V 17 σοφίαν DE: τὸν σοφίας (sic) Μ: τὸν τὴν σοφίαν p: oblitt. V ἀιδίων scripsi: ἀίδιον libii 18 ὁρῶν] ἡμῶν E 19 τὴν] τι p τρέχοντας D: ἔχοντας Ep: νεύοντας (?) M: oblitt. V ἄλλους ex ἄλλο corr. Ε 21 an ὅνπερ? ἠξίουν p τῶν δὲ τούτων τὴν γνῶσιν E 22 ἀναλόγως φιλοσοφ. colloc. EMVp: φιλοσοφίαν eicias 22. 23 τὴν φιλίαν - γνῶσιν om. p 22 εἴρηται] ἤρηται D 23 γνῶσιν D: φύσιν EM: oblitt. V (cf. v. 18) καὶ EMVp: om. D 25 ἢ—ἢ D: εἴτε—εἴτε EMp: oblitt. V 26 διαιρετή ἐστιν p 28 ποτε Dp: περ EM: oblitt. V 29 ἡ διαίρεσις EM)

10
τοῦ πράγματος, ἐπιδιαίρεσις δὲ ἡ κατὰ δευτέραν ἐπιβολὴν τομὴ τοῦ αὐτοῦ [*](4v) πράγματος, οἷον κατὰ πρώτην ἐπιβολὴν τέμνω τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον τοῦτο διαίρεσις), κατὰ δευτέραν δὲ ἐπιβολὴν τὸ αὐτὸ εἰς θνητὸν καὶ ἀθά. νατον (τοῦτό ἐστιν ἐπιδιαίρεσις)· μόνῃ δὲ τῇ τάξει διαφέρουσιν ἀλλήλων. ὑποδιαιρεσις δέ ἐστιν ἡ τοῦ διαιρεθέντος ἤδη πράγματος τοῦ μέρους ἤτοι τοῦ εἴδους τομή εἶδος δὲ λέγω νῦν τὸ ὑπάλληλον), οἷον ὅτι τοῦ ἐπουρανίου τὸ μέν ἐστιν ἀπλανὲς τὸ δὲ πλανώμενον· τὸ γὰρ ἐπουράνιον εἶδος ἢν τοῦ ζώου, τοῦτο δὲ ὑποδιείλομεν εἴς τε τὸ ἀπλανές καὶ τὸ πλανώμενον. διδαξάντων οὗν ἡμῶν τί ἐστι διαίρεσις, τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις, ἀκόλουθον καὶ περὶ τῆς ἐν τῇ φιλοσοφίᾳ διαιρέσεως λέγειν. [διαιρεῖται γάρ, ὡς ἀνωτάτω διελεῖν ἔστι, κατὰ μέν τινας εἰς δύο, κατὰ δὲ ἑτέρους εἰς τρία· τινὲς γὰρ εἰς τρία διαιροῦσι τὸν φιλοσοφίαν, εἰς θεωρητικὸν καὶ πρακτικὸν καὶ λογικὸν. εἰ δ’ οὕτως ἔχει ἢ μή, ἐπισκεφώμεθα. ἰστέον ὅτι τῆς διαιρέσεως τῇ ἀληθείᾳ τὸ θεολογικὸν πρῶτόν ἐστιν· ἀρχαὶ γὰρ πάντων τὰ θεῖα. διὸ καὶ οὐκ ἀκαίρως οἱ παλαιοὶ τοῦτο προέθηκαν. τὸ δὲ φυσιολογικὸν ὡς μὲν πρὸς ἡμᾶς πρῶτον (οὐ γὰρ ἄν γνοίημεν τὴν νοητὴν οὐσίαν πρὸ τῆς αἰσθητῆς), ὡς δὲ πρὸς τὸ ἀληθὲς ἔσχατον· ἐσχάτη γὰρ οὐσία ἡ ἔνυλος, διὸ καὶ τὴν ἐσχάτην εἴληφε τάξιν. μέσον δὲ τούτων τὸ μαθηματικόν, ἐπειδὴ καὶ κατὰ φύσιν μέσην ἔχει τάξιν. τοῦτο δέ τινες τῶν πάλαι προέταξαν τοῦ φυσιολογικοῦ, οἱ μὲν κατὰ Πλάτωνα, ἵνα, φασί, τὰς ἰδέας ἐν τῇ ψυχῇ ἤδη ἀποκειμένας ἐπιγινώσκωμεν ἤτοι ἀναμιμνησκώμεθα τὰ ἐν τοῖς καθ’ ἕκαστα θεωροῦντες, ὁδῷ τινι ἢ κλίμακι τῷ μαθηματικῷ χρώμενοι· οἱ δὲ κατὰ Ἀριστοτέλην βουλόμενοι ἡμάς ἐθίζειν ἀπὸ τῆς ἐνύλου οὐσίας γινώσκειν τὴν νοητήν, ἥτις ἐστὶ μὲν ἀόρατος, πλείονα δὲ ἔχει καὶ ἐναργεστέραν τὴν ὑπόστασιν ἢ κατὰ τὴν ὕλην· καὶ γὰρ ἐνταῦθα τὴν γραμμὴν τὴν ἐν τῇ ὕλη μανθάνομεν, οὐχ ὅπως τὴν ὕλην ἢ τὸν κηρὸν ἡ τὸν χαλκὸν γνοίημεν, ἀλλ’ ἵνα ἀποσυλήσαντες αὐτὴν ἀποθώμεθα εἰς τὸν νοῦν, [*](1 ἐπιβολὴν] ἐπιτομὴν V 1. 2 τοῦ αὐτοῦ πράγματος D: ἄλλως EM: αὐτοῦ V: om. p 2 τέμνων M 3 κατὰ δευτέραν δὲ ἐπιβολὴν τὸ αὐτὸ D : κατὰ δευτέραν ἐπιβολὴν τέμνω τέμνων M) τὸ ζῷον EMV: κατὰ δὲ δευτέραν p εἴς τε τὸ ἐπουράνιον καὶ ἐπιχθόνιον ἤγουν θνητὸν καὶ ἀθ. p 4 ἐστὶν om. EM τῇ (aute τάξει) om. EM διαφέρουδι D: διαφέρει EMVp 5. 6 ἤτοι τοῦ εἴδους D: ἤτοι εἴδους EVp: ἢ τοῦ εἴδους M 8 τοῦτο EMp: τὸ D: oblitt. V 9 οὖν om. Al καὶ τί ἐπιδιαίρεσις EMp 10 τῇ (ante φιλοσ.) om. MV λέγειν DEM: εἰπεῖν Vp διαιρεῖται—συμμεταβάλλεσθαι (p. 11,5) inclusi (cf. ijuae Wellmann ad Galeni q. f. de part. phil. p. 23,12 adnotavit) 12 τέσσαρα τρίαΕ καὶ γάρ τινες P καὶ EM: εἰς D: om. p: oblitt. V 13 λογικόν EMp: θεολογικόν D: oblitt. V ἐπισκεψώμεθα D: εἰσόμεθα EMp: oblitt. V ἰστέον δὲ MV 14 γὰρ Dp: δὲ EMV 15 προέθηκαν MV: προσέθηκαν DEp 19 καὶ om. D 20 φησί M 21 ἐπιγινώσκωμεν Mp: ἐπιγινώσκομεν DE : γινώσκω- μὲν V ἀναμιμνησκώμεθα EMVp: ἀναμιμνησκόμεθα D 22 ἕκαστα DEV: ἕκαστον Mp θεωροῦντες D: θεωρούμενα EMp: oblitt. V ἡ D: καὶ EMp: oblitt. V 23 post Ἀριστοτέλην add. τὸ ἀνάπαλιν MV: τὴν μέσην τάξιν αὐτῶ ἀπενείμαντο p 24 ἥτις Dp: ἣ EM: oblitt. V ἀόριστος E 25 ἐναργεστέραν D: ἐνεργεστέραν EMVp post ἐναργ. add. ἔχει Ε τὴν ὕλην D: ὅλην EMYp)
11
ἔνθα βεβαιοτέραν ὁρῶμεν αὐτῆς τὴν ὑπόστασιν· ὅτι δὲ οὐ κοινωνεῖ τῷ [*](4ν) κηρῷ κατὰ τὴν οὐσίαν τὸ σχῆμα οἷον ἡ γραμμὴ ἢ τὸ τρίγωνον, αὐτόθεν δῆλον· αὐτίκα γοῦν τριγώνου σχήματος μεταβληθέντος ἀφαιρεθείσης τῆς μιᾶς πλευρᾶς οὐ συμμεταβάλλεται ὁ κηρός, καίτοι εἰ ἐκοινώνει κατὰ τὴν οὐσίαν, ἔδει συμμεταβάλλεσθαι].

Διαιρεῖται οὖν ἡ φιλοσοφία ὡς ἤδη εἴρηται] εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν. ἄξιον δὲ ζητῆσαι, δι’ ἣν αἰτίαν εἰς δύο καὶ διὰ τί εἰς ταῦτα διαιρεῖται καὶ μήτε εἰς πλείονα μήτε εἰς ἐλάττονα. καὶ εἰς ἐλάττονα μὲν ἀδύνατον ἦν ποιῆσαι τὴν διαίρεσιν· οὐδὲ γὰρ ἂν τὸ ἓν εἰς ἓν διαιρεθείη. διὰ τί οὖν μὴ εἰς πλείονα ἀλλ’ εἰς δύο; τούτου δὲ αἰτίαι δύο εἰσίν. ἐπειδὴ [*](5r) γὰρ ἐλέγομεν τὴν φιλοσοφίαν ὁμοίωσιν θεῷ εἶναι, ὁ δὲ θεὸς διττὰς ἔχει τὰς ἐνεργείας, τὰς μὲν γνωστικὰς πάντων τῶν ὄντων, τὰς οε προνοητικὰς ἡμῶν τῶν καταδεεστέρων, εἰκότως ἡ φιλοσοφία διαιρεῖται εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν· διὰ γὰρ τοῦ θεωρητικοῦ γινώσκομεν τὰ ὄντα, διὰ δὲ τοῦ πρακτικοῦ προνοούμεθα τῶν καταδεεστέρων, καὶ οὕτως ἐξομοιοῦμεν ἑαυτοὺς τῷ θεῷ. πάλιν δὲ τῆς ἡμετέρας ψυχῆς διτταὶ αἱ ἐνέργειαι, αἱ μὲν γνωστικαὶ οἷον νοῦς διάνοια δόξα φαντασία καὶ αἴσθησις, αἱ δὲ ζετικαὶ καὶ ὀρεκτικαὶ οἷον βούλησις θυμὸς ἐπιθυμία. ὁ οὖν φιλόσοφος πάντα τὰ τῆς ψυχῆς μέρη βούλεται κοσμῆσαι καὶ εἰς τελείωσιν ἀγαγεῖν· διὰ οὖν τοῦ θεωρητικοῦ τελειοῦται τὸ ἐν ἡμῖν γνωστικόν, διὰ δὲ τοῦ πρακτικοῦ τὸ ζωτικόν. εἰκότως οὖν ἡ φιλοσοφία εἰς δύο διαιρεῖται, εἴς τε θεωρητικὸν καὶ πρακτικόν. πάλιν τὸ θεωρ·ητικὸν διαιρεῖται εἰς θεολογικὸν μαθηματικὸν καὶ φυσιολογικόν. εἰκότως καὶ τοῦτο· ἐπειδὴ γὰρ πάντα τὰ ὄντα βούλεται θεωρεῖν ὁ φιλόσοφος, τῶν δὲ ὄντων πάντων τρεῖς εἰσι τάξεις· τὰ μὲν γὰρ τῶν πραγμάτων παντάπασίν ἐστι χωριστὰ τῆς ὅλης καὶ τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ, οἷά ἐστι τὰ θεῖα, τὰ δὲ παντάπασιν ἀχώριστα τῆς ὕλης καὶ τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ, οἷά ἐστι τὰ φυσικὰ καὶ ἔνυλα εἴδη, ξύλον καὶ ὀστοῦν καὶ σὰρξ καὶ πάντα ἁπλῶς τὰ σώματα ταῦτα δὲ φυσικὰ καλοῦμεν ὡς ὑπὸ φύσεως δημιουργούμενα προσεχῶς), τὰ δὲ μέσα τούτων ὄντα κατά τι μέν ἐστι χωριστὰ κατά τι δὲ ἀχώριστα, οἷά ἐστὶ τὰ μαθηματικά· κύκλος γὰρ καὶ τρίγωνον [*](1 βεβαιοτέραν Ep: βεβαιότερον DM: oblitt. V 3 αὐτίκα γοῦν D: ἰστέον γοῦν αὐτίκα EMVp 4 εἰ om. V 6 οὖν] γοῦν D ὡς ἤδη εἴρηται inclusi τὸ DEV: τε Mp 7 δέ ἐστι p 8 καὶ μήτε] καὶ μὴ superscr. m. 1 D οὐδὲ] οὐ V 11 εἶναι θεῷ colloc. EMp: oblitt. V; tum add. κατὰ τὸ δυνατὸν ἀνθρώπῳ p 12 τῶν ὄντων πάντων colloc. EMp: oblitt. V 13 ἡμῶν om. p τὸ om. p 16 αἱ (prius) om. D 17 νοῦς δόξα αἴσθησις φαντασία διάνοια (καὶ διάνοια MV) EMVp 18 post βούλησις add. προαίρεσις p καὶ ἐπιθυμία p οὖν] γοῦν V 19 οὖν] γοῦν MVp 21 διαιρ. εἰς δύο colloc. EMp: oblitt. V 22 διαιρεῖται εἰς δύο, εἰς τὸ πραγματικὸν καὶ τὸ λογικόν, καὶ τὸ μὲν πραγματικὸν εἰς τρία, εἰς δεολ. MV (sed in V pleraque oblitt.): διαιρ. εἰς τρία εἰς θ. p 23 ante μαθηματικὸν add. καὶ Ep: om. DM: oblitt. V καὶ τοῦτο εἰκότως p γὰρ om. MV 25 ἐστι] εἰσὶ MV 28 καὶ (ante ἔνυλα) om. D ξύλον καὶ ὀστοῦν καὶ σὰρξ D: ξύλα καὶ ὀστᾶ σαρκὸς EM: ξύλα (cett. oblitt.) V: οἷον ξύλου καὶ ὀστοῦ καὶ σαρκὸς p 29 ἀπλῶς εἰπεῖν EM 31 μὲν γὰρ p)

12
καὶ τὰ τοιαῦτα καθ’ ἑαυτὰ ὑποστῆναι δίχα ὕλης τινὸς οὐ δύνανται καὶ [*](5r) κατὰ τοῦτο ἀχώριστά ἐστι τῆς ὕλης, ἐπειδὴ δὲ θεασάμενοι κύκλον ξύλινον καὶ χαλκοῦν καὶ λίθινον ἀνεμαξάμεθα αὐτοῦ τοῦ κ.ύκλου τὸ εἶδος ἐν τῇ διανοίᾳ καὶ ἔχομεν παρ’ ἑαυτοῖς δίχα τῆς ὕλης ὥσπερ εἰ κηρὸς λάβοι τὸ ἐκτύπωμα τοὺ δακτυλίου μὴ προσλαβών τι τῆς ὕληζ̣), κατὰ τοῦτο χωριστά ἐστι τῆς ὕλης, καθὸ τῇ ἐπινοίᾳ χωρίζεται. τῶν οὗν ὄντων τά μέν ἐστι πανταπασι χωριστὰ τὰ οε παντάπασιν ἀχώριστα τὰ δὲ κάτα τι μὲν χωριστὰ κατά τι δὲ ἀχώριστα· τὸ οὖν θεωρητικὸν διαῳεἰται εἰς θεολογικὸν μαθηματικὸν καὶ φυσιολογικόν. τὰ μὲν οὖν παντάπασι χωριστὰ ἀπονέμουσι τῷ θεολογικῷ μέρει, τὰ δὲ παντάπασιν ἀχώριστα τῷ φυσιολογικῷ, τὰ δὲ κατά τι μὲν χωριστὰ κατά τι δὲ ἀχώριστα τῷ μαθηματικῷ. ὅτι δὲ τὰ μὲν ἔνυλα εἴδη παντάπασιν ἀχώριστά ἐστι τῆς ὕλης τὰ δὲ μαθηματικὰ ·χωριστά, δῆλον καὶ ἐκ τῶν ὁρισμῶν· κύκλον γὰρ ὁριζόμενοι οὐδεμίαν ὕλην παραλαμβάνομεν λέγοντες ‘ κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἕνος σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν τοῦ κύκλου περιφέρειαν ἴσαι ἀλλήλαις εἰσίν’. οἶκον δὲ ὁριζόμενοι ἄνευ ὕλης ἀδυνατοῦμεν ὁρίζεσθαι· φαμὲν οὖν ‘ἐστι ἐστι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων ἐκ λίθων καὶ ξύλων’. εἰ γὰρ μὴ προσθῶμεν τὴν ὕλην, δυνατὸν καὶ σκηνὴν καὶ ἑτέραν τοιαύτην νοῆσαι σκέπην. μέσον δέ ἐστι τὸ μαθηματικὸν εἰκότως· ἐπεὶ γὰρ οὐ δυνάμεθα ἀμέσως ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ θεῖα ἀνάγεσθαι καὶ ἀπὸ τῶν παντάπασιν ἀχωρίστων τῆς ὕλης ἐπὶ τὰ παντάπασι χωριστά, όδεύομεν διὰ τῶν μαθημάτων, τῶν κατά τι μὲν χωριστῶν κατά τι δὲ ἀχωρίστων. διὰ τοῦτο γὰρ καὶ μαθήματα λέγεται, ὅτι δεῖ αὐτὰ μαθόντας [*](5v) καὶ ἐθισθέντας νοεῖν ἀσωμάτως ἀνάγεσθαι ἐπὶ τὰ θεῖα. καὶ γὰρ ὁ θεῖός φησι Πλωτῖνος· “ παραδοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως”. ἐὰν γὰρ βουληθῶμεν εὐθὺς ἀπὸ τῶν φυσιολογικῶν [*](1 καὶ (prius) om. V ἑαυτὸ E οὐ δύνανται EMVp: ἀδύνατον D 3 τὸ εἶδος αὐτοῦ τοῦ κύκλου colloc. EMp: oblitt. V o. 4 ἐν ἐν διανοία D: ἐν τῇ διανοίᾳ xVJ ἡμετέρα. p: om. EM: oblitt. V 4 λάβοι Dp: λάβη EMV 6 ἐστι (prius)] εἰσι D τῶν οὖν DEMV: ἐπεὶ οὖν τῶν p 8 τὸ οὑν θεωρ. DE: τὸ γοῦν θεωρ. MV: εἰκότως τό θεωρ. p post διαιρεῖται add. εἰς τὸ πραγματικὸν καὶ τὸ λογικόν, τὸ δὲ πραγματικὸν διαιρεῖται εἰς τρία MV (cf. p. 11, 22) D οὖν DEM: γὰρ p: oblitt. V 12 ἀχώριστά ἐστι D: ἐστὶν ἀχώριστα EMp: ἀχώριστα V lo καὶ DMV: om. Ep 16 ante ἴσαι siiporscr. καὶ V 17 ἀλλήλοις Ε ἀδυνατοῦμεν EMVp: ἀδύνατον D χωρίζεσθαι V 18 post οὑν add. ὅτι p ὄμβρων τε καὶ καυμάτων κωλυτικὸν p καὶ om. V 19 post ξύλων add. συνιστάμενον MV ante δυνατὸν add. οὐ EMVp : om. D post σκηνὴν in mrg. suppl. πῆξαι E ἑιέραν τοιαύτην p, ex ἕτερα τοιαῦτα corr. E : ἕτερα τοιαῦτα DMV 20 νοῆσαι σκέπην] ποιῆσαι σκέπην DE : ὁρίσασθαι MV: σκέπην νοῆσαι p ἐπεὶ] ἐπειδὴ M 22. 23 ὁδεύομεν διὰ τῶν μαθημάτων D : ὁδ. διὰ τῶν μαθηματικῶν EMV: διὰ τῶν μαθηματικῶν ὁδ. p (cf. v. 24) 24 μαθηματικὰ MV λέγεται D: λέγονται EMVp αὐτὰ D: ταῦτα EMVp μαθόντας MV: μανθάνοντας DEp 25 καὶ (prius) superser. V εἰθισθέντας Ε 25.26 διό φησι Πλωτῖνος ὁ θεῖος MV (sed pleraqne in V oblitt.) 26 Πλωτῖνος] Ennead. I lib. 111,3 p. 20 post παραδοτέον add. δὲ E συνεθισμὸν Dp Plot.: ἐθισμὸν EMV)
13
ἐπὶ θεολογίαν ἀμέσως αὑτοὺς ἀναγαγεῖν, τυφλώττομεν, καθάπερ οἱ ἐκ σκοτεινοτάτου [*](5v) οἴκου εἰς πεφωτισμένον ἀμέσως εἰσερχόμενοι· δεῖ γὰρ πρότερον ἐν οἴκῳ διατρίβειν σύμμετρον ἔχοντι φῶς, εἶθ’ οὕτως ἐλθεῖν εἰς τὸν φωτεινότατον. οὔτως οὖν μεῖά τὰ φυσικὰ δεῖ διατρίψαντας ἐν ἰοῖς μαθήμασιν ἀνάγεσθαι ἐπὶ θεολογίαν· κλῖμαξ γάρ τις καὶ γέφυρά ἐστι. τὰ μαθήματα κοινωνοῦντα μὲν τοῖς φυσικοῖς καθὸ ἀχώριστα τοῖς δὲ θείοις καθὸ χωριστὰ.

Καὶ τὸ φυσιολογικὸν μὲν οὖν καὶ τὸ θεολογικὸν ὐποδιαιρέσις τινὰς ἐπιδέχονται, ἀλλὰ τὰς μὲν τούτων ὐποδιαιρέσεις ὡς ἀσυμμέτρους οὔσας εἰσγωγικαῖς ἀκοαῖς σιωπήσωμεν, τὸ δὲ μαθηματικὸν διαιρεῖται εἰς τέσσαρα, εἰς γεωμετρίαν καὶ ἀστρονομίαν καὶ μουσικὴν καὶ ἀριθμητικήν. καὶ ἡ μὲν ἀριθμητικὴ τοὺς ἀριθμοὺς ἐπισκέπτεται ἔστι δὲ θεῖα τὰ ἀριθμητικὰ θεωρήματα· οὐ γὰρ τὸν λεγόμενον ἀριθμὸν παρὰ τοῖς ἰδιώταις, καθ’ ὃν ἀπαριθμοῦνται, θεωρεῖ ἡ ἀριθμητική, ἀλλὰ τὰ εἴδη τοῦ ἀριθμοῦ ὁποίαν σχέσιν ἔχουσι πρὸς ἄλληλα, οἷον ὁ ἓξ πρὸς τὰ τρία τὸν διπλάσιον ἔχει λόγον καὶ ὁ ἐννέα π.ρὸς τὸν ἓξ τὸν ἡμιόλιον. ἔτι γε μὴν καὶ τὰς γενέσεις τῶν ἀριθμῶν τοῦ τε ἀρτίου καὶ τοῦ περιττοῦ καὶ τοῦ περισσαρτίου καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐπισκέπεται), ἡ δὲ γεωμετρία τὰ μεγέθη καὶ τὰ αχήματα, ἡ δὲ μουσικὴ τὰς τῶν χορδῶν συμφωνίας. ἐπιτηδεύει δὲ καί τινα μέλη κοιμίζοντα μὲν τὰ τῆς ψυχῆς πάθη, διεγείροντα δὲ αὐτὴν ἐπὶ ἀρετήν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δηλοῖ τὰ ἔτι σωζόμενα ἴχνη καὶ οἷον ἀποπτώσεις τῆς μουσικῆς· ἀκούοντες γοῦν σάλπιγγος θυμικώτερον διατιθέμεθα καὶ διὰ τοῦτο ἐν τοῖς πολέμοις ἡ σάλπιγξ ἐπιτηδεύεται), ἀκούοντες δὲ θεατρικῶν μελῶν ἐκλυτώτερον διακείμεθα τὰς ψυχάς. φέρεται δὲ καὶ ἱστορία τοιαύτη, ὅτι ὁ Πυθαγόρας ἑωρακώς τινα νέον αὐλητρίᾳ ἔκλυτον μέλος αὐλούσῃ ἑπόμενον κελεύσαι αὐτὴν στρέψασαν τὸν αὐλὸν αύλῆσαι, καὶ τούτου γενομένου παύσαι τοῦ νέου τὴν ἐπιθυμίαν· ὥστε οὐ δεῖ ἀπιστεῖν τοῖς λεγομένοις περὶ τῆς θείας μουσικῆς. διὰ τοῦτο καὶ ὁ θεῖος Πλατῶν παρακελεύεται τοὺς νέους καὶ διὰ μουσικῆς καὶ διὰ γυμναστικῆς ἰέναι, ἵνα διὰ μὲν τῆς μουσικῆς. τὴν ψυχὴν ἐπικοσμῶσι, διὰ δὲ τοῦ γυμνασίου τὸ σῶμα. ἡ δὲ ἀστρονομία καταγίνεται περὶ τὰς ἐποχὰς τῶν ἀστέρων.

[*](1 ἐπὶ] μετὰ E αὑτοὺς] αὐτοὺς codd. : ἑαυτοὺς p 2 πεφωτισμένον DMp: φωτισμὸν E : oblitt. V εἰσερχόμενοι D: ἐξερχόμενοι EMVp 3 ἔχοντι σύμμετρον colloc. EMVp 3. φωτεινότατον DEp: πάνυ πεφωτισμένον M: oblitt. V 9 συμμέτρους M 10 ἀκοαῖς] ἀγωγαῖς p σιωπήσωμεν Ep: σιωπήσομεν DV: σιωπήσομαι M 11 καὶ (ante ἄστρον. et. μουσ.) om. p 13. 14 καθ’ ὃν p: καθὸ codd. 14 ἀπαριθμοῦντα E ante ὁποίαν add. καὶ EMVp: om. D 10 ἔχει p ἓξ̣ DM: ἕκτος Ep: oblitt. Y τὰ τρία DEM: τὸν τρίτον p: oblitt. V 16 ὁ ἐννέα πρὸς τὸν ἓξ DMV: ὁ ἔννατος πρὸς τὸν ἕκτον Ep γενήσεις D 17 τοῦ (ante περισσαρτίου) om. M περισαρτίου D 21 σωζόμενα ἔτι colloc. V 21. 22 καὶ αἱ οἶον MV (fort. rectc) 22 ·γοῦν DMV: γὰρ Ep 24 ἐκλυτώτερον M: ἐκλυτότερον Dp: ἐκλυτωτέρας Ε: oblitt. V 25 ὅτι om. V ὁ D: om. EMVp 28 τῆς μουσικῆς τῆς θείας M 28. 29 ὁ θεῖος Πλάτ.] cf. Republ. II p. 376 Ε sq. 29 διὰ (ante γυμναστ.) om. D)
14

Διὰ τί δὲ εἰς τέσσαρα διαιρεῖται ἡ μαθηματικὴ καὶ μὴ εἰς πλείονα [*](5v) ἢ εἰς ἐλάττονα, νυνὶ λέγωμεν. ἰστέον ὅτι τὸ μαθηματικὸν περὶ τὸ ποσὸν καταγίνεται. του δὲ πόσου τὸ μὲν ἐστι σύνεχες, τὸ δὲ διωρισμένον. οιαιρεῖται δὲ τούτων ἕκαστον εἰς δύο· τὸ μὲν συνεχὲς εἴς τε τὸ κινητὸν καὶ τὸ ἀκίνητον τοῦ κινητοῦ πάλιν τὸ μὲν ἀεικίνητον τὸ δὲ οὐκ ἀεικίνητον), τὸ δὲ διωρισμένον ποσὸν εἰς τὸ καθ’ αὑτὸ καὶ τὸ πρός τι. ποσὸν συνεχὲς ἐν θέσει ἀκίνητόν ἐστιν ἡ γῆ, περὶ ἣν καταγίνεται ἡ γεωμετρία· ἔστιν οὖν ἡ γεωμετρία γνῶσις ποσοῦ συνεχοῦς ἀκινήτου ἐν θέσει. ποσὸν ἀεικίνητόν ἐστιν ὁ οὐρανός, περὶ ὃν καταγίνεται ἡ ἀστρονομία· καὶ ἔστιν ἡ ἀστρονομία γνῶσις ποσοῦ συνεχοῦς ἀεικινήτου. καταγίνεται δὲ ἡ ἀστρονομία καὶ ἡ γεωμετρία περὶ τὸ συνεχὲς ποσόν, συνεχὲς δέ ἐστιν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει. ἐλέγομεν δὲ καὶ τοῦ διωρισμένου ποσοῦ τὸ μὲν εἶναι καθ’ αὑτὸ τὸ δὲ πρός τι· ποσὸν διωρισμένον καθ’ αὑτό ἐστιν ὁ ἀριθμός, ὅταν αὐτὸν καθ’ ἑαυτὸν σκοπῶμεν, οἷον τὸν ἀρτιά|κις ἄρτιον ἢ [*](6r) τὸν περισσάρτιον ἀριθμόν, καὶ μὴ τὴν πρὸς ἕτερον αὐτοῦ σχέσιν κατὰ τὸ συμβεβηκὸς τοῦτο γὰρ μουσικῆς, καταγίνεται οὖν περὶ τοῦτο), ποσὸν οὖν διωρισμένον καθ’ αὑτό ἐστιν ὁ ἀριθμὸς ἐφ’ ἑαυτοῦ σκοπούμενος. ἡ ἀριθμητικὴ οὖν ἐστι γνῶσις ποσοῦ καθ’ αὑτὸ διωρισμένου. ποσὸν δὲ διωρισμένον μένον πρὸς ἕτερόν ἐστιν ἡ σχέσις ἡ πρὸς ἄλληλα τῶν τόνων, περὶ ἣν ἡ ἁρμονία καταγίνεται, ἣν δι’ ἀριθμοῦ γνωρίζομεν, περὶ ἣν καταγίνεται ἡ μουσική. καὶ ἔστιν ἡ μουσικὴ γνῶσις ποσοῦ διωρισμένου σχέσιν ἔχοντος ἑτέρου πρὸς ἕτερον· δέδεικται οὖν ὅτι ἡ μουσικὴ καὶ ἡ ἀριθμητικὴ περὶ τὸ διωρισμένον ποσὸν καταγίνονται. διωρισμένον δέ ἐστιν οὗ τὰ μόρια καθ’ αὑτὰ θεωρεῖται ὡς μὴ συνεφέλκεσθαι ἀλλήλοις. εἰς πόσα μὲν οὖν καὶ τίνα τὸ θεωρητικὸν διαιρεῖται καὶ τί ἔχει πέρας; ἐκ τῶν εἰρημένων δῆλον.

[*](2 εἰς DV: om. EMp νυνὶ D: νῦν EMVp λέγωμεν] λέγομεν DEMVp τὸ (ante ποσὸν) Dp: om. EM: locus oblitt. V 4 τούτων ἕκαστον DEY: τούτου ἕκαστον M: τούτων ἑκάτερον p 4. 5 εἰς κινητὸν καὶ ἀκίνητον p 5 ἀεικίνητον (utrobique) EMVp: ἀκίνητον D 6 post ποσὸν (prius) add. διαιρεῖται M καὶ εἰς τὸ πρὸς MVp 6. 7 ποσὸν συνεχὲς ἐν θέσει ἅκ. D : ποσὸν συνεχὲς E : ποσὸν καὶ συνεχὲς ἅκ. ποσὸν MV: καὶ ποσὸν συνεχὲς ἅκ. p 9 ἀεικίνητον MVp: ἀκίνητον DE ὁ superscr. E 10 ἡ (prius) 0111. E 1 1 τὸ συνεχὲς ποσόν D: ποσόν συνεχές EMVp 14 ἀρτιάκης E 15 ἕτερον EMVp: ἕτερα D τὸ superscr. V: om. p 16. 17 καταγίνεται οὑν περὶ τοῦτο. ποσὸν οὖν διωρισμένον καθ’ αὐτό D: καταγίνεται οὖν περὶ τοῦτο ποσὸν διωρισμένον καθ’ αὐτὸ EMVp, scribas καταγίνεται γὰρ π. τ. ποσὸν οὖν κ. τ λ. 17 ὁ om. Ε ἐφ’ ἑαυτοῦ D: ἐπ’ αὐτῷ EMVp 18. 19 διωρισμένον EMVp: ὡρισμένον D 19 τόνων] λόγων V περὶ ἣν ἡ ἂρ. κ. eicias ἢν] ἅς D: ὃν E : οὓς Mp: ὦν V 21 ἔστιν ἡ μουσ. Dp: ἔστι μουσ. EMV ἔχοντος σχέσιν M : ἔχουσα σχέσιν V 22 ἑτέρου superscr. D ὅτι post ἀριθμητικὴ transp. Mp ἡ (ante ἀριθμ.) D: om. EMVp post ἀριθμ. iter. καὶ ἡ μουσικὴ del. D 23 τὸ διωρ. ποσὸν Dp: τὸ ποσὸν τὸ διωρ. EM: τὸ ποσὸν διωρ. V καταγίνονται EMp : καταγίνεται DV (sed in V ον superscr.) 24 καθ’ αὑτὸ M 25 τὸ θεωρητικὸν] θεωρεῖται (superscr. m. 2 τὸ θεωριτικὸν) Ε διαιρεῖται] θεωρεῖται Ε et fort. D1, nam litterae δίαι in ras. scriptae sunt 26 δῆλον Dp: πρόδηλον EMV)
15

Ἐπειδὴ δὲ καὶ τὸ πρακτικὸν μέρος τῆς φιλοσοφίας εἰρήκαμεν, ἀνάγκη [*](6r) καὶ τοῦτο διελεῖν. διαιρεῖται τοίνυν τὸ πρακτικὸν εἴς τε τὸ ἠθικὸν καὶ οἰκονομικὸν καὶ πολιτικόν. ὁ γὰρ πράττων τι ἀγαθὸν ἢ εἰς ἑαυτὸν πράττει κοσμῶν αὑτοῦ τὰ ἤθη καὶ τὸν βίον καὶ λέγεται ἠθικός, ἢ εἰς τὸν ἑαυτοῦ οἶκον καὶ λέγεται οἰκονομικός, ἢ τὴν ὅλην κοσμεῖ πόλιν καὶ λέγεται πολιτικός. τινὲς δέ φασιν ὅτι ὁ πολιτικὸς καὶ ἠθικός ἐστι καὶ οἰκονομικός (ό γὰρ πόλιν ὅλην δυνάμενος κοσμῆσαι πολλῷ μᾶλλον καὶ ἑαυτὸν καὶ τὸν οἶκον), καὶ εἰς ταὐτὸν ἄγουσι τῷ πρακτικῷ τὸ πολιτικόν. πρὸς οὓς ἐροῦμεν ὅτι πολλοί τινες κενοδοξίᾳ νικώμενοι τὴν μὲν πόλιν κοσμοῦσιν, ἑαυτῶν δὲ καταφρονοῦσιν. ὥστε διῄρηται τὰ εἰρημένα τρία τοῦ πρακτικοῦ εἴὸη ἀπ’ ἀλλήλων. τούτων δὲ ἕκαστον διαιρεῖται εἴς τε τὸ νομοθετικὸν καὶ δικαστικόν· ὁ γὰρ πολιτικὸς φιλόσοφος ἢ νόμους τίθησι, καθ’ οὓς δεῖ ζῆν τοὺς ἐν τῇ πόλει, ἢ δικάζει κὰλ τοὺς μὲν γερῶν ἀξιοῖ τοὺς δὲ παρατρέψαντάς τι τῶν κειμένων νόμων κολάζει. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν τῷ οἰκονομικῷ θεωρεῖται τὸ νομοθετεῖν καὶ δικάζειν· καὶ γὰρ ἐν τῷ οἴκῳ νόμους τίθεμεν καὶ δικάζομεν τῶν οἰκετῶν ἢ υἱῶν τοὺς παραβαίνοντας. οὐ μόνον δὲ ἐν τῷ οἰκονομικῷ ταῦτα θεωρεῖται, ἀλλὰ καὶ ἐν τῷ ἠθικῷ. καὶ γὰρ καὶ ὁ ἠθικὸς νόμους τίθησιν ἑαυτῷ, ὅταν λέγῃ

  1. κρατεῖν δ’ εἰθίζεο τῶνδε·
  2. γαστρὸς μὲν πρώτιστα καὶ ὕπνου καὶ φιλότητος,
καὶ πάλιν ὁπόταν Ἰσοκράτης λέγῃ “τοὺς μὲν θεοὺς φοβοῦ, τοὺς δὲ γονεῖς τίμα, τοὺς δὲ φίλους αἰσχύνου”. οὗτοι γὰρ ἠθικοὶ λόγοι τε καὶ νόμοι ὑπάρχουσι. καὶ δικάζει δ’ ἑαυτὸν ὅτε φησὶν
  1. μηδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι,
  2. πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν·
  3. [*](1 ἐπειδὴ D: ἐπεὶ EMVp 2 καὶ (ante τοῦτο) Dp: om. EMV 3 ἑαυτὸν] αὐτὸν τὸν D 4 κοσμῶν] σκομῶν (sic) D αὑτοῦ] αὐτοῦ libri καὶ τὸν βίον om. p 5 τὴν om. D 5. 6 πολιτικόν Ε1 6 ἐστι] λέγεται p 7 καὶ (ante ἑαυτὸν) Dp: om. EM: locus oblitt. V 8 post οἶκον add. αὐτοῦ p xui πρακτικῷ τὸ πολιτικὸν p: τὸ πολιτικὸν xd) ἠθικῷ D: τῶ πρακτ. καὶ τὸ πολιτ. EMV 9 νικώμενοι D: κρατούμενοι Ep: φερόμενοι (in lit.) Μ: oblitt. V 10 εἰρημένα] ἐχόμενα V πρακτικοῦ DE2p: ὀπτικοῦ E1: ἠθικοῦ MV 11 καὶ τούτ. δὲ DE διαιρεῖται D: διαιροῦσι EMVp τὸ om. D 12 πολιτικὸς] νομοθετικὸς E 12. 13 ἢ—ἢ] καὶ—καὶ p ἐν τῆ πόλει] ἀνθρώπους E 13 δὲ ex δεῖ corr. V 14 οἰκονομικῷ DMVp: οἰκονομεῖν E 15 ante θεωρεῖται add. ταῦτα M δικάζειν DM: κολάζειν Ep: oblitt. V 18 υἱῶν DV: τῶν υἱῶν EMp 17 xd) (piius) superscr. E καὶ (post γὰρ) D: cm. EMVp 17. 18 ὁ ἠθικὸς] ὁ ἰκονομικὸς Ε1 18 νόμους τίθησιν ἑαυτῶ DV: νόμους ἑαυτῶ τίθησι E: ἑαυτῶ τίθησι (νόμους om.) M: ἑαυτῶ νόμους τίθησιν p λέγῃ] Aureum carm. 9—11, Hieroct. c. VIII (Μullach I, 431) Stob. Flor. 1,15 19 εἰθίζεο] ἐθίζεο codd. 20 καὶ φιλότητος codd. : λαγνείης τε p Hierocl. Stob. 21 ὁπόταν D: ὅταν EMVp Ἰσοκράτης] Ad Demon. 16 Stob. Flor. 5,55 22 οὗτοι Dp: οὔτως EM: ταῦτα V οἱ ἠθικοὶ M νόμοι τε καὶ λόγοι colloc. EMVp 23 δ’ ἑαυτὸν D: τε αὑτὸν EMp: δὲ αὐτὸν V φησίν] cf. Aur. carm. 40 — 44, Hierocl. c. XIX (Mullach I, 460) 24 μηδὲ D 25 ἔργων om. in mrg. suppl. Ε τρὶς ἕκαστον ἐπελθεῖν] λογίσασθαι ἕκαστον Hierocl.)
    16
  4. πῇ παρέβην; τί δ’ ἔρεξα ; τί μοι δέον οὐκ ἐτελέσθη ;
  5. [*](6r)
  6. ἀρξάμενος δ᾿ ἀπὸ πρώτου ἐπέξιθι, αὐτὰρ ἔπειτα
  7. αἰσχρὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου.
καὶ περὶ μὲν τοῦ οἰκονομικοῦ καὶ πολιτικοῦ καὶ κατὰ τὸν οἰκεῖον καιρὸν εἰρήσεται.

Νυνὶ δὲ περὶ τῆς τοῦ ἠθικοῦ διαιρέσεως δεῖ εἰπεῖν, καὶ πρῶτόν γε τί ἐστιν ἦθος. ἦθος τοίνυν ἐστὶν ἀνθρώπου κόσμος, κόσμος δὲ ἡ ἑκάστου τελειότης , ἣ διὰ τῆς τῶν ἄκρων στερήσεως ἤγουν παρατηρήσεως κατορθοῦται τῆς τε ὑπεροχῆς καὶ τῆς ἐνδείας. ἀκοσμία γὰρ ὅ τε πλεονασμὸς καὶ ἡ ἔλλειψις· καὶ γὰρ εἴποι τις ἄκοσμον τὸν ἄνθρωπον ἐνδεᾶ τινος μορίου οἷον χειρὸς ἢ ἑτέρου μορίου, εἴποι δὲ ἄκοσμον πάλιν καὶ τὸν περιττεύοντα μορίοις τισὶ τοῦ ἀνενδεοῦς οἷον ἑξαδάκτυλον ἡ ἑξάχειρα, ὡς τοὺς κατὰ Ἀπολλώνιον τὸν ποιητὴν γίγαντας. οὐκοῦν ἀκοσμία ἥ τε ὑπεροχὴ καὶ ἡ ἔλλειψις, αἱ δὲ ἀκοσμίαι ἀτελεῖς εἰσι, τὸ γὰρ ἐναντίον ταύταις ὁ κόσμος· τελειότης ἄρα ἐκ τῆς παρατηρήσεώς ἐστι τοῦ τε πλεονασμοῦ καὶ τῆς ἐνδείας, αἵπερ εἰσὶν ἀτέλειαι· τελειότης γὰρ ἐναντίον ἀτελείᾳ· τὰ δὲ ἐναντία διὰ [*](6v) τῆς τῶν ἐναντίων παρατηρήσεως κατορθοῦται.

Ἐμάθομεν τοίνυν τί ἐστι φιλοσοφία καὶ ποῖα αὑτῆς τὰ μέρη. θεία τοίνυν ἐστὶ καὶ ἐφετή, καὶ καλῶς περὶ αὐτῆς ἐρρέθη ὅτι ‘ τοιοῦτον ἀγαθὸν οὔτε ἦλθε πρὸς ἀνθρώπους οὔτε ἥξει ποτέ’. τοσαῦτα μὲν κοινῶς ὑπὲρ φιλοσοφίας εἰρήσθω· ἰδία δὲ περὶ τοῦ προκειμένου βιβλίου λέγομεν ταῦτα.

[*](1 πῆ p Elias Hierocl.: τί codd. ἔρρεξα M μοι δέον Ep: δέ μοι D: μοι δὲ M : oblitt. V 2 τοῦ πρώτου codd. ἐπέξιθι] διέξιθι codd. αὐτὰρ ἔπειτα] καὶ μετέπειτα p Hierocl. 3 αἰσχρὰ codd. et Elias: δειλὰ p Hierocl. ἐκπρήξαις D ἐπιπλήσεο D τέρπου] τέρπευ Hierocl. 4 οἰκουμενικοῦ Ε1 καὶ (ante κατὰ) om. Mp (fort, recte) 5 νυνὶ D: νῦν EMVp 7. 8 κατουρθοῦται V 8 τῆς (ante ἐνδείας) Dp: om. EMV 9 ἡ om. Ε γάρ Dp: γοῦν EM: oblitt. V ante εἴποι add. εἰ p: ἂν coni. Wellinann ἐνδεᾶ D: ἐνδεία EMVp 10 μορίου DV: om. EMp δὲ ἄκοσμον πάλιν D : δ’ αὖ ἄκοσμον EMVp 11 ἑξαδάκτυλα V 11. 12 κατὰ Ἀπολλώνιον] cf. Argonaut. Α 944 12 τὸ ποιητὴν E ἡ τε] εἴ τε V 14 τοῦ τε EMVp: τοῦ D αἵπερ εἰσὶν DEMV: ἅπερ ἐστὶν p ἀτέλειαι] αἱ τέλειαι Μ τῇ ἀτελείᾳ p 16 κατορθοῦται DMVp: διορθοῦται Ε (cf. V. 7. 8) 17 ἐστὶ om. D 18 ἐρρέθη] ἐρρήθη V (cf. Plat. Tim. 47 B) 19 πρὸς D: εἰς EMVp ὑπὲρ D: καὶ ὑπὲρ E: καὶ περὶ M: περὶ p: oblitt. V 20 post εἰρήσθω add. μηδεὶς τῆς προκειμένης διαιρέσεως ἐπιχειρήσῃ λαβέσθαι ὡς οὐ καλῶς αὑτῆς ἐχούσης τοιαῦτα προφέρων ὡς κακῶς τὸ λογικὸν ὑπὸ τὸ σῶμα ἐποίησε τελεῖν · συμβήσεται γὰρ τὸ σῶμα κατηγορεῖσθαι τοῦ λογικοῦ, εἴπερ τὰ ἐπάνω τῶν ὑποκάτω καὶ τὰ γένη τῶν εἰδῶν κατηγορεῖται. πρὸς οὓς ἐροῦμεν ὅτι τὸ λογικὸν οὐδὲν ἕτερον ἡ σῶμα ἐψυχωμένον ὑπὸ λογικῆς ψυχῆς· ὥστε οὐ τὰς θείας δυνάμεις ὑποτάττει τῷ σώματι αὗται γὰρ οὐ μετέχουσι λόγου, ἀλλὰ αὐτόχρημα λόγοι εἰσίν), ἀλλὰ τὸ τοιόνδε τι σῶμα οἶον τὸ τοῦ ἡλίου καὶ τῆς σελήνης · οὔτοι δὲ καὶ θεοὶ καλοῦνται κοσμικοί. ἐν μέντοι τῷ λέγειν ἡμᾶς τοὺς τόπους λόγους coni. Wellmann) ὑπεστήσαμεν ἐκ τῶν ἐκεῖσε ὑπὸ Ἀριστοτέλους εἰρημένων ὅτι πε- πλημμέληταί τι ἐν τῇ διαιρέσει ταύτῃ τῇ ἀναγούσῃ τὸ ζῷον ὑπὸ γένος τὸ σῶμα. Ἀριστοτέλης γὰρ ἐκτίθεται τόπον (λόγον coni. Wellm.) τοιοῦτον ἐνίοτε καὶ τὸ ὅλον εἰς τὸ μέρος τιθεὶς οἷον τὸ ζῷον σῶμα ἔμψυχον ὄν, οὐδαμῶς δὲ τὸ μέρος τοῦ ὅλου κατηγορεῖται· ὥστε οὐδ’ ἄν εἴη τὸ σῶμα γένος τοῦ ζῴου, ἐπειδὴ μέρος ἐστί· τὸ γὰρ ζῷον συνέστηκεν οὐκ ἐκ σώματος μόνον ἀλλὰ καὶ ἐκ ψυχῆς M ; eadem fere David et Elias in disputatione de subalternis generibus ad exemplnm ibi prolatum adnexa praebent)
17

Εἴρηται ὄτι φιλοσοφία γνῶσις τῶν ὄντων ᾔ ὄντα ἐστίν. ἐζήτησαν [*](6v) οὖν οἱ φιλόσοφοι, τίνα ἂν τρόπον γένοιντο τῶν ὄντων ἐπιστήμονες. καὶ ἐπειδὴ ἑώρων τὰ κατὰ μέρος γεννητὰ καὶ φθαρτὰ ὄντα, ἔτι δὲ καὶ ἄπειρα, ἡ δὲ ἐπιστήμη ἀιδίων τε καὶ πεπερασμένων ἐστὶ γνῶσις τὸ γὰρ γνωστὸν βούλεται ὑπὸ τῆς γνώσεως περιλαμβάνεσθαι, τὸ δὲ ἄπειρον ἀπερίληπτον), ἀνήγαγον ἑαυτοὺς ἀπὸ τῶν κατὰ μέρος ἐπὶ τὰ καθόλου ἀίδια ὄντα καὶ πεπερασμένα. ὡς γάρ φησιν ὁ θεῖος πλάτων, ‘ἐπιστήμη εἴρηται παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς καὶ ὅρον τινὰ ἄγειν τῶν πραγμάτων’. τοῦτο δὲ ποριζόμεθα διὰ τῆς εἰς τὰ καθόλου ἀναὸρμῆς. ἀνέδραμον οὖν ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων ἐπὶ τὸν καθόλου ἄνθρωπον· οὐ προτίθενται γὰρ οἱ φιλόσοφοι πόσοι εἰσὶν ἐν τῷ κόσμῳ ἄνθρωποι γνῶναι, ἀλλά τίς ἡ φύσις τοῦ ἀνθρώπου, ὅτι ζῷον λογικὸν θνητόν ἐστιν· ὁ γὰρ τοῦτο ἐγνωκὼς εἴσεται καὶ πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους καὶ τοὺς ἤδη γενομένους καὶ τοὺς αὖθις ἐσομένους. οὕτως οὖν ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων ἀνήγαγον ἑαυτοὺς εἴς τινα κοινότητα τὴν τοῦ ἀνθρώπου, πάλιν ἀπὸ τῶν κατὰ μέρος ἵππων ἐπί τινα κοινότητα τὴν τοῦ ἵππου περιεκτικὴν πάντων τῶν κατὰ μέρος, εἰρηκότες ὅτι ἵππος ἐστὶ ζῷον τετράπουν χρεμετιστικόν· οὐ γὰρ τοὺς κατὰ μέρος ἵππους βούλεται γνῶναι ὁ φιλόσοφος, οἷον τίς ἐστιν ὁ Ξάνθος καὶ τίς ὁ Βαλίας, ἀλλὰ τίς ὁ καθόλου ἵππος. τὰ γὰρ καθόλου ἀεὶ ὡσαύτως ἔχουσι καὶ οὐ νῦν μὲν οὕτως, αὖθις δὲ ἑτέρως, ὥσπερ καὶ τὰ μερικά· ἄλλη γὰρ φύσις ἡ τοῦ Βαλίου ἵππου καὶ ἄλλη ἡ τοῦ Ξάνθου, ὥσπερ ἄλλη φύσις Πλάτωνος καὶ ἄλλη Ἀλκιβιάδου, ὁ δὲ καθόλου ἄνθρωπος καὶ ὁ καθόλου ἵππος ἀεὶ ὡσαύτως ἔχει· πᾶς γὰρ ἵππος ζῷόν ἐστι τετράπουν χρεμετιστικόν, καὶ πάλιν πᾶς ἄνθρωπος ζῷον λογικὸν θνητόν. ὁμοίως καὶ ἐπὶ κυνὸς καὶ τῶν ἄλλων εἰδῶν τοῦ ζῴου. θεασάμενοι οὖν ταῦτα τὰ εἴδη, εἰ καὶ πεπερασμένα, ἀλλ’ οὖν τῇ ἀνθρωπίνῃ διανοίᾳ ἀπερίληπτα οὐδὲ γὰρ θαυμαστὸν πολλὰ ἡμῖν εἶναι ἄγνωστα ζῷα), ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ζῴου περιεκτικὴν πάντων τῶν κατὰ μέρος. καὶ γὰρ ὁ ἄνθρωπος ζῷον καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ ἄλλα καθὸ ζῷα οὐδὲν [*](1 εἴρηται δὲ V φιλοσοφία DM: ἡ φιλοσοφία EVp post γνῶσις add. ἐστὶ M ante τῶν ὄντων add. πάντων EMVp: om. D (cf. p. 2, 22 sq.) ἐστίν] εἰσίν Ε ἐζητήσαμεν V 2 γένοιντο scripsi: γένωνται libri οὖν MVp: om. DE ἐπειδὴ EMVp: ἐπειδήπερ D 4 τε καὶ Dp: καὶ EMV 5 παραλαμβάνεσθαι Ε 6 τῶν κατὰ μέρος DEM: τῶν μερικῶν p : oblitt. V 7 ὡς γάρ φησιν EMVp: ὥς φησιν γὰρ D θεῖος om. p Πλατῶν] cf. Cratyl. p. 437 Α 8 ἐπὶ στάσιν D: ἐπίστασιν E: εἰς ἐπίστασιν Mp: oblitt. V τινὰ post ἄγειν trausp. V ἄγειν DEM: ἀνάγειν V: προάγειν p 11 πόσου] τοῦ ὅσοι D 15 ἑαυτοὺς EMVp: αὐτοὺς D τὴν DVp: om. EM 16 τὴν DEp: om. M: oblitt. V περιεκτικὸν M 17 post μέρος add. ἵππων p 18 ἐστιν D: om. EMVp 19 Βαλίας] Βαλλίας D: Βαλίος Hom. II 149 T 400 20 οὕτως D: ἄλλως EMVp καὶ D: om. EMVp 21 ἡ· φύσις ἡ M Βαλλίου D 23 ἀεὶ καὶ ὡσαύτως Ε 24 ὁμοίως δὲ καὶ p 25 ἐπὶ τῶν ἄλλων Vp 26 ἀνεπίληπτα καὶ ἀπερίληπτα Ep οὐδὲ D: οὐδὲν EMVp 27 ἑαυτοὺς EMVp: αὐτοὺς D 28 καὶ γὰρ καὶ p 29 ζῷον om. Marc. 201 (recte) καθὸ om. V ζῷα ὑπάρχοντα V)

18
διαφέρουσι· πάντα γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρχουσιν. ὁ οὗν ἐγνωκὼς [*](6v) κὼς τί ποτέ ἐστι τὸ ζῷον, ἐγνωκὼς ἔσται πάντα τὰ ζῷα. πάλιν ἀπὸ τῆσδε τῆς συκῆς ἢ τῆσδε τῆς ἀμπέλου καὶ τῆσδε τῆς πλατάνου καὶ τῆσδε τῆς ἐλαίας ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὴν καθόλου συκῆν καὶ ἄμπελον καὶ ἐλαίαν καὶ πλάτανον. πάλιν ταῦτα τήν τε καθόλου συκῆν καὶ ἄμπελον καὶ ἐλαίαν καὶ τὰ ἄλλα ἐπί τι κοινὸν γένος ἀνήγαγον τὸ φυτὸν περιέχον τὰ κατὰ μέρος φυτά. ἔσχον οὖν δύο κοινότητας τήν τε τοῦ ζῴου καὶ τοῦ φυτοῦ. πάλιν τό τε ζῷον καὶ τὸ φυτὸν ἀνήγαγον εἰς τὸ ἔμψυχον· καὶ γὰρ τὸ φυτὸν ἔμψυχόν ἐστιν · αὔξεται γὰρ καὶ τρέφεται καὶ γεννᾶ ὅμοιον ἑαυτῷ. ἐπειδὴ δὲ τῷ ἐμψύχῳ ἀντίκειται τὸ ἄψυχον, ἄψυχον δέ ἐστι τὸ μὴ μετέχον ψυχῆς οἷον λίθος ξύλον καὶ ὅσα τούτοις παραπλήσια πολλὰ δέ εἰσι ταῦτα ἐν τοῖς κατὰ μέρος καὶ ἄπειρα), διὰ τοῦτο πάλιν ἀπὸ τῶν κατὰ μέρος λίθων ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὸν καθόλου λίθον καὶ ἀπὸ | τῶν [*](7r) κατὰ μέρος ξύλων ἐπὶ τὸ καθόλου ξύλον καὶ ἀπὸ τῶν λοιπῶν ὁμοίως, καὶ ἀπὸ τοῦ καθόλου λίθου καὶ τοῦ καθόλου ξύλου ἐπί τι κοινὸν γένος, τὸ ἄψυχον, ὃ περιέχει ταῦτα πάντα. ἔσχον οὖν δύο κοινότητας τὸ ἔμψυχον καὶ τὸ ἄψυχον. ταῦτα πάλιν ἀνήγαγον ἐπί τι κοινὸν γένος τὸ σῶμα, ὅ ἐστι τριχῇ διαστατόν· καὶ λίθος δὴ καὶ ξύλον καὶ ἄνθρωπος καὶ πάντα ἁπλῶς ὅσα σώματά ἐστι τἀς τρεῖς ἔχουσι διαστάσεις. πάλιν ἀπὸ ψυχῆς καὶ ἀγγέλου καὶ τῶν τοιούτων ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ἀσωμάτου ἀντιπεπονθότως τῷ σώματι ἔχουσαν· τὸ μὲν γὰρ τριχῆ διαστατόν ἐστι καὶ πάντῃ μεριστόν, τὸ δὲ παντελῶς ἀμερές τε καὶ ἀδιάστατον. ἐζήτησαν οὖν τί ἐστι κοινὸν ἐν ἀμφοτέροις καὶ εὗρον ὡς οὐσία ἐστὶν [*](1 διαφέρει Vp πάντα γὰρ D: πάντων δὲ Ε: πάντα δὲ M: πάντα p: oblitt. V ὑπάρχουσι D: ὑπάρχει EM: ὑπάρχοντα p: ora. V 2 τὸ ζῶον EMVp: ζῶον D ἔσται ἐγνωκὼς Vp 3. 4 ἡ τῆσδε τῆς ἀμπέλου καὶ τῆσδε τῆς πλατάνου καὶ τῆσδε τῆς ἐλαίας D: τῆσδε τῆς πλατάνου καὶ τῆσδε EM (secI in mrg. siippl. πλατάνου καὶ ἐλαίας E) : ἢ τῆσδε τῆς πλατάνου ἢ τῆσδε τῆς ἀμπέλου p : oblitt. V 4 ἑαυτοὺς] αὐτοὺς D 4. 5 συκῆν καὶ ἄμπελον καὶ ἐλαίαν καὶ πλάτανον D : ἄμπελον καὶ ἐλαίαν E : καὶ ἄμπελον καὶ ἐλαίαν M: συκῆν καὶ ἄμπελον καὶ ἐλαίαν V: συκῆν καὶ πλάτανον καὶ ἄμπελον p 5. 6 πάλιν — ἐλαίαν ex Marc. 201 supplevi: ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φυτῶν. πάλιν ταῦτα suppl. p 6 τι Marc. 201: τὸ DEMVp G. 7 περιέχον—ψυτά] ἀπὸ τῶν κατὰ μέρος φυτῶν M 6 πάντα τὰ Marc. 201 (rectius) 7 post οὖν II litt. erasae M 8 πάλιν δὲ V 8. 9 καὶ γὰρ καὶ V 11 ξύλον scripsi: ξύλα p: cm. codd. (cf. v. 14) ὅσα] τὰ p τούτοις EMVp: τούτου D 12 εἰσὶ] ἐστὶ p 13 ἀνήγαγον] ἤγαγον V ἑαυτοὺς] αὐτοὺς D 14 τὸ κ. ξύλον DMV: τὰ κ. ξύλα Ep post λοιπῶν add. τῶν τοιούτων EMVp: oiu. D 15 καὶ om. V ἀπὸ τοῦ κ. ξύλου EMVp post ξύλου add. καὶ τῶν τοιούτων ὁμοίως EMV: καὶ τῶν τοιούτων p: om. D 15. 17 τι Marc. 201: τὸ DEMVp (cf. v. 6) 16 ὃ περιέχει DM: ὅπερ ἔχει Ep: oblitt. V (cf. v. 6) 17 ταῦτα DE: καὶ ταῦτα M: ταῦτα δὲ Vp 18 τὸ τριχῇ δ. EMVp καὶ (ante λίθος) om. p δὴ scripsi: δὲ libri ξύλον DMV: ξύλα Ep 19 εἰσί M διαστάσεις ex διαιρέσεις corr. Ε ψυχῆς] τῶν ψυχῶν p 20 ἀγγέλου DEM: ἀγγέλων Vp ἀπὸ τῶν τοιούτων D 21 τοῦ ἀσωμάτου DVp: ἀσώματον EM 22 πάντη μεριστόν DVp: παντελῶς ἀμέριστον Ε: παντελῶς χωριστόν M 23 καὶ εὗρον — τὰ προλεγόμενα τοῦ βιβλίου (p. 22,2) om. D)
19
ἑκάτερον· καὶ γὰρ τὸ σῶμα οὐσία ἐστὶ καὶ τὸ ἀσώματον οἷον ψυχὴ ἄγγελος [*](7r) θεός. ἔσχον οὗν ἀναγαγεῖν ἑαυτοὺς ἐπί τι κοινὸν γένος τὴν οὐσίαν τοῦ τῆς οὐσίας ὀνόματος αὐθυπόστατον πρᾶγμα δηλοῦντος. μάθοιμεν δ’ ἄν τὸ λεγόμενον ἐκ τοῦ ἐναντίου· ἔστι τινὰ τῶν πραγμάτων ἃ μὴ δύναται αὐτὰ καθ’ ἑαυτὰ ὑποστῆναι, ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχει, ἃ καὶ συμβεβηκότα καλεῖται, λευκότης μελανία γλυκύτης καὶ τὰ τοιαῦτα· ταῦτα γὰρ αὐτὰ μὲν καθ’ ἑαυτὰ οὐ δύνανται ὑποστῆναι, ἀλλὰ πάντως ἡ λευκότης ἢ ἐν ψιμμυθίῳ ἢ ἐν γάλακτι σώμασιν οὖσιν ὐφέστηκεν, ὁμοίως δὲ καὶ τὰ 15 ἄλλα. ὅσα οὖν ἐστιν αὐτὰ καθ’ ἑαυτὰ ὐποστῆναι δυνάμενα καὶ μὴ δεόμενα πρὸς τὸ ὑποστῆναι ἄλλου τινός, οὐσίαι λέγονται, οἷον ἄνθρωποι ψυχαὶ λίθοι καὶ ὅσα τοιαῦτα. ἀνῆλθον οὖν, ὡς εἴρηται, ἐπί τινα κοινότητα τὴν οὐσίαν.

Ἄρα οὖν πάντα τὰ ὄντα ἡ οὐσία περιλαμβάνει, ἐπειδὴ πάντων τῶν ὄντων ἐπιστήμων ὑπισχνεῖται εἶναι ὁ φιλόσοφος; οὐδαμῶς. πάλιν γὰρ εὗρον δύο πού τινα καὶ δέκα καὶ εἴκοσιν, ἅπερ ἀνήγαγον ἐπί τι κοινὸν γένος τὸν ἀριθμόν. πάλιν εὗρόν τι μέγα καὶ μικρὸν καὶ ταῦτα ἐκάλεσαν συνεχῆ. ἐπεὶ οὖν ὁ ἀριθμὸς καὶ τὸ συνηχὲς κοινωνοῦσιν ἀλλήλοις, καθὸ ποσά ἐστι (ποσὸν γὰρ ἑκάτερον), ἀνήγαγον ταῦτα ἐπὶ τὸ καθόλου ποσόν. ἔσχον οὖν κοινότητας δύο περιεκτικὰς πραγμάτων πολλῶν τὴν οὐσίαν καὶ τὸ ποσόν. πάλιν ἔστι τι λευκὸν καὶ πολλαὶ αἱ καιὰ μέρος λευκότητες· τὸ γὰρ λευκὸν ἢ ἐν ψιμμυθίῳ ἐστὶν ἢ ἐν χιόνι ἢ ἐν κύκνῳ· ταῦτα οὖν πάντα ὑπὸ τὸ αὐτὸ ἁπλῶς λευκὸν ἀνήγαγον. ὡσαύτως δὲ καὶ τὸ μέλαν καὶ τὸ φαιόν. καὶ τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ χρῶμα. ἔστι δὲ πάλιν γλυκὺ πικρὸν θερμὸν ψυχρόν. ταῦτα οὖν πάντα τὰ ἀπηριθμημένα τὸ χρῶμα τὸ γλυκὺ τὸ θερμὸν. καὶ τὰ παραπλήσια πάντα ἀνήγαγον ὑπό τι κοινὸν γένος τὸ ποιόν. ποιὸν δέ ἐστιν ἀφ’ οὗ παρωνύμως τὸ μετέχον ὀνομάζεται· ἀπὸ γὰρ τῆς λευκότητος λέγεται λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς λέγεται γραμματικός. πάλιν ἔστι τι δεξιὸν ἀριστερὸν διπλάσιον ἥμισυ, καὶ ταῦτα πάντα ἀνήγαγον ὑπό τι κοινὸν γένος τὸ πρός τι, ὅ ἐστι σχέσις ἑτέρου πρὸς ἕτερον. πάλιν [*](1 ἐστι Mp: om. E: oblitt. V 2 τι] τὸ libri (cf. p. 18,6.15) 3 μάθοιμεν Ep: μά θῶμεν M: oblitt. V 4 δύναται V: δύνανται EMp 5 ἔχει τὸ εἶναι colloc. Ε καὶ MVp: om. E 6 post ταῦτα add. μὲν M 7 ἡ λευκότης p: om. EMV 8 ψιμμυθίῳ] ψιμυθίω E1Vp: ψιμμιθίω E2M δὲ om. p 9 post ὅσα add. μὲν M ἐστιν EVp: εἰσιν M 11 ἀνῆλθον Mp: προσῆλθον Ε: oblitt. V 13 ἡ οὐσία MVp: οὐσία Ε παραλαμβάνει V 14 ὑπισχνεῖται om. V ὁ φιλ. εἶναι colloc. p 14. 16 πάλιν—ἀριθμόν suppl. in imo mrg. Μ1 14 γὰρ om. V εὗρον EMV: ἐστι p 15 τι EVp: τὸ M 16 post ἀριθμόν add. δηλαδή p καὶ τὶ μικρόν V καὶ ταῦτα EM: ἅπερ p: oblitt. V 17 ἐπεὶ] ἐπειδὴ V 19 κοινότητας δύο Ep: δύο τινὰς κοινότητας MV 20 τι Vp: τὸ EM καὶ πολλαὶ—λευκότητες fort, eicias 21 ψιμυθίω E1Vp: ψιμμιθίω ΜΕ2 (cf. v. 8) 22 αὐτὸ om. p (fort, recte) 22. 23 ὡσαύτως—ἀνήγαγον om. V 23 καὶ τὰ τοιαῦτα om. M 23. 24 θερμὸν πικρὸν colloc. M 24 τὰ MVp: om. E 24. 25 τὸ χρῶμα — πάντα om. p 25 πάντα EM: τούτοις V 25. 29 τι Marc 201: τὸ EMVp (cf. v. 2. 15) 28 ἔστι τι MVp: δὲ τὸ Ε ante ἀριστερὸν et ἥμισυ add. καὶ p 29 ὑπὸ Vp : ἐπὶ EM)

20
δὲ ἔστι τι τὸ ἐν τῷ Λυκείῳ εἶναι ἢ ἐν ἀγορᾷ καὶ ὅσα τοιαῦτα, ἅπερ ἀνή. [*](7r) γαγον ὑπὸ τὸ ποῦ, ὅπερ ἐστὶ τόπου σημαντικόν. πάλιν ἔστι τι χθὲς πέρυσιν αὔριον καὶ ὅσα τοιαῦτα, ἅπερ ἀνήγαγον ὑπὸ τὸ ποτέ, ὅπερ ἐστὶ χρόνου σημαντικόν. πάλιν ἔστι τι τὸ ἀνακεῖσθαι τὸ ἑστάναι τὸ καθῆσθαι, ἅπερ ἀνήγαγον ὑπὸ τὸ κεῖσθαι· κεῖσθαι δέ ἐστιν ἡ τοιάδε θέσις τοῦ σώ· μάτος. πάλιν δὲ ὑποδεδέσθαι ὡπλίσθαι δακτύλιον φέρειν· τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ ἔχειν· ἔχειν γάρ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις. πάλιν ἔστι τι τύπτειν θερμαίνειν ψύχειν· τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ ποιεῖν· ποιεῖν δέ ἐστι τὸ δρᾶν περί τι. πάλιν θεασάμενοί τινα λευκαινόμενα τυπτόμενα [*](7v) ἀνήγαγον ταῦτα ὑπὸ τὸ πάσχειν, ὅπερ ἐστὶν ἀλλοιοῦσθαι ὑφ’ ἑτέρου. ἔσχον οὖν δέκα τοιαύτας κοινότητας· οὐσίαν ποσὸν ποιὸν πρός τι ποῦ ποτὲ κεῖσθαι ἔχειν ποιεῖν πάσχειν. ἕκαστον οὖν τῶν ὄντων πάντων ὑπὸ μίαν τούτων τελεῖ τῶν κοινοτήτων. ταύτας δὲ ἐκάλεσαν κατηγορίας ὡς κατά τινων τῶν ὑπ’ αὐτὰς τελούντων ἀγορευομένας καὶ λεγομένας.

Περὶ τούτων οὖν τῶν δέκα κατηγοριῶν ὁ Ἀριστοτέλης ἔγραψε βιβλίον καὶ ἐμνήσθη ἐν τῇ διδασκαλία φωνῶν τινων πέντε ἀγνώστων ἡμῖν οὐσῶν ἐν τῇ συνηθείᾳ γένους διαφοράς εἴδους ἰδίου καὶ συμβεβηκότος. ὁ γοῦν φιλόσοφος Πορφύριος φιλανθρώπως ποιῶν ἅμα καὶ φιλοσόφως ἔγραψε τουτὶ τὸ βιβλίον διδάσκων ἡμᾶς, τί σημαίνει ἑκάστη φωνή, ἵνα μαθόντες εὐχερέστερον δυνηθῶμεν παρακολουθεῖν τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένοις περὶ τῶν κατηγοριῶν. ὁ οὖν τοῦ Πορφυρίου σκοπὸς οὗτός ἐστιν. ἐπέγραψε δὲ τὸ βιβλίον εἰσαγωγήν, ἐπειδὴ ὁδός ἐστι πρὸς πᾶσαν φιλοσοφίαν· προηγοῦνται γὰρ τῶν φιλοσόφων πάντων συγγραμμάτων αἱ Κατηγορίαι, τούτων δὲ ἡ Εἰσαγωγή.

[Ὅπερ δὲ οἱ φιλόσοφοι ἐπὶ πάντων τῶν ὄντων ἐποίησαν ἀνήγαγον γὰρ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κοινότητας καὶ οὐδέν ἐστι τῶν ὄντων, ὃ μὴ πάντως εὑρίσκεται ὑπό τινα τῶν τοιούτων κοινοτήτων ἀναγόμενον), τοῦτο οἱ γραμματικοὶ ἐπὶ τῶν φωνῶν πεποίηκασι· βουλόμενοι γὰρ τῇ ἀπειρίᾳ τῶν φωνῶν ἐπεξελθεῖν καὶ μὴ δυνηθέντες συνήγαγον τὰς μὲν τοιάσδε [*](1 τι om. V τῶ EM: om. Vp 2 ἔστι τι Vp: δὲ τὸ E: ἔστι τὸ Μ 2. 3 πέρισυ E post πέρυσιν add. σήμερον p 3 ἅπερ om. Ε 5 ἅπερ Mp: ὅπερ E: τὰ τοιαῦτα V 6 δὲ EM: δὲ ἔστιν V: δέ ἐστί τι τὸ p ὑποδεῖσθαι p ὡπλίσθαι Marc. 201: ὁπλίζεσθαι EMV: τὸ ὁπλίζεσθαι τὸ p φέρειν ΕΜ: φορεῖν Vp 8 τι M: τὸ V: τι τὸ p: om. E 9 ποιεῖν δέ ἐστι τὸ δρᾶν περί τι post ἑτέρου (v. 10) transp. EVp ἐστι om. E 10 ταῦτα EM: om. p: oblitt. V 11 τοιαύτας Ε: ταύτας MV: ταῦτα p 12 οὖν] τοίνυν V 13 τούτων om. M 15 ἔγραψεν ὁ Ἀριστ. colloc. V 16 ἐν τῇ διδασκ. ἐμνήσθη colloc. V (partim oblitt.) ante φωνῶν add. αὐτῶν p πέντε τινῶν colloc. p 17 ἐν EM: om. Vp εἴδους διαφορᾶς colloc. p καὶ om. M γοῦν EMp: οὖν V 21 οὗτος EVp: τοιοῦτος M 22 εἰσαγωγήν Ε: εἰσαγωγή Mp : oblitt. V 25 Ὅπερ δὲ οἱ φιλόσοφοι—σημαντικαὶ φωναί (p. 21,4) inclusi δὲ Ep: om. M: oblitt. V 26 ὑπὸ EMp: εἰς V κατηγορίας ἤιοι κοινότητας V ὃ EVp: ὅπερ M 27 κοινοτήτων EMV: κοινότητα p 28 post τοῦτο add. καὶ p: om. EMV τῶν ὀκτὼ φωνῶν V: τῶν πέντε φωνῶν p 29 ἐξελθεῖν Ε συνήγαγον EM: ἀνήγαγον Vp)

21
φωνὰς ὲπί τινα κοινότητα τὴν τοῦ ὀνόματος. τὰς δὲ τοιάσδε ἐπί [*](7r) τινα κοινότητα τὴν τοῦ ῥήματος, καὶ οὕτως ἐποίησαν τὰ ὀκτὼ παρ’ αὐτοῖς τοὺ λόγου μέρη, ὑφ’ ἃ πᾶσαι αἱ κατὰ μέρος ἀνάγονται σημαντικαὶ φωναί.]

Εἰς πόσα μὲν οὖν καὶ τίνα διαιρεῖται τῆς φιλοσοφίας ἕκαστον μέρος καὶ τί ἔχει ἀποτέλεσμα, εἴρηται. δεῖ δὲ ἡμᾶς εἰπεῖν καὶ τὰ πρὸς τῶν φιλοσόφων οὕτω προσαγοπευόμενα προλεγόμενα ἤτοι προτεχνολογούμενα ἐπὶ παντὸς βιβλίου. ἔστι δὲ ταῦτα· ὁ σκοπὸς τὸ χρήσιμον τὸ γνήσιον ἡ τάξις τῆς ἀναγνώσεως ἡ αἰτία τῆς ἐπιγραφῆς ἡ εἰς τὰ κεφάλαια διαίρεσις καὶ ὑπὸ ποῖον μέρος ἀνάγεται τὸ παρὸν σύγγραμμα. ταῦτα δὲ ἐπενόησαν οἱ φιλόσοφοι προλέγειν οὐχ ὡς περιττόν τι προσεπινοοῦντες αὐτοῖς ἢ κατὰ τὰς ἄλλας τέχνας, ἀλλὰ προθυμοτέρους ποιεῖν βουλόμενοι τοὺς ἀναγινώσκοντας. ἀναγινώσκων γάρ τις ἐὰν ἀγνοῇ τὸν σκοπὸν τοῦ βιβλίου, ὀκνεῖ καὶ ἀφίησι διὰ μέσου καὶ ταὐτὰ πάσχει τοῖς ὁδοιποροῦσιν ἐφ’ ἃ μὴ ἴσασι. διὰ τοῦτο οὖν τὸν σκοπὸν λέγουσιν. οὐ μὴν οὐδὲ ὁ τὸν σκοπὸν ἐγνωκὼς ἐγχειρεῖ προθύμως τῷ ἔργῳ, πρὶν ἂν καὶ τὸ ἀπ’ αὐτοῦ χρήσιμον μάθῃ· ὥστε εἰκότως καὶ τὸ χρήσιμον λέγουσιν. ἔτι δὲ καὶ ταῦτα μαθόντες ἀπιστοῦμεν εἰ χρήσιμόν ἐστι, πρὶν γνῶμεν εἰ γνήσιόν ἐστι τὸ βιβλίον τοῦ παλαιοῦ, ὃν ἴσμεν ἔνδοξον ὄντα, οἷον τοῦ Ἀριστοτέλους ἢ Πλάτωνος· ἐκείνους γὰρ ὑπολαμβάνομεν χρήσιμα πάντα εἰρηκέναι. διὰ τοῦτο οὖν καὶ τὸ γνήσιον λέγομεν. ἐκ δὲ τῆς τούτων γνώσεως ἀνακύπτει καὶ ἡ περὶ τάξεως ζήτησις, πότερον πρῶτον αὐτὸ δεῖ τάττεσθαι ἢ ὕστερον· καὶ διὰ τοῦτο καὶ τὴν τάξιν λέγουσι. τὴν δὲ ἐπιγραφήν, ἐπειδὴ ὡς ἐν συντόμῳ τὸν σκοπὸν ἔχει. ἔτι δὲ καὶ τὸ ὑπὸ ποῖον μέρος ἀνάγεται τῆς φιλοσοφίας διὰ τὸ [*](3 post μέρη add. οὕτω καὶ ὁ Πορφύριος ἀνήγαγε πᾶσαν σημαντικὴν φωνὴν πάρεξ τῶν σημαντικῶν τῶν ἀτόμων ὑπὸ τὰς πέντε φωνάς p: otn. EMV a EMV: ἃς p 5 εἰς πόσα—ὡς ἐν ἑτέρῳ δείξομεν (p. 23,24) nescio an ab Ammonio aliena siut; etenim alteram praebent huius libri praefationem , qua ea quae Ammonius inde a verbis (p. 16, 17) ἐμάθομεν τοίνυν τί ἐστι φιλοσοφία καὶ ποῖα αὐτῆς μέρη propria explicandi ratione praefatus est, ratione in scholis trita, ut David et Elias ostendunt, repetuntur atque amplificantur καὶ suppl. E2 διαιρ. τῆς(??)φιλ. MV: τὸ τῆς φιλ. διαιρ. Ep 6 ἤδη εἴρηται p 7 προτεχνολ. Mp: τεχνολ. EV D αἰτία ex αὐτὴ corr. E post διαίρεσις add. ὁ διδασκαλικὸς τρόπος MVp: om. E (cf. v. 23 p. 23, 12 David Cr. p. 434) 10 καὶ ὑπὸ ποῖον μέρος ἀνάγεται τὸ παρὸν σύγγραμμα Ε: καὶ ἡ ὑπὸ τί μέρος ἀναφορὰ ἤτοι ὑπὸ ποῖον μέρος ἀνάγεται τῆς φιλοσοφίας M: καὶ ἡ ὑπὸ τί μέρος ἀναφορά p: oblitt. V ταῦτα δὲ Mp: ταὐτὸν E: oblitt. V 11 αὐτοῖς] scribas αὐτὰ 12 τἀς ἄλλας MVp: ἄλλας Ε βουλόμενοι ποιεῖν colloc. M 15 μὴν om. V 16 προθύμως ἐγχειρεῖ colloc. p προθυμοτέρως M μάθη EV: μάθοι Mp 17 ὥστε] ὅν τε Ε μαθόντες Vp : μανθάνοντες EM 18. 19 τοῦ παλαιοῦ τὸ βιβλίον. colloc. MVp 19 ἢ EM: καὶ Vp 21 λέγομεν Vp: λέγει EM; an λέγουσι? 22 πρῶτον αὐτὸ δεῖ τάττεσθαι V: πρῶτον αὐτὸ δεῖ προτάττεσθαι Ε: αὐτὸ δεῖ προτάττεσθαι M : αὐτὸ δεῖ πρῶτον τάττεσθαι p 23 post ἐπιγραφὴν add. λέγουσι p: om. EMV 24 ἔχει EMV: περιέχει p post ἔχει add. ἀλλὰ καὶ τὸν διδασκαλικὸν τρόπον, εἰ σαφής ἐστιν ἡ δυσνόητος, tva πρὸς αὐτὸν διατεθῆ ὁ ἀκροώμενος M: om. EVp δὲ p: δὴ Ε: γε μὴν M: μὴν V (cf. p. 22,12) τὸ (prius) om. M τὸ ὑπὸ τὸ ποῖον V)

22
εἰδέναι ποῦ μάλιστα συντελεῖ. δεδειγμένου δὲ τίνος ἕνεκα ταῦτα προλέγουσιν [*](7v) οἱ φιλόσοφοι, καιρὸς ἤδη καὶ ἡμᾶς λέγειν τὰ προλεγό|μενα τοῦ βιβλίου.

[*](8r)

Ἔστι δὲ σκοπὸς τῷ Πορψυρίῳ ἐνταῦθα περὶ πέντε τινῶν εἰπεῖν, ἃ πάντα τὰ ὄντα ἐστὶν ἤγουν ἐν τοῖς οὖσι πᾶσι θεωρεῖται. ἔστι δὲ ταῦτα· γένος εἶδος διαφορὰ ἴδιον καὶ συμβεβηκός. χρήσιμον δέ ἐστι τὸ βιβλίον εἰς πᾶσαν φιλοσοφίαν· διδάσκει γὰρ ἡμᾶς τὰ καθ’ αὑτὰ προσόντα τοῖς εἴδεσιν, ἅπερ αὐτῶν ἐστιν αἴτια τῆς συστάσεως· ἐκ δὲ τῶν αἰτίων τῆς συστάσεως τὰς ἀποδείξεις λαμβάνομεν. ὥστε ἀπόδειξιν διδάσκει καὶ πρὸς πᾶσαν φιλοσοφίαν χρήσιμον· διὰ γὰρ τῆς ἀποδείξεως τὰ τέλη αὐτῆς γινώσκομεν. τὸ δὲ γνήσιον δηλοῖ μὲν καὶ ἡ φράσις σαφὴς οὖσα καὶ τὸ ἐν ἄλλοις αὐτὸν βιβλίοις τῶν ἐν τῷδε τῷ βιβλίῳ θεωρημάτων μεμνῆσθαι. ἔτι δὲ καὶ τὸ προσφωνεῖν αὐτὸν τῷ Χρυσαορίῳ· τούτῳ γὰρ καὶ ἄλλα τινὰ προσφωνήσας βιβλία καὶ τοῦτο προσφωνεῖ διὰ τοιαύτην αἰτίαν. διδάσκαλος ἦν τοῦ Χρυσαορίου καὶ ἐξηγούμενος αὐτῷ τὰ μαθήματα. ἐδέησεν οὖν ἱστορῆσαι τὸ πῦρ τῆς Αἴτνης καὶ ἐξεδήμησε. τούτῳ τῷ χρόνῳ εὑρίσκει ὁ Χρυσαόριος τὰς Ἀριστοτέλους Κατηγορίας, καὶ οὐδὲ ὅλως παρηκολούθει ἐγκύπτων. δηλοῖ οὖν τῷ Πορφυρίῳ ἐκεῖ ὄντι γράψας τὸ συμβάν, καὶ εἰ μὲν ἱστόρησε τὸ πῦρ, ἐλθεῖν, εἰ δὲ μή, εἰσαγωγὴν αὐτῷ τινα γράψαι, δι’ ἧς ἄν μέλλοι παρακολουθεῖν τῷ βιβλίῳ. ἐπειδὴ τοίνυν ὁ Πορφύριος οὐκ ἠδύνατο τέως ὑποστρέψαι, γράφει αὐτῷ τὸ βιβλίον τοῦτο ἐκ τῶν εἰρημένων μένων τῷ Πλάτωνι καὶ Ταύρῳ ταυτὶ συλλέξας σχεδὸν καὶ δι’ αὐτῶν τῶν ῥημάτων ἐλθών. καὶ ἐκ τούτων μὲν δῆλον ὅτι γνήσιον τοῦ παλαιοῦ τὸ βιβλίον. πρῶτον δέ ἐστι τῇ τάξει· εἰ γὰρ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας εἰσάγει, αἳ περὶ τῶν ἁπλῶν εἰσι φωνῶν, αὗται δὲ τῆς λογικῆς εἰσιν ἀρχαί, δῆλον ὅτι πρῶτόν ἐστι τῇ τάξει τῆς λογικῆς. εἰκότως οὖν πρὸ αὐτοῦ [*](1 post ποῦ add. τὸ V2 συντελεῖν V 2 ταῦτα iterat. del. Ε 2 τὰ προλ. τὰ τούτου βιβλίου M 3 ἔστι δὲ] hinc rursus exstat D ἐνταῦτα τῶ πορφυρίῳ colloc. EMVp τινῶν εἰπεῖν ἃ DEM: τινῶν φωνῶν εἰπεῖν, ἃ V: τινῶν εἰπεῖν φωνῶν ὑφ’ ἃ p 4 ἐν πᾶσι θεωρεῖται τοῖς οὖσι colloc. V θεωροῦνται D 5 εἶδος post διαφορὰ suppl. V2 6 καθ’ αὑτὰ Vp: καθ’ αὐτὸ DEM 7 τῆς ante αὐτῶν transp. DV 8 ἀποδείξεις E καὶ] an οὖσαν? 9 αὐτῆς DVp: αὐτοῦ Ε: αὐτῶν M 11 αὐτὸν Ε: αὐτοῦ DMVp 12 δὲ] δὴ E (cf. p. 21, 23) αὐτὸν] αὐτὸ p τῶ om. Ep τούτω] οὕτω M 13 προσφωνήσας] προσφωνῶν V τὴν τοιαύτην V ante διδάσκαλος add. οὗτος M διδάσκαλος] διδασκαλία E 14 ἐξηγουμένου p αὐτοῦ Ε οὖν D: δὲ αὐτῶ M: om. EVp 15 χρόνῳ] ει λόγω V 16 οὐδὲ DVp: οὐδὲν EM παρηκολούθησεν E 17 δ’ οὖν Ε γράψας MVp: γράψαι DE 18 εἰσελθεῖν V post μὴ add. ἱστόρησεν EMp: om. DV αὐτῶ DM: om. EVp γράψαι τινὰ colloc. M 21 Πλάτωνι] Πλωτίνῳ coni. Brand. (p. 18b not. 2), sed cf. ed. pr. p. 14v7 καὶ Ταύρω ταυτὶ DM: καὶ ταύρω Ε2: καὶ ταυτὶ Ε1p: om. V καὶ σχεδὸν colloc. V 22 τούτων] τούτου p 23 καὶ πρῶτον δὲ M καὶ εἰς V 24 εἰσάγει κατηγορίας colloc. M 25 τῆς λογικῆς εἰσιν D: τοῦ λογικοῦ EMV: τῆς λογικῆς p τῇ τάξει ἐστὶ colloc. EVp τῆς λογικῆς γικῆς Dp: τοῦ λογικοῦ EMV πρὸ αὐτοῦ DEV: πρὸ αὐτῶν M: πρὸ αὐτῆς p; an <οὐδὲν> πρὸ αὐτοῦ?)

23
τάττεται. καὶ ταῦτα μὲν περὶ τῆς τάξεως. εἰσαγωγὴ δὲ ἐπιγέγραπται. [*](8r) καὶ ἀποροῦσί τινες, διὰ τί ἀπροσδιορίστως ἐπέγραψεν εἰσαγωγή· ἄδηλον γὰρ πότερον ῥητορικὴ ἢ λογικὴ ἢ γραμματική. φαμὲν οὖν πρὸς αὐτοὺς ὅτι τὰ ὑπερέχοντα τῶν πραγμάτων ἀορίστως εἰώθαμεν σημαίνειν, ὥπερ ὅτε τὸν Ὅμηρον βουλόμεθα σημᾶναι, ‘ὁ ποιητής’ λέγομεν κατ’ ἐθοχήν. τί οὖν ἐκώλυε τὸν βουλόμενον τὴν φιλοσοφίαν σημᾶναι ἀορίστως εἰπεῖν κατ’ ἐξοχήν; ἔπειτα δὲ καὶ τοῦτό φαμεν, ὅτι ἡ εἰσαγωγὴ τέχνης ἢ ἐπιστήμης ἐστὶν εἰσαγωγὴ ἀναμφισθητήτως, ἡ δὲ φιλοσοφία τέχνη ἐστὶ τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· πῶς οὖν εἰς ταύτην ἡμᾶς μέλλων εἰσάγειν, διὰ μέσης δὲ ταύτης εἰς ἁπάσας τὰς τέχνας, εἴπερ ἀληθῶς ὁ ὅρος ἔχει, ἤμελλε μιᾶς τέχνης εἰσαγωγὴν τὸ βιβλίον ἐπιγράφειν; τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς ἐπιγραφῆς. ἰστέον δ’ ὅτι διῄρηται τὸ σύγγραμμα τοῦτο εἰς τρία, καὶ ἐν μὲν τῷ πρώτῳ μέρει διδάσκει περὶ τῶν εἰρημένων πέντε φωνῶν, ἐν δὲ τῷ δευτέρῳ συμπλέκει αὐτὰς κατὰ δύο καὶ διδάσκει τί κοινὸν αὐταῖς καὶ τί ἴδιον, οἷον τί κοινὸν γένει καὶ εἴδει καὶ τί ἴδιον, καὶ γένει καὶ διαφορᾷ, καὶ ἐπὶ πάντων ὡσαύτως. ἐν δὲ τῷ τρίτῳ διδάσκει τίνα πάντων ἅμα κοινά ἐστι. πρὸ δὲ τούτων ἐν τῷ προοιμίῳ προανακρουεται τὸν σκοπὸν τοῦ βιβλίου καὶ τὸ χρήσιμον διδάσκει καὶ τὸν τρόπον τῆς διδασκαλίας, ὅτι ἁπλούστερος καὶ εἰσαγωρικώτερος ἔσται. ὑπὸ δὲ τὸ λογικὸν ὄργανον ἀνά· γεται τῆς φιλοσοφίας τὸ προκείμενον βιβλίον· διδάσκει γὰρ τὰ εἰς τὰς ἀρχὰς τῆς ἀποδείξεως συντελοῦντα, ἥτις ἐστὶ τῷ γένει συλλογισμός, ὃς εἶδός ἐστι τοῦ συνθέτου λόγου, ὃς πάλιν γένει ἐστὶ λόγος. ἔπειτα δὲ καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας εἰσάγει, αἵπερ εἰσὶ τῆς λογικῆς. ἡ δὲ λογικὴ οὐ μέρος τῆς φιλοσοφίας ἀλλ’ ὄργανον, ὡς ἐν ἑτέρῳ δείξομεν.

[*](1 τάττεται DVp: προτάττεσθαι E: προτάττεται M μὲν om. M post ἐπιγέγραπται add. τὸ βιβλίον V 3 ῥητορικὴ ἢ λογικὴ ἢ γραμματική D : ῥητορικὴ ἡ γραμματικὴ ἢ λογική E: γραμματικὴ ἡ ῥητορικὴ ἡ λογικὴ M: ἡ ῥητορικὴ ἥ (hoc ἣ suppl. m. 2) λογική V: γραμματικῆς ἢ ῥητορικῆς ἣ λογικῆς p 4 ἀορίστως ἐκφέρειν τουτέστι σημαίνειν εἰώθαμεν V 5 βουλόμεθα DM : βουλόμενοι EVp ὁ π. λέγομεν] φαμὲν ὁ ποιητὴς M post ἐξοχὴν paene totus versus eras. M οὖν superscr. D 6 εἰπεῖν κατ’ ἐξοχήν D: κατ’ ἐξοχὴν σημᾶναι EMVp 7 ὅτι DV: om. EMp ἡ τέχνης ἢ Ε 8 ἀναμφισβητήτως om. Ε ἐστὶ (alterum) om. V 9 ταύτην] ταῦτα Ε ἡμᾶς εἰς ταύτην colloc. M μέλλων ἡμᾶς colloc. EV διὰ μέσης δὲ D: καὶ διὰ μέσης EMVp 10 πάσας M post τέχνας add. καὶ ἐπιστήμας M ἔχει ὁ ὅρος colloc. EMVp ἔμελλε EMVp 11 τέχνης DEV: τέχνης τινὸς M: τινος τέχνης p μὲν οὖν om. p καὶ om. V 13 μέρει om. Ε εἰρημένων om. Ε 14 κατὰ in ras. Μ2 15 ἴδιον (prius) ex ἰδία corr. Ε καὶ τί εἴδει Vp τί ἴδιον καὶ γένει καὶ διαφ. scripsi: τί ἰδίω καὶ γένει καὶ διαφ. DV: τί κοινὸν γένει καὶ διαφ. EM: τί ἰδίῳ καὶ τί διαφ. p 16 καὶ ἐπὶ πάντων ὡσαύτως DEMV: καὶ τί συμβεβηκότι p πάντων τίνα colloc. V 17 προανακρ. τὸν σκοπὸν D: τὸν σκοπόν τε προανακρ. EMp: τὸν σκοπὸν προανακρ. V 18 post διδασκαλίας add. ὁριστικῶς τε καὶ ἀποδεικτικῶς D ἁπλούστερός τε EMVp (fort, recte) εἰσαγωγικωτέρα E post εἰσαγ. add. καὶ διδασκαλικώτερος M 19. 20 τῆς φιλ. ἀνάγεται colloc. V 20. 21 τὰς ἀρχὰς DV: τὴν ἀρχὴν EMp 23 τὰς ἀριστοτέλους ex τὸν ἀριστοτέλη corr. Ε 24 ἑτέρω D : ἑτέροις EMVp post δείξομεν add. ἐνταῦθα τέλος τῶν τῆς φιλοσοφίας καὶ τῆς εἰσαγωγῆς προλεγομένων. ’0 χρόνος ἐν χρόνω ἡ οὐκ ἐν χρόνω· ἐν Χρόνω. εἰ ἐν χρόνω, τίς ἡ φύσις αὐτοῦ; τὰ γὰρ ἔν)
24
[*](p. 1, 3)

Ὄντος ἀναγκαίου, Χρυσαόριε.

[*](8r)

Πάντα τὰ ὄντα αὐ|τοφυῶς ἐφίεται τοῦ ἀγαθοῦ, ἐπειδήπερ τῶν ὄντων [*](8r) ἁπάντων μία ἐστὶν ἀρχὴ τὸ ἀγαθόν. πάντα οὖν πρὸς τὸ ἀγαθὸν ὡς οἰκεῖον ἀγαθὸν ἀνατείνεται, καὶ τελειοῦται τῶν ὄντων ἕκαστον μετέχον ἐκείνου κατὰ τὰ οἰκεῖα μέτρα. οὐδεὶς οὗν κακοῦ ἐφίεται, ἀλλὰ καὶ οἱ τούτου ἐφιέμενοι ὡς ἀγαθοῦ αὐτοῦ ὀρέγονται τῇ ἀλόγῳ δόξῃ ἑπόμενοι. ἡνίκα οὖν βούλεταί τίς τινα ἐπί τι προτρέψασθαι, τὸ ἐκ τούτου ἀγαθὸν ἀναφαίνει, ὡς ἐκ τούτου ἐφέλκειν αὐτόν. τοῦτο τοίνυν ὁ φιλόσοφος Πορφύριος ποιεῖ· βουλόμενος γὰρ τοὺς εἰσαγομένους προτρέψασθαι ἐπὶ τὴν τοῦ βιβλίου ἀνάγνῶσιν τὸ ἐκ τούτου ἐσόμενον ἀγαθὸν μηνύει κατ’ ἀρχάς. ἐπειδὴ δὲ διττόν ἐστι τὸ ἀγαθόν, τὸ μὲν ὡς τέλος, τὸ δὲ ὡς πρὸς τὸ τέλος, καὶ τὸ μὲν ὡς τέλος ὡς ὅταν εἴπωμεν ἀγαθὸν τὴν ὑγείαν, τὸ δὲ ὡς πρὸς τὸ τέλος ὡς ὅταν εἴπωμεν ἀγαθὸν τὸ φλεβοτομεῖν οὐ καθ’ αὑτὸ ἀλλὰ διὰ τὴν ὑγείαν, τὸ ἀναγκαῖον κυρίως οὐ λέγεται ἀγαθὸν ἀλλ’ ὡς πρὸς τὸ μεῖζον ἀγαθὸν ἀναφερόμενον· λέγομεν γὰρ ‘εἰ μέλλει ὑγιαίνειν, ἀνάγκη φλεβοτομεῖσθαι’. διὸ οὕτως εἶπεν ἀναγκαῖον, ἐπειδὴ ὡς πρός τι ἄλλο τέλος ἀναφέρεται τὸ βιβλίον, δηλαδὴ τὰς Κατηγορίας, καὶ οὐκ ἔστιν ἀγαθὸν ὡς τέλος ἀλλ’ ὡς πρὸς ἄλλο παραλαμβόμενον. καὶ ἀπλῶς εἰπεῖν ἀναγκαῖον ἐνταῦθα λέγει τὸ βιβλίον ὡς πρὸς μεῖζον ἀγαθὸν αὐτὸ ἀνάγων. καὶ ἤτοι ὡς χρήσιμον ἢ ὡς καθ’ αὑτὸ ἀναγκαῖον καὶ χωρὶς αὐτοῦ τὰ ἄλλα μὴ δύνασθαι τῶν φιλοσόφων ἀναλέγεσθαι συγγράμματα· ἰστέον γὰρ ὅτι οἱ φιλόσοφοι τὸ ἀναγκαῖον διχῶς λέγουσιν· ἀναγκαῖον γὰρ καλοῦσιν ἡ [*](τινι ἑτέρας φύσεως ἐστίν, ὡς ὁ πυρὸς ἐν μεδίμνῳ, ἀλλ’ οὐκ ἐν χρόνω. ἀλλ’ εἰ τοῦτο ἔσται, ὁ χρόνος ἄχρονος, ὅπερ ἄτοπον. ἐν χρόνω ἐστὶν ὁ χρόνος, ὡς μέρος ἐν ὅλω. τοῦτο δὲ τοῦ θεολόγου ἐστίν. D : Φωνή ἐστι λόγος φιλοσόφων ὀνομάτων τε καὶ ῥημάτων ἐξαγγελτικὸς καὶ διατρανωτικός, ἢ ὡς εἰπεῖν ἐπιμερισμὸς τῶν παρὰ τοῖς φιλοσόφοις δέκα γενικωτάτων γενῶν, ἐπεὶ πᾶσαι αἱ δέκα κατηγορίαι διὰ τῶν πέντε φιλοσόφων φωνῶν διαιροῦνται καὶ ἐπιμερίζον· τᾶι καὶ ἐκφωνο[ῦνται] καὶ τούτων ἄνευ φιλόσοφον ὄνομα ἡ ῥῆμα ἐξαγγελθῆναι οὐ δύναται. V 2 Ἰστέον ὅτι πάντα V ἐφί)εται D 3 ἁπάντων] πάντων Ε ὡς om. M 4 τῶν ὄντων om. V 5 τὰ superser. E καὶ oin. V 6 αὐτοῦ om. M τῆ ἀλόγω δόξη ἑπόμενοι D: om. EMVp (fort, recte) 7 οὖν D: τοίνυν EVp: γοῦν M προτρέπεσθαι M 9 τοῦ om. V 10 ante ἀγαθὸν add. συναγόμενον (sic) V 11. 12 ὡς τέλος—καὶ τὸ μὲν D : om. EMVp 12 ὡς (ante ὅταν) DM: om. EVp τὸ (ante τέλος) om. p 13 τὸ φλεβοτ. ἀγαθὸν colloc. EMVp διὰ superscr. Ε 14 post ἀναγκαῖον add. ἐνταῦθα p οὐ κυρίως colloc. Ep: κυρίως superscr. V post λέγεται II vel III litt. eras. V τὸ (post πρὸς) DV: om. EMp 15 λέγομεν] λέγει p μέλλει EVp: μέλλοι DM; an μέλλεισ? ὑγιᾶναι V 16 τὸ φλεβοτομηθῆναι V διὸ D : διὰ τοῦτο EMp : oblitt. V εἶπεν] εἰπεῖν D post εἶπεν add. ὁ πορφύριος EM: om. Dp: locus oblitt. V ἐπειδὴ] ἐπεὶ V 16. 17 τέλος ἄλλο colloc. Mp δηλαδὴ D: om. EMp: oblitt. V 18 παραλαμβόμενον DEM: συμβαλλόμενον p: oblitt. V 19 λέγει p: λέγεται DE : om. M: oblitt. V ἀνάγων Vp: ἀνάγον DEM 20. 21 καὶ Χωρὶς—συγγράμματα eicias, nisi malis ὡς pro καὶ scribere 22 καλοῦσιν codd.: λέγουσιν p post ἡ II litterae erasae D, an fait ἤτοι?)

25
τὸ χρήσιμον ἢ τὸ ἀντιδιαιρούμενον τῷ ἐνδεχομένῳ. καὶ χρήσιμον μὲν [*](8v) λέγουσι τὸ συμβαλλόμενον εἴς τι οἷον τὸ ὑποδεδέσθαι τὸ ἐνδύεσθαι· συμβάλλεται γὰρ εἰς τὸ ἧττον διαφθέίρεσθαι τὰ σώματα καὶ διὰ τοῦτο διαρκεῖν ἐπὶ πλείονα χρόνον. λέγεται δὲ ἀναγκαῖον, ὡς εἶπον, καὶ τὸ τῷ ἐνδεχομένῳ ἀντιδιαιρούμενον, οὗτινος χωρὶς εἶναι ἀδύνατον. οἷον ἀνάγκη τὰ ζῷα τὰ ἔχοντα πνεύμονα ἀναπνεῖν πάντως, ἵνα ζῶσιν· ἀναγκαῖον οὖν τι χρῆμα ἡ ἀναπνοή· χωρὶς γὰρ ταύτης ζῆν ἀδύνατον τὰ ἔχοντα πνεύμονα ζῷα. ἀναγκαῖον οὖν τοῦτο λέγεται τὸ βιβλίον εἶναι ἢ κατὰ τὸ πρῶτον σημαινόμενον ἢ κατὰ τὸ δεύτερον. καί φαμεν οὐχὶ κατὰ τὸ δεύτερον, ἀλλὰ κατὰ τὸ πρῶτον· καὶ γὰρ πρὸ τοῦ γενέσθαι Πορφύριον ἐνοοῦντο δῆλον ὅτι αἱ τῶν φιλοσόφων πραγματεῖαι. δῆλον οὖν ὡς χρήσιμον καὶ εὐμαρῆ ποιοῦν τὴν ἐκείνων νόησιν, οὕτως ἀναγκαῖον εἶναι λέγεται. μήποτε δὲ δυνατὸν καὶ κατὰ τὸ δεύτερον σημαινόμενον ἀναγκαῖον λέγεσθαι, οὗ χωρὶς ἐκεῖνα νοηθῆναι ἀδύνατον, οὐχὶ ἐπ’ αὐτοῦ τοῦ συγγράμματος νοούντων ἡμῶν τὸ ἀναγκαῖον ἀλλ’ ἐπ’ αὐτῆς τῆς τῶν εἰρημένων πέντε φωνῶν θεωρίας· ρίας· ἄνευ γὰρ τῆς τούτων γνώσεως τἄλλα ἀκριβῶς γνωσθῆναι ἀδύνατον· ὅθεν καὶ ὁ Πορφύριος οὐκ εἶπεν ‘ἀναγκαίου ὄντος τούτου τοῦ συγγράμματος ἀλλὰ ἀναγκαίας οὕσης τῆς τούτων θεωρίας. καὶ πρὶν Πορφύριον γράψαι περὶ τούτων, ἀναγκαία ἦν ἡ περὶ αὐτῶν θεωρία εἰς τὴν τῶν φιλοσόφων θεωρημάτων νόησιν, καὶ ἄνευ ταύτης ἐκείνα νοηθῆναι ἀδύνατον· τοσοῦτον οὖν τὸ ἐκ τοῦ προκειμένου βιβλίου γέγονε χρήσιμον, ὅτι τὰ σποράδην παρὰ τοῖς πρεσβυτέροις εἰρημένα συνήγαγε καὶ εὐμαρεστέραν ἡμῖν καὶ σύντομον τὴν περὶ αὐτῶν θεωρίαν ἐποίησεν. ὅθεν οὐδὲ ὁ Πορφύριος ἰδιοποιεῖται τὴν εὕρεσιν τῆς περὶ αὐτῶν θεωρίας, ἀλλὰ τὰ παρὰ τοῖς πρεσβυτέροις φησὶν ἐπελθεῖν πειράσομαι.

[*](2 ὑποδεδέσθαι] ὑπέχεσθαι V 3. 4 διαρκεῖ Vp 4 ἐπὶ] εἰς p post χρόνον add. ἕτερόν ἐστι τὸ χρήσιμον παρὰ τὸ ἀναγκαῖον· ἀναγκαῖον μὲν γάρ ἐστι τὸ ζῆν τὸ ἀναπνεῖν, ἐπειδὴ χωρὶς ἀναπνοῆς ὑποστῆναι οὐ δύναται. εἶ τι δὲ χρειῶδες, οὐκ ἔστι καὶ ἀναγκαῖον. τὸ χρειῶδες μὲν γὰρ τὸ ἐσθῆτα καὶ ὑποδήματα περιβεβλῆσθαι, οὐ μὴν ἀναγκαῖον· δυνατὸν γὰρ καὶ ἄνευ τούτων καὶ ἄνθρωπον εἶναι καὶ ζῶον. τὸ οὖν ἀναγκαῖον, ἴνα συνελὼν εἴπω, περὶ τὴν ὕπαρξιν αὐτὴν τῆς οὐσίας θεωρεῖται, τὸ δὲ χρειῶδες περὶ τὴν τοιὰν ἢ τοιὰν αὐτῆς διαγωγήν V τὸ (?) ἀναγκαῖον V 4. 5 τῶν ἐνδεχομένων M 5 οὔτινος EMVp: οὖ D post χωρὶς add. τὸ ὑποκείμενον p ἀδύνατον εἶναι colloc. p 7 ἀδύνατον ζῆν colloc. Ep 8 λέγεται τοῦτο εἶναι τὸ βιβλίον colloc. EMp: τοῦτο εἶναι λέγεται τὸ βιβλίον V 9 σημαινόμενον post δεύτερον colloc. Ep κατὰ (ante τὸ δεύτερον) om. D ante δεύτερον additum πρῶτον expunxit E 10 πρὸ τοῦ D: πρὶν EMVp τὸν Πορφ. EMp 10. 11 ἐνοοῦντο δηλονότι DE : ἐνενοοῦντο δηλονότι M: ἐνοοῦντο V: οὐκ ἠγνόουν τὸ τί δηλοῦσιν p 12 εἶναι λέγεται] λέγεται (εἶναι om.) M: δύναται εἶναι V δὲ] οὖν V 14 ἐκεῖνα] an ἐκείνας? 15 ἐπὶ τῆς αὐτῆς colloc. M 17 καὶ om. Ε 18. 19 τὸν Πορφύριον Vp 19 γράψαι περὶ τούτων D: περὶ τούτου γράψαι EVp: περὶ τούτων γράψαι M ἦν om. Ε 20 νοηθῆναι ἐκεῖνα colloc. M νοηθῆναι ἀδ.] θεωρεῖσθαι ἀδύνατον τουτέστιν νοηθῆναι V 21 οὖν] γοῦν V 23 περὶ D: ·παρ’ EMVp ἐποίησεν EMV: ἐποιήσατο Ep 24 ἰδιοποιεῖται] εἰδοποιεῖται Ε περὶ DMV: παρ’ Ep 24. 26 post πρεσβυτέροις add. εἰρημένα M)
26

Ἰστέον δὲ ὅτι εὐθὺς ἐν προοιμίοις περὶ τριῶν τούτων διαλέγεται· λέγει [*](8v) γὰρ τίς ἡ πρόθεσις τοῦδε τοῦ συγγράμματος ὅτι περὶ τῶν πέντε φωνῶν ἐκείνων διαλεχθῆναι), καὶ τί τὸ χρήσιμον ὅτι χρησιμεύει οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας | ἀλλὰ καὶ ἁπλῶς εἰπεῖν εἰς πᾶσαν εὑρετικὴν [*](9r) 5 μέθοδον φιλοσοφίας), καὶ τίνι τρόπῳ κέχρηται διδασκαλίας, ὅτι σαφεῖ καὶ πρέποντι εἰσαγομένων ἀκοαῖς· οὔτε γὰρ μείζονα ἢ κατὰ τοὺς εἰσαγομένους θεωρήματα διδάσκει, οὔτε μὴν εἰς μῆκος ἐκτείνει τὸ σύγγραμμα, οὔτε ἀσαφεῖ τῇ λέξει κέχρηται, ἵνα διὰ τούτων προτρέψηται τοὺς νέους εἰς τὴν τοῦ βιβλίου ἐκλογήν. ὁ δὲ καὶ σύνδεσμος σημαίνει ἡμῖν, ὡς οὐ μόνον εἰς 10 τὴν τῶν κατηγορίων διδασκαλίαν συμβάλλεται τὸ βιβλίον, ἀλλὰ καὶ εἰς πᾶσαν φιλοσοφίαν. ἄλλως τε καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει εἶπεν, ἐπειδὴ συμβάλλεται οὐ μόνον εἰς τὸ βιβλίον τῶν Κατηγοριῶν Ἀριστοτέλους, ἀλλὰ καὶ εἰς τὰς ἄλλων Κατηγορίας· εἰδέναι γὰρ χρὴ ὡς πολλοὶ τῶν Ἀριστοτέλους ἑταίρων κατὰ ζῆλον τοῦ διδασκάλου ἔγραψαν Κατηγορίας καὶ Περὶ ἑρμηνείας καὶ Ἀναλυτικά. συμβάλλεται οὖν τὸ βιβλίον τοῦτο οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας, ἀλλὰ καὶ εἰς τὰς Ἀρχύτου καὶ εἰς πάσας τὰς τῶν φιλοσόφων πραγματείας].

Ἀποροῦσι δέ τινες εὐθὺς ἐν ἀρχῇ εἰς τὸ ὄντος ἀναγκαίου ἄλογον μὲν καὶ οὐκ ἀκόλουθον ἀπορίαν, πλὴν καλῶς ἔχουσαν εἰρῆσθαι διὰ τὴν τῶν ἐπιλύσεων θεωρίαν γλαφυρωτέραν καὶ ὠφέλιμον οὖσαν. ἀποροῦσιν οὖν οὕτως· τοῦ ὄντος τὸ μέν φασιν ἀναγκαῖον τὸ δὲ ἐνδεχόμενον τὸ δὲ ὑπάρχον. ἀναγκαῖον μὲν οὖν ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον καὶ ἐξ ἀνάγκης ὄν, οἷον τὸ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέραν εἶναι. ἐνδεχόμενον δὲ τὸ δυνάμει ἔχον τὴν τῶν δύο ἐναντίων ὕπαρξιν οἷον τὴν τοῦ ἀναγνῶναι καὶ τοῦ μὴ ἀναγνῶναι, οὔπω δὲ οὐδέτερον ὂν ἀλλ’ ἐν τῷ δυνάμει μόνον εἶναι θεωρούμενον. ὑπάρχον δέ ἐστι τὸ εἰς ἐνέργειαν προαχθὲν καὶ ἐνεστὸς ἐνδεχόπροοιμίω [*](1 προσιμίω V 2 τίς ἐστιν V πρόθεσις EMp: προαίρεσις D: πρόσθεσις V post πρόθεσις add. ἤγουν ὁ σκοπὸς V τοῦδε D: om. EMVp ἐκεῖνον D ante διαλεχθῆναι add. βούλεται p τί om. Ε 5 τρόπῳ κέχρηται] τρόπω κέκτηται D: κέχρηται τρόπω EMVp ante διδασκαλίας additum φιλοσοφίας expunx. Ε ταῖς τῶν εἰσαγομένων Μ ἢ om. p 7 μὴν D: δὲ M : om. EVp 9 ὁ δὲ ·καὶ — πραγματείας (17) inclusi; cf. p. 31, 2 sq. 11 καὶ εἰς τὴν Laur. 72,7 p: καὶ εἰς in mrg. Ε : om. DMV περὶ Ἀριστοτέλους Ε post Ἀριστ. add. κατηγοριῶν p 12 post συμβάλλεται add. τὸ βιβλίον p τὸ βιβλίον codd.: τὴν διδασκαλίαν p 12. 13 τῶν κατηγοριῶν ἀριστοτέλους DEM: τῶν ἀριστοτέλους κατηγοριῶν V: τῶν παρὰ ἀριστοτέλει κατηγοριῶν p 13 τὰς ἄλλων scripsi: τὰς ἄλλας DEMp: ἑτέρων V γὰρ codd.: δὲ p ὡς DMV: ὡς οἱ Ε: ὅτι οἱ p 16 post Ἀρχύτου add. ἀλλὰ M 17 τὰς post φιλοσόφων transp. EMV 18 εὐθὺς om. D 20 γλαφυρωτάτην V 21 οὑν] δὲ M φασιν DEM: ἐστιν p: om. V 21. 22 τὸ δὲ ὑπάρχον τὸ δὲ ἐνδεχ. colloc. E 22 ante ἀναγκαῖον add. καὶ D: om. EMVp τὸ scripsi: τοῦ libri 23 ἡμέραν εἶναι D: ἱμέρα ἐστίν EMVp 24 ἐναντίων DM: ἐναντίαν Ε : ἀντικειμένων Vp καὶ τοῦ μὴ D : καὶ τὴν τοῦ μὴ EMp : καὶ μὴ V 25 οὐδὲ ἕτερον D: οὐδ’ ἕτερον Ep 26 ἐνεστὸς p: ἐνεστὼς codd. post ἐνεστὸς add. δὲ E)

27
μενον. τούτων τοίνυν τὸ ὂν οὐκ ἔστιν ἐπίσης· οὐ γὰρ ἀντιστρέφει κατὰ [*](9r) τὴν τοῦ εἶναι ἀκολουθίαν ὡς τὸ ἴδιον καὶ ὁ ὅρος, κατηγορούμενα ἢ ὐποκείμενα ἀλλήλοις. δύο γάρ ταῦτα ἐξισάζει, τοῖς τε ὑποκειμένοις κατηγορούμενα καὶ τοῖς κατηγορουμένοις ὑποκείμενα τό τε ἴὸιον καὶ ὁ ὅρος. ποῖον δέ ἐστι κατηγορούμενον καὶ ποῖον ὑποκείμενον; ὑποκείμενον μέν, ἐν ᾦ τὸ ἄρθρον πρόσκειται, κατηγορούμενον δέ, ἐν ᾧ τὸ ἔστιν ἢ δυνάμει ἡ ἐνεργείᾳ συνέζευκται. τῶν γὰρ κατηγορουμένων ἢ ὀνομάτων ὄντων ἢ ῥημάτων, τοῖς μὲν ὀνόμασιν ἐνεργείᾳ συνέζευκται ἡ ἔστι φωνή, τοῖς δὲ ῥήμασι δυνάμει, οἷον ἐὰν εἴπω ‘ὁ ἄνθρωπος’, ὑποκείμενον εἶπον, ἐὰν δὲ προσθῶ ‘ζῷόν ἐστι’, κατηγορούμενον εἶπον. τὸ οὖν ὂν ἐπίσης οὐκ ἔστιν οὔτε ὑποκείμενον οὔτε κατηγορούμενον τῷ ἀναγκαίῳ ἢ τῷ ἐνδεχομένῳ ἢ τῷ ὑπάρχοντι, ἀλλ’ ἐπὶ πλέον, ἐπεὶ οὐκ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν· πᾶν μὲν γὰρ εἴ τί ἐστιν ἀναγκαῖον ἢ ἐνδεχόμενον ἢ ὑπάρχον, τοῦτο καὶ ὄν ἐστιν, οὐκ ἔτι δὲ εἴ τί ἐστιν ὄν, τοῦτο πάντως ἢ ἀναγκαῖόν ἐστιν ἡ ἐνδεχόμενον ἡ ὑπάρχον, ἀλλ’ ὅ τι ἕν τι τούτων ᾖ, τὰ ἄλλα οὐκ ἔστιν, οἷον ἐὰν ἐνδεχόμενον ᾖ, οὔτε ἀναγκαῖόν ἐστιν οὔτε ὑπάρχον. εἰ τοίνυν οὐκ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν τὸ ὄν, ἐπὶ πλέον ἐστὶν ἄρα τοῦ τε ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος. τί δήποτε οὗν ὁ Πορφύριος πάσης κατηγορίας ἢ ἐπὶ πλέον ἢ ἐπίσης βουλομένης εἶναι τοὐ ὑποκειμένου, οὐδέποτε δὲ ἐπ’ ἔλαττον, αὐτὸς τὸ ἀναγκαῖον ἐπ’ ἔλαττον ὂν τοῦ ἐπὶ πλέον κατηγόρησε, λέγω δὴ τοῦ ὄντος, εἰπὼν ὄντος ἀναγκαίου;

Φαμὲν οὖν ὅτι ἀληθὲς μέν ἐστι τὸ μὴ τὰ ἐπ’ ἔλαττον τῶν ἐπὶ πλέον κατηγορεῖσθαι, τὸ μέντοι ὂν οὐκ· ἔστιν ἐπὶ πλέον τοῦ ἀναγκαίου· κυρίως γὰρ ἐκεῖνά ἐστιν ἐπὶ I πλέον ὀνόματα, ὅσα κατὰ πολλῶν κατηγορούμενα. καὶ [*](9v) ἐν πολλοῖς ἔχοντα ὑπόστασιν καὶ ἕν τι πρᾶγμά ἐστι ἰδίαν ὑπόστασιν ἔχον αὐτὸ καθ’ αὑτὸ θεωρούμενον ὡς τὸ ζῷον· κατηγορεῖται γὰρ κατὰ κυνὸς καὶ ἀνθρώπου καὶ ἵππου, καὶ ἔχει μὲν ἐν τούτοις ὑπόστασιν, καὶ ἰδίαν [*](1 conicias τούτοις, sed cf. p. 29 11 sq. post τοίνυν II litt. eras. M 2 ὁ superscr. V 3 ἀλλήλοις post κατηγορούμενα colloc. p 5 ὑποκείμενον καὶ ποῖον κατηγορούμενον colloc. V ὑποκείμενον (alterum) iterat V 6 τὸ ἅρθρον—ἐν ᾦ om. V πρόκειται Μ’ 7. 8 ἡ ῥημάτων ὄντων colloc. EMp 8 ἔστι D: om. EMVp 9 εἶπον DEMp: om. V 11 κατηγορ. οὔτε ὐποκ. colloc. EMVp 12 ἐπεὶ οὐκ codd. : οὐ γὰρ p 13 ἀκολουθίαν] ἀκολούθησιν V 15 ὅτι ἕν τι τούτων ᾖ DE: εἰ ἐν τι τούτων ἐστι M: ὅτι ἂν ἕν τι τούτων ἧ V (fort, recte): ὅτι ἂν τούτων ἓν τι ᾗ p 18 ἄρα ἐστὶ colloc. EMVp τε om. V ἐνδεχομένου καὶ τοῦ ἀναγκ. colloc. M 19 οὑν om. Ε 19. 20 βουλόμενος Ep 20 τῷ ὑποκειμένῳ p (cf. V. 1) 21 κατηγορῆσαι E 23 φαμὲν DVp: φανερὸν EM μέν superscr. D: om. V τὰ om. Ep 26 τὴν ὑπόστασιν M καὶ om. p: an ὅμως? ante ἰδίαν add. ἢ V: καὶ p: om. DEM 26. 27 ἔχον αὐτὸ καθ’ αὐτὸ θεωρούμενον EM: ἔχοντα αὐτὰ καθ’ αὑτὰ θεωρούμενα DV: ἔχει αὐτὰ καθ’ αὑτὰ θεωρούμενα p (cf. p. 28,29) 27 κατὰ κυνὸς καὶ ἀνθρ. καὶ ἵππου D: καὶ κατὰ κυνὸς καὶ κατὰ ἀνθρ. καὶ κατὰ ἵππου EMp: καὶ κατὰ κυνὸς καὶ κατὰ ἀνθρ. καὶ ἵππου V 28 ante ἐν τούτοις add. καὶ EMVp 28. p. 28, 1 ἰδίαν πάλιν ἔχει οὐσίαν D: οὐσίαν μέντοι ἰδίαν ἔχει Ep : ἰδίαν μέντοι οὐσίαν ἔχει MV)

28
πάλιν ἔχει οὐσίαν αὐτὸ καθ’ αὑτὸ θεωρούμενόν τε καὶ νοούμενον (όριζόμεθα [*](9v) οὖν τὸ ζῷον οὐσίαν αὐτὸ εἶναι λέγοντες ἔμψυχον αἰσθητικήν)· ἐπεὶ ὅσα μὴ ἔχει ὑπόστασιν οἰκείαν, ἀλλ’ εἰσὶ φωναὶ ὁμώνυμοι ὡς ὁ κύων καὶ ὁ Αἴας καὶ ὅσα τοιαῦτα, ταῦτα οὐκ ἔστιν ἐπὶ πλέον· ψιλαὶ γάρ εἰσι φωναὶ καὶ οὐ πράγματα. τὸ δὲ ἐπὶ πλέον τινὸς εἶναί τι δεῖ πρότερον αὐτὸ καθ’ αὑτό εἶναι, εἶτ’ ἐπὶ πλέον ἑτέρων εἷναι. τὸ οὖν ὂν ἐπειδὴ οὐκ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ’ ὀνόματος μόνον ἐστὶν ἐν τούτοις κοινωνία τῷ τε ἀναγκαίῳ καὶ τῷ ἐνδεχομένῳ καὶ τῷ ὑπάρχοντι, οὐκ ἔστιν οὐδενὸς αὐτῶν ἐπὶ πλέον· φωνὴ γάρ ἐστι ψιλή. ἔπειτα δὲ εἰ ἐπὶ πλέον λέγουσιν εἶναι τὸ ὄν, ὡς γένος αὐτὸ πάντως ἀξιοῦσιν εἶναι ἐπὶ πλέον· τὸ δὲ γένος τεμνόμενον κατὰ τὸν αὐτὸν χρόνον τὰ εἴδη ποιεῖ ὑφεστάναι καὶ πάντως οὐδενὸς οὔτε προτέρου ὄντος οὔθ’ ὑστέρου· ἀνάγκη οὖν αὐτοὺς ὁμολογεῖν κατὰ τὸν αὐτὸν χρόνον γίνεσθαι τό τε ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον καὶ τὸ ὑπάρχον, ὅπερ ἄτοπον· τὸ μὲν γὰρ ἀναγκαῖον τὸ ἀεὶ ἔχει, τὸ δὲ ἐνδεχόμενον καὶ τὸ ὑπάρχον τὸ ποτέ· οὐκ ἄρα γένος τὸ ὂν τῶν εἰρημένων, οὐδ’ ἄρ ἐξ ἀνάγκης ἐπὶ πλέον. ἔστι γὰρ τὸ ὂν φωνὴ ὁμώνυμος καὶ οὐ γένος, οὐδὲ φύσις ἀφωρισμένη ὑπάρχουσα ἑκάστῳ τῶν κατὰ μέρος, ὡς τὰ γένη ἐστίν. ἄλλως τε δὲ ἅπαντα τὰ πράγματα ἢ ἀπροσδιορίστως λέγομεν ἢ μετὰ προσδιορισμοῦ. προσδιορισμοὶ δὲ εἰσι τέσσαρες· πᾶς, τί., οὐ πᾶς, οὐδείς. καί φασιν αὐτοὺς εἰρῆσθαι προσδιορισμούς διὰ τὸ ἐξ αὐτῶν ὁρίζειν τὸν διαλεγόμενον, εἴτε περὶ καθολικοῦ διαλέγεταί τινος εἴτε καὶ μερικοῦ· ἐὰν μὲν γὰρ εἴπῃ ‘πᾶς’, καθολικὸν σημαίνει, ἐὰν δὲ ‘τίς’, μερικόν. τούτων τοίνυν οὕτως ἐχόντων, ἐπειδὴ δέδεικται τοῖς φιλοσόφοις ἅπασιν ὅτι τὸ ἀπροσδιορίστως τι λέγειν ἰσοδυναμεῖ τῷ μετὰ προσδιορισμοῦ μερικοῦ οἷον τοῦ τίς τῷ γὰρ ‘τὶς ἄνθρωπος ἦλθεν’ ταὐτόν ἐστι τὸ ‘ἄνθρωπος ἦλθεν’), εἰ ταῦθ’ οὕτως ἔχει, καὶ ὁ Πορφύριος ἄρα ἀπροσδιορίστως εἰρηκὼς ὄντος καὶ προσθεὶς τὸ ἀναγκαῖον ἔλαβε μερικὸν τὸ ὄν, ὡς ἂν εἰ ἔλεγε ‘τὶ ὂν ἀναγκαῖόν ἐστ‘· μερικὸν δὲ ὂν ἐπίσης ἐστὶ τῷ ἀναγκαίῳ, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν. ὥστε καὶ εἰ μὴ φωνὴ ψιλὴ τὸ ὂν ἦν, ἀλλὰ πρᾶγμα ἰδίαν ὑπόστασιν ἔχον ὡς [*](1 θεωρούμενόν τε καὶ D: om. EMVp 2 εἶναι αὐτὸ colloe. EMVp αἰσθητικὴν τὴν ἔμψυχον (sed τὴν del.) E: αἰσθητικὴν ἔμψυχον p 2. 3 ἐπεὶ οὑν ὅσα V 3 οἰκείαν DMV: ἰδίαν Ep 4 ὅσα DEp: in lit. M: τὰ V ταῦτα D: om. EMVp ἔστιν EMVp: εἰσὶν D 5 τι δεῖ] δή τι V 6 εἶναι (prius) om. EV εἶναι ἑτέρων colloe. M 7 μόνον DMp: μόνου EV 8 καὶ τῷ ἐνδεχομένῳ om. V 9 εἰ DEMp : καὶ V εἶναι λέγουσι colloe. V 11. 12 προτέρουὑστέρου] προτερεύοντος οὔτε ὑστεροῦντος p 12 οὖν om. V 16 οὐδὲ] οὐ Ε post φύσις add. τις EMVp: om. D 17 post ἀφωρισμένη add. καὶ κεχωρισμένη p ὑπάρχουσα post μέρος transp. EMVp post μέρος add. φύσεων V 18 δὲ om. V 21 καθολικοῦ DMV: καθόλου Ep διαλέγεται] ὁρίζεται p καὶ] περὶ p (fort, recte) μὲν om. V εἴποι V 22 καθολικὸν DMV: καθόλου Ep ἐὰν δὲ εἴπῃ τίς, μερικὸν ἔδειξε M 24 μερικοῦ οἷον τοῦ τίς scripsi: μερικῶ οἷον τῶ τίς D: τῶ τις EM: μερικῷ οἶον τὸ τίς V: μερικῶ τῶ τίς p 24. 25 τῶ γὰρ . . . ταὐτόν ἐστι τὸ DE : τὸ γὰρ . . . ταὐτόν ἐστι tw MVp 26 post ὄντος add. ἀναγκαίου DEVp: om. M 26. 27 καὶ προσθεὶς τὸ ἀναγκαῖον codd. : καὶ μὴ προσθείς παντός p 27 μερικὸν ἔλαβε colloc. EMVp (??) 29 εἰ καὶ colloe. Vp ἀλλὰ καὶ πρᾶγμα EMV)
29
τὸ ζῶον, οὐ κακῶς κατηγόρησε τὸ ἀναγκαῖον τοῦ ὄντος ἀτͅροσδιορίστως [*](9v) αὐτοῦ κατηγορήσας. ἔτι δὲ ὅτε μὲν τὰ πράγματα βουλόμεθα σημᾶναι, ἕκαστον αὐτῶν ὅλον, κατ’ εὐθεῖαν πτῶσιν σημαίνομεν ὁ ἄνθρωπος ὁ ἵππος ὁ βοῦς, ὅτε δὲ μέρος τι τῶν πραγμάτων ἡ περὶ τὰ πράγματά τι ὑπάρχον, διὰ τῆς γενικῆς σημαίνομεν· οἷον ἐὰν εἴπωμεν τοῦ Σωκράτους, ἢ τῶν μερῶν αὐτοῦ τι σημαίνομεν ὡς τὴν χεῖρα ἢ τὴν κ̓α-ὁ̔ͅ Ἀ-́ίν.ι ἢ τῶν περὶ αὐτόν τι οἷον τὸν οἶκον ἢ τὸ βιβλίον. ὁ ’JV Πορφύριος εἰ μὲν εἰρήκει ιτὸ ὂν ἀναγκαῖόν ἐστι’ διὰ τῆς εὐθείας, τὸ πρᾶγμα αὐτὸ ἔμελλε σημάναι, καὶ οὕτως ἂν ἔδοξεν ἴσως τοῦ ὅλου τὸ μέρος κ̔ -.rιγορ-αῖν· ἐπειδὴ δὲ εἶπεν ὄντος ἀναγκαίου διὰ τῆς γενικῆς, ἀνάγκη δήπου ἢ κdρος τοὐ πράγματος ἢ τῶν περὶ τὸ πρᾶγμά τι δηλοῦν. μέρους δέ τινος τῶν περὶ τὸ ὂν ἐπίσης ἐστὶ τὸ ἀναγκαῖον, ὡς ἄνθρωπος ἐπίσης ἐστί τινος ζώ1 οὐ καὶ ἡ χεὶρ ἐπίσης ἐστί τινος τῶν τοῦ ἀνθρώπου. καὶ κατὰ τοῦτον οὖν τὸν λόγον, εἰ καὶ ἰδίαν ὑπόiσιασιν ἔχειν τις λέγει τὸ ὄν, οὐ κακῶς κατηγόρησε τοῦ [*](10r) ὄντος τὸ ἀναγκαῖον ὁ Πορφύριος, ἐπειδὴ καὶ τοῦτο δεδώκαμεν· κατὰ γὰρ τοῦ ἴσου τὸ ἴσον κατηγόρησεν. ἔτι μέντοι καὶ κατὰ ἄλλον λόγον δείκνυται μὴ ὂν γένος τὸ ὂν μήτε τῶν εἰρημένων τριῶν, μήτε ἰῆς οὐσίας καὶ τοῦ συuι βα-βηὶ̣ότο καὶ τῶν λοιπῶν κατηγοριῶν. ἐν οἷς γὰρ πρῶτόν τι καὶ δεύτερον, τούτων τὸ κοινῶς κατηγορούμενον γένος οὐκ ἔστιν· τὸ γὰρ γένος εἰδῶν ἐστι γένος, τὰ δὲ εἴδη κατὰ τὸν αὐτὸν χρόνον ὑφίσταται, καὶ ἐν ἑαυτῷ ἕκαστον ἔχει τὸ εἶναι, οὐκ ἐν ἄλλοις. εἰ δὲ καὶ τὸ συμβεβηκὸς δεύτερόν ἐστι τῆς οὐσίας καὶ ἐν ἐκείνῃ ἔχει τὸ εἶναι, καὶ τὸ ὑπάρχον δεύτερον τοῦ ἐνδεχομένου καὶ ἐν ἐκείνῳ ἔχει τὸ εἶναι, ὁμωνύμως ἄρα κατὰ τούτων ἀλλ’ οὐ συνωνύμως τὸ ὂν κατrιγορηθγ́ͅσεται· οὐ γάρ ἐστι γένος, ἐπειδὴ πρῶτά τινα καὶ δεύτερα ἐν τούτοις φαίνεται. πόθεν δῆλον ὅτι τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ ἔχει τὸ εἶναι καὶ ἐν τῷ ἐνδεχομένῳ τὸ ὑπάρχον, ἀλλ’ οὐκ ἐν ἑαυτοῖς; ὅτι ἀναιρουμένης τῆς οὐσίας καὶ τοῦ ἐνδεχομένου συναναιρεῖται καὶ τὸ συμβεβηκὸς καὶ τὸ ὑπάρχον. εἰ δὲ ἦν εἴδη ἐκ τοῦ [*](1 οὐ del. Μ 2 βουλόμεθα] βουληθῶμεν EM > ἕκαστον αὐτῶν ὅλον D: om. EMVp post πτῶσιν add. αὐτὰ p post σημαίνομεν add. λέγοντες p: malim οἶον 4 τὰ πράγματα] τὸ πρᾶγμα V 5 Σωκράτους] σώματος M ἢ om. M 6 τι αὐτοῦ CoUoc. V G. 7 περὶ αὐτά M 8 αὐτὸ] αὐτὸς M ἤμελλε V 9 δὼς ἔδοξε colloc. EMV^p τὸ τοῦ οτηου colloc. p εἶπεν ὄντος ἀναγκαίου D: ὄντος εLτε ἀναγκαίου om.) EMVp 1 1 τῶν περὶ τῶν πρᾶγμα Y δὲ καί τινος Y Ι3 ἐστὶ] ἔσται M οὖν] αὖ Ε τὸν λόγον οὖν (nuineris superscr. corr.) colloc. ’ 14 λέγει τις colloc. EMVp οὑ κακῶς Ep: om. DMV (of. v. 1) 17 εἰρημένων D: προειρημένων EMVp post τριῶν add. τοῦ τε ἀναγκαίου καὶ τοῦ ἐν- δεχομένου καὶ τοῦ ὑπάρχοντος p οὐσίας τε καὶ p 20 ὑφίστανται DY ἐν om. ’ 21 ἑαυτῶ D: ἑαυτοῖς EMVp ἕκαστον EMVp: om. D ante οὐκ add. καὶ Y ὄις DM : ἀλλήλοις EYp εἰ δὲ — καὶ ἐν ἐκείνω ἔχει τὸ εIνͅαι (23) om. Y εἰ δέ DMp: ἀλλὰ Ε 22. 23 δεύτερόν ἐστι p 2-i ἀλλ’] κα. M 2.3 πρῶτά τινα καὶ δεύτερα DMV: πρῶτα καὶ δεύτερα E: τὸ πρῶτον καὶ τὸ δεύτερον p 26 ἔχει τὸ εἶναι ἐν τῇ οὐσ. colloc. M 27 ἑαυτοῖς] αὐτοῖς Ερ 28 καὶ (ante τὸ συμβ.) DV: om. EMp post εἴδη add. αὐτῆς E)
30
ὄντος αὐτοῖς ἀντιδιῃρημένα καὶ μὴ ἐν ἐκείνοις εἶχε τὸ εἶναι, οὐκ ἂν τούτων [*](10r) τῶν εἰδῶν ἀναιρουμένων οἷον τῆς οὐσίας καὶ τοῦ ἐνδεχομένου συνανῃρεῖτο τὸ ἕτερον· οὗ γὰρ εἴ τι εἶδος φθαρῇ τοῦ ζῴου οἷον κύων ἢ ἵππος, συναναιρεῖ καὶ τὰ ἄλλα εἴδη οἷον ἄνθρωπον ἢ βοῦν ἢ κάμηλον ἢ ἄλλο τι τῶν λοιπῶν εἰδῶν. κατὰ τοσούτους γοῦν τρόπους καὶ τὸ τῆς ἀπορίας ἄλογον δέδεικται καὶ τὸ τῶν λύσεων γλαφυρόν.

[*](p. 1, 3)

Ὅντος ἀναγκαίου, Κρυσαόριε, καὶ εἰς τὴν τῶν παρὰ [*](10 v) Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν τοῦ γνῶναι τί γένος καὶ τί διαφορά.

‘Ο γὰρ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις περὶ γενικωτάτων φωνῶν διαλέγεται καὶ διαφοραῖς αὐτὰς Χωρίζει ἰδίοις. εἰ οὖν ἐκεῖ περὶ γενῶν καὶ διαφορῶν καὶ ἰδίων ὁ Ἀριστοτέλης διαλέγεται, τὸ ἄρα γνῶναι τί ἐστι [*](1 αὐτοῖς ἀντιδ.] αὑτοῖς ἀντιδιῃρημένα D: ἀντιδιδόμενα Ε: αὐτὰ ἀντιδῃρημένα M: ἐπ’ αὐτῖς ἀντιδιηρημένα V: ἀντεδιῃρημένα p 1. 2 τούτων τῶν DMp: τοῦτο ἦν τῶν EV (sed τοῦτο oblitt. V) 2 ἀναιρουμένης Ε 2. 3 συνανῃρεῖτο D1M: : συνανῄρητο D2: συναναιρεῖται Ep : τὸ συναναρεῖσθαι V 3 τὸ ἕτερον] καὶ αὐτὰ V φθαρῇ DEM : φθαρείη Vp 4 συναναιρεῖται V ἄλλα] ἕτερα p ὁ ἄνθρωπος ἢ βοῦς ἡ κάμηλον om.) V 5 γοῦν om. D (fort, recte) 6 post γλαφυρόν add. τινὲς πάλιν αἰτιῶνται τὴν ἀρχὴν ὡς κακὼς ἔχουσαν καί φασιν· εἰ γὰρ τὸ ὃν τῶν ὁμωνύμων ἐστὶ τὸ δὲ ὁμώνυμον ἀόριστον, τὸ ὃν ἄρα ἀόριστον. οὑ δεῖ δὲ τὴν ἀρχὴν ἀπὸ ἀορίστου ποιεῖσθαι. φαμὲν οὖν ὅτι οὐκ ἔστιν ὁμώνυμον τὸ ὄν, ἀλλ’ ὡς ἀφ’ ἑνὸς μέν, ὡς ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν βιβλίον, ἰατρικὸν ἐργαλεῖον. πρὸς ἓν δὲ βλέπουσι τὸ ἰατρικὸν ἐργαλεῖον καὶ τὸ ἰατρικὸν φάρμακον, τὴν ὑγείαν. τὶ δέ ἐστι τὸ ἀφ’ ἑνός, ἐν ταῖς κατηγορίαις εἰσόμεθα. καὶ διὰ τί τὸ ὃν τοῦ ἀναγκαίου προέταξε; λέγομεν οὑν ὅτι διὰ τρεῖς αἰτίας· μίαν μὲν ὡς καθολικώτερον τὸ ὃν προέταξε, κατὰ δευτέραν δὲ διὰ τὸ εὐφραδές· εἰ γὰρ εἶπεν ἀναγκαίου ὄντος, οὐχ οὕτως ἔμελλεν εἶναι ἡ φράσις εὔφωνος, ἔχουσα τὸ κεχηνός· κατὰ δὲ τρίτην αἰτίαν, ἵνα ἀπὸ τῶν γενικωτάτων ἀρχώμεθα. οὕτως οὖν ἀπὸ γενικωτάτων ἄρξασθαι βουλόμενος ὁ πορψύριος τὸ ὃν προέταξε. διὰ τί δὲ οὐκ εἶπε δικαίου ἣ ἀγαθοῦ ἢ χρησίμου, ἀλλ’ ἀναγκαίου; ῥητέον οὖν ὅτι ἀπό τινος διττῆς διαιρέσεως. ἰστέον δὲ ὅτι τὰ δύο ταῦτα ἀλλήλοις παρακείμενά εἰσι, τὸ ἀγαθὸν καὶ τὸ χρήσιμον· τὸ δὲ χρήσιμον τέμνεται εἰς δύο, εἰς τὸ ὁμώνυμον τῷ γένει χρήσιμον καὶ εἰς τὸ ἀναγκαῖον. καὶ ἀγαθὸν μέν ἐστι τὸ δι’ ἑαυτὸ αἱρετόν, οἷον ἡ εὐδαιμονία, ἡ εὐσέβεια, χρήσιμον δὲ τὸ ἀντιδιαστελλόμενον τῷ ἀναγκαίῳ, ὅπερ οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει, ὡς ἡ τοιάδε ἐσθής. ἀναγκαῖον δὲ ὃ παρὸν σώζει καὶ ἀπὸν φθείρει, ὡς ἡ ἀναπνοή. πάλιν. δὲ ἀναγκαῖον διττόν, ἢ τὸ δι’ ἑαυτὸ αἱρετόν, ὅπερ οὐδὲν τοῦ ἀγαθοῦ διαφέρει, οἷον ἡ εὐδαιμονία, ἡ ὑγεία, ἢ τὸ δι’ ἄλλο αἱρετόν, ὡς τὸ φλεβοτομεῖν καὶ τὸ φάρμακον. κατὰ οὖν τὸ πρῶτον σημαινόμενον ἡ τῶν πέντε φωνῶν γνῶσις ἀναγκαία, διὰ τὸ συμβάλλεσθαι ἡμῖν εἰς τὰς κατηγορίας καὶ εἰς τὴν λογικὴν μέθοδον. τοῦτο δὲ τὸ ἀναγκαῖον ἑξαχῶς λέγεται. λέγεται ἀναγκαῖον ὕλη, λέγεται ἀναγκαῖον καὶ τὸ λογικὸν τῷ ἀνθρώπῳ, | λέγεται ἀναγκαῖον καὶ τὸ δι αὐτὸ μὲν φευκτόν, δι’ ἕτερον δὲ αἱρετόν, λέγεται ἀναγκαῖον καὶ τὸ δι’ αὐτὸ αἱρετόν, λέγεται πάλιν ἀναγκαῖον καὶ τὸ δι’ ἑαυτὸ μὲν οὔτε αἱρετὸν οὔτε φευκτόν, δι’ ἄλλο δὲ αἱρετόν, ὥς τινα τῶν φαρμάκων, καὶ τὸ δι’ ἑαυτὸ καὶ δι’ ἄλλο αἱρετόν. κατὰ τοῦτο οὖν τὸ τελευταῖον σημαινόμενον τοῦ ἀναγκαίου ἐστὶ τὸ παρὸν σύγγραμμα ἀναγκαῖον, διὰ τὸ δι’ ἑαυτὸ καὶ δι ἄλλο ἀναγκαῖον εἶναι p (cf. David, Erand. p. 19a 21 sq.) 8 ἀρστοτέλην Ε 10 καὶ ἐν ταῖς V περὶ τῶν γενικωτάτων Μ 11 καὶ (prius) iterat D αὐτὰς DEp: αὐτὰ M : αὐταῖς V)

31
γένος καὶ τί διαφορὰ καὶ τί εἶδος καὶ τί ἴδιον εἰκότως χρήσιμον πρὸς [*](10v) εὐχερεστέραν ἐκείνων κατάληψιν. κέχρηται δὲ τῷ καὶ συνδέσμῳ συμπλεκτικῷ, ἐπειδὴ οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἐστὶ χρήσιμον, ἀλλὰ καὶ εἰς ἅπερ ὑποκατιὼν αὐτὸς λέγει. τινὲς δέ φασιν αὐτὸν εἰρηκέναι καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ὡς καὶ εἰς τὰς Ἀρχύχρησιμευούσης του τῆς τούτων τῶν πέντε φωνῶν γνώσεως· καὶ γὰρ καἰ κεῖνος ἔγραψε Κατηγορίας. ἄτοπον δὲ τοῦτο λέγειν αὐτοῦ τοῦ Πορφυρίου καὶ τὰ λοιπὰ διασαφήσαντος, εἰς ἅ ἐστιν ἥ τε τοῦ γένους καὶ ἡ τῆς διαφορᾶς καὶ ἡ τῶν λοιπῶν γνῶσις χρήσιμος. τὴν δὲ διαφορὰν προέταξε τοῦ εἴδους, ἐπειδὴ φυσικῶς προτερεύει τοῦ εἴδους. καὶ τοῦτο ἐν τῷ οἰκείῳ τόπῳ ἐπελθόντες δείξομεν. καὶ νῦν περὶ ὧν ὁ Πορφύριος προτίθεται τὴν διδασκαλίαν ποιεῖσθαι (περὶ γὰρ γένους, διαφοράς, εἴδους, ἰδίου καὶ συμβεβηκότος) ἐστὶν ἡ διδασκαλία.

Ἄξιον δὲ ζητῆσαι ἐνταῦθα τί δήποτε οὕτως κατὰ τάξιν ἔθετο τὰς φωνὰς ὁ φιλόσοφος· οὐ γάρ ἀνάγκην εἶχε τοῦτο μάτην ποιῆσαι. ἀλλ’ εἰ βουλόμεθα τοῦτο γνῶναι, μικρὸν ἄνωθεν ἀρξώμεθα. εἰδέναι δεῖ ὅτι ἔστι τινὰ ἐν τοῖς πράγμασι καὶ μερικὰ καὶ καθολικά. ἐπειδὴ γὰρ ἔμελλον τὰ μερικὰ φθείρεσθαι καὶ οἷον ἀπόλλυσθαι, γενικώτερόν τι τούτων ἐπενόησεν ἡ φύσις περιλαμβάνον πάντα καὶ διασῶζον τὴν ἑκάστου μορφήν, καὶ τοῦτο γένος ἢ εἶδος καλεῖται. ἵνα δὲ μὴ ἀνεννόητοι αὐτῶν ὦμεν καὶ τῆς τάξεως τὴν αἰτίαν μάθωμεν, εἴπωμεν ὡς ἐν παραδείγυματι τί ἐστιν ἕκαστον. Σωκράτην μὲν οὖν καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην καὶ τοὺς κατὰ μέρος καλοῦκαὶ [*](1 τί εἶδος om. EMV: post ἴδιον transp. p εἰκότως om. p 2. 3 συμπλεκτικῷ ante συνδέσμῳ transp. EMV: om. p 3 ἐπειδὴ DEM: ἐπεὶ Vp μόνον] μόνως D Ἀριστοτέλους D: om. EMVp 3. 4 ἐστὶ χρήσιμον post μόνον trausp. V 4 δὲ om. M 4. 5 εἰρηκέναι] λέγειν M 5 ὡς EMVp: om. D 5. G τοῦ ἀρχύτου M 6 τῶν πέντε φωνῶν om. V 6. 7 κἀκεῖνος Dp: ἐκεῖνος EMV 8 ἡ (post καὶ) om. Ep 9 ἡ om. V τὴν δὲ διαφορὰν— διδασκαλία (13) eicias 10 ἐπειδὴ DEM: ἐπεὶ Vp προτερεύει EMp: πρωτεύει DV post εἴδους add. διὰ τί δὲ τὸ γένος προέταξε τῆς διαφορᾶς ἐν τῇ διδασκαλίᾳ p καὶ om. p 10. 11 ἐν τῷ οἰκ. τ. ἐπελθόντες δείξομεν EMV: ἐλθόντες ἐν τῷ οἰκ. τ. λέξομεν D: ἐν τῷ οἰκ. τ. ἀπελθόντες δείξομεν p 11 καὶ νῦν] νῦν δὲ p περὶ ὧντινων V post ὦν add. βοᾶ (?) Μ 12 ποιεῖσθαι] εἷσθαι in ras. D περὶ γὰρ D: ·περὶ EMV: ταῦτα εἰσί p γένος, διαφορὰ, εἶδος, ἴδιον καὶ συμβεβηκός p εἴδους καὶ διαφορᾶς Ε καὶ om. M 13 ἐστὶν ἡ διδασκαλία D: om. EMVp 14 ζητῆσαι] ἀπορῆσαι V κἀνταῦθα] ἐνταῦθα p τί δήποτε] διατὶ. M 14. 15 κατὰ τάξιν ἔθετο τὰς φ. D: ἐπέθηκε ἔθηκε M) τὰς φ. κατὰ τάξιν EM: κατὰ τάξιν ἔθηκε τὰς φ. Vp 15 φιλόσοφος] πορωύριος p μάτην Dp: om. EMV 16 βουλόμεθα Dp: βουλοίμεθα EMV εἰδέναι δὲ δεῖ EMV 17 καὶ μερικὰ καὶ καθολικά D: καὶ καθολικὰ καὶ μερικά Ε: καθολικὰ καὶ μερικά MV: καὶ καθόλου καὶ μερικά p ἤμελλον V 18 ἀπόλλυσθαι] ἀπολύεσθαι p γενικ. τι τούτων post φύσις transp. EMVp 19 περιλαμβάνον—τοῦτο omisisse videtur V, nam loco verborum τούτων—τοῦτο IV litt. oblitteratae sunt 20 ἀνεννόητοι] ἀνόητοι p αὐτῶν] αὐτοὶ V post ὦμεν add. φέρε V 21 εἴπωμεν οὖν E: εἴπωπεν δὲ V ἕκαστόν ἐστι colloc. EM 22 καὶ Ἀλκιβιάδην om. EMVp)

32
σιν οἱ φιλόσοφοι μερικὰ καὶ ἄτομα, ὁμοίως δὲ καὶ Ξάνθον καὶ βαλίαν καὶ [*](10v) τόνδε τὸν ἵππον. τὰ δὲ τῶν κατὰ μέρος περιεκτικὰ προσεχῶς καλοῦσιν εἴδη, οἷον τὸν καθόλου ἄνθρωπον (περιέχει γὰρ τοὺς κατὰ μέρος ὁ καθόλου) καὶ τὰ ἄλλα ὁμοίως, τὰ δὲ τούτων πάλιν περιεκτικὰ καλοῦσι γένη οἷον τὸ ζῷον· περιέχει γὰρ ἵππον καὶ ἄνθρωπον. μέσαι δὲ τούτων αἱ διαφοραί εἰσιν. διαφορὰ δέ ἐστιν, ὡς αὐτὸς ὁ Πορφύριος προιὼν ἐρεῖ, ᾗ διενηνοχεν ἕτερον ετερου· κάτα ταύτην γὰρ ἡ διαφορὰ τῶν πραγμάτων διαφαίνεται, ἐπεὶ κατὰ γένος οὐδεμία γίνεται διαφορὰ ἔκδηλος· οἷον τὸ ζῷον γένος ὑπάρχει, καθ’ ὃ οὐδὲν ἄλλο διαφέρει ἄλλου (πάντα γὰρ ζῷα καλοῦνται καὶ ἵππος καὶ κύων καὶ βοῦς καὶ ἄνθρωπος), ἐὰν δὲ εἴπω ὅτι τοῦ ζῴου τὸ μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, ὑποδιελὼν ἐποίησα τὴν δια- φοράν, καθ’ ἣν ἐφάνη διαφέρων ὁ ἄνθρωπος τοῦ ἵππου καὶ τοῦ βοὸς καὶ τῶν λοιπῶν ἀλόγων· λογικὸν μὲν γὰρ λέγεται τὸ μετὰ λόγου καὶ κρίσεως τινος διάγον οἷον ἄνθρωπος ἄγγελος, ἄλογον δὲ τὸ χωρὶς λόγου καὶ κρίσεως| [*](11r) οἷον ἵππος καὶ βοῦς καὶ τὰ ἄλλα ἄλογα ζῷα. ὥστε οὖν αὕτη μερι- κωτέρα μέν ἐστι τῶν γενῶν, καθολικωτέρα δὲ τῶν εἰδῶν, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν· τὸ γὰρ λογικὸν μερικώτερον τοῦ ζῴου (περιέχει γὰρ τοῦτο τὸ ζῷον τὸ λογικόν τε καὶ ἄλογον), καθολικώτερον δὲ τοῦ εἴδους· περιέχει γὰρ πολλὰ εἴδη τὸ λογικόν, ἄγγελον γὰρ καὶ ἄνθρωπον. ἄλλως τε δὲ μερικώτερόν ἐστι τοῦ γένους ἡ διαφορά, καθὸ ὑπὸ τὸ γένος πέπτωκε, καθολικώτερον δὲ τοῦ εἴδους. καθὸ αὕτη δύο τινῶν ἐστι περι- εκτικὴ τοῦ λογικοῦ τε καὶ ἀλόγου, ὑφ’ ἃ πάντα τὰ δῷα πέπτωκε. τὸ δὲ εἶδος ἑνὸς μόνου ἐστὶ περιεκτικὸν οἷον ἀνθρώπου ἵππου ἢ ἄλλου τινός. τὸ δὲ ἴδιον ἑνὶ μόνῳ εἴδει ὑπάρχει, οἷον ἴδιον τοῦ ἀνθρώπου τὸ γελαστικὸν λέγεται· αὐτῷ γὰρ μόνῳ ὑπάρχει καὶ παντί. συμβεβηκὸς· δέ ἐστι τὸ [*](1 ξανθὸν Μ Βαλλίαν D: βάλιον V (cf. p. 17,19) καὶ (ante τόνδε) om. M 2 προσεχῶς— περιεκτικά (4) om. MV: καλοῦσιν—περιεκτικὰ om. Ε 3 τοὺς p: τὰ D 4 τῶν τούτων p 5 ἴππον καὶ ἄνθρ. DM: ἄνθρ. καὶ ἵππον E: καὶ ἵππον καὶ ἄνθρ. V: καὶ ἄνθρ. καὶ ἵππον p μέσαι δὲ DV: καὶ μέσα δὲ EM: μέσα δὲ p 5. 6 αἱ διαφοραί εἰσιν DEM: αἱ διαφοραί V: εἰσὶν αἱ διαφοραί p 6 προϊὼν ὁ πορφ. colloc. M 7 ταύτην DEV: ταῦτα M: τοῦτο p 8 διαφαίνεται] διαφέρεται V ἐπεὶ] ἐπειδὴ V γίνεται post ἔκδηλος transp. EM 9 ὑπάρχει DEp: ὑπάρχον MV καθ’ ὃ οὐδὲν] καθὸ οὐδὲν D: κατ’ οὐδὲν EV: καὶ κατ,᾿ οὐδὲν M: καὶ κατ’ αὐτὸ οὐδὲν p ἄλλου δια- φέρει colloc. EMVp 10 καὶ ἄνθρ. καὶ ἵππος καὶ βοῦς καὶ κύων colloc. M δὲ] γὰρ p 11 ἐστι om. E: post λογικὸν transp. M 12 τοῦ ἵππου καὶ τοῦ βοὸς D: ἵππου καὶ βοὸς EMp: ἵππου V 15 καὶ (ante βοῦς) om. Ε οὖν om. p 17 post μερικώτερον add. ἐστι M 17. 18 τοῦτο τὸ ζῶον τὸ λογικόν τε καὶ ἄλογον D: τὸ ζῶον τοῦτο τὸ λογικὸν δηλονότι καὶ τὸ ἄλογον EMp: τὸ ζῶον τοῦτο τὸ λογικὸν καὶ τὸ ἄλογον V; fort, τὸ ζῷον eicias (cf. v. 21) 19 γὰρ om. V 20 τε δὲ Dp: τε δέ καὶ EM: τε V μερικώτερον D: μερικωτέρου E: μερικωτέρα MVp ἐστι om. D ἡ διαφορὰ τοῦ γένους colloc. V 21 καθολικώτερον DE: καθολικωτέρα MVp αὕτη] αὐτὴ V 22 τοῦ ἀλόγου EMVp 23 post μόνου add. τινός M ἢ ἵππου p 24 ἑνὶ μόνω εἴδει D: ἑνὶ μὲν εἴδει μόνω EMVp post ὑπάρχει add. καὶ παντὶ p 24. 25 τοῦ ἀνθρ. ἴδιον λέγεται τὸ γελ. colloc. EMVp 25 post παντὶ add. καὶ ἀεί p)
33
δυνάμενον δίχα τινὸς βλάβης ἀπογενέσθαι τοῦ ἐν ᾧ ἐστιν, οἷον λευκὸν μέλαν [*](11r) καθῆσθαι ἑστάναι. τούτων οὖν τὰ μὲν συμπληρωτικά ἐστι τῆς οὐσίας ἤγουν τῆς ὑπάρξεως, τὸ γένος κ·αὶ τὸ εἶδος καὶ ἡ τούτων μέση διαφορά, ἅτινα οὐσιώδη καλεῖται· ταῦτα γὰρ συμπληρωτικά εἰσι παντὸς ζῴου· ἕκαστον γὰρ τούτων τῶν τριῶν μετέχει, οἷον Σωκράτης, καθὸ μὲν ζῷον, ἔχει τὸ γένος, καθὸ δὲ λογικὸν θνητόν, ἔχει τὴν διαφοράν, καθὸ δὲ ἄνθρωπος, τὸ εἶδος· ὁμοίως δὲ καὶ Πλάτων καὶ Ἀλκιβιάδης. τὰ δὲ ἄλλα δύο ἐπεισοδιώδη καλεῖται, τὸ ἴδιον λέγω καὶ τὸ συμβεβηκός, διότι οὐδὲν εἰς τὸν τῆς οὐσίας τοῦ ὑποκειμένου συμβάλλεται λόγον. ὧν τὸ μὲν μὲν πλησιέστερον ὑπάρχει τῶν οὐσιωδῶν, ἐπειδὴ ἀεὶ ὑπάρχει τινί, τὸ δὲ συμβεβηκὸς πόρρω ὑπάρχει, ἐπειδὴ πῇ μὲν ὑπάρχει πῇ δὲ οὐχ ὑπάρχει. τὰ αὐτὰ τὰ δὲ καὶ χωριστὰ καλεῖται, ἐπειδὴ κατ’ ἐπίνοιαν χωριζόμενα οὐδὲν λυμαίνεται τῇ οὐσίᾳ τοῦ ὑποκειμένου, ἐπειδὴ εἰ τοῦτο ἦν, ἔδει τοὺς μέλανας ἀνθρώπους μὴ εἷναι, ὅπερ ἄτοπον, κἂν τοῦ γελᾶν δὲ τὴν δύναμιν ἀποβάλλωμεν, οὐδὲν ἧττόν ἐσμεν ἄνθρωποι πάσας τὰς τῶν ἀνθρώπων ἐνεργείας ἐνεργοῦντες. τούτων οὖν οὕτως ἐχόντων ὅρα πῶς ὁ Πορφύριος κατὰ τάξιν προῆλθε· προέταξε μὲν γὰρ τὰ οὐσιώδη καὶ συμπληρωτικὰ τῆς οὐσίας, ὕστερον δ’ ἔταξε τὰ ἐπεισοδιώδη. καὶ πάλιν τῶν οὐσιωδῶν προέταξε μὲν πρῶτον τὸ γένος ὡς καθολικώτερον, εἶτα τὴν διαφορὰν ὡς τούτου μερικωτέραν, εἶτα το ειοος ὡς ταύτης μερικώτερον. τῶν δὲ ἐπουσιωδῶν ἐπειδὴ τὸ μὲν ἴδιον πλησιέστερόν ἐστι τῆς οὐσίας, προέταξε μὲν αὐτὸ ὡς καὶ μᾶλλον συγγενέστερον τοῖς εἰρημένοις, τὸ δὲ συμβεβηκὸς τῆς ἐσχάτης τετύχηκε τάξεως ὡς μὴ κοινωνοῦν τοῖς εἰρημένοις καὶ αὐτὸ μόνον γινόμενόν τε καὶ ἀπογινόμενον χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς.

[*](1 δυνάμενον rescrips. V2 2 οὖν resrr. V2 συμπληρωματικά Ε εἰσι D 3 ἤγουν τῆς ὑπάρξεως D: τῶν πραγμάτων Vp: om. EM (fort, recte); turn pergit τὰ δέ ἐπείσακτα. καὶ συμπληρωτικὰ μέν ἐστι τῆς οὐσίας τὸ γένος κ. τ. λ. p οἶον τὸ γένος M καὶ (post γένος) Dp: om. EMV ἡ τούτων μέση διαφορά DV: ἡ τούτων διαφορὰ ἡ μέση E: ἡ τούτων διαφορά M: ἡ μέση τούτων διαφορὰ p 4 ταῦτα γὰρ συμπλ. εἰσι παντὸς ζώου Dp: διὰ τὸ συμπλ. εἶναι παντὸς ζώου EM: παρὰ τὸ ὡς ἤδη εἴρηται συμπλ. εἶναι παντὸς ζώου V 5 post μὲν add. γὰρ· MVp post ζῷον add ὁ σωκράτης EMV 5. 6 τὸ γένος ἔχει colloc. E 6 ἔχει D: om. EMVp 7. 8 ἐπεισοδιώδη D: ἐπουσιώδη EMVp 8 καλεῖται] καλοῦνται V post καλεῖται add. καὶ ἐπείσακτα p τό τε ἴδιον p 9 τοῦ in ras. D τοῦ ὑποκειμένου post λόγον transp. D 10 ὑπάρχει om. V 11 οὐχ ὑπάρχει DEp: οὔ MV 11. 12 τὰ αὐτὰ D: ταῦτα EMVp 12 καὶ om. p καλεῖται D: καλοῦνται EMVp 12. 13 λυμαίνεται MV: λυμαίνονται DEp 13 τῆ οὐσία EMVp: τῆς οὐσίας D ὑποκειμένου scripsi: ἀνθρώπου libri ἐπειδὴ] ἐπεὶ D 14 μὴ εἶναι ἀνθρ. colloc. EMVp κἀν τοῦ DMV: κἀν τῶ E: κἀν P 14. 15 ἀποβάλλωμεν Ε: ἀπόλλωμεν D: ἀποβάλωμεν M: ἀποβάλλω V: ἀποβάλλομεν p 16 οὖν Dp: om. EMV ὁ φιλόσοφος πορφύριος MV 17 γὰρ om. D συμπληρωματικὰ EMp 18 ὕστερον Dp: ὕστερα EMV ἐπεισοδιώδη D: ἐπουσιώδη EMVp καὶ πάλιν τῶν οὐσιωδῶν om. D προέταξε] scribas ἔταξε 19 πρῶτον EM: πρότερον D: om. Vp 20 ἐπουσιωδῶν] videtur aut ἐπεισοδιωδῶν aut μὴ vel οὐκ οὐσιωδῶν (cf. v. 7) et hie et ubique corrigendum esse 21 ἐστι om. M 23 εἰρημένοις Dp: προειρημένοις EMV (cf. v. 22) ante αὐτὸ add. ὡς EMVp: om. D)
34

Ζητῆσαι δὲ ἄξιον, πῶς ἀντιδιῄρηται τῷ γένει καὶ τῷ εἴδει τὸ συμβεβηκός, [*](11r) καίτοι καὶ αὐτὸ τὸ συμβεβηκὸς εἰς εἴδη τε καὶ γένη τεμνόμενον. λέγω τοίνυν ὡς ἄλλο τί ἐστι σκοπεῖν ἕκαστον· τῶν δέκα κατηγοριῶν, καθὸ ἔχει τὸ εἶναι ἀσχέτως, καὶ ἄλλο ὡς ἀνειληφὸς πρὸς ἕτερον σχέσιν· ἡνίκα μὲν γὰρ αὐτὸ καθ’ αὑτὸ ἕκαστον ὅ τι ποτέ ἐστι σκοποῦμεν, φαμὲν τὸ μέν τι εἶναι οὐσίαν τὸ δὲ ποσὸν τὸ δὲ ποιὸν καὶ τὰ λοιπά· ὅταν δὲ ἀπίδωμεν εἰς τὰς μετὰ τὴν οὐσίαν κατηγορίας ὡς μὴ ὑφεστηκυίας καθ’ αὑτὰς ἀλλὰ δεομένας ἐκείνης πρὸς ὕπαρξιν, συμβεβηκέναι αὐτὰς τῇ οὐσίᾳ φαμέν. πάλιν ἐν ἑκάστῃ τῶν κατηγοριῶν ὅταν ἀποβλέψαντες ἴδωμεν τὸ μέν τι καθολικώτερον 10 τὸ δὲ εἰδικώτερον τὸ δὲ ᾧ τὰ εἰδικώτερα τέμνεται | ἀπὸ τῶν γενικωτέρων, [*](11v) κωτέρων, τούτων τὸ μέν τι καλοῦμεν γένος τὸ δὲ διαφορὰν τὸ δὲ εἶδος· ὥστε τὸ αὐτὸ ἄλλως μὲν θεωρούμενον γένος λέγεται ἢ εἶδος ἢ διαφορά (καθὸ οὐδὲν διαφέρουσι κατὰ τὰς κατηγορίας), ἄλλως δὲ τὸ μέν τι οὐσία τὸ δὲ συμβεβηκός.

[*](p. 1, 5)

Εἴς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρησίμης οὔσης τῆς τούτων θεωρίας.

Χρὴ εἰδέναι πρῶτον, ὡς ἄλλη ἐστὶν ἡ κατὰ Ἀριστοτέλην διαλεκτικὴ καὶ ἄλλη ἡ κατὰ Πλάτωνα· ἡ μὲν γὰρ κατὰ Ἀριστοτέλην διαλεκτικὴ δόξαις ἕπεται πενταχῶς, ὡς ἐν τοπικοῖς διέταξεν, ἡ δὲ κατὰ Πλάτωνα τετραχῶς γίνεται, κατὰ διαίρεσιν καὶ ὁρισμὸν καὶ ἀπόδειξιν καὶ ἀνάλυσιν. τὸ οὖν χρήσιμον εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρήσιμον ἔσται δῆλον ὅτι καὶ εἰς τὴν κατὰ Πλάτωνα διαλεκτικήν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ πρὸς πᾶσαν φιλοσοφίαν. εἰσὶ δέ, ὡς εἴρηται, διαιρετικὴ ὁριστικὴ ἀποδεικτικὴ καὶ ἀναλυτική. οὕτως οὖν ἐκληπτέον τὸν νοῦν τοῦ χωρίου, ὡς ἂν εἰ ἔλεγεν ὁ Πορφύριος ὅτι τοῦτο τὸ σύγγραμμα οὐ μόνον εἰς τὰ τῶν φιλοσόφων συγγράμματα συμβάλλεται, ἀλλ’ ὡς εἰ καὶ μὴ ἦν συγγράμματα, εἰς αὐτὰς τὰς [*](1 ἀντιδιῄρηται DEV: ἀντιδιαιρεῖται Mp 2 τὸ συμβεβηκὸς om. p τε om p 3 τῶν δέκα κατηγοριῶν D: om. EMVp 4 ἀσχέτως D: om. EMVp ἀνειληφὼς p 6 τι DEMp: τοι V ἀπίδωμεν DEp: ἀποδιδῶμεν Μ: κατ’ εἶδος μὲν V 7 ὡς om. MV μὴ ὑφεστ. D: οὐκ ἐφεστ. EMp: οὐ (sic) ὑφεστ. V 8 αὐτὰς] αὐτὸ V ἴδωμεν om. V 9. 10 τὰ μέν τοι καθολικώτερα V 10 τὸ δὲ εἰδικώτερον p: τὸ δὲ ἰδικώτερον DM: τὰ δὲ εἰδικώτερα EV τὰ δὲ loE τὰ ἰδικώτερα D (sed ἱ in ras.) 11 τι] τοι Vp 12 λέγεται γένος colloc. p 13 καθὸ] καθ’ ἃ p οὐδὲν διαφέρουσι] οὐδὲν διαφέρει DMV: οὐδὲ διαφέρει Ε: διαφέρουσι τὰ p ἄλλως τε δὲ V τι] τοι Vp 17 ὡς D: ὅτι EMVp 18 ἄλλη D: ἑτέρα EMVp τὸν ἀριστοτέλην E 19 ἐν τοῖς τοπικοῖς M (cf. Z p. 139 a 24) 20 ἀπόδοξιν Ε 21 τὴν τῶν MVp: τῶν DE τὰ] τὸ EM 22 ἀποδόξεως Ε1 έσται] ἐστι V δῆλον ὅτι ora. V καὶ (aute εἰς) om. Ε 23. 24 εἰ δὲ τοῦτο—φιλοσοφίαν post ἀναλυτική transponas, nisi malis eicere 23 καὶ om. M 24 post εἴρηται add. τέσσαρες V 25 τοῦ χωρίου MVp: τοῦ χρησίμου D: τοῦ χωρίου τούτου Ε 26. 27 συμβάλλεται συγγράμματα colloc. Vp 27 ὡς om. p αὐτάς EMVp: om. D)

35
τῶν φιλοσόφων μεθόδους συμβάλλεται, δι᾿ ὦν δύνανται εὑρεῖν οἱ φιλόσοφοι [*](11v) ἕκαστον τῶν πραγμάτων. τί δέ ἐστιν ἑκάστης τούτων ἔργον, κατὰ τάξιν εἴπωμεν.

Διαιρετικῆς μὲν γὰρ ἔργον ἐστὶ τὸ διαιρεῖν τὸ προτεθὲν γένος εὐτάκτως εἰς τὰς οἰκείας διαφοράς, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον εἰς θνητὸν καὶ ἀθάνατον, καὶ μὴ λέγειν ὅτι τοῦ ζῴου τὸ μέν ἐστιν ἄνθρωπος τὸ δὲ ἵππος τὸ δὲ ἄλλο τι καὶ ἄλλο· ἐοίκασι γὰρ οὗτοι, ὡς ὁ θεῖός φησι Πλάτων, τοῖς κακῶς τέμνουσι μαγείροις καὶ μὴ κατ’ ἄρθρα τὰ ὄψα, τοῦτ’ ἔστιν ἰδιώταις καὶ ἀμεθόδοις ἀνδράσιν. ὁριστικῆς δέ ἐστι τὸ τὸν ὁρισμὸν οἰκείως ἑκάστου τῶν πραγμάτων ἀποδιδόναι. οὗτος δὲ ἕπεται τῷ διαιρε- τικῷ πρώτῳ ὄντι, ἐπειδὴ καὶ χρῄζει αὐτοῦ· οἱ γὰρ ὁρισμοὶ ἐκ γένους εἰσὶ καὶ συστατικῶν διαφορῶν· ἐκ τοῦ οὖν διαιρεθέντος ἤδη γένους ὁ ὁριστικὸς ἐκλέγεται τὰ χρήσιμα πρὸς τὸν ὁρισμόν, οἷον διαιρεθέντος τοῦ ἐμψύχου εἰς ζῷον καὶ φυτὸν καὶ τοῦ ζῴου εἰς λογικὸν καὶ ἄλογον εἰς θνητὸν καὶ ἀθάνατον, ὁ ὁριστικὸς βουλόμενος τὸν ἄνθρωπον ὁρίσασθαι ἐκλέγεται τὸ ζῶον τὸ λογικὸν καὶ τὸ θνητόν. ἀποδεικτικῆς δὲ ἔργον τὸ τὴν ἀπόδειξιν τῶν πραγμάτων ποιεῖσθαι ἐξ αὐτῆς τῆς ἰδίας αὐτῶν οὐσίας· οὐ γὰρ ὥσπερ οἱ ῥήτορες ἐξ ἐνδόξων καὶ πιθανῶν προτάσεων τὰς πίστεις φέρουσι, τοιοῦ- τόν τι χρῆμά ἐστιν ἡ ἀπόδειξις, ἀλλ’ ὥσπερ ὁ Πλατῶν τὸν περὶ τῆς ἀθανασίας τῆς ψυχῆς λόγον ἀποδεῖξαι βουλόμενος τῷ λόγῳ τῆς οὐσίας αὐτῆς ἐχρήσατο, λέγων ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. οὕτω χρὴ καὶ τὸν ἀποδεῖξαι βουλόμενον ποιεῖν· αἱ γὰρ ὄντως. ἀποδείξεις ἐκ τῶν ὁρισμῶν γίνονται· οἱ γὰρ ὁρισμοὶ δηλοῦσι τὴν φύσιν τοῦ πράγματος, καὶ δεῖ τὰς ἀποδείξεις γίνεσθαι ἐκ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων καὶ οὐκ ἐκ τῶν ἔξωθεν παρεπομένων οὐκ ἀναγκαίως. ὥστε οὖν τρίτην τάξιν ἐπέχει ἡ ἀπόδειξις, εἴ γε] [*](1 οἱ φιλοσ. εὑρεῖν colloc. V 2 ἐστιν om. Mp ἑκάστης scripsi: ἑκάστου libri 4 διαιρετικῆς DMp: διαιρετικοῦ EV ’ μὲν γὰρ EMp: μὲν ’: om. D προστεθὲν Ε1 5 εἰς (tertium) EMVp: om. D (cf. v. 14) 7 τὸ δὲ (ante ἄλλο)] καὶ E οὗτοι EMVp: om. D 7. 8 ὁ θεῖός φησι Πλατῶν Dp: ὁ Πλατῶν φησί EM: ὁ θεῖος Πλατῶν φησί V (cf. Phaedr. p. Ε) 9 ὁριστικῆς δέ ἐστι D: ὁριστικὴ δέ ἐστι Ε: ὁριστικὸν δέ ἐστι M: ὁριστικοῦ δέ ἐστι V: ὁριστικῆς δὲ ἔργον ἐστί p τὸν ὁρισμὸν D: τοὺς ὁρισμοὺς EMVp 10 οἰκείους E ἑκάστου D: ἑκάστω EMVp 11 ἐπειδὴ] ἐπεὶ D καὶ om. V γένους Dp: γενῶν EMV 12 τοῦ οὖν τοῦ Ε διαιρεθέντος οὑν γένους ἤδη colloc. M ὁ cm. V 13 πρὸς] εἰς V 14 εἰς ζῷον D: εἰς τὸ ζῷον E: εἴς τε τὸ ζῷον M: εἴς τε ζῷον Vp φυτὸν] θνητὸν M τοῦ ζώου] τὸ ζῷον V pest ἄλογον add. τὸ λογικὸν V 16 τὸ λογ. καὶ τὸ θνητόν D: καὶ τὸ θνητὸν καὶ τὸ λογ. EMp: καὶ τὸ λογ. καὶ τὸ θνητόν V ἀποδεικτικῆς Dp: ἀποδεικτικοῦ EV: ἀποδεικτικὸν (?) M 18 προτάσεων M: προσώπων DEVp 18. 19 οὐ τοιοῦτον M 19 ὁ Πλατῶν] cf. Phaedr. p. 245 C sq. τῆς om. p 20 ἀποδεῖξαι λόγον colloc. M 21 ὅτι om V 22 ἄρα ἡ ψυχὴ V ἀθάνατον V χρὴ] δεῖ P ante τὸν ἀποδεῖξαι add. τὸν ἀποδεικτικὸν V ἀποδείξει Ε 23 γίνονται om. Ε 25 ἐκ τῆς φ. αὐτῆς τῶν πραγ. MVp: ἐκ τῶν τῆς φ. αὐτῆς πραγ. D: ἐκ τῆς φ. αὐτῆς πραγ. Ε 26 οὐκ ἀναγκ. fort, eicias ἐπίχει DEV: ἔχει Mp)

36
τῷ ὁριστικῷ, ὁ δὲ ὁριστικὸς τῷ διαιρετικῷ. ἀναλυτικῆς δὲ ἔργον [*](11r) τὸ τὰ σύνθετα ἀναλύειν εἰς τὰ ἀπλᾶ, ἐξ ὧν σύγκεινται, οἷον τὸν λόγον εἰς ὀνόματα καὶ ῥήματα, καὶ ταῦτα εἰς τὰς συλλαβάς, καὶ ταύτας εἰς τὰ στοιχεῖα. καὶ ταῦτα μὲν οἱ γραμματικοί. οἱ δὲ φιλόσοφοι ἐπὶ τῶν πραγμάτων, οἷον τὸν ἄνθρωπον εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, | καὶ ταῦτα [*](12r) εἰς ὀστᾶ καὶ σάρκας καὶ νεῦρα, καὶ ταῦτα εἰς τὰ τέσσαρα στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. χρώμεθα δὲ τῇ ἀναλυτικῇ καὶ ἐπὶ συλλογισ- μῶν ἀναλύοντες αὐτοὺς εἰς τὰς προτάσεις καὶ ταύτας εἰς τοὺς ὅρους, ὡς ἐν τοῖς Ἀναλυτικοῖς διδάσκει. πρώτη οὖν πασῶν ἡ διαιρετική, δευτέρα ἡ ὁριστική, τρίτη ἡ ἀποδεικτική, τετάρτη ἡ ἀναλυτική. τῶν δὲ τριῶν μόνων ἐμνημόνευσε, διότι τὸ βιβλίον εἰς ταῦτά ἐστι χρήσιμον· διδάσκει γὰρ περὶ γενῶν καὶ διαφορῶν. ἡ μὲν δὴ διαιρετικὴ διαιρεῖ εὐτάκτως τὰ γένη εἰς τὰ εἴδη διἁ τῶν οἰκείων διαφορῶν, ἡ δὲ ὁριστικὴ ὁρίζεται ἐκ γένους καὶ διαφορῶν, ἡ δὲ ἀποδεικτικὴ τὰς ἀποδείξεις ποιεῖται ἐκ τῶν ὁρισμῶν, οἱ δὲ ὁρισμοί, ὡς εἴρηται, ἐκ γένους καὶ συστατικῶν διαφορῶν. [ἄλλως τε διὰ τὸ τἀς τρεῖς ἀλλήλων δεῖσθαι· τῆς μὲν γὰρ διαιρετικῆς χρῄζει ἡ ὁριστική, ἡ δὲ ἀποδεικτικὴ ἀμφοτέρων, εἴ γε ὁ ἀποδεικνύων τοὺς ὁρισμοὺς τῶν πραγμάτων λαμβάνει διὰ τὸ γνῶναι τὴν οὐσίαν τοῦ πράγματος, ἡ δὲ ὁριστικὴ χρῄζει τῆς διαιρετικῆς. ἡ δὲ ἀναλυκτικὴ οὐδεμιᾶς χρῄζει· τῇ μὲν γὰρ διαιρετικῇ ἐναντιοῦται, καθὸ ἐκείνη μὲν ἓν λαμβάνουσα πολλὰ ποιεῖ, ἡ δὲ ἀναλυτικὴ εἰς ἓν τελευτᾷ· λαμβάνουσα γὰρ καὶ ἀναλύουσα τὸν ἄνθρωπον ποιεῖ εἰς μόρια, καὶ ταῦτα εἰς χυμούς, καὶ τοὺς χυμοὺς εἰς στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος· τὰ γὰρ στοιχεῖα ἐξ ὕλης καὶ εἴδους σύγκειται. ἄλλως τε ὅτι ἡ μὲν διαιρετικὴ πρόεισιν ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα. τῷ δὲ ὁριστικῷ, καθὸ οὗτος μὲν συναπτικός ἐστι τῆς οὐσίας, ἐκείνη δὲ [*](1 ἀναλυτικῆς Dp: ἀναλυτικοῦ EMV ἔργον ἐστὶ p 2 ἀναλύειν DMVp: δια- λύειν E τὰ (ante ἀπλᾶ) om. EM 3 καὶ (post ῥήματα) om. V 4 ante φιλοσόφου add. φυσικοὶ Ep: om. DMV 5 καὶ (ante χεῖρας) om. Ε 6 ὀστέα E ταῦτα DMV: τὰ τοιαῦτα Ep τὰ DMV: cm. Ep 7. 8 συλλογισμῶν EMVp: συλλογισμοῖς D 8 τὰς D: om. EMVp τοὺς EMV: om. Dp 9 μὲν οὖν Ep δευτέρα δὲ EMVp 10 τρίτη δὲ Ep ἡ (ante ἀποδεικτ.) superscr. Ε καὶ τετάρτη Ep μόνων] τούτων E 12 ἡ . . . διαιρετικὴ D: ὁ . . . διαιρετικὸς EMVp δὴ D: γὰρ EMVp 13 τὰ om. p οἰκείων EMVp: ἰδίων D (cf. p. 35,5) ἡ δὲ ὁριστικὴ D: ὁ δὲ ὁριστικὸς EMVp 14 διαφορῶν D: διαφορᾶς EMVp ἡ δὲ ἀποδεικτικὴ D: ὁ δὲ ἀποδεικτικὸς EMVp 14. 15 οἱ δὲ διορισμοὶ Ε 15 γένους D: γενῶν EMVp (cf. p. 35,11) συστατικῶν D: om. EMVp ἄλλως τε—διαλλάτουσα (p. 38,3) inclusi 17 ὁ superscr. E 18. 19 ὁ δὲ ὁριστικὸς EMV 19 τοῦ διαιρετικοῦ V 20 γὰρ om. D 21 ἡ δὲ ἀναλυτικὴ εἰς ἓν τελ. vix recte se habet, cf. p. 37,16 Elias p. 430,23 (Cramer) 21. 22 τὸν ἄνθρ. ποιεῖ D: ποιεῖ τὸν ἄνθρ. ΕΜ: τὸν ἄνθρ. V: ἀναλύει τὸν ἄνθρ. p; scrihas τὸν ἄνθρ. διαιρεῖ secundum Eliam (p 431,14) 24 σύγκεινται DE ὅτι] διότι V ἡ μὲν διαιρετικὴ M: ἡ διαιρετικὴ D: ὁ μὲν διαιρετικὸς EVp 25 ἡ δὲ ἀναλυτικὴ D: ὁ δὲ ἀναλυτικὸς EMVp ante ἀπὸ add. ἐναντιοῦται E 26 post ὁριστικῷ add. ἐναντιοῦται p μὲν om. V ἐκείνη δὲ διαλυτικὴ D1: ἐκεῖνος δὲ διαλυτικός D2EMV: ἐκεῖνος δὲ ἀναλυτικός p)
37
διαλυτική. ἄλλως τε εἰ τῷ διαιρετικῷ ἐναντιοῦται, οὗτινος ὁ ὁριστικὸς [*](12r) χωρὶς οὐ δύναται ὁρίσαι, δῆλον ὅτι καὶ τῷ ὁριστικῷ. ἀλλὰ δὴ καὶ τῷ ἀποδεικτικῷ· εἰ γὰρ ἡ ἀπόδειξις χρῄζει τῆς ὁριστικῆς καὶ διαιρετικῆς, ταύταις δ’ ἐναντιοῦται ἡ ἀναλυτική, καὶ τῇ ἀποδεικτικῇ ἄρα ἐναντιοῦται ἡ ἀναλυτική. καὶ διὰ τί τῆς ὁριστικῆς πρῶτον ἐμνημόνευσε, καὶ μὴ τῆς διαιρετικῆς, καὶ ταῦτα πρώτης ὑπαρχούσης; ἐπειδήπερ προκείμενον ἦν αὐτῷ τῶν προτεθέντων τοὺς ὁρισμοὺς ἀποδοῦναι. διαφέρει δὲ ἡ σύνθεσις) τῆς ἀναλύσεως κατὰ μὲν τὸ ὑποκείμενον οὐδέν· ὥσπερ γὰρ τὸ ἄναντες ἐστι πάντως καὶ κάταντες, οὕτως καὶ ἡ ἀνάλυσις πάντως ἐστὶ καὶ σύνθεσις. κατὰ δὲ τὴν σχέσιν διαφέρει (ὅταν μὲν γὰρ ἄνωθεν πρόεισιν καὶ ἐκ τῶν πρώτων ἀρχῶν ἐπὶ τὰ ἔσχατα, σύνθεσίς ἐστιν, ὅταν δ’ ἐκ τῶν ἐσχάτων ἐπὶ τὰς πρώτας ἀρχὰς ἀναβαίνῃ, ἀνάλυσις) καὶ ὅτι ἡ μὲν σύνθεσις πρὸς τὸ σύνθετον τελευτᾷ, ἡ δὲ ἀνάλυσις πρὸς τὸ ἁπλοῦν. ὁ γὰρ) ἀναλύων σύνθετόν τι δῆλον ὅτι ἀναλύει, εἴ γε μὴ μέλλοι ταλαιπωρεῖν καὶ ἀδύνατα μοχθεῖν ἁπλοῦν ἀναλῦσαι σπεύδων· τὸ δὲ σύνθετον ἐκ πλειόνων σύγκειται· οὐκοῦν ὁ ἀναλύων εἰς πλείονα ἀναλύει. ψεῦδος ἄρα τὸ τὴν ἀνάλυσιν εἰς ἁπλοῦν ἀναλύειν τὸ σύνθετον. καὶ τοῦτο μὲν ἐγγὺς ἀληθές, πλὴν ἔστιν εἰπεῖν, ὅτι εἰς προσεχῆ μὲν πλείονα ἀναλύει, τὸ δὲ ἔσχατον οὔ. ἔδει οὖν εἰδέναι, ὡς σαφῶς εἰπεῖν, ὅτι τὸ ἁπλοῦν μὲν εἰς πολλὰ σύντίθεται, εἰς οὐδὲν δὲ ἀναλύεται, τὸ δὲ ἔσχατον συντεθὲν ἀναλύεται μὲν εἰς πλείονα, εἰς τὸ ἀνώτατον δὲ συντίθεται οὐκέτι. ἀποροῦσι δέ τινες, διὰ τί τὸν ὁρισμὸν ὕστερον ὄντα τῆς διαιρέσεως προέταξε. καί φαμεν ὅτι πρῶτον μὲν ὡς ἐν ὑποκειμένῳ ἀδιάφορόν ἐστι ὁπωσοῦν συντάττειν, ἔπειτα δὲ καὶ ὡς πρὸς ἡμᾶς πρῶτόν ἐστι τὰ σύνθετα τὰ διὰ τοῦ ὁρισμοῦ γνωχωρὶς [*](1. 2 ὁ ὁριστικὸς colloc. p 2 ὁρίσαι DEMV: ὁρίσασθαι p δὴ om. M 3 τῆς ὁριστικῆς καὶ διαιρετικῆς Dp: τῆς διαιρετικῆς καὶ τῆς ὁριστικῆς Ε: τῆς ὁριστικῆς καὶ τῆς διαιρετικῆς MV 4 καὶ ταύταις δὲ Mp καὶ D: om. EMVp 5 καὶ διὰ τί DVp: καὶ δία τοῦτο Ε: διὰ τί δὲ Μ τῆς ὁριστικῆς D: ὁριστικῆς EMp: τοῦ ὁριστικοῦ V μὴ D: οὐ EMVp 6 ὑπαρχούσης DEp: οὕσης MV ἐπειδὴ p 7. 8 ἡ σύνθεσις τῆς ἀναλύσεως Up: ἡ ἀνάλυσις τῆς συνθέσεως EMV 8 τοῦ ὑποκειμένου Ε1 9 πάντως ἐστὶ (prius) colloc. EVp καὶ (post οὕτως) om. ἐστι πάντως (alterum) colloc. M 10 διαφέρουσι V γὰρ om. MV 10. 11 ἄνωθεν πρόεισι καὶ ἐκ τ. πρ. ἂρ. D: ἄνωθεν καὶ ἐκ τ. πρ. ἂρ. πρόεισιν Ep: ἄνωθεν ἐκ τ. πρ. ἂρ. πρόεισιν M: ἄνωθεν πρόεισιν ἐκ τ. πρ. ἂρ. καὶ πρόεισιν V 11 ἐκ (alterum)] ἀπὸ V 12 ἀναβαίνει p μὲν ἡ colloc. Vp 14 δῆλον ὅτι om. p μέλλει E 15 δὲ EMVp: γὰρ D post πλειόνων add. ἁπλῶν EMVp: om. D 16 ὁ ἀναλύων ἐὰν εἰς πλείονα ἀναλύῃ V post ψεῦδος add. ἦν EMVp 16. 17 τὴν ἀνάλυσιν D: τὸν ἀνάλυτον Ε1: τὸν ἀναλύτην E2MV: τὸν ἀναλύοντα p 17 aute ἁπλοῦν add. ἓν p τὸ σύνθετον DVp: τὰ σύνθετα EM καὶ D: om. EMVp 18 ἐγγὺς ἀληθές D: ἐγγὺς ἣν ἀληθείας EMp: ἐγγὺς ἀληθείς V (fort, rectius) εἰς] εἰ M προσεχῆ μὲν πλεῖον ἀνάλυσις D εἰς ἕν EMVp: οὔ D 19 ἔδει DEV: δεῖ Mp 21 ante πλείονα add. προσεχῆ EMVp: om. D ἀνωτάτω EV post δὲ (prius) add. ἓν Vp δὲ (alterum)] οὖν V 22 ὄντα ὕστερον colloc. V ὅτι om. E 23 ὑποκειμένω Ep: ὕφει λόγου DMV ἐστι τὸ Ep 24 πρῶτον DEp: πρῶτα MV)
38
ριζόμενα, ὥστε εἰ καὶ μὴ εἰκῇ συνέταττεν, εἰκότως τὸν ὁρισμὸν προέταξε. [*](12v) τὴν δὲ ἀνάλυσιν διὰ τοῦτο παρέλιπεν εἰπεῖν ἴσως, ὅτι ταὐτόν ἐστι τῇ συνθέσει τῷ ὑποκειμένῳ κατὰ τὴν σχέσιν μόνον, ὡς προείρηται, διαλλάτ- τουσα].

[*](p. 1, 6)

Χρησίμης οὔσης τῆς τούτων θεωρίας.

Ἀντὶ τῆς τούτων γνώσεως· θεωρίαν γὰρ καλοῦσιν οἱ φιλόσοφοι τὴν γνῶσιν.

[*](p. 1, 7)

Ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ τὰ παρά τοῖς πρεσβυτέροις ἐπελθεῖν.

Ἐπειδή ἐστι καὶ ἄλλη σύντομος παράδοσις ὑπομνήσεως χάριν κεφα- λαιώδης, ἣ σφόδρα ἐστὶ σύντομος καὶ πάνυ διὰ βραχέων γινομένη, διὰ τοῦτο εἶπε σύντομον ὡς ἐν εἰσαγωγῆς τρόπῳ.

[*](p. 1, 8)

Τῶν μὲν βαθυτέρων ἀπεχόμενος ζητημάτων.

Τρία εἰσὶ τὰ ὀκνηροτέρους ποιοῦντα τοὺς νέους πρὸς τὸ ἐντυγχάνειν τοῖς τῶν παλαιῶν συγγράμμασι, τὸ μῆκος τῶν λεγομένων ὡς τὰ Γαλήνεια, τὸ ἀσαφὲς τῆς λέξεως ὡς τὸ περὶ Ἑρμηνείας, τὸ βάθος τῶν νοημάτων ὡς ἡ Ἀποδεικτική. προτρεπόμενος οὖν ὁ Πορφύριος τὸν ἀκροατὴν ἐπαγγέλλεται τούτων τὸ βιβλίον ἀπηλλάχθαι καὶ μήτε πολύστιχον εἶναι μήτε ἀσάφειαν ἔχειν περὶ τὴν λέξιν, ὡς δηλοῖ τὸ ἐν εἰσαγωγῆς τρόπῳ, μήτε ζητήματα βαθύτερα. ἀλλὰ διὰ τοῦ εἰπεῖν τῶν μὲν βαθυτέρων ἀπε- χόμενος ζητημάτων ἐδήλωσεν ἀπηλλάχθαι τοῦτο τοῦ βάθους τῶν διανοημάτων, νοημάτων, διὰ δὲ τοῦ εἰπεῖν τῶν δὲ ἁπλουστέρων ἐδήλωσεν αὐτὸ [*](2 κατὰ ταὐτὸν D 3 τὴν om. E μόνην ex μόνον corr. Ε 3. 4 διαλάττουσα D 6 pro lemmate habet θεωρίας δὲ Μ 6 ἀντί τῆς τούτων D: ἀντὶ τοῦ τῆς τούτων EVp: ἀντὶ τοῦ Μ 10 ἐστι post ἄλλη transp. M: post παράδοσις p ante σύντομος add. τις Μ 11 χρήσιμός τε καὶ σύντομος γ’ 12 εἰσαγωγῆς] ab — αγωγῆς inc. F post τρόπω add. ’Ev προοιμίοις ὁ πορφύριος παραστήσας ἡμὶν τὸν σκοπόν τε καὶ τὸ χρειῶδες τοῦ προκειμένου συγγράμματος, νῦν ἐπὶ τὸν τρόπον ἦλθε τῆς διδασκαλίας καί φησιν ὁποίω τρόπω κέχρηται, ὅτι τὸ κεφαλαιότερον εἰπεῖν, εἰσαγωγικωτέρῳ. εἰ γὰρ μήκους μὲν ἀπέχεται λόγου, βάθους δὲ φείδεται θεωρημάτων, καὶ σαφέσι προσεπιτούτοις (sic) λέξεσι φωτίζει τὸν λόγον, συνάγοιτο τοῖς εἰσαγομένοις ἡ προκειμένη γραφή M 13 ἀπεχομένη θεωρημάτων E 14 ὀκνηρότερον Ε1 15 ὡς τὰ Γαλήνεια D: om. EFMVp 16 καὶ τὸ βάθος p 17 ὡς ἡ Ἀποδεικτική D: om. EFMVp 18 τὸ βιβλίον τούτων colloc. p πολύστοιχον Vp 19 ἔχειν] εἶναι MV ὡς δηλοῖ—τρόπω fort, eicias. δηλοῖ] δῆλον Μ1 20 βαθύτερα ζητήματα colloc. E διὰ μὲν V τοῦ εἰπεῖν] τὸ εἰπεῖν p 21 ἀπηλλάχθαι τοῦτο] αὐτὸ ἀπηλλάχθαι p 21. 22 διανοημάτων DFV: νοημάτων EMp 22 τοῦ] τὸ V δὲ om. D)

39
ἀπηλλάχθαι τοῦ ἀσαφοῦς τῶν λέξεων, διὰ δὲ τοῦ εἰπεῖν συμμέτρως [*](12v) χῶν. τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχαζόμενος οὐ πρὸς τὰ πράγματα εἶπεν (οὐ γάρ ἐστι φιλοσόφου τὸ στοχάζεσθαι, ἀλλ’ ἐπιστημόνως πάντα δεικνύναι· ῥητόρων γὰρ ὁ στοχασμός), ἀλλά πρὸς τὸν ἀκροατὴν χρυσαόριον, τοῦτ’ ἔστι ᾿στοχαζόμενος τῆς σῆς διανοίας᾿. ὃ γὰρ ἄν προτίθηται διδάσκειν ὁ φιλόσοφος, ἐπιστημονικῶς παραδίδωσιν.

[*](p. 1, 10)

Αὐτίκα περὶ γενῶν τε καὶ εἰδῶν.

᾿Υπέσχετο ὁ Πορφύριος καὶ σύντομον ποιῆσαι τὴν διδασκαλίαν καὶ τὴν λέξιν σαφῆ καὶ τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων. ἵνα οὖν μή τις εἴπῃ, ὅτι οὐκ ἦν τι περὶ τούτων βαθὺ ζήτημα, αὐτὸ τοῦτο βούλεται παραστῆσαι ἡμῖν ὁ φιλόσοφος διὰ τούτου, ὅτι ἦν μὲν περὶ τούτων βαθύτερόν τι ζήτημα, ἐξεπίτηδες δὲ παρέλιπεν. ἵνα δὲ σαφὲς γένηται τὸ λεγόμενον, εἴπωμεν οὕτως. τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλαῖς ἐπινοίαις ὑπάρχει οἷον ἱπποκένταυρος τραγέλαφος, ἅτινα ἐπινοούμενα μὲν [*](1 τοῦ ἀσαφοῦς DV: τοῦ δυσκόλου EFM: τῆς δυσκολίας p 1. 2 ἐδήλωσεν δὲ ἀπηλλάχθαι καὶ τοῦ μήκους τῶν πολλῶν στίχων διὰ τοῦ εἰπεῖν συμ. στοχ. F 2. 3 στοίχων V 3 τῶν δὲ—στοχάζομενος] τοῦτο δὲ ἤγουν τὸ στοχαζόμενος F (fort, rectc) 4 ante οὐ add. τοῦτο p 5 δεικνύειν p ῥητόρων γὰρ ὁ στοχασμός DF: om. EMVp 5. 6 τὸν xrysaqor. FMV post χρυσαόριον add. τοῦτο ἀναπέμπει D: cm. EFMVp 6 προτίθηται scripsi: προτίθεται DFp: προσθῆ τι E: πρόθηται MV 7 διδάσκειν] διδάξαι V ἐπιστημονικῶς D: ἐπιστημονικῶς, οὐ γὰρ στοχαστικῶς EV: ἐπιστημονικῶς, οὐ στοχαστικῶς FM: οὐ στοχαστικῶς ἀλλ’ ἐπιστημονικῶς p 8 τῶν γενῶν MV Porph. 9 καὶ (ante σύντομον) ora. p εἴπῃ p Dav.: εἴποι codd. οὑκ MVp: om. DEF τι περὶ τούτων βαθὺ ζήτημα D: περὶ τούτων βαθύ τι ζήτημα E: περὶ τούτων βαθὺ ζήτημα F: περὶ τούτων βαθύ τι ζητῆσαι ζήτημα Μ: περὶ τούτων ζήτημα βαθύτερον V: βαθύτερον ζήτημα περὶ τούτων p 11. 12 παρστ. ἡμῖν ὁ φιλ. DV: ἡμῖν παραστ. ὁ φιλ. EM: παραστ. ὁ φιλ. ἡμῖν Fp 12 τούτου EFMV: τούτων Dp ὅτι] ὡς M post μὲν add. οὖν Fp 12. 13 περὶ τούτων βαθύτερόν τι ζήτ. D: περὶ τούτων ζήτ. βαθύτερον EMV: περὶ τούτων βαθύτερον ζήτ. F: βαθύτερον ζήτ. περὶ τούτων p 13 παρέλιπον Ε δὲ σαφὲς DFVp: σαφὲς οὖν ΕΜ 14. 1.5 ψιλαῖς ἐπινοίαις DV Elias: ψιλὴ ἐπινοία EMp David: oblitt. F 15 ὑπάρχουσι Ε οἷον ἱπποκένταυρος τραγέλαφος om. p: ἱκποκένταυρος om. EM post τραγέλαφος add. τὰ μὲν ἐστὶ σωματικά, τὰ δὲ ἀσώματα, τὰ μὲν χωριστὰ ὡς ἡ λογικὴ ψυχὴ ὡς ὁ ἄγγελος, τὰ δὲ σώματι (σώματος V) ἀχώριστα ὡς λευκότης μελανία οἱ (καὶ οἱ V) ἄλογοι ψυχαί. τὰ μὲν καθ’ αὑτὰ καὶ πρὸ πολλῶν, τὰ δὲ ὑστερογενῆ καὶ ἐν τῆ ψυχὴ τῆ ἡμετέρα. τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλῆ ἐπινοία λέγεται (εἶναι εἶναι λέγεται V) τὰ μέχρι ψιλῆς ἐπινοίας ὄντα EV: τῶν μὲν τὰ μέν ἐστι σώματα, τὰ δὲ ἀσώματα. τῶν δὲ ἐν ψιλὴ ἐπινοία τὰ μέν ἐστι διανοητὰ ὡς ἱπποκένταυρον, τὰ δὲ ὡς τὸ βλίτιρι (sic) λεκτά, τὰ δὲ οὕτε λεκτὰ οὔτε διανοητὰ ὡς τὸ οὐδέν. καὶ τῶν μὲν σωμάτων τὰ μὲν ἀίδια ὡς τὰ οὐράνια, τὰ δὲ φθαρτὰ ὡς τὰ ἐν γενέσει καὶ φθορᾶ. τῶν δὲ ἀσωμάτων τὰ μὲν χωριστὰ τῆς ὕλης παντάπασιν ὡς θεὸς ψυχή, τὰ δὲ μὲν χωριστὰ πῆ δὲ ἀχώριστα ὡς τὰ μαθηματικά, τὰ δὲ ἀχώριστα τῆς ὕλης ὡς τὰ συμβεβηκότα οἷον τὸ λευκόν. (hic interponitur schema eadem exhibens) τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλῆ ἐπινοία λέγεται εἶναι τὰ μέχρι ψιλῆς ἐπινοίας ὄντα M: πάλιν τῶν)

40
ὑφίσταται, μὴ ἐπινοούμενα δὲ οὐχ ὑφίσταται, ἀλλὰ παυσαμένης τῆς ἐπινοίας [*](12v) καὶ αὐτὰ συμπαύεται· οὐ γάρ ἐστιν ὁ ἱπποκένταυρος ἐν ὑποστάσει, ἀλλὰ θεασάμενοι ἵππον καὶ ἄνθρωπον ἀνεπλάσαμεν τῇ ἐπινοίᾳ σύνθετόν τι τὸν ἱπποκένταυρον. ὁμοίως δὲ καὶ τράγον μὲν ἐποίησεν ἡ φύσις καὶ ἔλαφον, ἀναπλάσαντες δὲ καθ’ ἑαυτοὺς τῇ ἐπινοίᾳ ἀποτελοῦμεν σύνθετόν τι τὸν τραγέλαφον, καὶ ταύτῃ τὸ εἶναι ἔχει. ὁ τοίνυν Ἀντισθένης ἔλεγε τὰ γένη καὶ τὰ εἴδη ἐν ψιλαῖς ἐπινοίαις εἶναι λέγων ὅτι “ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ” καὶ πάλιν “ἄνθρωπον μὲν ὁρῶ, ἀνθρωπότητα δὲ οὐχ ὁρῶ.” ταῦτα ἐκεῖνος ἔλεγε τῇ αἰσθήσει μόνῃ ζῶν καὶ μὴ δυνάμενος τῷ λόγῳ [*](13r) εἰς μείζονα εὕρεσιν ἑαυτὸν ἀνενεγκεῖν. τῶν οὖν ὑφεστηκότων τὰ μὲν σώματά ἐστι, τά δὲ ἀσώματα. ὅλως δὲ τῶν παλαιῶν οἱ μὲν ἔλεγον εἶναι ταῦτα, οἱ δὲ μὴ εἶναι. τῶν δὲ λεγόντων εἶναι οἱ μὲν ἔλεγον σώματα, οἱ δὲ ἀσώματα. καὶ οἱ μὲν λέγοντες σώματα εἶναι πάντες ἐπὶ τῆς αὐτῆς δόξης ἔμειναν, τῶν δὲ λεγόντων εἶναι ἀσώματα, ἐπειδὴ τῶν ἀσωμάτων, ὡς διῄρηται, τὰ μὲν καθ’ ἑαυτὰ ὑφέστηκεν ὡς ἄγγελος καὶ θεός, τὰ δὲ ἐν ἑτέροις ὡς ἡ λευκότης καὶ τὰ σχήματα· ταῦτα οὖν οἱ μὲν καθ’ αὑτά, οἱ δὲ ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι ἔλεγον. πάλιν δὲ ἐπειδὴ τὰ ἐν τοῖς αἰσθητοῖς ὑφεστῶτα ἀσώματα ἢ δι’ ὅλου ἐστὶν ὡς ἡ ἐν τῷ ψιμμυθίῳ λευ- κότης ἢ κατὰ τὴν ἐπιφάνειαν ὡς τὸ σφαιροειδὲς σχῆμα, τῶν λεγόντων ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι οἱ μὲν αὐτὰ δι’ ὅλου ἔλεγον εἶναι, οἱ δὲ κατὰ τὴν ἐπιφάνειαν. ἕτεροι δὲ πάλιν περὶ τὰ ὑφεστῶτα ἔλεγον αὐτὰ [*](ὑφεστηκότων τὰ μέν ἐστι σώματα, τὰ δὲ ἀσώματα. καὶ πάλιν τῶν ἀσωμάτων τὰ μὲν χωριστὰ ὡς ἡ λογικὴ ψυχὴ καὶ ὁ ἄγγελος, τὰ δὲ σώματος ἀχώριστα ὡς λευκότης μελανία καὶ ὡς ἄλογοι ψυχοῖ. τῶν δὲ καθ’ αὑτὰ τὰ μὲν πρὸ τῶν πολλῶν, τὰ δὲ ὑστερογενῆ καὶ ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ. τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλῇ ἐπινοίᾳ λέγεται εἶναι p 1 ὑφίστανται (utrobiqne) EFMVp 1. 2 συμπ. καὶ αὐτὰ τῆς ἐπιν. παυσ. coll. D 2 ante καὶ add. ἀλλὰ V συμπ.] παύεται E ante οὐ add. οἷον ἱπποκένταυρος EMVp ὁ ἱπποκένταυρος om. EMVp 3 ἄνθρωπον E Elias: ταῦρον DFM: κένταυρον Vp ἐπινοία DEMV: διανοία Fp 3. 4 ante τὸν ἱππο. add. τοῦτον p 4 ὁμοίως δὲ καὶ EFM: ὁμοίως καὶ Dp: ὁμοίως V 5 καθ’ ἑαυτοὺς EFMVp: om. D ἐπινοία DEFMV: διανοία p (cf. v. 3) ἀποτελοῦμεν DEFMV: ἀνεπλάσαμεν p τι σύνθετον colloc. p τὸν om. Dp 6 καὶ ταύτῃ—ἔχει om. E; recte nisi forte corrigere mavis ὃς ἐν ταύτῃ (cf. p. 19,5) ταύτῃ] ταῦτα V Ἀντισθένης] cf. Antisthenis fr. XIII, 3 ed. Winckelmann (Turici 1842) 7 ψιλαῖς ἐπινοίαις DFp: ψιλῆ ἐπινοία EM: ἐπινοίαις ψιλαῖς V λέγων DEp: λέγει γὰρ F: λέγων τοῦτο MV 8 καὶ πάλιν—οὐχ ὁρῷ om. V ἄνθρωπον μὲν FMp: ἄνθρωπον DEV 10 ἀνενεγκεῖν Dp: ἀναγαγεῖν EM: ἀγαγεῖν FV 11 ὅλως—ἀσώματα (13) om. E 12 μὴ D: οὐκ FMVp τῶν δὲ λεγόντων DFVp: τῶν λεγόντων οὖν Μ εἶναι om. V ἔλεγον σώματα DFM: σώματα ἔλεγον εἶναι V: ἔλεγον εἶναι σώματα p 13 πάντως Ε 14 ἐπειδὴ] ἐπεὶ F 14. 15 ὡς διήρηται EF: ὡς δὴ εἴρηται D: ὡς ἤδη εἴρηται M: ὡς ἤδη διῄρηται p: obiitt V (cf. p. 19,4 sq.) 15 ὑφέστηκεν MVp: ὑφεστήκει DEF καὶ D: om. EFMVp 16 οὖν οἱ μὲν] δὲ ὀν in ras. M (in mrg. m.2 οἱ μὲν) 18 ὑφεστῶτα EFMVp: ὑφεστηκότα D ἀσώματα] σώματα M ψιμμυθίῳ DF: ψιμμιθίω Ε2MVp: ψιμυθίω E1 (cf. p. 19,8) 19 κατὰ τὴν] κατ’ M ἐπιφάνειαν ἐστὶν FMp 19. 20 τῶν λεγόντων—ἐπιφάνειαν (21) om, E: τῶν λεγόντων—ὑφεστάναι om. p τῶν οὑν λεγόντων V)
41
ὑφεστάναι. τί δέ ἐστι ‘περὶ τὰ ὑφεστῶτα᾿; οἷον ὡς ὅ τε τόπος (οὖτος γὰρ [*](13r) περιέχει τὰ αἰσθητά) καὶ ὁ χρόνος. τοσούτων οὖν οὐσῶν αἱρέσεων περὶ τοὐ εἶναι ταῦτα καὶ μὴ εἶναί φησι δυνατὸν ἦν ζητεῖν περὶ γενῶν τε καὶ εἰδῶν εἴτ’ εἰσὶν εἴτε ἐν ψιλῇ ἐπινοίᾳ κεῖνται· οὕτω γὰρ ὁ Ἀντισθένης ᾤετο. καὶ εὑρὼν δὲ αὐτὰ ὑφεστηκότα ἠδύνατο πάλιν ζητεῖν, εἴτε σώματά ἐστιν εἴτε ἀσώματα· γεγόνασι γὰρ ἑκατέρου τῆς διαιρέσεως τμήματος προστάται. στάται. πάλιν δὲ εὑρὼν αὐτά, εἰ τύχοι, ἀσώματα ζητεῖν ἠδύνατο, εἰ ἀχώριστά ἐστι τῆς ὕλης καὶ ἐν τοῖς πολλοῖς ἢ πρὸ τούτων καὶ κεχώρισται.

Ἵνα δὲ σαφὲς ἡ τὸ λεγόμενον, δι’ ὑποδείγματος διεξέλθωμεν τῷ λόγῳ. οὐδὲ γὰρ ἀπλῶς οὕτως καὶ ὡς ἔτυχεν οἱ μὲν σώματα αὐτὰ λέγουσιν οἱ δὲ ἀσώματα, ἀλλὰ μετὰ λογισμοῦ τινος, οὐδὲ ἐναντιοῦνται ἀλλήλοις· εἰκότα γὰρ ἕκαστοι λέγουσιν. ἐννοείσθω τοίνυν δακτύλιός τις ἐκτύπωμα ἔχων, εἰ τύχοι, Ἀχιλλέως καὶ κηρία πολλὰ παρακείμενα, ὁ δὲ δακτύλιος σφραγιζέτω τοὺς κηροὺς πάντας. ὕστερον δέ τις εἰσελθὼν καὶ θεασάμενος τὰ κηρία, ἐπιστήσας ὅτι πάντα ἐξ ἑνός εἰσιν ἐκτυπώματος, ἐχέτω παρ’ αὑτῷ τῷ τὸν τύπον ὅ ἐστι τὸ ἐκτύπωμα ἐν τῇ διανοίᾳ. ἡ τοίνυν σφραγίς ἡ ἐν τῷ δακτυλιδίῳ λέγεται πρὸ τῶν πολλῶν εἶναι, ἡ δὲ ἐν τοῖς κηρίοις ἐν τοῖς πολλοῖς, ἡ δὲ ἐν τῇ διανοίᾳ τοῦ ἀπομαξαμένου ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενής. τοῦτο οὖν ἐννοείσθω καὶ ἐπὶ τῶν γενῶν καὶ εἰδῶν· ὁ γὰρ δημιουργὸς πάντα ἔχει παρ’ ἑαυτῷ τὰ πάντων παραδείγματα, οἷον ποιῶν ἄνθρωπον ἔχει παρ’ ἑαυτῷ τὸ εἶδος τοῦ ἀνθρώπου, πρὸς ὃ ἀφορῶν πάντας ποιεῖ. εἰ δέ τις ἐνσταίη λέγων, ὡς οὐκ εἰσὶν ἐν τῷ δημιουργῷ τὰ εἴδη, ἀκουέτω ταῦτα, ὡς ὁ δημιουργὸς δημιουργεῖ ἢ εἰδὼς τὰ ὑπ’ αὐτοῦ δημιουργούμενα ἢ μὴ εἰδώς· ἀλλ’ εἰ μὲν μὴ εἰδώς, οὐκ ἄν δημιουργήσαι· [*](1 τί δὲ—ὑφεστῶτα om. Ε (fort, recte) ὡς om. M τε om. EM 3 καὶ μὴ εἶναι om. EMV φησὶν om. p ἦν δυνατὸν colloc. EM τε om. M 4 κεῖται DMV 5 ὑφεστῶτα M 5. 6 εἴτε ἀσώματά ἐστιν εἴτε σώματα p 6 ἐστιν] εἰσιν M εἴτε] ἢ MV 6. 7 γέγονασι—προστάται om. E 7 τύχοι] τύχη Vp ἡδύνατο ζητεῖν colloc. M 8. 9 πρὸ τούτων καὶ κεχώρισται D: πρὸ τούτων κεχώρισται EFMV: τούτων κεχώρισται p 10 διεξέλθωμεν DFp: ἐπεξέλθωμεν Ε: ὑπεξέλθωμεν MV 11 οὐδὲ] οὐ V αὐτὰ om. V ἀλλὰ καὶ Μ μετὰ om. V τινος] τινὲς M EixoxaDEM: εἰκότως EVp 13 ἔκαστος Ε; scribas ἑκάτεροι ἐκτύπωμα ἔχων om. D 15 πάντας om. E 16 εἰσιν DFMp: ἦν Ε: ἐστιν V 16. 17 παρ᾿— ἐστι om. E: τὸν τύπον ὅ ἐστι om. FMVp 17 ἐν om. p 18 δακτυλιδίῳ D: δακ- τυλίω EMVp: oblitt. F (of. p. 42,6) ἐν (ante τοῖς κηρίοις) om. V κυρίοις Μ1 19. 20 ἐπὶ—ὑστερογενής] ὑστερογενὴς καὶ μετὰ τὰ πολλά M 20 τούτω V καὶ (prius) om. V καὶ ἐπὶ τῶν εἰδῶν M: καὶ τῶν εἰδῶν V 20. 21 ὁ δημ. γὰρ colloc. Ε 21 ante πάντα add. ποιῶν FMVp τὰ πάντων παρ’ ἑαυτῷ colloc. V τἄ πάντα τῶν παραδειγμάτων Ε 22 παρ’ ἑαυτῶ τὸ εἶδος τοῦ ἀνθρ. D: τὸ εἶδος ἐν ἑαυτῶ τοῦ ἀνθρ. EFV: τοῦ ἀνθρ. τὸ εἶδος ἐν ἑαυτῶ M: τὸ εἶδος παρ’ ἑαυτῷ τοῦ ἀνθρ. p 22. 23 πρὸς ὃ—ποιεῖ om. Ε 22 ἀφορῶν om. M 22. 23 πάντα F 23 ὡς οὐκ εἰσὶν om. V εἰσὶν] ἔστιν EM ἐν] παρὰ p 24 ἢ om. EM ὐπ’ αὐτῶ M 25 μὴ] οὐκ p δημιουργήσαι scripsi: δημιουργήσῃ DEFMV: δημιουργησει p)

42
τίς γὰρ ποιήσειέ τι ἀγνοῶν ὃ μέλλει ποιεῖν; οὐ γὰρ ὡς ἡ φύσις ἀλόγῳ [*](13r) δυνάμει ποιεῖ, ὅθεν καὶ ποιεῖ ἡ φύσις οὐκ ἐφιστάνουσα γνωστικῶς τῷ γινομένῳ. εἰ δέ τι καθ’ ἕξιν λογικὴν ποιεῖ, οἶδέ που πάντως τὸ γινόμενον. εἰ τοίνυν μὴ χεῖρον ἢ κατὰ ἄνθρωπον ὁ θεὸς ποιεῖ, οἶδε τὸ ὑπ’ αὐτοῦ γινόμενον. εἰ δ’ οἶδεν ὃ ποιεῖ, αὐτόθεν δῆλον, ὡς ἔστιν ἐν τῷ δημιουργῷ τὰ εἴδη. ἔστι δὲ τὸ εἶδος ἐν τῷ δημιουργῷ ὡς ὁ ἐν τῷ δακτυλιδίῳ τύ- πος, καὶ λέγεται τοῦτο τὸ εἶδος πρὸ τῶν πολλῶν καὶ χωριστὸν τῆς ὕλης. ἔστι δὲ τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἐν τοῖς καθ’ ἕκαστον ἀνθρώποις, ὡς τὰ ἐν τοῖς κηροῖς ἐκτυπώματα, καὶ λέγεται τὰ τοιαῦτα ἐν τοῖς πολλοῖς εἶναι καὶ ἀχώριστα τῆς ὕλης. θεασάμενοι δὲ τοὺς κατὰ μέρος ἀνθρώπους ὅτι πάντες τὸ αὐτὸ εἶδος τοῦ ἀνθρώπου | ἔχουσιν, ὡς ἐπὶ τοῦ ὕστερον ἐλθόντος [*](13v) καὶ θεασαμένου τὰ κηρία. ἀνεμαξάμεθα αὐτὸ ἐν τῇ διανοίᾳ, καὶ λέγεται τοῦτο ἐπὶ τοῖς πολλοῖς ἢ μετὰ τοὺς πολλοὺς καὶ ὑστερογενές. εἰσὶ δὲ τὰ τοιαῦτα σωμάτων μὲν χωριστά (οὐδὲ γὰρ ἐν σώματι ὑφέστηκεν, ἐν ψυχῇ), οὐχ ἁπλῶς δὲ χωριστά· οὐδὲ γὰρ αὐτὰ καθ’ αὑτὰ γνωρίζεσθαι δύναται, οἷα τὰ πρὸ τῶν πολλῶν εἴδη ὑποτίθεται ὁ Πλατῶν· οὐδὲ γὰρ ἀπλῶς νοήσεις αὐτὰ εἶναι τοῦ δημιουργοῦ βούλεται, ἀλλὰ πάντως οὐσίας νοητάς, πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν ὡς πρὸς ἀρχετύπους εἰκόνας τὰ τῇδε ποιεῖν. τοῦτο οὖν φησι ζητεῖν ἦν, εἴτε ἀσώματα ὄντα χωριστά ἐστιν ὡς τὰ παρὰ τῷ δημιουργῷ, ἢ ἀχώριστα ὡς τὰ ἐν τοῖς πολλοῖς, ἢ μετὰ τὰ αἰσθητά, τοῦτ’ ἔστι τὰ ἐπὶ τοῖς πολλοῖς. ταῦτα δὲ πάντα παραιτεῖται τεῖται λέγειν. ἰστέον δὲ ὅτι περὶ ταῦτα δοκοῦσιν διαφωνεῖν Ἀριστοτέλης καὶ Πλατῶν· ὁ μὲν γὰρ Ἀριστοτέλης ἀχώριστα αὐτὰ εἶναί φησι τῆς ὕλης, ὁ δὲ Πλατῶν χωριστά. εἴτε δὲ διαφωνοῦσι πρὸς ἑαυτοὺς οἱ φιλόσοφοι εἴτε μή δοκεῖ γὰρ τούτοις Ἀριστοτέλης ὡς φυσικοῖς κεχρῆσθαι), ἐπισκοπεῖν οὐ τοὐ παρόντος καιροῦ.

[*](1 τίς γὰρ μέλλων ποιήσειν τι ἀγνοεῖ p ὃ] ὅτι M οὐ] οὐδὲ M 2 post δυνάμει add. φύσιν DF: φύσεως MV: om. Ep 2. 3 ὃθενη—γινομένῳ om. Ε 3 τι] an τις? πάντως οἶδέ που colloc. V τὸ ὑπ’ αὐτῆς γινόμ. F: τὸ γινόμ. ὑπ’ αὐτοῦ p 4 εἰ] ἡ V χεῖρον] χείρω M 5 αὐτόθεν DFMV: αὐτόθι Ep 6 τὸ δὲ εἶδος ἐστὶ colloc. V δακτυλιδίῳ D: δακτυλίω EFMVp (cf. p. 41,18) 7 τῆς om. Ε 8 καὶ om. V 11 ἔχουσι τοῦ ἀνθρ. colloc. V 13 μετὰ τοὺς πολλοὺς ἡ ἐπὶ τοῖς πολλοῖς M ἡ] ἤγουν p μετὰ τὰ πολλὰ Vp 14 σωμάτων] σώματος p χωριστά] χωρίς M οὐδὲ DEV: οὐ FMp ἐν τῷ σώματι EM 15 ἐν τῆ ψυχὴ M οὐχ ἀπλῶς δὲ χωριστά D: οὐκ ἄλλως δὲ ἀχώριστα EMVp: οὐκ ἄλλως δὲ χωριστά F γνωρίζεσθαι D: χωρίζεσθαι EFMVp 16 δύνανται D οἶα] οἷον M πολλῶν] ἄλλων M οὐδὲ—βούλεται (17) cm. Ε γὰρ om. M 17 βούλεται τοῦ δημ. colloc. V post οὐσίας add. τινὰς p 19 ἦν om. EMp: ante ζητεῖν transp. FV 19. 20 χωριστά εἰσι τῆς ὕλις p 20 τὰ (ante παρὰ) om. V τοῖς om. EM 21 ἐπὶ τοῖς πολλοῖς] μετὰ τὰ πολλά M δὲ om. M 22 ἰστέον—καιροῦ (26) om. Ε διαφωνεῖν post Πλάτων transp. p διαφωνεῖν DMp: διαφέρειν EFV 23 τε καὶ F εἶναι αὐτὰ τῆς ὕλης φησι om.) colloc. V: αὐτὰ τῆς ὕλης εἶναί φησιν p 24 δὲ om. V ἑαυτοὺς] ἀλλήλους V: αὐτοὺς p 25 ὁ ἀριστ. FMp κεχρῆσθαι Fp: καταγίνεσθαι DMV 25. 26 ἐπισκοπεῖν post καιροῦ transp. FMVp)
43
[*](p. 1, 14)

τὸ δ’ ὅπως περὶ αὐτῶν.

[*](13v)

Υπόσχεσις ἦν τῷ φιλοσόφῳ χρήσιμον ποιήσειν τὸ βιβλίον καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας, αἵτινες ὁδοί εἰσι καὶ προαύλια εἰς πᾶσαν τὴν τῶν φιλοσόφων λογικὴν θεωρίαν. τοῦ δὲ λόγου πολλά εἰσι μέρη, ἀποφαντικὸν εὐκτικὸν κλητικὸν προστακτικὸν πυσματικόν, καὶ ἄλλα δέ ἐστιν, εἰ κατὰ τὸ λεπτὸν σκοπήσομεν. ἀλλ’ ἐν ταῖς Κατηγορίαις οὐ περὶ πάντων διαλέγεται, ἀλλὰ περὶ μόνου τοὐ ἀποφαντικοῦ· οὗτος γὰρ καὶ ὁ τῆς γνωστικῆς ψυχῆς ἄγγελος· οἱ γὰρ ἄλλοι τῆς ὀρεκτικῆς ψυχῆς ὑπάρχουσιν· ὁ γὰρ εὐχόμενος ὀρεγόμενός τινος εὔχεται, καὶ ὁ προσαγορεύων τινὰ ὀρεγόμενός τινος προσαγορεύει, ὁμοίως δὲ καὶ ὁ προσφωνῶν τινα πράττει. μόνος δὲ ὁ ἀποφαντικὸς λόγος περιέχει τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος· οἱ γὰρ ἄλλοι οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται· κἂν γὰρ καλῇ τίς τινα, οὔτε ἁληθεύει οὔτε ψεύδεται ὁμοίως δὲ καὶ εἰ εὔχεται ἢ προσαγορεύει. ὁ δὲ ἀποφαντικὸς λόγος ἢ ἀληθεύει ἢ ψεύδεται, οἷον ἀποφαίνεται περὶ ψυχῆς, ὅτι θνητή ἐστιν ἢ ἀθάνατος, καὶ πάντως ἢ ἀληθεύει ἢ ψεύδεται. ἀποφαντικὸς γὰρ λόγος ἐστὶν ὁ ἄλλῳ ἄλλο τι ὡς ὑπάρχον ἢ μὴ ὑπάρχον ἀποφαινόμενος. περίεχει δὲ οὗτος ἐν ἑαυτῷ δύο τινά, τό τε κατηγορούμενον καὶ τὸ ὑποκείμενον. ἵνα δὲ σαφὴς γένηται ἡμῖν ὁ λόγος, εἴπωμεν οὕτως· δεῖ εἰδέναι ὅτι ὑποκείμενον λέγεται περὶ οὗ ὁ λόγος, κατηγορούμενον δὲ τὸ περὶ ἐκείνου λεγόμενον. οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν· ὑπόκειται μὲν ὁ ἄνθρωπος, κατηγορεῖται δὲ τὸ ζῷον. ὁμοίως δὲ καὶ περὶ ψυχῆς, ὅτι ἀθά· νατός ἐστι· περὶ τίνος νῦν διαλέγομαι; ἢ δῆλον ὅτι περὶ ψυχῆς· καὶ ὑπόκειται κειται ἡ ψυχή, κατηγορεῖται δὲ αὐτῆς τὸ ἀθάνατον. ὥστε οὖν καλῶς εἴρηται, ὅτι ὁ ἀποφαντικὸς λόγος ὑποκείμενον ἔχει καὶ κατηγορούμενον.

Δυνατὸν οὖν ἐστι περὶ τῶν γενῶν τε καὶ εἰδῶν καὶ θεολογικῶς μὲν [*](1 post αὐτῶν add. τῶν γενῶν καὶ τῶν εἰδῶν E 2 ἡ ὑπόσχεσις V φιλοσόφῳ] πορφυρίῳ M ποιήσειν DFM: ποιῆσαι EVp τὸ βιβλίον DV: τοῦτο τὸ βιβλίον EFMp 4 post φιλοσόφων add. τῶν λογικῶν V 4. a ἀποφαντικὸς εὐκτικὸς προστακτικὸς πυσματικὸς (κλητικὸν om.) V 5 ἐστιν] εἰσιν M 6 τὸ λεπτὸν DF: λεπτὸν EMp: μικρὸν V σκοπήσομεν DEM: σκοπήσαιμεν FV: σκοπήσωμεν p ταῖς κατηγορίαις] τῆ λογικῇ πραγματεία p 7 ἀποφαντικοῦ] ἀποφατικοῦ E: ἤγουν τοῦ ἀποδεικτικοῦ supra scr. F καὶ DFV: ἐστιν p: cm. EM 8. 9 ὁ γὰρ εὐχόμενος—πράττει (10) om. Ε 10 καὶ ὁ προσφωνῶν τινα πράττει προστάττει προστάττει V) FMV: καὶ ὁ προσφωνῶν τινι πράττει D: πράττει καὶ ὁ προσφωνῶν τινι p 11 περιέχει—λόγος ἢ (14) om. E γὰρ] δὲ F 12 13 κἄν γὰρ—ψεύδεται cm. p 13 δὲ (post ὁμοίως) om. F δὲ ἄν εὔχηται ἡ προσαγορεύῃ V προσαγορεύει] προστάττει ἢ ἐρωτᾶ M 14 περὶ τῆς ψυχῆς p 15 ἐστιν D: ὑπάρχει EFMVp 15. 16 ἀποφαντικὸς γὰρ— ἄτομόν ἐστιν (p. 44,12) om. E 16 γὰρ DVp: δὲ FM post ἄλλῳ add. τινὶ V ὑπάρχει (utrobique) M 18 ὁ λόγος ἡμῖν colloc. p post δεῖ add. δὲ M 19 τὸ περὶ οὗ p ὁ om. Vp 20 ὑπόκειται] ὑποκείμενον M 21 δὲ om. V 22 νῦν διαλέγομαι F: συνδιαλέγομαι D: δὲ διαλέγομαι M: δὲ νῦν διαλέγομαι Vp 24 ὅτι ὁ] ὅθ’ (sic) D καὶ ὑποκείμενον FMVp 25 οὖν ἐστι MV: οὑν καὶ D: οὑν F: μὲν οὖν p τῶν DM: om. FVp)

44
διαλέγεσθαι, ὁπόταν ζητῶμεν ὅτι ἀρα ὁ θεὸς ἔχει ἐν ἑαυτῷ τῶν γενῶν τε [*](13r) καὶ εἰδῶν τὰ ἐκτυπώματα ἢ οὐκ ἔχει, ἄρα ἀληθής ἐστιν ἡ Πλάτωνος δόξα, ὅτι αἱ ἰδέαι εἰσὶν νοηταὶ αὐταὶ καθ’ ἑαυτὰς ὑφεστῶσαι, ἅς καὶ ὄντως οὐσίας καὶ πρώτας οὐσίας καλεῖ, ἢ οὔ, ὡς καὶ Ἀριστοτέλει δοκεῖ. φυσικῶς δὲ ὡς ὅταν ἐπισκοπῶμεν, ἆρά γε ἡ φύσις ἐν ἑαυτῇ ἔχει τοὺς λόγους τῶν γενῶν τε καὶ εἰδῶν, ἢ οὐκ ἔχει· οὐδὲ γὰρ ὥσπερ ἡ χιὼν ἀλόγως ψύχει ἢ ὥσπερ τὸ πῦρ καίει, οὕτως καὶ ἡ φύσις ποιεῖ, ἀλλὰ δῆλον ὅτι λόγῳ τινὶ πάντα εἰ καὶ μὴ γινώσκουσα ἃ | ποιεῖ. ἄλλως τε καὶ οὕτως ἔστι φυσικῶς [*](14r) περὶ αὐτῶν ζητεῖν, ἆρά ἐστι ταῦτα ἐν τοῖς πολλοῖς, τὸ ἁπλῶς ζῷον ἐν πᾶσι τοῖς καθ’ ἕκαστα καὶ ὁ ἀπλῶς ἄνθρωπος, ἢ οὔ (καὶ τίς κοινή οὐσία ἐν πᾶσι τοῖς καθ’ ἕκαστα θεωρουμένη), ἀλλὰ πᾶν ὅτι ἂν θεωρῆται ἐν τοῖς καθ’ ἕκαστον, ἄτομόν ἐστιν. ἔστι δὲ καὶ λογικῶς περὶ τούτων, τοῦτ’ ἔστιν ἀποφαντικῶς καὶ πρεπόντως τῇ λογικῇ θεωρίᾳ, ζητεῖν. πρέπει δὲ αὐτῇ τὸ ζητεῖν, τίνα μὲν τούτων τίσιν ὑπόκειται, τίνα δὲ τίνων κατηγορεῖται, ὅτι τὰ γένη κατηγορεῖται τῶν διαφορῶν καὶ τῶν εἰδῶν, οὐ μὴν ἔμπαλιν. εἰρήκαμεν γὰρ ὅτι τάξιν τινὰ εἰς ἄλληλα ἀποσώζουσιν τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ εἶδος, καὶ ὅτι πρωτεύει μὲν τὸ γένος, δευτέραν δὲ τάξιν ἔχει τὸ εἶδος, μέσην δὲ ἡ διαφορά, καὶ δεῖ τὰ μὲν ἄνω τῶν ὑποκάτω κατηγορεῖσθαι, οὐ γὰρ τὰ ὑποκάτω τῶν ἐπάνω. οἷον ἐὰν εἴπωμεν ᾿πᾶς ἄνθρωπος ζῷον᾿ ἀληθεύομεν, ἐὰν δὲ ἀντιστρέψαντες εἴπωμεν ᾿πᾶν ζῷον ἄνθρωπος᾿ ψευδόμεθα. καὶ πάλιν ἐὰν εἴπωμεν ἶπάς ἵππος ἄλογον᾿ ἀληθεύομεν, εἰ δὲ ἀντιστρέψαντες εἴπωμεν ᾿πᾶν ἄλογον ἵππος᾿ ψευδόμεθα. οὐ γὰρ ἔστι τὸ τυχὸν ποιῆσαι ὑποκείμενον· οὐ γὰρ ἔστιν εἰπεῖν ‘τὸ ζῷον ἄνθρωπός ἐστιν᾿, ὡς ἤδη εἴρηται. δεῖ οὖν εἰπεῖν ποῖα δεῖ ποιεῖν ὑποκείὁπόταν [*](1 ὀπόταν FMVp: ὅτι (superscr. ἂν) D ἐν] παρ’ p 2 τὰ ἐκτυπώματα D: τὸ ἐκτύτωμα FMVp 3 εἰσὶν αἱ ἰδέαι colloc. FMVp αὐταὶ om. p ἐφεστῶσαι M 4 πρώτας DMV: πρώτως Fp ἀφιστοτέλης MV 5 ὡς MV: καὶ D: om. Fp γε om. M ἔχει ἐν ἑαυτῇ colloc. MV 5. 6 τῶν εἰδῶν τε καὶ τῶν γενῶν Fp 6 οὐδὲ] οὐ D 7 ὥσπερ καὶ τὸ πῦρ p καίει om. M 7. 8 λόγω τινὶ πάντα D: λογισμῶ τινι πάντα Fp: πάντα λογισμῶ τινι Mp 8 an πάντα <ποιεῖ>? 8. 9 αὐτῶν φυσικῶς colloc. FMVp τοῖς om. D 10 καθ’ ἕκαστα Dp: καθ’ ἕκαστον MV: compend. F τίς] ἡ V 11 καθ’ ἕκαστα DFVp: καθ’ ἕκαστον M ὅ τι ἄν θεωρῆται scripsi: εἴ τι ἄν θεωρῆται DMV: εἴ τι ἐὰν θεωρῆται F: εἴ τι θεωρεῖται p 12 καθ’ ἕκαστον DV: καθ’ ἕκαστα FMp τούτου E 13. 14 πρέπει—ζητεῖν D: om. EFMVp 14 τίνα μὲν DEVp: τίνα μὲν οὖν F: καὶ τίνα M ὑπόκεινται DE post δὲ add. τούτων Vp 15 τὰ μὲν γένη V κατηγορεῖται τὰ γένη colloc. p 16 εἰρήκαμεν] p. 31,14 sq. γὰρ] δὲ D ἀποσώζουσιν εἰς ἄλληλα colloc. p 16. 17 τὰ γένη καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ Ε 18 μέσην] μέσον D ante ἡ διαφορὰ add. ἔχει V post διαφορὰ add. ὁ γὰρ Ἀριστοτέλης εἰς τὴν Φυσικὴν ἀκρόασιν (sic) τὴν ἑκάστη τέχνη ὑποκειμένην ὕλην γένος φησί D καὶ δεῖ] δεῖ οὖν D 18. 19 ὑποκάτω EMVp: κάτω DF 20 ἐὰν] ἄν Ep ἀντιστρέψαντες] ἀναστρέψαντες D: ἀντιστρέψωμεν καὶ Ep: ἀναστρέψωμεν καὶ FMV 21 πάλιν om. Ε ἵππος πᾶς colloc. M 22 εἰ DEFMV: ἐὰν p ἀντιστρέψαντες] ἀναστρέψαντες libri εἴπωμεν EFVp: ὢ in lac. om. Μ: εἴπομεν D 23 τὸ (ante τυχὸν) om. Ε ποιεῖν E τὸ ζῷον εἰπεῖν colloc. Ep 24 ποῖα in lac. om. M δεῖ] χρὴ p ποιεῖν] εἰπεῖν EM)
45
μένα, ποῖα δὲ κατηγορούμενα, ἃ καὶ διδάξει ὁ φιλόσοφος. καὶ διὰ τοῦτο [*](14r) εἶπε λογικώτερον, ἀντὶ τοῦ πρεπόντως τῇ λογικῇ πραγματείᾳ.

[*](p. 1, 14)

Τὸ δ’ ὅπως περὶ αὐτῶν τε καὶ τῶν προκειμένων λογικώτερον οἱ παλαιοὶ διέλαβον.

Λογικώτερον μὲν λέγεται κυρίως διαλαβεῖν τὸ τὰ συμβεβηκότα ζητεῖν τῶν πραγμάτων, φυσικῶς δὲ τὸ τὰς οὐσίας ζητεῖν, θεολογικῶς δέ ἐστι πόθεν προῆλθον ἅπαντα καὶ τὴν ἀρχὴν τῆς συστάσεως ἑκάστου ζητεῖν. ἐπεὶ οὖν ἔστι καὶ φυσικῶς διαλαβεῖν, ὥσπερ ἀρτίως εἰρήκαμεν, περὶ γενῶν καὶ εἰδῶν καὶ τῶν λοιπῶν (ὡς ὅταν περὶ τῶν ἐν τοῖς αἰσθητοῖς ζητῶμεν, ὡς καὶ Ἀριστοτέλης διέλαβε περὶ αὐτῶν), καὶ θεολογικῶς ὡς ὅταν περὶ τῶν ἐν τῷ δημιουργῷ ζητήσωμεν, ὥσπερ ὁ Πλατῶν ἐν τῷ Παρμενίδῃ διέλαβεν), ἔστι λογικώτερον περὶ αὐτῶν διαλαβεῖν, ἐπειδὴ ἐν τῇ λογικῇ πραγματείᾳ δεόμεθα τῶν ἀποφαντικῶν λόγων, ἐν δὲ τοῖς ἀποφαντικοῖς λόγοις τὰ μὲν ὑπόκειται τὰ δὲ κατηγορεῖται, τὸ δὲ ὑποκείμενον καὶ κατηγορούμενον ἢ γένος ἐστὶν ἢ εἶδος ἢ διαφορὰ ἢ ἴδιον ἢ συμβεβηκός. τὸ δὲ ὅπως περὶ αὐτῶν ἀντὶ τοῦ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν· καὶ γὰρ προσεχῶς περὶ αὐτῶν ἐποιεῖτο τὸν λόγον. προσθεὶς δὲ καὶ τὸ περὶ τῶν προκειμένων ἐσήμανε καὶ τὰ λοιπὰ τρία, τὴν διαφοράν φημι καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. ἢ τὸ ἀνάπαλιν δεῖ λέγειν, ὅτι εἰρηκὼς μὲν τὸ ὅπως περὶ αὐτῶν ἐδήλωσε τὸ γένος καὶ τὴν διαφορὰν καὶ τὸ εἶδος, εἰ- ρηκὼς δὲ καὶ τῶν προκειμένων ἐδήλωσε τὰ περὶ τῶν ἄλλων δύο, τοῦ τε ἰδίου καὶ τοῦ συμβεβηκότος.

[*](2 εἶπε Dp: om. EFMV λογικωτέρως Ε 3 τὸ δ’ ὅπως—συμβεβηκότος (22) eicias τε om. EM (fort, recte) τῶν om. D (sed cf. v. 17. 21) 4 post διέλαβον add. παριστᾷ (τὸ παριστὰν V) τὴν ἔννοιαν τοῦ ὑποκειμένου πράγματος 5 μὲν p: δὲ DEMV: om. F διαλαβεῖν ante λέγεται transponas συμβεβηκότα] ἐκβεβηκότα M 6 ἐστι DE: ζητεῖν F: ἐστι ζητεῖν MVp 7 πόθεν F: τὸ ὅθεν DEMVp προῆλθον D: προῆλθεν EMV: ἦλθον F: ἦλθεν p ζητεῖν om. p 8 καὶ om. Fp ὥσπερ] ὡς p γενῶν τε D 9 ἐν τοῖς superscr. M ἐν τοῖς αἰσθητοῖς] αἰσθητῶν Ε 10 ὁ ἀριστ. F διέλαβε] διέταξε E καὶ περὶ E καὶ θεοὶ. δὲ Vp post θεολογικῶς iterat ὡς ὅταν περὶ τῶν ἐν αἰσθητοῖς . . . . θεολογικῶς V 11 τῷ om. Ε ζητῶμεν p 11. 12 ἐν τῷ παρμ. ὁ πλατῶν colloc. F 11 ὁ] καὶ M 12 ἔστι DEF: ἔστι καὶ Μ: ἔστι δὲ καὶ V: ἔστι δὲ p λογικωτέρως D διαλαβεῖν περὶ αὑτῶν colloc. EFMVp 12. 13 ἐν tw λογικῶ πράγματι Ε 14 ὑπόκεινται D καὶ] ἢ Ε 15 ἡ (ante γένος) om. D 16 αὐτῶν τε V περὶ (post τοῦ) om. M περὶ γενῶν τε καὶ εἰδῶν E 17 προσεχῶς] προσεχῆ D τὸ καὶ colloc. F 18 ἐσήμανε EFMV: ἐδήλωσε D: ἐσήμηνε p καὶ (ante τὰ λοιπὰ) om. F καὶ (ante τὸ ἴδιον) om. M 19. 20 τὸ ὅπως EFVp: οὕτως DM 20 καὶ (post γένος) om. V τὸ εἶδος καὶ τὴν διαφ. colloc. Ε 21 καὶ DEMV: τὸ περὶ F: πάλιν p τὰ περὶ τῶν ἄλλων EFMp: καὶ τῶν ἄλλων D: τά ἄλλα V 21. 22 τό τε ἴδιον καὶ τὸ συμβεβηκός V)
46
[*](p. 1, 15)

Καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ περιπάτου.

[*](14r)

Ὁ φιλόσοφος Πορφύριος οὐκ εἰς ἑαυτὸν ἀνάγει τὴν εὕρεσιν καὶ τὴν διδασκαλίαν, ἀλλά φησιν ὅτι τῶν πάλαι διαλαβόντων λογικῶς περὶ αὐτῶν οἱ Περιπατητικοὶ μάλιστα τοῦτο τὸ μέρος ἐξηκριβώσαντο. τὸ δὲ τῶν Περιπατητικῶν ὄνομα ἐκ τοιαύτης γέγονεν αἰτίας. φασὶν ὅτι ὁ θεῖος Πλάτων ἐν Ἀκαδημίᾳ βαδίζων ἐποιεῖτο τὰς πρὸς τοὺς ἑταίρους συνουσίας διὰ τὸ τὸ σῶμα ἐπιτήδειον ποιεῖν διὰ τῶν γυμνασίων πρὸς ψυχῆς ἔλλαμψιν· ὡς γὰρ ἄν ἔχῃ τὸ ὄργανον, οὕτως καὶ ἡ ἐνέργεια τοῦ τεχνίτου διαφαίνεται. καὶ τούτου χάριν ἐλέγοντο Περιπατητικοί. μετὰ γοῦν τὴν τοῦ Πλάτωνος τελευτὴν διεδέξαντο τὴν διατριβὴν αὐτοῦ ὅ τε Ἀριστοτέλης καὶ ὁ Ξενοκράτης, [*](14v) καὶ ὁ μὲν Ἀριστοτέλης ἐν Λυκείῳ ὁ δὲ Ξενοκράτης ἐν τῇ Ἀκαδημίᾳ. ἐλέγοντο οὖν οἱ μὲν τοῦ Ἀριστοτέλους Περιπατητικοὶ ἐκ Λυκείου, οἱ δὲ τοῦ Ξενοκράτους Περιπατητικοὶ ἐξ Ἀκαδημίας. ὕστερον δὲ οἱ μὲν τοῦ Ἀριστοτέλους ἀπέλαβον τὴν ἐκ τῆς ἐνεργείας ἐπωνυμίαν τὴν ἐκ τοῦ τόπου ἀπολέσαντες καὶ ἐκλήθησαν Περιπατητικοί, οἱ δὲ τοῦ Ξενοκράτους τὴν ἐκ τοῦ τόπου ἀπολαβόντες καὶ τὴν ἐκ τῆς ἐνεργείας ἀπολέσαντες ἐκλήθησαν Ἀκαδημαϊκοί. ἐπεὶ οὖν ὁ φιλόσοφος ἔμελλέ τινα ὑπόληψιν ἐν τῇ διδασκαλίᾳ ἔχειν τῶν ὑπὸ Πλάτωνος παραδοθέντων Πλατωνικὸς ὢν καὶ αὐτός, ἐπειδήπερ ὡς χρήσιμον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἔγραψε τὸ βιβλίον, εἶπεν ὅτι ᾿διδάξω περὶ αὐτῶν, ὡς οἱ παλαιοὶ διέλαβον, καὶ τούτων οἱ Ἀριστοτελικοί᾿ διὰ τοῦ εἰπεῖν καὶ μάλιστα οἱ ἐκ τοῦ περιπάτου.

[*](2 Ὀ δὲ φιλόσ. V τὴν (ante διδασκ.) om. V 4 μάλιστα] μᾶλλον V τοῦτο τὸ μέρος superscr. F-: τούτων τὸ γένος D: τοῦτο τὸ γένος EMV: τὸ γένος F1: τὰ περὶ τούτων p ἐξηκριβώσαντο Dp: ἐξηκρίβωσαν EFM: ἠκρίβωσαν V 4.5 τὰ . . . ὀνόματα ἐκ τοιαύτης αἰτίας γιγόνασιν V 5 φασὶν γὰρ V 6 ἀκαδήμω Ε: ἀκαδδημία (ubique) M ἑταίρους] ἑτέρους EM1 7 τὸ om. Ε ποιεῖν ἐπιτήδειον colioc. F ψυχῆς ἔλλαμψιν DFMV: ἔλλαμψιν ψυχῆς E: ἔλαμψιν τῆς ψυχῆς p 8 ἄν ἔχη DEFM: ἀνέχει V: ἂν ἔχοι p τοῦ τεχνίτου superscr. M διαφαίνεται] φαίνεται MV 9 γοῦν Dp: οὖν EFV: δὲ M τοῦ om. Ε 10 διεδέξατο EFM διατριβὴν] σχολὴν F αὐτοῦ D: om. EFMVp ὅ τε] ὁ Ε: om. V 11 καὶ ὁ μὲν D: ὁ μὲν EMVp: ὁ μὲν οὖν F λευκείω Ε (ubique) τῇ DMV: om. EFp 12 οἱ μὲν τοῦ] τοῦ μὲν Ε 14 τὴν post ἐνεργείας transp. Ε 15. 16 ἀπολέσαντες τὴν ἐκτοῦ τ. colioc. EFMVp τοῦ (ante τόπου) om. Ε 16 ἀπωλέσαντες V post ἀπολαβόντες add. ἐπωνυμίαν V καὶ τὴν—ἀπολέσαντες] ἀπώλεσαν τὴν ἐνέργειαν καὶ M τῆς om. V 17 Ἀκαδ.] ἀκαδημιακοί DFVp: ἀκαδημηκοί Ε1: ἀκαδημηϊκοί Ε2: ἀκαδδημαϊκοί M 17. 18 ἔχειν ἐν τῇ διδ. colioc. Ε 18 παραδοθέντων] εἰρημένων Ep καὶ om. E 19 ἐπειδήπερ ὡς] καὶ p ἔγραψε] γράψειν p 21 διὰ τοῦ εἰπεῖν EMV: διὰ τοῦτο εἶπε DFp καὶ om. D 21. 22 post περιπάτου pergit Δέκα εἰσὶ γενικώτατα γένη, οὐσία ποσὸν ποιὸν καὶ τὰ ἄλλα, ὧν ἡ μὲν οὐσία πρᾶγμα αὐθύπαρκτον, τὰ δ’ ἄλλα συμβεβηκότα. ἀποδέδοται οὖν τῶ γένει ὑπογραφή, ἥτις ἁρμόσει καὶ τοῖς δέκα. καὶ μὴ λέγε πῶς τῆ οὐσία ἁρμόσει καὶ τοῖς συμβεβηκόσι διαφόροις οὖσι κατὰ τὸ εἶναι. ὅπερ γὰρ ἐπισυμβέβηκε τῆ οὐσία, τοῦτ’ ἔστι τὸ ὡς γένος εἰς εἴδη διαιρεῖσθαι τὰ ὑπ’ αὐτήν, τὸ αὐτὸ καὶ τοῖς ἄλλοις συμβέβηκε. διαιροῦνται γὰρ καὶ τὰ ἄλλα εἰς ἰὰ ὐπ’ αὑτὰ εἴδη ὡς γένη. ἄλλο τοίνυν ἐστὶ σκοπεῖν ταῦτα ὡς οὐσίαν καὶ συμβεβηκότα καὶ ἄλλο τὸ ὡς γένη γενικώτατα· κοινὸν γὰρ ἔχουσι τοῦτο p (cf. p. 34,3 sq.))
47

Περὶ γένους

[*](14v)
[*](p. 1, 18)

Ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος.

Εἰρηκὼς τὸν σκοπὸν καὶ τὸ χρήσιμον τίς τε ὁ εἰσαγωγικὸς τρόπος, ὅτι τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων τῶν δὲ ἁπλουστέρων στοχάζεσθαι, καὶ τίνα τὰ βαθύτερα καὶ τίνα τὰ ἁπλούστερα, ἀκολούθως ἐπὶ τὴν κατὰ μέρος διδασκαλίαν εἰσέβαλε. καὶ πρῶτον περὶ γένους διαλαμβάνει, ὅτι πρώτην τάξιν ἔχει τὸ γένος ἐν τοῖς ἀπηριθμημένοις καὶ ὅτι πλειόνων ἐστὶ περιεκτικὸν εἰδῶν. πρῶτον δέ ἐστι τὸ γένος τῶν εἰδῶν κατ’ αἰτίαν, καίτοι τῶν πρός τί ἐστι τὸ γένος καὶ τὸ εἶδος. ἀλλ’ ἔστι τινὰ τῶν πρός τι, ἐν οἷς τὰ ἕτερα τῶν ἑτέρων πρεσβύτερα καὶ αἴτια λέγομεν, οἷον τὸν πατέρα τοῦ υἱοῦ καθὸ ἄνθρωπον αἴτιόν φαμεν καὶ πρῶτον, καίτοι ἅμα γινωσκομένων καὶ ἀλλήλων συστατικῶν γινομένων τῶν πρός τι, ᾗ πρός τί ἐστι· τὰ γὰρ πρός τι ἀνάγκη πρότερον οὐσίας εἶναι· σκοποῦντες οὖν τὴν προϋπάρχουσαν οὐσίαν τῶν πρό τι ἣν ἂν προυφεστῶσαν εὕρωμεν ἢ χρόνῳ ἡ φύσει, ἐκείνην πρεσβυτέραν κατ’ αἰτίαν λέγομεν. ἐν γοῦν τῷ πατρὶ καὶ τῷ υἱῷ πρεσβύτερός ἐστιν ὁ πατὴρ χρόνῳ, καθὸ ἄνθρωπός ἐστιν, ὅπερ αὐτοῦ ἐστιν ἡ οὐσία, ἥτις συστατικὴ γίνεται τῆς τοῦ υἱοῦ οὐσίας. διὰ τοῦτο οὖν τὸν πατέρα πρεσβύτερον λέγομεν εἶναι τοῦ υἱοῦ καίτοι πρὸς ἄλληλα λεγομένων. ὁ δὲ ἄρχων τοῦ ἀρχομένου καὶ ὁ διδάσκαλος τοὐ μαθητοῦ κατὰ μόνην αἰτίαν πρεσβύτεροι, οὐ τῷ χρόνῳ· τῷ χρόνῳ γὰρ ἔσθ’ ὅτε καὶ ὕστεροι εἶεν ὡς ἄνθρωποι, φημὶ δὴ ὁ ἄρχων τοῦ ἀρχομένου καὶ ὁ διδάσκαλος τοῦ μαθητοῦ. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. τὸ γὰρ γένος καὶ τὸ εἶδος τῶν πρός τι· τὰ δὲ πρός τι ἀνάγκη οὐσίας πρότερον εἶναι· τὸ δὲ γένος κατὰ τὴν οὐσίαν φύσει προϋφέστηκεν, οὐ χρόνῳ, καὶ συστατικὸν γίνεται ἵης οὐσίας τοῦ εἴδους· τὸ γὰρ γένος τέμνεται εἰς εἴδη· | πᾶν δὲ τεμνόμενον πρῶτον φύσει τοῦ τμήματος καὶ συστατικόν· οὐκτίς] [*](15r) [*](3 τις] τί Ε 4 τῶν μὲν βαθ. p (fort, recte) post ἀπέχεσθαι add. μέλλει p 4. 5 στοχάζεσθαι DFMp: ἀντέχεσθαι E: συμμέτρως στοχάζεσθαι V 5 τὰ βαθύτερα καὶ τίνα τὰ ἁπλούστερα D: τὰ βαθύτερα τίνα τε (δὲ V) τὰ ἁπλούστερα EMV: τὰ ἁπλούστερα καὶ τίνα τὰ βαθύτερα Fp ἐπὶ] περὶ Ε1 6 εἰσέβαλλε V καὶ πρῶτον μὲν V 7 ἔχει τάξιν colloc. FMV ἀπαριθμουμένοις Ε: ἀπηριθμένοις (μη superscr.) 10 λέγομεν] λέγεται Ε 11 ἄνθρωπον scripsi: ἄνθρωποι libri (cf. v. 16) 13 πρότερον Fp: προτέρας DEMV (cf. v. 24) post οὐσίας add. τινὰς Fp 14 οὐσίαν scripsi: αἰτίαν DEFp: αἰτίαν (sed post τῶν πρός τι transp.) M: om. V 15 ἐκείνην DMVp: ἐκείνων E: ἐκείνης F κατ’ αἰτίαν πρεσβυτέραν colloc. EFMVp 15. 16 τῶ πατρὶ καὶ τῶ υἱῶ D: τῶ πατρὶ καὶ υἱῶ EFp: τῶ πατὴρ καὶ υἱὸς MV 16 πρεσβύτερος EFVp: πρεσβύτερον DM 17 αὐτοῦ ἐστιν D: ἐστὶν αὐτοῦ EFMV: ἔστιν αὐτὸ p ἡ om. EM συστατικὴ] σύστασις Ε 18 λέγομεν πρεσβύτερον colloc. F εἶναι λέγομεν colloc. Ε ἀλλήλοις M 19 δὲ] γὰρ Μ 20 πρεσβυτέραν Ε: πρεσβύτερος V οὐ om. D: οὐ τῷ χρόνῳ om. M εἶεν] εἰσίν M φημὶ δὴ D: om. EFMVp 22 ante τοῦ εἴδους add. ἐπὶ M 23 τὸ (ante εἶδος) om. MV τὰ] τῶν M 24 πρότερον D: πρότερα EVp: προτέρων M: oblitt. F (cf. v. 13) 25 γίνεται] ἐστὶ M 26 τὸ τεμνόμενον Ε πρῶτον φύσει D: καὶ πρῶτον φύσει FV; καὶ πρῶτον φύσις E: καὶ φύσει πρῶτον M: καὶ φύσει πρότερον p)

48
οὗν εἰ πρῶτον κατὰ τὴν οὐσίαν τὸ γένος τοῦ εἴδους, τὰ δὲ πρῶτα κατὰ [*](15v) τὴν οὐσίαν τῶν πρός τι κατ’ αἰτίαν πρῶτα· πρεσβύτερον ἄρα τὸ γένος τοῦ εἴδους, καὶ εἰκότως αὐτὸ προτάττει τῶν λοιπῶν. ταύτῃ γοῦν καὶ ἡ φύσις ἐν τῇ γενέσει τῇ τάξει κέχρηται· παραλαβοῦσα γὰρ τὸ σπέρμα πρῶτον μὲν ζωοποιεῖ αὐτὸ καὶ ψυχοῖ, εἶτα προἰοῦσα αἴσθησιν παρασχοῦσα ποιεῖ ζῷον, εἶτα θυμὸν καὶ ἐπιθυμίαν ποιεῖ ἄλογον ζῷον, εἶτα τέλος τὸν λόγον παρασχοῦσα ποιεῖ ἄνθρωπον. ὥστε ὡς μὲν οὐσίαι προϋπάρχει τὰ γένη τῶν εἰδῶν, ὡς δὲ γένη καὶ εἴδη συνυφέστηκεν ἀλλήλοις καὶ συναναιρεῖται· τῆς γὰρ πρὸς ἄλληλα αὐτῶν σχέσεως ὀνόματά ἐστι τὸ γένος καὶ τὸ εἶδος.

Ἄξιον δὲ ζητῆσαι, διὰ τί περὶ τοῦ γένους διδάσκων ἐμνήσθη καὶ τοῦ εἴδους, καὶ μὴ καὶ τῆς διαφορᾶς καὶ τῶν ἄλλων. φαμὲν οὖν ὅτι τὸ γένος καὶ τὸ εἶδος πρός τί ἐστι, καθάπερ εἰρήκαμεν, (καὶ γὰρ τὸ εἶδος γένους ἐστὶν εἶδος καὶ τὸ γένος εἴδους ἐστὶ γένος), καὶ διὰ τοῦτο εἰκότως ἐμνήσθη τοῦ εἴδους ἅμα τῷ γένει· ἐν γὰρ τῇ τῶν πρός τι διδασκαλίᾳ ἀνάγκη πᾶσα τὸν περὶ θατέρου τούτων διδάσκοντα, καθὸ πρός τί ἐστι, καὶ τοῦ λοιποῦ μνησθῆναι.

(??) Κανόνι δ’ ἐνταῦθα Ἀριστοτελικῷ κέχρηται ὁ Πορφύριος. ἔστι δὲ ὁ κανὼν οὗτος· δεῖ τὸν μέλλοντα ποιήσασθαι περί τινος διδασκαλίαν ὁμωνύμου, τοῦτ’ ἔστιν εἰ ὑπὸ τοῦ αὐτοῦ ὀνόματος σημαίνονται πολλά, διελεῖν πρῶτον τὰ ὑπὸ τοῦ ὀνόματος πολλὰ σημαινόμενα, εἶθ’ οὕτως εἰπεῖν περὶ ποίου τῶν σημαινομένων τὴν διδασκαλίαν ποιεῖται· ἡ γὰρ ὁμωνυμία εἴωθεν ἀσάφειαν καὶ πλάνην γεννᾶν τοῦ μὲν διδάσκοντος ἐπὶ ἄλλου σημαινομένου (??) τοῦτο τὸ ὄνομα λαμβάνοντος, τοῦ δὲ διδασκομένου ἐπ’ ἄλλου. οἷον εἴ τις περὶ τοῦ ἀστρῴου κυνὸς διδάσκειν βουλόμενος εἴποι ᾿ὁ κύων καύματα [*](1 πρῶτον] πρότερον p τοῦ εἴδους om. Μ πρῶτα] πρότερα p 1. 2 κατὰ τὴν οὐσίαν πρῶτα colloc. E 2 post αἰτίαν add. καθό εἰσιν αἴτια τῶν πρὸς ἁ λέγονται D πρῶτα] πρότερα p 3 λοιπῶν D: ἄλλων EFMVp ταύτῃ—ἡ φύσις] ταύτῃ τῆ φύσει καὶ in ras. X fere litt. Ε γοῦν] γὰρ MV 4 πρῶτον] πρῶτα p 5 ψυχοῖ] ἐμψυχοῖ p καὶ αἴσθησιν FMp 6 τὸ ζῶον Ep ζῶον ζῶον—ποιεῖ om. M καὶ om. E ante ποιεῖ add. καὶ EFVp: om. D τέλος DFV: τέλειον Ep 7 τὸν ἄθρωπον Ep οὐσίαι scripsi: οὐσία libri 8 δὲ καὶ γένη F 9. 10 τὰ γένη καὶ τὰ εἴδη EV 11 ἐμνήσθη post εἴδους transp. EFMV καὶ (ante τοῦ εἴδους) om. p καὶ (post μὴ) D: om. EFMVp 12 καὶ (ante τῶν ἄλλων) DF: ἢ EMVp 14 εἰκότως post γένει (15) transp. D: om. Ε 16 πᾶσα DEMV: πάντα Fp τὸν om. DV τούτων] τοῦτον V 17 μνησθῆναι] μεμνῆσθαι M 18 κανόνι δ᾿ ἐντ. Ἀριστ.] cf. Top. A 18 p. 108a18. Z 2 p. 139b19 sq. μέλλοντα περί τινος διδάσκειν ὁμωνύμου M 19 διδασκαλίαν περί τινος colloc. Ep ὁμωνυμίας Ε 20 εἰ om. EMV ὑπὸ xui αὐτῶ ὀνόματι Ep σημαίνονται πολλά D: σημαίνοντα E: πολλὰ σημαίνονται F: πολλὰ σημαίνοντος MV: πολλὰ σημαίνεται p διελεῖν] διαιρεῖν Ε 20. 21 πρῶτον] πρότερον EV 21. 22 ποίου σημαινομένου V 22. 23 post ἀσάφειαν add. ποιεῖσθαι expunxit E 23 ante τοῦ add. καὶ Ε 24 τὸ ὄνομα τοῦτο colloc. EFMVp ante λαμβ. add. διδάσκοντος καὶ Ep διδασκομένου δὲ colloc. EFMV εἴ τις om. E 25 τοῦ om. Ε εἴπῃ EV)

49
ποιεῖ ἤ διακρίνει τοὺς καρπούς᾿ μὴ πρότερον εἰπὼν περὶ ποίου κυνὸς ποιεῖται [*](15r) τὸν λόγον πλάνην ἐμποιήσει τῷ ἀκροατῇ · δεῖ οὗν πρότερον ἀπαριθμησάμενον τὰ σημαινόμενα τοῦ κυνός, ὅτι ὁ μὲν ἀστρῷός ἐστιν ὁ δὲ χερσαῖος ὁ δὲ θαλάττιος ὁ δὲ φιλόσοφος, εἰπεῖν ὅτι περὶ τοῦ ἀστρῴου ποιοῦμαι τὸν λόγον. τοῦτο οὖν φιλοσόφως ποιῶν ὁ Πορφύριος ἀπαριθμεῖται τὰ σημαινόμενα τοῦ γένους καὶ δηλοῖ περὶ ποίου αὐτῶν ὁ λόγος.

[*](p. 1, 18)

Ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι.

Τὸ ἔοικεν οὐχ ὡς ἐνδοιάζων λέγει, ἀλλ’ ἀντὶ τοῦ φαίνεται. τὸ δὲ ἀπλῶς τετραχῶς λέγεται· σημαίνει γὰρ τὸ καθόλου, ὥς φασιν οἱ ῥήτορες ᾿καὶ ἀπλῶς εἰπεῖν᾿ ἀντὶ τοῦ ᾿καθόλου εἰπεῖν᾿, καὶ τὸ κυρίως, ὡς ὅταν εἴπῃ ὁ Ἀριστοτέλης ᾿ἡ ἁπλῶς γένεσις’ τοῦτ’ ἔστιν ἡ κυρία, καὶ τὸ μάτην καὶ ἄνευ τινὸς λόγου, ὡς ὅταν εἴπωμεν ᾿ἀπλῶς αὐτὸν τύπτει᾿ ἀντὶ τοῦ μάτην. σημαίνει δὲ καὶ τὸ μοναχῶς, ὡς ὅταν παρ’ Εὐριπίδῃ λέγηται

  1. ἀπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ.
νῦν δὲ ἀντὶ τοῦ μοναχῶς κεῖται· λέγει γὰρ ὅτι φαίνεται μήτε τὸ γένος μήτε τὸ εἶδος μήτε τὰ λοιπὰ μοναχῶς λεγόμενα.

[*](p. 1, 18)

Γένος γὰρ λέγεται καὶ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι.

Πρῶτον σημαινόμενον τοῦ γένους φησί, τοῦτο δέ ἐστι, καθ’ ὃ δύο σχέ. σεῖς λαμβάνει, πλήθους πρὸς πλῆθος καὶ πλήθους πρὸς ἕνα, οἷον τῶν Ἡρακλειδῶν πρὸς ᾿Ηρακλέα, καθὸ ἐξ ἐκείνου λέγονται ἔχειν τὸ γένος, καὶ αὐτῶν τούτων πρὸς ἀλλήλους, καθὸ ἀλλήλοις λέγονται θεῖοι καὶ ἀνεψιοὶ ἡ ὁπωσοῦν ἄλλως. τὸ δὲ πὼς προσέθηκεν καλῶς· ἄλλῳ γὰρ ἄλλη ἔσται [*](1 διακρίνεται V κυνὸς] τῶν σημαινομένων V 2 ἐμποιήσει DFMp: ἐμποιεῖ E: ἐμποιήσοι V 2. 3 ἀπαριθμησάμενον DFMV: ον ex ος vel ex α corr. E: ἀπαριθμήσασθαι p 3 ὅτι DMV: καὶ γὰρ (sod καὶ superscr.) Ep: γὰρ F ἐστιν ante ὁ μὲν traiisp. M 3. 4 post χερσαῖος add. ἐστιν V 4 ὁ δὲ φιλόσοφος] τὸν δὲ φιλόσοφον p τοῦ om. E 5 ποιῶν initio versus iter. D G αὐτῶν MVp: αὐτῶ DF: αὐ- τοῦ Ε 8 post ἔοικεν add. σημαίνει τρία· τὸ ὁμοιοῖ τὸ πρέπει καὶ τὸ φαίνεται τὸ δὲ ἔοικεν D λέγει] εἴρηκε D ἀλλ’] τοῦτο γὰρ διστάζοντος ἐστὶ λογισμοῦ τὸ εἰπεῖν ἔοικεν D 9 ὥς φασιν] ὥσπερ D 10 εἰπεῖν (alterum) om. M II εἴποι M ὁ om. Ε Ἀριστ.] of. Pbys. Ε p. 225 a 14 sq. Metaph. Κ p. 1067b23 sq. sq. κυρία] κυρίως MV 12 ὡς ὅταν εἴπωμεν D: ὅτι EFMV: ὡς τὸ p 12. 13 ἀντὶ τοῦ μάτην om. EFMVp (tort, recte) 13 μοναχῶς] μονομερῶς D (sed cf. V. 15) παρ’ Εὐριπίδη λέγεται (sic) D: εἴπωμεν EFMVp (cf. Euripid. Phoen. 472) 15 λέγει] λέγεται M 15. 16 εἶδος μήτε τὸ γένος coUoc. p μοναχῶς λεγόμενα] μονομερῶς λέγεσθαι D 17 καὶ om. D 18 φησὶ τοῦ γένους colloc. EFMVp δὲ om. M 19 πλήθους (utrobique) p: πλῆθος codd. ἕνα] ἓν F 19. 2(1 τῶν ’llpaxX.] τὸν Ἡραλέους M 20 λέγεται M 22 καλῶς προσέθηκε colloc. EFMVp ἄλλη γὰρ ἄλλω EFMVp ἔσται] ἐστὶ EV)

50
σχέσις τῶν ὑπὸ τὸ αὐτὸ γένος ὄντων· ἢ γὰρ θεῖοί εἰσιν ἄλλοι ἄλλων ἢ [*](15r) τέκνα ἢ ἀδελφοὶ ἢ ἄλλο τι τῶν τοῦ τοιούτου γένους συμπληρωτικῶν. |

[*](p. 1, 20)

Καθ’ ὃ σημαινόμενον τὸ Ἡρακλειδῶν λέγεται γένος.

[*](15v)

Τῷ γὰρ εἰπεῖν Ἡρακλειδῶν χωρίζει αὐτοὺς τῶν ἄλλων γενῶν οἷον Τανταλιδῶν καὶ τῶν ἄλλων.

[*](p. 1, 20)

Ἐκ τῆς ἀφ’ ἑνὸς σχέσεως, λέγω δὴ τοῦ Ἡρακλέους.

Καθὸ πάλιν δύο σχέσεις λαμβάνονται ἑνὸς πρὸς ἕνα, αἰτίου καὶ αἰ- τιατοῦ, οἷον τοῦ Ἡρακλέους πρός τινα τῶν Ἡρακλειδῶν (αἰτίου μὲν ὄντος τοῦ Ἡρακλέους αἰτιατοῦ δὲ τοῦ ἀπ’ ἐκείνου), ἢ τῆς πατρίδος καὶ τοῦ ἐν αὐτῇ τραφέντος, καθὸ λέγομεν Πλάτωνα μὲν Ἀθηναῖον τὸ γένος Πίνδαρον δὲ Θηβαῖον. ἰστέον δὲ ὅτι ἡ σχέσις λέγεται ἢ κατὰ τέχνην ὡς τοῦ διδασκάλου πρὸς τὸν μαθητὴν ἢ κατὰ τύχην ὡς τοῦ δεσπότου πρὸς τὸν δοῦλον ἢ κατὰ προαίρεσιν ὡς τοῦ φίλου πρὸς τὸν φίλον ἢ κατὰ φύσιν ὡς τοῦ πατρὸς πρὸς τὸν υἱόν· ἡ οὖν τῶν εἰρημένων σχέσις φύσει ἐστί.

[*](p. 1, 22)

Κατὰ ἀποτομὴν τὴν ἀπὸ τῶν ἄλλων γενῶν.

Ἰστέον γὰρ ὅτι αἱ σημαντικαὶ φωναὶ καὶ τὰ ὀνόματα εἰώθασι χωρίζειν τὰ πράγματα ἀπ’ ἀλλήλων· καὶ γὰρ ἡ φύσις ἐπενόησε τόδε τι ἄνθρωπον καλεῖσθαι ἢ κύνα ἢ ἄλλο τι, ἵνα διὰ τούτου ἀποχωρίσῃ ἕκαστα ἀπ’ ἀλλήλων. καὶ ἑκάστη τῶν τεχνῶν ὡς μέλλουσά τι καινότερον καὶ ξενοπρεπὲς παρὰ τἀς ἄλλας διδάσκειν τέχνας τοῖς οἰκείοις ὀργάνοις ὀνόματα ἐπιτίθησιν, [*](1 τὸ] τῶν F1 ὄντων ante ὑπὸ transp. V ἄλλων] ἄλλοις D 2 τῶν τοῦ τοιούτου EF: τῶν τοιούτων D: τῶν τοιούτου MVp συμπληρωτικῶν DFM: συμπληρωματικῶν Ep: συμπληρωτικόν V 3 λέγεται τὸ ἡρακλ. colloc. F τὸ τῶν ἡρακλ. p 4 τῶ] τὸ Ep Ἡρακλ.] ἡρακλέους M αὐτοὺς] αὐτὸ p 5 Πελοπιδῶν Τανταλιδῶν Αἰακιδῶν Ἐρεχθειδῶν καὶ τῶν ἄλλων ἀπάντων D 6 ἐκ] καὶ p λέγω δὴ Dp: δῆλον δὴ E: δῆλον δὲ MV ἡρακλέος codd. 7 Καθὸ—φύσει ἐστί (v. 14) lemmate λέγεται δὲ καὶ ἄλλως κ. τ. λ. (Propli. p. 23) auteposilo post πράγματα (p. 51,7) transposuit ed. Aid. (Venet. 1546); sed verba ἰστέον (v. 11)—φύσει ἐστί ad lemma ἐκ τῆς ἀφ. ἑνὸς σχέσεως pertinere videntur; cetera καθὸ—Θηβαῖον illo lemmate addito transponas 8 ἡρακλέος DF 9 ἡρακλέος DEF 10 τὸν πλάτωνα M μὲν om. EMV τὸ γένος ἀθηναῖον colloc. EMV 11 δὲ (alteruni) om. M ἡ om. Ε post σχέσις add. κατὰ τέσσαρας τρόπους p λέγεται post τέχνην transp. M 12 τὸν (aute μαθητὴν) om. DEM κατὰ τὴν τύχην M 13 to? φίλου πρὸς φίλον V 14 φύσει DFp: φύσις MV: om. E 15 post γενῶν add. κεκλημένου M: κεκλημένην p 16 γὰρ] δὲ p χωρίζειν] ἀποχωρίζειν MV 17 καὶ γὰρ—ἀλλήλων (18. 19) om. Ε καὶ γὰρ καὶ FM 18 ἡ (ante ἄλλο)] καὶ M τούτου] τούτων p ἕκαστα scripsi: ἕκαστον libri 19 post καὶ (prius) add. γὰρ Dp μελλούσῃ Ε 20 διδάσκειν ante παρὰ transp. E: post τέχνας FMVp οἰκείοις] ἰδίοις M)

51
ἴνα ἔχῃ πῶς αὐτὰ σαφηνίσει· οὕτως γὰρ οἱ γεωμέτραι πολλὰς διαφορὰς [*](15v) τριγώνων εὑρηκότες οἷον τὸ μὲν ἴσας ἔχον τὰς τρεῖς πλευρὰς τὸ δὲ τὰς δύο μόνον τὸ δὲ τὰς τρεῖς ἀνίσους, οἰκείοις ὀνόμασιν κεχρημένοι τὸ μὲν ἴσας ἔχον τὰς τρεῖς πλευρὰς ἐκάλεσαν ἰσόπλευρον, τὸ δὲ τὰς δύο μόνον ἴσας ἰσοσκελὲς τὸ δὲ τὰς τρεῖς ἀνίσους σκαληνόν, βουλόμενοι διὰ τῶν ὀνομάτων ἕκαστον τούτων δηλῶσαι. οὕτως ἄρα τὰ ὀνόματα σημαίνει τὰ πράγματα·

[*](p. 2, 5)

Τοῦτο δὲ ἔοικε πρόχειρον εἶναι τὸ σημαινόμενον.

Ἀσάφειάν τινα ἐποίησεν ὁ φιλόσοφος ἀμέσως εἰς τὸ πρῶτον σημαινόμενον τοῦ γένους ἐπελθὼν καὶ μὴ ἐπισημηνάμενος αὑτὸ τοῦτο· ὤφειλε γὰρ διορίσασθαι περὶ ποίου σημαινομένου τοῦ γένους διαλέγεται. ὅτι γὰρ περὶ τοῦ προτέρου ποιεῖται τὸν λόγον καὶ οὐ περὶ τοῦ προσεχῶς ἡμῖν εἰρημένου, δηλοῖ τὰ ὑποδείγματα ἃ τίθησι· φησὶ γὰρ ὅτι τοῦτο τὸ σημαινόμενον τοῦ γένους πρόχειρον ἔοικεν ἡμῖν ἐκ τῆς συνηθείας εἶναι καὶ γνωριμώτερον. πρόχειρον δὲ τῇ συνηθείᾳ λέγει σημαινόμενον τὴν ἀφ’ ἑνὸς εἰς πολλοὺς καὶ ἀπὸ πολλῶν εἰς πλῆθος σχέσιν.

Ἄξιον δὲ ἀπορῆσαι, διὰ· τί τοῦτο πρόχειρον εἶπε, καὶ μὴ τὴν τοῦ ἑνὸς πρὸς ἕνα σχέσιν· τοῦτο γὰρ πρότερον οἶδεν ἡ φύσις· ἕνα γὰρ ἐξ ἑνὸς πρῶτον ποιεῖ, καὶ οὕτως πολλοὺς ἐκ πολλῶν. ἐροῦμεν οὖν πρὸς τοῦτο, ὅτι τὸ μὲν δεύτερον σημαινόμενον τοῦ γένους, ὅ ἐστιν ὡς πρὸς ἡμᾶς δεύτερον, 30 τῇ φύσει πρῶτόν ἐστιν (ἀπὸ γὰρ τοῦ Ἡρακλέους πρότερον εἷς εἶθ’ οὕτως τὸ πλῆθος), τὸ δὲ πρῶτον σημαινόμενον τῇ φύσει ἐστὶ δεύτερον; καὶ τὸ τῇ φύσει δεύτερον ἡμῖν πρῶτον. καὶ καθόλου τὰ τῇ [*](1 σαφανίσαι KMVp καὶ οἱ γεωμέτραι FMVp 1. 2 εὑρίσκονται πολλὰς διαφ. τριγ. E: εὑρηκότες πολλὰς δ. τρ. MV 3. 4 μόνας (utrobique) M 3 ὀνόμασιν οἰκείοις colloc. Ep κεχρημένοι D: κέχρηνται EFMp: κέχρηνται καὶ V 4 ἐκάλεσεν (compend.) D 5 σκαλινόν V 6 τὰ ὀνόμ. σημ.] σημαινόμενα Ε σημαίνουσι FVp 8 ante ἔοικε add. καὶ F: superscr. Μ 9 ante ἀσάφειαν add. τὸ πρόχειρον τὸ πρῶτον σημαίνει, ἐπειδὴ τὸ ἕτοιμον (sic) καὶ ἐγγὺς ἡμῖν ὑπάρχον πρῶτον ἐστί, τὸ δ’ ὕστερον πρόχειρον οὐδέποτε ἐστί. κατὰ πρῶτον οὖν σημαινόμενον ἐστὶ τοῦτο D πρῶτον] πρότερον MV 10 ἐπελθών Dp: μετελθών EFMV μὴ om. F 11 διαλέγεται D: λέγεταιEF: λέγει Mp: λέγοιτο V 12 τοῦ (pruis) om. p οὐ om. V εἰρημ. ἡμῖν colloc. V 13 παραδείγματα M γὰρ] γοῦν γ’ 14 ἔοικε πρόχειρον εἶναι ἡμῖν ἐκ τῆς συνηθ. Ε 15 πρόχειρον] πρότερον D λέγει DEFp: λέγω M: λέγεται V τὴν suppl. in mrg. Ε: ἡ V 15. 16 εἰς πολλοὺς καὶ ἀπὸ πολλῶν εἰς πλῆθος D: τῶν πολλῶν λῶν ἢ εἰς πολλὰ EFMV: τῶν πολλῶν ἢ εἰς τοὺς πολλοὺς p 17 ἄξιον— σχέσιν (18) om. M τοῦτο DF: τοῦτο τὸ πρῶτον ἀποδοθὲν γένος E: τὸ πρῶτον ἀποδοθὲν γένος τοῦτο V: τὸ πρῶτον ἀποδοθέν γένος p 18 post σχέσιν add. λέγω δὴ τὸ δεύτερον EVp 19 πολλοὺς] πολλὰ M 21 τῇ om. EM πρότερον] πρῶτον F 22 εἶθ’] καὶ Ε τὸ πλῆθος] πολλοί E post τῇ φύσει add. ἡμῖν Mp: ante τῇ φύσει V 23 ante καὶ τὸ suppleveris τὸ γὰρ τῇ φύσει πρῶτον ἡμῖν ἐστι δεύτερον, sed malim καὶ τὸ—πρῶτον eicere καὶ (ante καθόλου) superscr. M τῇ (altenun) om. M)

52
φύσει πρῶτα ἡμῖν ὕστερά εἰσι, τὰ δὲ τῇ φύσει δεύτερα ἡμῖν πρῶτα, οἷον [*](15v) φύσει πρότερον ἡ ὕλη καὶ τὸ εἶδος, ἔπειτα τὰ τέσσαρα στοιχεῖα, εἶτα σάρ- κες καὶ ὀστέα καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν, εἶτα ἄνθρωπος. καὶ ἡ μὲν φύσις οὕτως ἀπὸ τῶν ἀνωτέρω ἐπὶ τὰ δεύτερα φέρεται, ἡμεῖς δὲ ὡς ἅτε κατωκάρα βαίνοντες καὶ ὕπτια βλέποντες καὶ ἀπὸ τῶν προσεχεστέρων ἐπὶ τὰ πόρρω καὶ ἀπὸ τῶν ἐνυλοτέρων ἐπὶ τὰ ἄυλα βουλόμενοι | ἔρχεσθαι [*](16r) πρῶτον μὲν γινώσκομεν τὸν ἄνθρωπον, εἶτα ὅτι σύγκειται ἐξ ὀστέων καὶ σαρκῶν, εἶτα ὅτι σύγκειται ταῦτα ἐκ τῶν τεσσάρων στοιχείων, εἶτα ὅτι ταῦτα ἐξ ὕλης καὶ εἴδους. ὥστε τὰ τῇ φύσει πρότερα τῇ γνώσει ἡμῶν ὕστερα γίνονται καὶ τὰ τῇ φύσει ὕστερα ἡμῶν τῇ γνώσει πρότερα· σαφέστερον οὖν τὸ πρῶτον, ἀσαφέστερον δὲ τὸ δεύτερον. διὰ τοῦτο τὴν περὶ αὐτῶν διδασκαλίαν οὕτω προεχειρίσατο ὁ Πορφύριος (δεὶ γὰρ ἐκ τῶν ἡμῖν ποιεῖσθαι τὴν διδασκαλίαν). καὶ ὅτι τὸ παρὰ τοῖς φιλοσόφοις γένος, περὶ οὗ ὁ λόγος, ἔοικε τοῖς εἰρημένοις γένεσιν ὁμοιότητά τέ τινα πρὸς ταύτα ἔχει.

Ἄξιον δὲ ἀπορῆσαι, δι’ ἣν αἰτίαν ὄντων καὶ ἑτέρων σημαινομένων τοῦ γένους αὐτὸς ταῦτα μόνον ἀπηριθμήσατο. ὅτι δὲ ἔστι καὶ ἕτερα σημαινόμενα, μαινόμενα, δῆλον ἐντεῦθεν· ὁ γὰρ Πλάτων γένη ἔλεγε τοῦ ὄντος οὐσίαν ταὐτότητα ἑτερότητα κίνησιν καὶ στάσιν. ταῦτα τοίνυν οὐκ ἀπηριθμήσατο, ἐπειδὴ προέκειτο αὐτῷ, καθὼς προεσήμανε, περὶ τῶν Ἀριστοτέλει δοκούντων γράψαι. φαίνεται δὲ καὶ ὁ Ἀριστοτέλης αὐτὸς γένος καλῶν ἐν τῇ Φυσικῇ τὴν ἑκάστῃ τέχνῃ ὑποκειμένην ὕλην, ὡς ἐν τεκτονικῇ τὰ ξύλα καὶ ἐν ἰατρικῇ τὰ ἀνθρώπινα σώματα καὶ ἐν τοῖς φυσικοῖς ἅπασι τὴν [*](1 πρῶτα (utrobique)] πρότερα E ὕστερα] δεύτερα p (fort, recte) εἰσι D: ὑπάρχει E: ὑπάρχουσι FV: ἐστι p: om. M 2 τῆ φύσει M πρότερον DEM: προτέρα FV: πρῶτον p εἶτα D: ἔπειτα EFMVp 3 καὶ (post σάρκες) om, D ὀστέα EFp: ὀστᾶ D: ὀστᾶ MV (cf. v. 7) ὁμοίων μερῶν M 4 ἀνωτέρων Fp ἐπὶ DV: εἰς EFMp 5 κατωκάρα βαίνοντες D: κατωτέρω (primitus καρ in exitu versus, ex quo m. 2 corr. κατωτέρω) βαίνοντες κάτω E: κατώτερα βαίνοντες F: κέρα κάτω βαίνοντες M: κατώτερα νεύοντες Vp καὶ (post βλέποντες) om. F 6 πόρρω DE: πορρώτερα FMp: πορρωτέρω V ἐνυλωτέρων D1E ἄυλα DEF: ἀυλότερα MVp ἔρχεσθαι D: ἐπανέρχεσθαι EFMV: ἀνέρχεσθαι p 7 ὅτι] ὡς V καὶ ἐξ ὀστέων M 8 εἶτα D: ἔπειτα EFMVp ὅτι σύγκειται—εἶτα om. V σύγκειται post τεσσάρων transp. Ε: om. FMp 9 τῇ γνώσει om. F 9. 10 ἡμῶν (utrobique)] ἡμῖν p 10 γίνονται DEp: γίνεται FMV τῆ γνώσει ἡμῶν colloc. M πρότερα] πρῶτα M 12 αὐτῶν] αὐτοῦ M 13 ἡμῖν] ἡμᾶς p ποιεῖσθαι] ποιῆσαι p 13. 15 καὶ ὅτι—ἔχει eioias 13. 14 τὸ γένος τὸ π. τ. φιλ. MV παρὰ] περὶ D ἔοικε περὶ οὖ ὁ λ. colloc. V τῶν εἰρημένων γένεσιν V ὁμοιότητά τε D: καὶ ὁμοιότητα EFMVp 16 ἀπορῆσαι] ζητῆσαι ΕΜ καὶ ἑτ. ὄντων colloc. V 17 ταῦτα μόνον DEV: ταῦτα pidvaFM: μόνος ταῦτα p 18 γένη] γένος F: γένεσιν M; haec genera apud Plat, non inveni ἔλεγε γένη colloc. V 19 καὶ om. MV τοίνυν DMV: οὖν E: νῦν F: οὑν νῦν p 20 ἐπειδὴ τοίνυν V αὐτῷ καθὼς] καθὼς αὐτὸς M περὶ τῶν] τὰ MV τῶν τῷ ἀριστ. Mp 21. 22 δοκούντων] δοκούντων περὶ τούτων M: δοκοῦντα περὶ τούτων V 21 γράφειν Ε ὁ ἀριστ. αὐτὸς D: αὐτὸς ὁ ἀριστ. Ep: ὁ αὐτὸς ἀριστ. F: ἀριστ. MV 21. 22 ἐν τῇ Φυσικῇ] cf. Α6 p. 189a11 sq. ἐν ἑκάστῃ p τῆ τεκτονικὴ MVp 28 τῆ ἰατρικὴ Vp)

53
πρώτην ὕλην· ἀλλ’ οὐ πρόκειται τῷ Uορφυρίῳ περὶ τούτων φυσικῶς εἰ- [*](16r) πεῖν, ἀλλὰ πρεπόντως τῇ λογικῇ πραγματείᾳ.

[*](p. 2, 10)

Ἄλλως δὲ πάλιν γένος λέγεται, ᾧ ὑποτάσσεταιτὸ εἶδος, καθ’ ὁμοιότητα ἴσως τούτων εἰρημένον.

Τρίτον ἀπαριθμεῖται σημαινόμενον τοὐ γένους, περὶ οὗ καὶ τοῖς φιλο- σοφοῖς ὁ λόγος. ὁμοιότητα δέ τινα ἔχει πρὸς τὰ πρὸ αὐτοῦ· ὥσπερ γὰρ τὸ πρῶτον σημαινόμενον τοῦ γένους δύο τινὰς ἔχει σχέσεις, τὴν πολλῶν πρὸς ἕνα καὶ τὴν αὐτῶν πρὸς αὐτοὺς, οὕτω τὰ εἴδη σχέσιν καὶ πρὸς τὸ γένος καὶ πρὸς ἄλληλα ἔχει. πάλιν ὥσπερ τὸ δεύτερον σ-́ιal αινόμεν().ν σχέσιν ἔχει ἑνὸς πρὸς ἕνα καὶ τὴν τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ, οὕτω καὶ τοῦτο σχέσιν ἔχει ἑνὸς πρὸς ἕνα, οἷον τοὺ ζῴου πρὸς ἄνθρωπον. αἰτιατοῦ πρὸς αἴτιον. ἴσως μὲν οὖν οἱ ὀνουἱτοθὂ́ται πρῶτοι τὰς διαφόρους τῶν ἀνθρώ- πων γενέσεις διακρῖναι βουλόμενο-́ ἐκάλεσαν τὸ μὲν ‘Hρακλειδῶν γένος τὸ δὲ Αἰακιδῶν τὸ δὲ Πελοπιδῶν, εἶθ’ ὕστερον οἱ φιλόσοφοι κατὰ̣ μίμησιν τὴν τούτων τὰ παρ’ αὐτοῖς -ὠνόμασαν γένη· ὡς γὰρ ‘Uρακλειδῶν γένος οἱ ἐξ ‘Πρακλέους γενόμενοι, οὕτω δὴ λέγεται καὶ τὸ ζῷον γένος· τῶν γὰρ μερικῶν ζῴων, ἀνθρώπου κυνὸς ἵππου καὶ τῶν ἄλλων, γένος λέγεται τὸ ἁπλῶς ζῷον. πολλάκις δὲ οἱ φιλόσοφοι εὗρον πρότερον τὰ παρ’ αὐτοῖς γένη, εἶθ’ ὕστερον ἐπιγινόμενοι οἱ ὀνοματοθέται κατὰ μίμησιν τούτων τὰ ἐν τῇ συνηθείᾳ τῶν ἀνθρώπων γένη ὠνόμασαν· δυνατὸν γὰρ ἑκάτερον ἐπινοεῖν. ἐπεὶ οὖν ἀμφίβολον ὑπάρχει τοῦτο, εἴτε οἱ φιλόσοφοι εὗρον τὴν ἀρχὴν τῆς τοιαύτης ὀνομασίας εἴτε οἱ ὀνοματοθέται, διὰ τοῦτο ἴσως εἶπεν ἀμφιβάλλων καὶ αὐτός.

[*](1 πρώτην om. V 1. 2 εἰπεῖν DMV: σκοπεῖν EFp 2 τὴ πραγματεία τῆ λογικῆ F 4 εἰρημένων DE 5 aute τρίτον add. εἰρηκὼς καθ’ ὁμοιότητα καλῶς προσέθηκε τὸ ἴσως, ἐπειδὴ οὐκ ἴσμεν ἀκριβῶς πο--́ον ἐκ ποίου εἴρηται γένος D 6 πρὸς om. M 7 τὴν Ep : τῶν DFMV 8 τὴν EFMVp: τῶν D καὶ τὰ εἴδη p καὶ (ante πρὸς τὸ γένος)] ὡς Μ ἔχει ante σχέσιν (8) transp. E: post σχέσιν Mp: ἔχουσι (post σχέσιν) V πάλιν καὶ ὥσπερ V 10 καὶ τὴν — ἕνα (11) om. Ε καὶ (ante τὴν) om. Mp (lecte) τοῦ (ante αἰτιατοῦ) om. MVp (fort, lecte) 11 ἔχει σχέσιν colloc. V τὸν ἄνθρ. (sed τὸν eras.) D ante αἰτιατοῦ add. καὶ ΜP; αἰτ. πρὸς αἴτιον eieias 12 νομοθέται M’: ὀνομοθἐται M- 14 πελοπιδῶν τὸ δὲ αἰ- α4-́δῶν colloc. V 14. 15 κατὰ τὴν τούτων μίμησιν p 14 post μίμησιν add. μὲν F 15 ὠνόμασαν γένη τὰ π. αὐτοῖς colloc. E ὡς γὰρ] ὥσπερ V 16 ἐξ] ἐκ τοῦ V γινόμενοι V δὴ om. MV 17 ‘ίπͅͅου κυνὸς colloc. M ἄλλων DE: λοιπῶν FMVp post γένος add. ἀληθῶς V 18 εὗρον πρότερον DFp: πρότερα εδρον E: πρῶτον εὗρον M: πρότερον εὗρον Y αὐτοῖς] ἑαυτοῖς Mp 19 ἐπιγενό- ἐπιγενόμενοί M 19. 22 νομοθέται M 20 ἐν om. F ὠνόμασαν γένη colloc. V 2Ι ἐπινοεῖν DM: ὑπονοεῖν EFYp τοῦτο ὑπάρχει colloc. Ε 22 τῆς ὀνομασίας τῆς τοιαύτης D ὀνοματοθεσίας V εἶπεν ἴσως coUoc. V)
54
[*](p. 2, 14)

Τριχῶς οὗν τοῦ γένους λεγομένου περὶ τοῦ τρίτου παρὰ [*](16r) τοῖς φιλοσόφοις ὁ λόγος, ὃ καὶ ὑπογράφοντος ἀποδεδώκασιν.

Ἀπαριθμησάμενος ὁ Πορφύριος τὰ σημαινόμενα τοῦ γένους φησὶ περὶ τοῦ τρίτου παρὰ τοῖς φιλοσόφοις εἶναι τὸν λόγον.